Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΜΑ΄-ΜΕ΄: Η προσδοκία της Κρίσεως και η χαρά του Πάσχα

Εσχατολογικές υπενθυμίσεις της Δευτέρας Παρουσίας και προτροπές για πνευματική ανανέωση και διαφύλαξη της χάριτος κατά την εορταστική περίοδο του Πάσχα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 9 από 22

ΛΟΓΟΣ ΜΑʹ. Πυρὸς παφλασμὸν ἐννοεῖν ἐξωτέρου. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Εἰ καὶ τῷ σώματι ἀσθενῶ, ἀλλὰ μακρὸν δύναμαι λέγειν, ἵνα τοίνυν μὴ ῥαθυμίας καὶ ὀκνηρίας ἀπενέγκωμαι ἔγκλημα μικρόν τι κατηχήσω ὑμᾶς· μήπως τις καὶ ἀσθενῶν ἐν ὑμῖν, καὶ κοιμώμενος κατὰ ψυχὴν, καὶ γρηγορῶν ἐν κακοῖς, μὴ ἕτερος ἐκλελοιπὼς ἀπὸ δίψης τῶν ἐμπυριζόντων παθῶν καὶ ἐπιδεής ἐστι σταγόνος λόγου ἀναψύχοντος αὐτόν· ἢ ἄλλος λιμαγχονούμενος οὐκ ἄρτῳ καὶ ὕδατι, ἀλλὰ λόγῳ· οὗ καὶ ὁ λιμὸς κατὰ ψυχὴν θανάσιμος. Ἴδοι ὁ θεὸς ὡς περιπατεῖτε καὶ ἔχοιτε περιπατῆσαι· ὡς ἀναστρέφεσθε, ὡς ἀπογυμνάζεσθε ὡς τηρεῖτε ἑαυτοὺς λόγῳ καὶ παντὶ κινήματι τῆς ἐνθέου πολιτείας. Βοηθήσατε οὖν τῇ ἀθλιότητί μου, διὰ τῆς ὑμῶν εὐσθενείας· ἀναβαστάζετε ὡς τέκνα φιλόστοργα, σπλάγχνα ἀναλαβόντες οἰκτιρμῶν, πατέρα ἀχρεῖον. Ἱστόρηται οὖν ὅτι καὶ τῶν πετεινῶν τινὰ γεγηρακότα τὸν πατέρα κατὰ συζυγίαν προσυποβαστάζοντες ταῖς πτέρυξι, διαμείβουσι τόπον ἐκ τόπου· ἐμὲ οὖν οὐ ταῖς σαρξὶν, ἀλλὰ ταῖς ἁμαρτίαις ὑπεργηράσαντα, ὡς εἴρηται, ἀναλαμβάνετε, ἀνακαινίζετε, ἀναθάλπετε.

Τοῦτο δέ ἐστι τὸ ἕκαστον ὑμῶν τηρεῖν τὴν ἀγάπην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· ἔχειν τὸν κύριον ἐκ δεξιῶν πρὸς τὸ μὴ σαλεύεσθαι κατὰ πᾶσαν ὥραν· μὴ πρὸς ἐπιθυμίαν, μὴ πρὸς θυμὸν, μὴ πρὸς φθόνον, μὴ πρὸς γέλωτα, μὴ πρὸς ἀργολογίαν, μὴ πρὸς ἄλλό τι τῶν κατασπώντων εἰς πέρατον ᾅδου.

Τίς ἐστι τέκνα μου, ὁ μὴ κρατούμενος ὑπὸ τὸν ᾄδην· οἴδατε τί λέγει ὁ ἅγιος Δωρόθεος, ὁ ὑπὸ μηδεμιᾶς ἁμαρτίας κατεχόμενος· ἀετὸς γάρ φησιν ἵνα ὁ λοστὸς ἔξω τύχῃ κρατηθῇ δὲ μόνον ὑπὸ τὸν ὄνυχα, ἐν τῇ παγίδι ἐστὶ, καὶ ὑπὸ τὸν θηρευτὴν ἐπαγιδεύθη· διὰ τοῦτο προσέχετε, βιάζεσθε, ὅτι βιαστῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

Οἷος μέλλει ἀπαντᾷν φόβος καὶ τρόμος ἡμῖν ἐν τῇ ἐξόδῳ; μικροῦ δεῖν ἐστοχασάμην ἐκ τῆς προστυχούσης μοι ἀσθενείας· ἀνεκδιήγητον γὰρ ἔσχον τὸν πόνον· καὶ εἰ πρὸς μικρὰς ὥρας τηλικοῦτος καὶ βασανιστικὸς καὶ ἀφόρητος, τί πεισόμεθα, κύριοί μου δεσπόται, ὅτε αὐτὸς ὁ θάνατος ἥξει διασπαραττομένης, καὶ διαῤῥηγνυμένης τῆς ψυχῆς ἀπὸ τοῦ σαρκίου τούτου; Μᾶλλον δὲ πῶς ὑποστησόμεθα τὴν φοβερὰν ἡμέραν ἐκείνην εἰ μέλλοι τις ἡμῶν ἀμελῶς πολιτεύεσθαι. Ὅτε τῇ τοῦ ἀρχαγγέλου σάλπιγγι ἐξαναστήσονται πάντες ἄνθρωποι, καὶ εἰς κρίσιν ἐλεύσονται πάντα τὰ ἔθνη, πᾶσαι φυλαὶ καὶ γλῶσσαι.

Τότε ὁ οὐρανὸς ῥοιζηδὸν διαλύεται, στοιχεῖα καυσοῦνται, κτίσις ἅπασα μεταποιεῖται. Ποῖαι αἱ ἄπειροι μυριάδες τῶν ἁγίων ἀγγέλων σὺν φόβῳ παρίστανται; Καθέζεται δὲ ὁ κριτὴς τῶν ἁπάντων· εἶτα ἐξελέγχεται πρᾶξις καὶ λόγος ἑκάστου κατὰ πρόσωπον ἡμῶν ἱστῶν τοὺς ἐλέγχους τῆς τε κατ’ ὄψιν ἁμαρτίας τῆς τε κατὰ τόπου θέσιν καὶ τρόπου καὶ χρόνου ἀποβολὴν καὶ μετὰ ταῦτα ἐν ῥιπῇ ὀφθαλμοῦ, τότε ἀπελεύσονται φησὶν οἱ τὰ ἀγαθὰ πράξαντες· εἰς ζωὴν αἰώνιον· οἱ δὲ τὰ φαῦλα ποιήσαντες εἰς κρίσιν αἰώνιον, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Προαπηλασμένων τῶν δαιμόνων καὶ κατηγκωνισμένων οἱονεὶ τὰς χεῖρας ὄπισθεν καὶ τυπτομένων ὑπὸ τῶν ἁγίων ἀγγέλων καὶ προεμβλησκομένων εἰς τὴν κόλασιν. Καὶ εἶθ’ ὕστερον, καὶ οἱ συγκατάκριτοι αὐτῶν. Ἀλλὰ μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν· ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν καὶ αἶνον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ τῆς ἐκ δεξιῶν σου παραστάσεως.

Ἔχετε τὴν μικρὰν ἡμῶν φλυαρίαν, ἀντίδοτε ἡμῖν τὴν εὐπείθειαν, τὴν εὐλάβειαν, τὴν μέχρι θανάτου ἀγάπην ὑμῶν πρός τε θεὸν καὶ ἡμᾶς αὐτοὺς· ὥστε χαίροντας ἐν ἀγαλλιάσει λέγειν· Τίς χωρίσει ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΒʹ. Μὴ δεῖν τραπέζῃ λαμβάνειν ἢ διδόναι. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνέξομαι, φησὶ τὰ θεῖα λόγια. Οὐκοῦν οὐδ’ ἐγὼ ὁ ταπεινὸς καὶ ἁμαρτωλὸς διὰ τὴν σωτηρίαν τῶν ἁγίων ψυχῶν ἡμῶν οὐ καταῤῥαθυμήσω κατηχεῖν ὑμᾶς τὰ τῆς εὐσεβείας διδάγματα· ἀλλὰ πάντοτε καὶ παντοίως ἐγχεῖν ταῖς ἀκοαῖς ἡμῶν ταῦτα. Ἅν τε οὖν ἀκούωσι πρὸς οὓς ὁ λόγος, ἐπακηκόασιν, ἂν, καὶ ἐμοὶ κακείνοις τὸ ἀκατάκριτον· ἄν τε βαρύνωσι τὰ ὦτα καὶ μὴ ἀκούσονται. Τὸ γοῦν ἐμαυτοῦ εἰμι πεποηκὼς, ἔξω δίκης τὸν πόδα βάλλων, καὶ ὄψονται οἱ βαρυκάρδιοι.

Οὐκ ἀσφαλὲς οὖν ἑκάστῳ τὸ οἰκεῖον σύμφερον τηρεῖν, καὶ ἀλογεῖν τὸ τοῦ πλησίον· οὐκ ἀζήμιον τῷ καθαρῷ σίτῳ συναφύεσθαι τὰ ζιζάνια. Καὶ εἰ ἐθεωρεῖς κλέπτην φησὶ τί ψάλλομεν, ἀλλ’ ἢ συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις· καὶ οὐ κατῴκει ἐν τῇ οἰκίᾳ μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Διὰ τοῦτο, τέκνα μου τιμιώτατα, μὴ ἀνέχεσθε ἀλλήλων κακῶς περιπατεῖν· ἀλλὰ τὸν ἀγαθὸν ζῆλον, καὶ τὴν πρέπουσαν φιλαδελφίαν ἐπιδείκνυσθε ἐν ἐκείνῳ τῷ χλιαρῶς συμπαρόντι καὶ μὴ προσέχοντί μου τοῖς ταπεινοῖς λόγοις.

Τοῦτο δὲ λέγω, ἵνα σωζώμεθα οἱ πάντες, φησὶ γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς· ὅτι τοῦτο ἐστὶ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα μηδὲ εἷς ἀπόληται. Πάντες οὖν σώθητε, καὶ πάντες τῷ θεῷ παριστᾷν ἑαυτοὺς βιάζεσθε καὶ προθυμεῖσθε καθαροὺς, ὥσπερ καὶ ἐκτίστητε ἐξ ἀρχῆς φέροντες τῆς θείας εἰκόνος τὴν ὁμοίωσιν, ἄμαχοι, ἀπέρπεροι. Μὴ οὖν ἐν ταῖς ἑσπεριναῖς συγκαθεδρίαις γελοιασμὸν ἀναπέμπετε, μηδὲ ἐν ταῖς συνεργασίαις τὸ αὐτὸ τοῦτο ποιεῖτε ἕλκοντες ἀλλήλους εἰς κατάπτωσιν. Τὴν κοιλίαν μου ἀλγῶ· καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει, φησὶν ὁ μεγαλοφωνότατος Ἱερεμίας ἔν τισί που τῶν θεοδιδάκτων αὐτοῦ λόγων. Ὧδε δὲ ἐγὼ ὁ ἀκάθαρτος καὶ τάλας ἐπιβοῶν ὑμῖν, ὀδύνη με περιέχει καὶ βέλεσι λογισμῶν κατατιτρώσκομαι, ὁπόταν ἀκούσω κακῶς ὑμᾶς ἀναστρεφομένους. Τὸν θεὸν οὖν τὸν φοβερὸν φοβήθητε, τέκνα μου, καὶ μὴ τὸν πολὺν ὑμῶν ἀγῶνα καὶ τὸν μακάριον κόπον ἀμελείᾳ τινὶ καταπροδίδωτε. Τὸν πολὺν πλοῦν διηνύσαμεν τί περὶ τὸν λιμένα, ἵνα ναυαγήσωμεν; τὴν μακρὰν ὁδὸν ἐστειλάμεθα, τί ἵνα πρὸ τοῦ καταλύματος τῶν θείων μονῶν ἀπονυστάξωμεν. Νοεῖτε ἃ λέγω· σύνεσις γὰρ ὑμῖν ἐκ θεοῦ δέδοται· ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν. Ἀγωνίζεσθε καὶ ἐγκομβοῦσθε τὴν ταπεινοφροσύνην.

Μὴ ἐστὲ ἰδιοθελεῖς, καὶ διὰ τοῦτο εὑρίσκεσθε οὐκ ἐκπληροῦντες τὸ πρόσταγμά μου περιχαρῶς· εἰ γὰρ νεκρώσει τις τὸ θέλημα, ὁποῖον ἂν εἴη δυσχερὲς τὸ ἐπίταγμα, οὐκ ἀπαναίνεται, οὐ καταῤῥαθυμεῖ, οὐ συμπνιάζεται, ἀλλ’ εὐμαρῶς πειθαρχεῖ καὶ ὑπείκει, παραχωρεῖ, οὐκ ἀντιλέγει, ὡς ὁ οὐδὲ τὸ ἄλογον ζῶον τῷ δεσμοῦντι αὐτῷ, ὡς ὁ θεῖος ἔφη λόγος.

Λοιπὸν εἷς ἕκαστος ὑμῶν γινωσκέτω ἑαυτὸν ὅπως περιπατεῖ καὶ ὅπως ὑποτάσσεται· πλὴν ὅτι κἀγὼ τεκμαίρομαι ἐκ τῶν ἔξωθεν κινημάτων καὶ τὰ ἔνδοθεν ἀποκείμενα. Ὁ οὖν ἴδιον θέλημα μὴ ἔχων, κατὰ τὸν ἅγιον Δωρόθεον, πάλιν γὰρ τὸ αὐτὸ λέγω ὅπερ ἂν γένηται ἐν τῷ μοναστηρίῳ ἴδιον αὐτοῦ ἡγεῖται τὸ γινόμενον· καὶ ὁ τοιοῦτος πάντοτε ἐπαναπαύεται. Ὁ δὲ μὴ οὕτως, κοπιᾷ καὶ ἀσυστροφεῖ πολυτρόπως ἐξελκόμενος ὑπὸ τῆς ἰδίας ἐπιθυμίας καὶ δελεαζόμενος, προφασιζόμενος καὶ προσποιούμενος τοῦτο καὶ ἐκεῖνο. Μὴ οὖν γένοιτο· μηδὲ ἔστω τίς οὕτως ἐν ὑμῖν ἢ καὶ γένηται· πάντες δὲ τῷ θεῷ καθαρῶς λατρεύσωμεν. Ἃν δὲ ἐγὼ ἄλλο, καὶ ὑμεῖς ἄλλο, ἰδοὺ μάχη, ἰδοὺ διάστασις· εἴπερ δὲ δείξετε ὑμεῖς οἱ πάντες τὸ τοῦ θεοῦ ζητοῦντες, κᾀγὼ τὸ τοῦ διαβόλου, παραχωρητέον τὸ ὑμέτερον καὶ τὸ ἡμέτερον οἰχέσθω· εἰ δὲ κεκρίκατε ὁ λέγω καλὸν εἶναι, τί μοι διαμάχεσθε; τί μοι δίδοτε ἀγῶνας καὶ πράγματα; Οἱ οὖν δοκοῦντες φερέπονοι εἶναι προσέχετε· γῆ γὰρ ἀγαθὴ ἀνεπιμέλητος μείνασα διὰ χρόνου, ἀκανθοτόκος γίνεται, ὡς γέγραπται· ἀμέλει ἐπειδὰν ἐπιτιμῶ τοῖς τοιούτοις συμφερόντως κἀκείνοις καὶ ἐμοὶ ποιῶ.

Παντὰ γὰρ ποιῶ καὶ λέγω, ἵνα καὶ ἐμαυτὸν τὸν ἄθλιον καὶ ὑμᾶς περισώσωμαι. Ταύτα οὖν καὶ ὑπέμνησα, καὶ ὑπομιμνήσκων οὐ παύσομαι ἕως ἂν ἔχω πνοὴν ἐν ταῖς ῥισί μου. Ἔχω καὶ ἄλλο ὑμᾶς προσυπομνῆσαι ἀδελφοί μου· ἵνα τί μὴ ἐκπληροῦτε καὶ τὴν ἐντολὴν ταύτην ὥσπερ τὰς ἄλλας; καὶ δοκοῦσα μικρὰ τυχὸν εἶναι, καταλύει τὰ μεγάλα κατορθώματα ὑμῶν· μικρὰ δὲ καὶ μεγάλη τί λέγομεν; πᾶσα ἐντολὴ θεοῦ πληροῦσθαι ὀφείλει· καὶ πᾶσα παρακοὴ ἔνδικον ἔχει τὴν τιμωρίαν. Πολλάκις γοῦν καὶ εἴρηκα καὶ ἠπειλησάμην πρὸς τὸ μὴ ἔχειν ἐξουσίαν ἕκαστον ἑκάστῳ μεταδιδεῖν τι βρώσιμον ἢ πόσιμον· ἀνήκει γὰρ τοῦτο ἐμοὶ, τῷ οἰκονόμῳ ἢ καὶ τῷ κελλαρίτῃ. Τοίνυν ἀπὸ τῆς σήμερον ἡμέρας ὁρίζω, καὶ μηδεὶς τοῦτο πράξῃ· ἐπεὶ ὑποβάλλεται ἐπιτιμίῳ λαθροφαγίας.

Καὶ βλέπετε μὴ ἀκαίρως ἐμπέσητε· ἐντρέπεσθε γοῦν ἀλλήλους κακῶς, καὶ ἐκεῖ φοβεῖσθε φόβῳ, οὗ οὐκ ἐστὶ φόβος· καὶ ἐτὸν θεὸν λυπεῖτε καὶ ἐμὲ τὸν ἁμαρτωλὸν, μὴ θέλοντες ὡς φατὲ θλίψαι τὸν ἀδελφόν. Βαβαὶ τῆς εὐλαβείας ὑμῶν! τοῦτο κουφότης τίς ἐστι, καὶ μισοθεΐα καὶ ἰδιοῤῥυθμία καὶ φιλοσαρκία· ἐάν ἐστιν ἄγγελος, τολμῶ εἰπεῖν, μὴ δέξῃ ἐξ αὐτοῦ τί. Λαμβάνετε πολλάκις ὀπώρας εὐλογίαν, ἕκαστος ἐσθέτω αὐτὴν· εἰ δὲ οὐκ ἀφίεται ταύτης δι’ ἀσθένειαν τυχὸν ἢ καὶ ἄλλον τρόπον, ἢ ἀποστρεφέτω αὐτὴν τῷ κελλαρίτῃ, ἢ θέλων διδόναι ὑπομνήσει, καὶ τοῦτο ἔχει ποιεῖν ἀκατακρίτως. Οὐκ οἴδατε ὅτι φιλίας πονηρὰς γεννᾶτε ἐξ αὐτῶν; καὶ ἐκείνοις τυχὸν μεταδίδοτε πρὸς οὓς καὶ ἔχετε πορνικῶς τὰς σχέσεις· ἢ ἁπλῶς μηδὲ τοῦτο πάρεστιν, ἆρα οὐκ ἀναφύονται σκάνδαλα καὶ ψιθυρισμοὶ, καὶ θλίψεις βαρεῖαι· ἵνα ὁ μὲν λαμβάνῃ, ὁ δὲ ὁρᾷ, πάντως ἐκεῖνος ὡς μισούμενον λογίζεται ἑαυτόν. Εἰ δὲ λέγετε οὐκ ἐν προσώπῳ ἄλλου διδόναι ἀπάρτι ἀνάγκη ζητεῖν καὶ καιροὺς καὶ τόπους· εἶτα ποιεῖτε ἀποκρυφίας συμφατρίας. Τί δὲ λέγει ὁ ἅγιος καὶ μέγας Βασίλειος; ὅτι αἱ τῶν ὀφθαλμῶν διανεύσεις, καὶ οἱ πρὸς τοὺς οὖς ψιθυρισμοὶ, σημασίαν παρέχουσι τῷ πλησίον σκαιωρίας πρὸς πράγματος πονηροῦ ὑπόθεσιν. Οὐδενὸς οὖν ἐκ τούτου πραττομένου ἀγαθοῦ, τί ἵνα ἡ ἐλευθερία ἡμῶν κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;

Ἐπ’ ἐμοὶ αὐτῷ τῷ πατρὶ ὑμῶν, εἰ μὴ καλῶς σκέπτεσθε, συμβαίνει τοῦτο, πόσω γε μᾶλλον ἐπὶ τῶν ἄλλων; Ἐὰν δέ τις λέγῃ, ἐπειδὴ φιλιάζει μὴ ὁ ἐχθραίνων, ἐὰν δῶ αὐτῷ μεθ’ ὑπομνήσεως μόνον, καὶ παραχωρῶ. Οὐκ ἔχετε οὖν ἐξουσίαν πάρεξ τῶν διατεταγμένων τοῦτο ποιεῖν εἰ μὴ δι’ ὑπομνήσεως ὡς εἴρηται· ὁ δὲ ὑποπίπτων ἔχει τὸ ἐπιτίμιον προδήλως. Ὃν ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· καὶ ὁ εὐφραίνων με τίς ἐστιν, ὁ ἀπόστολος, ἀλλ’ ἢ ὁ λυπούμενος ἐξ ἐμοῦ; Χαίρετε οὖν ἐν τοῖς ἐπιτιμήσεσί μου· καὶ αἰσθάνεσθε ὅτι ἀγάπῃ κινούμενος ταῦτα ποιῶ, κἂν ἄσωτος εἰμί.

Ἀποδέχομαι οὖν τοὺς κόπους ὑμῶν καὶ τοὺς ἰδρῶτας, ὡς μῦρα πολύτιμα καὶ εὐωδίαν θεῷ τούτους προσάγετε· μνημονεύετε τοῦ θανάτου ὑμῶν, τῆς ἐκ τοῦ σώματος διαζεύξεως τῶν ψυχῶν ὑμῶν· τὴν τῶν ἀγγέλων ἐπιστασίαν, τὴν μακρὰν ἐκείνην καὶ ξένην ὁδοιπορίαν, τὴν ἀπαντὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν φρικώδη καὶ ἀπαραλόγιστον ἀπολογίαν περὶ πάντων τῶν ἔργων ἡμῶν· τὰ αἰώνια βασανιστήρια καὶ κολαστήρια, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὰ ἐν αὐτῇ ἐπηγγελμένα ἀόρατα ἀγαθὰ καὶ ἀνεκδιήγητα· ὧν γένοιτο πάντας ὑμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΜΓʹ. Μὴ ταῖς ἑορτῶν ἡμέραις χαύνως ἔχειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἰδοὺ ἑωρτάσαμεν τὴν κυρίαν τῶν ἡμερῶν, τὸ Πάσχα καὶ ἐλαμπρύνθημεν ταῖς θείαις μυσταγωγίαις, καὶ ἠσπασάμεθα τὸν ἁγιασμὸν τοῦ Πνεύματος, ἐν τῷ συνδεσμῷ τῆς εἰρήνης, καὶ τῇ εἰς ἀλλήλους πνευματικῇ ἀγάπῃ.

Ἄρτι πάλιν, ἀρχὴ ἐνιαυτοῦ καὶ εἴσοδος ἡμερῶν ἑτέρων· τὴν καλὴν οὖν ἀλλοίωσιν ἐν αὐταῖς ἀλλοιωθῶμεν, βελτιώτεροι τοῦ προτέρου γενόμενοι· καὶ μήπου εἰς τὸ κατόπιν ἔλθωμεν ἀτιμάσαντες τοῦ προλαβόντος τοῦ τεσσαρακοστιατικοῦ χρόνου τὸν ἀγῶνα καὶ τὸν πνευματικὸν κόπον· ἀλλ’ ἵνα μᾶλλον ἀναβάσεις ἐπ’ ἀναβάσεσι διατιθέμεθα· καὶ ταῖς προλαβούσαις ἀρεταῖς, ἑτέρας ἐποικοδομώμεθα· καὶ τὸ καλῶς ἐφευρεθὲν καὶ κτηθὲν ἡμῖν κατόρθωμα, εἴτε ἐν εὐλαβείᾳ εἴτε ἐν νηστείᾳ, εἴτε ἔν τινι τῶν ἄλλων σπουδασμάτων μείνῃ καὶ διαμείνῃ καὶ αὔξῃ καὶ τελειῶται, καθ’ ἑκάστην ἐν ἀγαθῇ ἐπιδόσει. Εἰς θεὸν οὖν τρέχομεν, ἀδελφοὶ τιμιώτατοι καὶ γνησιώτατοι, εἰς βασιλείαν οὐρανῶν ἐπιτεινόμεθα, εἰς φῶς, εἰς ζωὴν, εἰς χαρὰν ἀνεκλάλητον, εἰς τὸν γλυκὺν ἐκεῖνον καὶ μακάριον παράδεισον, εἰς τὰς αἰωνίους σκηνὰς, εἰς τόπους δόξης θαυμαστῆς, εἰς ἀγγελικὰς χοροστασίας, εἰς ἁγιωτικὰς ὁμηγύρεις, εἰς τοὺς ἄνω δήμους, εἰς τὴν μένουσαν κληρονομίαν.

Μὴ οὖν ἐπιλαθώμεθα τοῦ σκοποῦ ἡμῶν τοῦ προκειμένου, μηδὲ ἐνδώσομεν τοῦ ἐπιταττικοῦ δρόμου, μηδὲ ἀποβουκοληθῶμεν ταῖς ἀτόποις ἐννοίαις· μὴ φιληδονήσωμεν, ὦ τέκνα μου, μηδὲ φιλοκοσμήσωμεν, μηδὲ φιλοσαρκήσωμεν, μηδὲ τρυγήσωμεν φθορᾶν τοῦ αἰωνίου πυρὸς τὸ ὑπέκκαυμα· μὴ ἀγαπήσωμεν σάρκας, μηδὲ σωματικὰς θεωρίας καὶ εὐχροίας· μηδὲ θηλυνθῶμεν καὶ γοητευθῶμεν τὰς ὁράσεις ἀπὸ τοῦ βήματος καὶ τῆς ὄψεως καὶ τοῦ μειδιάματος τοῦ δεῖνος καὶ τοῦ δεῖνος.

Εἰς ἡμᾶς ἑαυτοὺς βλέψωμεν βοᾷ ὁ θεόλογος Γρηγόριος· οἴδατε τί ἔπαθεν ἡ Εὔα καταθελχθεῖσα τῇ ὡραιότητι τοῦ ἁμαρτητικοῦ καρποῦ. Εἴθε μήποτε ἐθεωροῦμεν τὰ τοιαῦτα· ἵνα τί γὰρ καὶ κερδανοῦμεν ἐκ τῆς ἀσελγείας καὶ ἡδυπαθείας; Πρὸς δὲ τῷ μὴ κερδανεῖν, καὶ καρπούμεθα τὴν μεγάλην αἰσχύνην ἐναντίον θεοῦ καὶ ἀνθρώπων. Ἤνεγκέ σε, ὦ ἑταῖρε, ὁ θεὸς ἀπὸ νηστίμων ἡμερῶν εἰς τὸ ἅγιον Πάσχα καὶ ἐζωοποίησε τῇ μεταλήψει τοῦ ἁγίου αὐτοῦ Σώματος καὶ Αἵματος. Τί τῷ κυρίῳ ἀνταποδίδως, ὦ ταλαίπωρε τὰ ἐναντία; τί ὑποστρέφεις εἰς τὰ ὀπίσω τῆς ἀδιαφορίας πράγματα· οὐ δέδωκέ σοι ὁ θεὸς νοῦν; οὐ δεδημιούργηκέ σε λογικόν; οὐκ ἔχεις νοεροὺς ὀφθαλμούς; τί ἀλογεύῃ; τί ἀποκτηνοῦσαι; τί οὐ βλέπεις ἐκ δεξιῶν σου τὸ ἀμήχανον κάλλος τοῦ κυρίου, καὶ πρὸς ἐκεῖνο πτερύσσῃ τὴν ψυχὴν· ἀλλ’ εἰς τὰ εὐώνυμα διαστρέφεις σου τὰς κόρας; Ἔχεις φῶς ἡλιακὸν, ἔχεις τὸ ὕψος τοῦ οὐρανοῦ, ἔχεις τὴν τῶν ἄστρων κοσμοποιΐαν, τῆς θαλάσσης τὴν θαυματοποιΐαν, τῆς ὅλης κτίσεως, ὅσης τὲ ἐν γῇ, ἐν φυτοῖς, ἐν πέτραις, ἐν ἄλλαις τισιν ὕλαις παμποικιλίαν.

Τί ἀντωπεῖς πρὸς τὸ σκότος, πρὸς τὰ βάραθρα τῆς ἁμαρτίας, πρὸς τὸ χάσμα τῶν μιαρωτάτων παθῶν; Δεῦρο δὴ ἀνανήψωμεν, ἀδελφοὶ, καὶ εἰς τὰ μακάρια ἀπασχολήσωμεν ἑαυτοὺς, καὶ ἐν ἐκείνοις ἀπομετεωρισθῶμεν καὶ περικρατηθῶμεν· οὐχ οὕτως ἀφαρολαλῶ καὶ λογοποιοῦμαι τὰ πράγματα εἰς τέρψιν ἀκοῆς, καὶ διάβασιν κατηχήσεως καὶ κρότον ἐπαίνου. Μὴ τοῦτο ὑπολαμβάνετε· ἀλλὰ τεινόμενος καὶ διατεινόμενος καὶ πριόμενος καὶ διακοπτόμενος καὶ τῷ φόβῳ κατεχόμενος τῆς προστασίας καὶ τῷ τρόμῳ περικλονούμενος τῆς σωτηρίας ὑμῶν· ὅτι θεῷ ζῶντι δουλεύομεν· καὶ κριτήριον ἀπεραίτητον ἑτοιμάζεται· καὶ λογοθέσιον ἀρητόρευτον καὶ ἀδωροδόκητον κατευτρεπίζεται, καὶ ἡ ἀνταπόδοσις ἀτελεύτητος.

Τὸ πῦρ γὰρ αὐτῶν οὐ σβεστήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Διὰ τοῦτο βοῶ, ἀντιβολῶ, ἐπιδέομαι, προσκυλινδοῦμαι τοῖς ἴχνεσιν ὑμῶν, μὴ καταφθασθῶμεν ἀνετοίμως, μὴ συγκλείσῃ ἡμῶν τὸν τῆς ζωῆς ὅρον ἡ ἀμέλεια. Ἤδη γὰρ πεφθάκαμεν, καὶ τὸ τοῦ θανάτου ἡμῖν μυστήριον ἐνεργούμενον ἔστιν ἀδιαλείπτως. Ἐκ προσώπου ἡμῶν προπορεύονται, ὡς ὁρᾶτε, ἀδελφοὶ ἡμῶν, καὶ λάβετε ἐπὶ λογισμοῦ ἕνα ἕκαστον, καὶ τί ἡμεῖς, μὴ οὐχ οὕτως; Μὴ ἐπιμενοῦμεν ἔτι; Εἰ δὲ ἐπιμενοῦμεν, ἀλλ’ ἕως ποτε βιωσόμεθα; οὐχ ὁ μικρὸς λίθος ἡμᾶς ἀναμένει, καὶ ὁρώμενός ἐστιν ὁ τάφος, ἀπόθεμα ἡμῶν τὸ κοιμητήριον ἡμῶν, τὸ πολλῶν σκωλήκων ἐμπεπλησμένον καὶ δυσωδίας ἀφορήτου πεπληρωμένον. Οὔκ ἐστι γὰρ ὃς ζήσεται καὶ οὐ ὄψεται θάνατον, ἀκούομεν τοῦ Δαυῒδ λέγοντος. Ἄνθρωποι τὸ αὔριον μὴ προσδοκήσομεν φθάσαι, καὶ πάντως τὴν ἐνεστῶσαν ἡμέραν θεοπρεπῶς διαπεραιωσόμεθα. Ὡς δέ τινες μάχονται καὶ διαπληκτίζονται, ἐρίζουσι καὶ ἀντερίζουσι, λογομαχοῦσι καὶ διαβασκαίνουσιν, ἀπέθεντο τοῦ μεριμνᾷν οὐχὶ περὶ τῆς αὔριον, ὅτι ἀποθνήσκουσιν, ἀλλ’ ὡς ἀθάνατοι ἡμῖν φαίνονται. Ὀκνηρὲ καὶ ἀσύνετε καὶ λιθοκάρδιε, ἕως πότε οὐ λαμβάνεις αἴσθησιν, καὶ φέρεις δι’ ὑπομονῆς τὰ ἐπερχόμενα, ἀλλὰ ζημιοῖς σεαυτὸν τὰ αἰώνια ἀκαταστατῶν ψυχῇ τε καὶ σώματι;

Ἐγὼ μὲν οὖν εἰμι ὁ λέγων ταῦτα καὶ πράττων· ἀλλ’ ἰδοὺ μαρτύρομαι ὑμῖν ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἀγγέλων αὐτοῦ, ἵνα διορθωσόμεθα, ἵνα μὴ δίδωμεν κόπον τῷ οἰκονόμῳ καὶ τοῖς ἐπιστημονάρχαις περισσότερον, ἵνα τὰ ἐπιτίμια εὐαισθήτως λαμβάνωμεν, ὑγιαζόμενοι, ἵνα μὴ εἰς ἀποκρύφους τόπους εὑρισκώμεθα, ἵνα μὴ ἰδικὰς φιλίας ἐπικτώμεθα ἄνα δύο δύο, ἵνα μὴ οἱ δοκοῦντες εἶναι τι φρεναπατῶνται καὶ ἁλίζωνται συντυχίαις ἀγενείων, ἵνα μὴ ὡς μίσγοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν εἰς ἀλλήλους μαχικὰς ἐνδιαβλήσεις, τὸ προφητικὸν οὐαὶ ἐπισπώμεθα. Ἐπεὶ ἥξει καὶ οὐ χρονιεῖ ὁ ἐτάζων καρδίας καὶ νεφροὺς καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὃς ῥύσεται ἡμᾶς ἀπὸ πυρὸς αἰωνίου φυλαττομένους ἐν ἀγαθῇ καταστάσει· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΔʹ. Πολλοὺς γινώσκειν ὕψι τοὺς ἀντιστάτας. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἵνα ἀπὸ ὑποδείγματος ἀρξώμεθα τῆς κατηχήσεως· πολέμου ἡνίκα συμβολὴ φθάσει γίνεσθαι, πρότερον καθίσαντες οἱ στρατηγοῦντες, ἐπισυναγαγόντες τὸν λαὸν καὶ λόγοις παρακλητικοῖς ἐπαλείψαντες καὶ πρὸς τοὺς ἀγῶνας συναγείραντές τε καὶ ἀνδρειάσαντες, οὕτως ἀπίασι πρὸς τὸν πόλεμον· Καὶ κυβερνῆται νηῶν πρότερον μετὰ τῶν ναυτίλων συγκαθεσθέντες καὶ συνδιασκεψάμενοι τὰ τοῖς ποντοπορίας, οὕτως κελεύουσί τε τὰ ἱστία καὶ ἐξορμῶσι, θεὸν ἐπικαλούμενοι ἀρωγόν. Ἐῶ λέγειν ὁδίτας ἐμπόρους τε καὶ γεωργοὺς, καὶ πᾶσαν ἄλλην μέθοδον τῆς συμβουλευτικῆς καὶ συγκαθεστικῆς καὶ ὁμονοητικῆς ἐπιδεομένην πάντως εὐκαιρολογίας. Ἐπεὶ τοίνυν καὶ ἡμεῖς ὁ τοῦ Χριστοῦ στρατὸς, τὸ ἐκ παντὸς κόσμου ἐκλελεγμένον κυρίῳ συνάθροισμα, τὸ ἀφιερώμενον θεῷ ἀνάθημα, πάλην ἔχομεν κατὰ τὸν ἀπόστολον, οὐ πρὸς ἐναίμους καὶ ἐνσάρκους ἐχθροὺς, ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἔργον ἡμῖν ἐστιν ἀναγκαῖον, ἐπὶ τὸ αὐτὸ καὶ συναθροίζεσθαι, καὶ συγκαθέζεσθαι καὶ συνδιασκέπτεσθαι· οὐχ ἅπαξ;

οὐ δὶς, οὐ τρὶς τοῦ ἐνιαυτοῦ· ἦ γὰρ ἂν καὶ τρισσάκις πολεμοῦντες καὶ πολεμούμενοι, οἴκοι ἀνακάμψαντες, ἠρεμίαν ἤγομεν ἀμφότεροι οἵ τε πολεμοῦντες καὶ οἱ πολεμούμενοι, ἀλλ’ ἀδιαλείπτως· καὶ ὡσαύτως ὅτι καὶ ἀεννάως ὁ παρὰ τῶν ἐχθρῶν ἡμῶν πόλεμος, ὡς ἴστε καὶ ἴσμεν οἱ πειραζόμενοι, Οὐκοῦν τί ξένον ποιοῦμεν καὶ παράλογον· μᾶλλον δὲ εὐλογώτατα καὶ δικαιότατα καὶ χρησιμώτατα εἰς ταὐτὸ καθ’ ἑβδομάδα συνερχόμενοι τρίς; Ἀλλ’ οὖν καὶ καθ’ ἑσπέραν συναγόμενοι, καὶ οἱονεὶ συμβουλευόμενοι καὶ συγκροτούμενοι καὶ συνασπιζόμενοι διὰ τοῦ λόγου τῆς κατηχήσεως; Βλέπετε τοιγαροῦν, στρατιῶται Χριστοῦ, πῶς ἐστὲ πεφραγμένοι τὰς ψυχὰς ὑμῶν; Εἰ ἔχετε θώρακα εὐπιστίας· εἰ ὑπάρχει ὑμῖν ἀσπὶς ταπεινοφροσύνης· εἰ πάρεστιν ὑπακοῆς δόρυ· εἰ σκέπει ὑμᾶς περικεφαλαία ἐλπίδος σωτηρίου· εἰ ἐπὶ χεῖρας ὑμῶν ἡ μάχαιρα τῆς εὐανδρίας· καὶ πρότερον, εἰ εὐήνιον ὑμῶν τὸ τίμιον σῶμα καὶ εὔδρομον, ὡς ἂν πῶλος, εὐτακτῶν· ἀλλὰ μὴ δυσκαθεκτῶν καὶ ἀναχαιτίζων βάλοι κάτω τὸν ἐπιβάτην νοῦν κατὰ πρόσωπον τῶν πολεμίων. Ναὶ τοίνυν ἔχετε ἀνθ’ ὑμῶν, ἀνταποκρίνομαι· ἀλλὰ καὶ σχοίητε ἔτι καὶ ἔτι, τεκνία μου· ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους, ὅτι πεπυρωμένα ἄγαν τὰ βέλη τοῦ πονηροῦ· ὅτι ἡμερονύκτιον οὐδὲ τὴν ἀκαριαίαν ὥραν παραχωρεῖ.

Οὔτε γὰρ ἐσθίει, οὔτε πίνει, οὔτε καθεύδει, ὡς αὐτός που ὁ ἀποστάτης τῷ ἁγίῳ πατρὶ εἴρηκεν· ἀλλ’ ἐν τούτῳ ἡ ἀείζωος ζωὴ αὐτοῦ καὶ ἡ ὀλέθριος κίνησις τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ· ἀλλ’ ἡ ῥομφαῖα αὐτοῦ εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, καὶ τὰ τόξα αὐτοῦ συντριβείη. Πῶς δέ; ἐὰν τὰ ψαλλόμενα ἐνωτιζώμεθα, ἐὰν ἐν τοῖς προειρημένοις ὅπλοις ἀποτρεπώμεθα αὐτόν. Τοῦτον, ὡς αὐτὸς ὁ ἀλάστωρ ἔφη, συντρίβει ἡ ταπεινοφροσύνη, τοῦτον ἀναιρεῖ ἡ ὑπακοὴ· τοῦτον φυγαδεύει ἡ εὐχὴ· τοῦτον λιμοκτονεῖ ἡ νηστεία· τοῦτον καταβάλλει ἡ φιλαδελφία, καὶ πᾶσα ἡ λοιπὴ τῶν θείων ἀρετῶν ἐργασία.

Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ταῖς ἁμαρτίαις ἀξίως τῆς κλήσεως ἧς ἐκλήθημεν περιπατήσωμεν, ἵνα μὴ λάβῃ καθ’ ἡμῶν χώραν ὁ τύραννος. Ἔχεσθε τῆς ὑπομονῆς ὑμῶν, τὸν πόνον ὑποφέροντες τὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, εἴτε διὰ σκάψεως, εἴτε δι’ ἀμφιάσεως, εἴτε διὰ καλλιγραφήσεως, εἴτε δι’ ὀψοποιήσεως, εἴτε δι’ ἄλλης τοῖς οἱασοῦν προκειμένης τέχνης καὶ διακονίας. Καὶ πρὸς ταῦτα πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς τεταμίευται. Ἰδοὺ ὡς δρομεὺς ὁ βίος ἡμῶν διεξέρχεται, ὡς πτῆσις ὀρνέων παρερχόμενος· οὔτε τὰ χρηστὰ διαρκῇ, οὔτε τὰ λυπηρὰ ἐπίμονα. Τὴν καλὴν πραγματείαν πραγματευσώμεθα, ἀδελφοὶ· ἐν μιᾷ καιροῦ ῥοπῇ ὅλους αἰῶνας κληρονομήσωμεν. Ῥοπὴ γάρ ἐστι, ὡς ἀληθῶς, ὁ πᾶς τῆς ἡμῶν ζωῆς χρόνος πρὸς τὸν μέλλοντα ἄπειρον αἰῶνα.

Καὶ μακάριοι οἱ εὖ φρονήσαντες, καὶ τρισμακάριοι οἱ κόσμον μισήσαντες· καὶ ὁλομακάριστοι οἱ γονεῖς καὶ συγγενεῖς καὶ φίλους καὶ ἀδελφοὺς καὶ πάντα τὰ ἐν κόσμῳ διὰ κύριον καταλείψαντες. Πῶς οὐ μὴ δοξασθήσεσθε ταῦτα πεποιηκότες; Αὐτός ἐστιν ὁ λέγων·

Ἀλλ’ ἢ τοὺς δοξάσαντάς με δοξάσω· καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Δοξάζετε οὖν τὸν θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν, ὡς ἀληθῶς καὶ μέλη Χριστοῦ ἐστὲ ἡγιασμένα· καὶ θυσιάζετε ἑαυτοὺς καὶ ὁλοκαρποῦτε διὰ τῆς ὑποταγῆς ἀεννάως. Μὴ οὖν τις ἐγκοπτέσθω τοῦ καλλίστου δρόμου· μὴ οὖν τις ἀκηδιάτω· μὴ δ’ αὖ ῥαθυμείτω· μὴ δέ γε καθευδέτω· μηδὲ ῥεγχέτω. Πάντες σύνδρομοι· πάντες σύζευκτοι τῇ ἀγάπῃ, πάντες ὁμοθελεῖς πάντες ὁμοκάρδιοι, θεόδρομοι, εὐκίνητοι ἀεικίνητοι τῇ εὐσεβείᾳ· εὐχόμενοι καὶ ὑπὲρ τῆς ὑμῶν ἀναξιότητος· ἵνα σὺν ὑμῖν εὕροιμεν πῶς ποτε σώζεσθαι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΕʹ. Νήφειν πρὸς ἐνθύμια τὰ τῶν δαιμόνων. ΠΑΤΕΡΕΣ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ὁ θεῖος ἀπόστολος διδάσκει τῶν μὲν ὄπισθεν ἐπιλανθάνεσθαι, τοῖς δὲ ἔμπροσθεν ἐπικτείνεσθαι· ὥστε λοιπὸν οὐ πρὸς ἅπερ προκατηχήσαμεν ὑμᾶς ὀφείλομεν τὸ αὔταρκες διορίζειν, ἀλλ’ ἐπιβαίνειν πρὸς ἑξῆς, καὶ κατὰ σκοπὸν βάλλειν τὸν λόγον. Διὰ τῆς ἐπιχορηγίας τοῦ ἁγίου Πνεύματος, καὶ συνεργείας τῶν εὐχῶν ἡμῶν ἐνουθέτησα ὑμᾶς ὡς ἀσύνετος, ἀλλὰ καὶ πάλιν νουθετεῖν οὐ παύσομαι.

Ὑπέδειξα ὑμῖν τὰ ὀφειλόμενα, τεκνία· ἀλλὰ καὶ πάλιν ὑποδεικνύειν πειράσομαι· ἐγνώρισα ὑμῖν ἐξ ἐλαφρίας νοὸς τὰ τοῦ διαβόλου πειρατήρια, ὡς ταυτοπαθὴς, ἀλλὰ καὶ πάλιν τὸ αὐτὸ ποιεῖν οὐ καταπαύσομαι. Προσέχωμεν οὖν λοιπὸν, νήφωμεν, γρηγορῶμεν, ἀναπετάσωμεν τὰς διανοίας ἡμῶν ἐπὶ θεὸν· ἐπιλέξωμεν εἰ δοκεῖ, καὶ νῦν ἐκεῖνο τὸ ἀοίδιμον·

Ἀρσένιε, δι’ ὃ ἐξῆλθες. Οὔτε τοίνυν, ἀδελφοί μου δι’ ἀνάπαυσιν σαρκὸς ἐξεληλύθαμεν ἐκ τοῦ κόσμου, οὐδὲ δι’ ἀπόλαυσιν ἡδονῶν· οὔτε μὴν διὰ τὸ γραμματισθῆναι ἢ σοφισθῆναι, ἢ καλλιγραφεῖν, ἢ αὐταρεσκεῖν, ἢ εὐαναγνωστεῖν, οὐδ’ αὖ διὰ τὸ δοξομανεῖν, ἢ μειζοτερεύειν, ἢ προφερέστερον τοῦ ἄλλου εἶναι ἢ ἀρχικώτερον.

Οὐδὲν οὖν ἐν οὐδενὶ τούτων ἢ τῶν τοιούτων· ἀλλὰ διὰ τί εἰπέ; διὰ τὸ καθαρθῆναι τῶν ἁμαρτιῶν· διὰ τὸ ἐνδύσασθαι, ἡμᾶς τὸν θεῖον φόβον, διὰ τὸ ταπεινωθῆναι μέχρι θανάτου θανάτου δὲ σταυροῦ, εἴτουν νεκρώσεως τῶν ψυχικῶν ἡμῶν θελημάτων καὶ ἀπονεκρώσεως τῶν οἰκείων ἐπιθυμημάτων, διὰ τὸ πολεμεῖν ἡμᾶς τὸν ἀντίδικον διάβολον, καὶ πυκτεῦσαι πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· διὰ τὸ μὴ ὑπείκειν τοῖς πολυποικίλοις πειρασμοῖς τῆς σαρκὸς· καὶ τέλος, διὰ τὸ ἀλογίαν ἐν λογιότητι κτήσασθαι ἡμᾶς μετὰ πίστεως ἰσχυρᾶς πρὸς τὴν τοῦ καθηγουμένου προστασίαν, ἐν ᾧ δυνατὸν πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπειρωμένα σβέσαι, ὡς ἀληθῶς.

Πῶς ἄρτι ἐστὲ, βλέπετε· ὑποκρούομεν ὑμᾶς, ἐπισκέψασθε, ἐνωτίσασθε, συλλογίσασθε, ἀναζητήσατε, καὶ μακάριος ἐκεῖνος ἐξ ὑμῶν καὶ ἐν ὑμῖν, ὃς φυλάσσει ἐντολὴν· ὃς οὐκ ἔδωκεν ἑαυτὸν εἰς θήραν τοῖς ὀδοῦσι τῆς ἁμαρτίας, ὃς ἕλκει ἀκριβασμὸν ἐν τῇ ὑποταγῇ, ὃς φωτίζεται τῷ τρόπῳ τῆς παντελοῦς ἐξαγορεύσεως, ὃς λαμπρύνεται τῇ θεοσδότῳ ταπεινοφροσύνη, τῇ χρυσαυγεῖ καὶ χριστομιμήτω ὑπακοῇ, καὶ ὃς διπλοΐδα περιπόρφυρον τὴν ἀνενδοίαστον πρὸς τὸν καθηγούμενον ἐπέχει πίστιν· μὴ ἐνδοιάζων ἐν τοῖς πράγμασι, μηδὲ κρίνων τί καινότερον τῶν κρίσεων αὐτοῦ· μηδὲ ἡγούμενος σωτηριωδέστερον πρὸς ἑαυτὸν τῶν ἐπὶ τῆς γῆς ἄλλον πλὴν ἐκείνου. Τοῦτο δὲ οὐκ ἐπὶ τοῦ ἐμοῦ προσώπου ληπτέον διὰ τὸ ἀσεβεῖν με· ἀλλ’ ἐπὶ τῶν κατ’ ἐντολὴν θεοῦ περιπατούντων.

Γινώσκετε οὖν οἱ ὑποπίπτοντες ὅτι παρὰ τὸ μὴ φυλάσσειν ὑμᾶς τὰ προειρημένα, τὰ συμβαίνοντα ὑμῖν συμβαίνει, κἄν τε ἐγκαταλειπτικὰ ὑπὸ θεοῦ, κἄν τε κυριευτικὰ ὑπὸ τοῦ διαβόλου· οὐ γὰρ ψηφιστέα τίθεσθαι τὰ πατροπαράδοτα λόγια θέμις. Ἐπεισέρχονται τοίνυν ψυχαὶ πάντως θεόπεμπτοι πρὸς τὸ σώζεσθαι, ἐν τῷ κοινοβίῳ ἡμῶν· καὶ φυλακὴ τῶν ἐντολῶν τοῦ θεοῦ ἀσφαλεστέρα δεῖ εἶναι.

Ἦλθον ἵνα φωτισθῶσιν, οὐχ ἵνα σκοτισθῶσιν· ἵνα ἁλισθῶσιν, οὐχ ἵνα μωρανθῶσι. Λάμπετε γὰρ, ἀδελφοί μου, κᾂν ἐγὼ σκοτεινός εἰμι, καὶ ἁλίζετε ταῖς τῆς ἀρετῆς χάρισι, κᾂν ἐγὼ ἀπομωραίνομαι· ἐν τίνι τὸ καύχημα ὑμῶν ὀφείλει εἶναι, ἀλλ’ ἢ ἐν τῷ ὑποπίπτειν τῷ ἀδελφῷ ἐν λόγῳ, ἐν τῷ μηδαμῶς ἀντιλέγειν· ἐν τῷ μὴ τὸ παράπαν γογγύζειν· ἐν τῷ εἶναι ὑμᾶς ὡς ἀρνία ἄκακα, ἄμαχα, ἀνόξυντα τοῦ ἀρχιποίμενος ἡμῶν Χριστοῦ, ἐν τῷ φεύγειν τὰ ἄσμενα γελοιάσματα καὶ φιλήδονα καὶ αἰσχροποιὰ ἐπιφθέγματα, ἐν τῷ γρηγορεῖν ἐν ταῖς ψαλμωδίαις καὶ νήφειν ἐν ταῖς προσευχαῖς. Σοφίσθητε τοίνυν ἐπὶ πλεῖον, τέκνα, ἁγνίσθητε, σωφρονίσθητε, ὑψώθητε, ἁγιάσθητε· γίνεσθε, θεοὶ εἰ καὶ τολμηρὸς ὁ λόγος, ὑπέσχετο γὰρ διὰ τοῦ μελογράφου ὁ σωτὴρ λέγων· Ἐγὼ εἶπα θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.