Ἵνα τί μὴ νεκρώσομεν τὰ μέλη τὰ ἐπὶ γῆς, καθὼς διδάσκει ὁ ἀπόστολος, πορνείαν ἀκαθαρσίαν καὶ πᾶσαν ἐπιθυμίαν, καὶ γενώμεθα ναοὶ θεοῦ ζῶντος, σκεύη ἐκλογῆς, ἐν οἷς κατοικεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα; Ἵνα τί μὴ φυλάττομεν τὴν μοναδικὴν κατάστασιν παρατετηρημένως ἔργῳ τε καὶ λόγῳ, ὡς μήτε στρηνιᾷν, μήτε γελοιάζειν, μήτε πονηρεύεσθαι, μηδ’ αὖ γογγύζειν, μηδὲ ὑπεριφανεύεσθαι κατὰ τοῦ πλησίον· μηδὲ μεγαλοῤῥημονεῖν, ὡς ἂν λέγειν· ἦν μοι ποτὲ τὸ καὶ τὸ, καὶ τάδε μοι καὶ τάδε ὑπῆρχεν. Ἀλλ’ ἐσώμεθα ἄγγελοι ἐπὶ τῆς γῆς, καὶ φωστῆρες ἐν μέσῳ τῆς ἀδελφότητος ὠφελοῦντες καὶ ὠφελούμενοι, σωφρονίζοντες καὶ σωφρονιζόμενοι, διδάσκοντες καὶ διδασκόμενοι, καὶ ἀλλήλοις ὡς ἔπος εἰπεῖν στάθμαι καὶ κανόνες ὄντες. Ἕως πότε οὖν ὁ τῆς ἀργολογίας δαίμων καταλήψεται ἡμᾶς; Ἕως τίνος ὁ τῆς παρακοῆς ἀπατεὼν διαχειρίζεται ἡμᾶς; Ἕως πότε ὑψωθήσεται ἡ καρδία ἡμῶν κενοδοξοῦσα ἐν μικροῖς καὶ μηδαμινοῖς, καὶ παραπληκτίζουσα τὸν ἀδελφὸν, φυλαττομένη ἐν γοργολογίας ἀναγνώσεως ἢ ἐν πείρᾳ λέξεως, ἢ ἐν καταλήψει νοήματος, ἢ ἐν προφορᾷ διαλαλήσεως, ἢ ἐν εὐφυΐᾳ ἐγχειρήσεως, ἢ ἐν ἄλλοις τοιούτοις; Ἐπίβλεψον εἰσάκουσόν μου, κύριε, φώτισον τοὺς ὀφθαλμοὺς ἡμῶν, μήποτε ὑπνώσωμεν εἰς θάνατον· μήποτε εἴπῃ ὁ ἐχθρὸς· ἴσχυσα πρὸς αὐτούς. Ἐν γὰρ τοῖς σαλεύμασι τούτοις οἱ θλίβοντες ἡμᾶς ἀγαλλιάσονται.