Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΝΑ΄-ΝΕ΄: Καρποί του Αγίου Πνεύματος και μοναχική αδελφότητα

Έπαινος της πνευματικής προόδου των μοναχών, με την αδελφότητα να παρομοιάζεται με παράδεισο αρετών, και έμφαση στους καρπούς του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 11 από 22

ΛΟΓΟΣ ΝΑʹ. Πῶς δεῖ βιοῦν ἅπαντας ὑποτακτίτας. ΠΑΤΕΡΕΣ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Πόσον οἴεσθέ με χαίρειν καὶ εὐφραίνεσθαι ὁρῶντα τὴν πνευματικὴν ὑμῶν καὶ ἀδιάσπαστον συνάφειαν ἐν προκοπῇ γινομένην καὶ ἐπαύξουσαν ἀεὶ ἐν τοῖς θείοις κατορθώμασι.

Τῷ ὄντι γὰρ αὐξάνεσθε καὶ κραταιοῦσθε ἐν Πνεύματι ἁγίῳ, καὶ σοφία θεοῦ διαδείκνυται ἐν ὑμῖν. Τούτοις οὖν ἐπαγάλλομαι, καὶ τὸ τῆς ἐμαυτοῦ ἀμελείας ἀποῤῥίπτομαι ῥάθυμον· πλοῦτον καταλογιζόμενος συνεισφέρεσθαί μοι.

Εἰ γὰρ οἱ σαρκικοὶ πατέρες τῶν σφετέρων τέκνων τὰς ἀνδραγαθίας βλέποντες ἐπὶ τοῖς κατὰ κόσμον πράγμασι· γάννυνται καὶ σκιρτῶσι· πόσῳ γε μᾶλλον, εἴπερ ἐσμὲν ἄξιοι καλεῖσθαι πνευματικοὶ πατέρες, τοῦτο πανθάνειν ἐφ’ ὑμῖν τοῖς τετελειωμένοις ἐν κυρίῳ; Ἐμὲ τοίνυν πεπλουτίκατε, ὦ τέκνα, ἐκ τῶν οἰκείων καταπράξεων, καὶ οὐκ ἐπαισχύνομαι ἐν τῇ τῶν ἔργων μου πενίᾳ πολυκτήμων ἐξ ὑμῶν γεγονώς.

Ἐμὲ ἐδοξάσατε, προσθήσω δὲ ὅτι, καὶ ἐβασιλεύσατε διὰ τὸ βασιλεύειν ὑμᾶς κατὰ παθῶν ὡς κατ’ ἐθνῶν, καὶ διάδημα κάλλους ἀρετῶν ἐν τῇ ψυχικῇ ὑμῶν κεφαλῇ περιστεφανοῦσθε· ἀναβαίνετε ταῖς κατὰ μικρὸν προσθήκαις εἰς τὰ ὕψη τῆς ἀπαξείας· καὶ συναμιλλᾶσθε ἀλλήλοις ἐν τῷ δρόμῳ τῆς εὐσεβείας, ἀποῤῥίπτοντες τὰς προσπαθείας, ἀποτινάσσοντες τὸν κονιορτὸν ὡς ἐκ ποδῶν ὑμῶν τῆς φιλοκοσμίας πτερούμενοι τῷ ἔρωτι τῆς κατὰ θεὸν ἀγάπης, πετάμενοι ὡς περιστεραὶ πνευματικαὶ ἐπὶ τὰ ὑπερουράνια φρονήματα, ἄνω βλέποντες καὶ πρὸς τὰ ἄνω συνελκόμενοι, ὅπου ἡ κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ὅπου τὸ ἀνταπόδομα ἡμῶν, ὅπου ὁ θησαυρὸς ἡμῶν, ὅπου ἡ ἄλυτος ἡμῶν κατοικία ἀναδεδόμηται, ὅπου ἡ κατάσχεσις ἡμῶν ἐμπεριγέγραπται.

Καλὸς ὁ ἀγὼν ὑμῶν· ὡραῖος ὁ δρόμος· περικαλλὴς ἡ σπουδὴ· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς ἐπὶ θεὸν ὑμῶν θεωρίας. Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, πρὸς τοὺς αὐτοῦ ἀποστόλους φησὶν ὁ κύριος, καὶ πρὸς ὑμᾶς ταῦτα, ὦ τέκνα. Παρήχθη γὰρ ἀποστολικῶς ἐξ ὑμῶν τὸ σχῆμα τοῦ κόσμου τούτου ἄζυγοι ὄντες καὶ ἀσύμμικτοι φθορᾷ· τὸ δὴ λεγόμενον ὡς ἄσαρκοι καὶ ἀσώματοι ἄγγελοι ἀπερίγραπτοι τόπῳ καθότι δεσπόζετε τοῦ παντός· Τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος φησίν, ἄκληροι καὶ ἀμέριδες, μερὶς γὰρ ὑμῶν καὶ κλῆρος μόνος ὁ θεὸς· ἀπάτριδες καὶ ἀπόλιδες, πατρὶς γὰρ ἡμῶν καὶ πόλις ἡ ἄνω Ἱερουσαλὴμ, ἡ μητρόπολις Παύλου καὶ τῶν λοιπῶν ἁγίων. Διατοῦτο μὴ ἐπιβλέψητε πρὸς τὰ κάτω, μηδὲ ἐγκαταλείψητε πηγὴν ζωῆς, τὸν κύριον, καὶ ὀρύξητε ἑαυτοῖς λάκκον συντετριμμένον ἀνομίας· μηδὲ καταθελχθῆτε τοῖς χαμαιζήλοις τοῦ αἰῶνος τούτου τερπνοῖς ποιήμασιν ἔχοντες τὴν τερπνότητα κυρίου, καὶ ἐπισκεπτόμενοι τὸν ναὸν τῶν ἀρετῶν αὐτοῦ· μηδὲ ἡγήσησθε μέγα τι καὶ μακάριον εἶναι ὑπὸ τὸν οὐρανὸν, ἢ ὅπερ ἔχετε καὶ ἐνδέδυσθε θεῖον ἐπάγγελμα παρὰ τοῦ δεσπότου τῶν ὅλων· ἐφωτίσθητε καὶ ἐλευκάνθητε ὡς χιὼν, ἐτυρώθητε ὡς γάλα, ἐκοσμήθητε ὡς νυμφίος, συνήχθητε τῇ τοῦ Πνεύματος ὁμονοίᾳ.

Χάρις ὑμῖν ἀπὸ θεοῦ Πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ· καὶ στηριχθείη τὰ φρονήματα ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον, καὶ προθυμηθείητε μειζοτέρως χωρεῖν εἰς τὰ βάθη τῶν πνευματικῶν ἐπιτηδευμάτων, ἵνα ἐν τῇ τοιαύτῃ ὑμῶν ἀρίστῃ καὶ ἰσαγγέλῳ πολιτείᾳ, ὡς ἀληθῶς γνωρίζησθε στρατιῶται Χριστοῦ, τὸν διάβολον ἀποτρεπόμενοι, καὶ τὰ πάθη ἐξοστρακίζοντες, καὶ τὴν ἀγάπην ἀναλαμβάνοντες καὶ τὸ θεῖον θεραπεύοντες, ὅσα κατὰ τὸν βίον ὑμῶν ἐπιθεωρεῖται μὴ ἀμελῶς μηδὲ ῥαθύμως, ἐν ταῖς διακονίαις πρόθυμοι, ἐν ταῖς ὑπακοαῖς εὐκίνητοι, ἐν ταῖς ἀγρυπνίαις. γρήγοροι, συγκαταβαίνοντες ἀλλήλοις καὶ συνανερχόμενοι παραχωροῦντες καὶ παραχωρούμενοι, κέρδος ἡγούμενοι ὁπόταν ταπεινῶσθε τῷ πλησίον, ὁπηνίκα ἐμβιάζεσθε μὴ τραχυλογεῖν μηδὲ ἀντιλέγειν, ἡνίκα ἐγκρατεύεσθε μὴ γελοιάζειν καὶ ἀργολογεῖν· ὅτε εὐλαβεῖς ποιεῖτε ἑαυτοὺς καὶ συστέλλεσθε ἀπὸ τῆς ἐμπεριέργου ἀναβλέψεως καὶ βλαπτικῆς παῤῥησίας καὶ ὀλεθρίου συνδυάσεως.

Τίς ἐστιν ἐν ὑμῖν ὃς ἀγάλλεται καὶ γλυκαίνεται, καὶ ἑορτάζει καθημέραν ἐν καθαρᾷ προσευχῇ, ἐν ἐπιῤῥοῇ δακρύων, ἐν ὑπομονῇ πληκτικοῦ λόγου, ἐν βιασμῷ προστασσομένης διακονίας, ἐν παραθεωρήσει τοῦ τυχόντος ἱματίου, φημὶ, ἢ ὑποδήματος, ἢ ἑτέρου τινὸς τῶν χρησιμευόντων; Ὁ τοιοῦτος μακάριος· εἴην ἂν ἐγὼ τῆς μερίδος αὐτοῦ, κἂν μὴ τὸν ἀλφάβητον γινώσκῃ. Μάθωμεν ἀδελφοὶ· οὐ γὰρ ὅτι πεπείραμαι, ἀλλ’ ὅτι ἀκούων λέγω, γλυκύτητα θεοῦ, ἡδονὴν ταπεινώσεως, εὐημερίαν ὑπακοῆς, ὕψωμα θελημάτων ἐκκοπῆς.

Καί γε οἴδατε καὶ πράττετε οἱ πολλοὶ ταῦτα· ἀλλὰ νύσσω ὑμᾶς μικρόν τι τῷ βέλει τοῦ λόγου, ἵνα εἰσέλθοι ἐν ταῖς ψυχαῖς ὑμῶν τὸ φάρμακον τοῦ θείου ἔρωτος. Καὶ πάλιν καταγλυκάνῃ καὶ διανεγείρῃ τὸ πρόθυμον τῆς καρδίας ὑμῶν· εἴθε δυναίμην ἐπικουφίσαι τὰ βάρη τῶν ἀκηδιασμάτων ὑμῶν· εἴθε ἴσχυον ὁμαλίσαι καὶ καταπραΰναι τὸ τραχὺ τῶν διαλογισμῶν ὑμῶν· εἴθε περιεγενόμην ἀπονίψαι τοὺς πόδας τῶν καρδιῶν ὑμῶν καὶ κουφίσαι ἀπὸ πολλῆς ἀδολεσχίας, καὶ διϋπνίσαι πρὸς ἐγρήγορσιν ἐνθεεστέρας ζωῆς, ἵνα ἐξισχύοντες ἔτι πλεῖον ἐδράμετε. Εἴη δὲ ὑμῖν ὅμως παρὰ θεοῦ ἡ χάρις ἐπιχορηγουμένη, καὶ πάντες ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ καὶ διανοίᾳ ὁμονοίας δῶμεν δόξαν τῇ ἀγαθότητι αὐτοῦ ἐφ’ οἷς ἐφθάσαμεν ἐκδυσωποῦντες καὶ πρὸς τὰ μέλλοντα καλῶς καταντᾷν· καὶ τέλος ἀγαθὸν ἐπαφεῖναι καὶ τοῖς μεθ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΝΒʹ. Ψυχῇ καθαρᾷ γνώριμα τὰ πταιστέα. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἀεὶ μὲν μαίνεται καὶ ὁρμᾷ ὁ ἐχθρὸς καθ’ ἡμῶν, ἀεὶ δὲ ἀποτρέπεται ταῖς θείαις δυνάμεσι· τότε ὃν εὑρίσκει θηρᾶσαι; ὁπόταν δοίη αὐτῷ ψώραν τις ἀπωσάμενος τὸ ἅγιον Πνεῦμα καὶ εἰσοικισάμενος τὸν ἀλλότριον, ὃς καὶ διδάσκει αὐτὸν ὅσα φιλεῖ ποιεῖν καὶ λέγειν· καὶ ἵνα ἀμφοτέρων τῶν ἐνεργειῶν ἐκμάθωμεν τὰ ἰδιώματα, κᾀνταῦθα μικρόν τι ἀκούσωμεν, εἰ κελεύετε. Δεῖ γάρ με νύκτωρ καὶ μεθημέραν ἀγρύπνως καὶ νηφαλέως καὶ ἐπιστημόνως τὰ αὐτὰ καὶ ὑπομιμνήσκειν καὶ ἐκπαιδεύειν ὑμᾶς, ὦ τιμιώτατοι, ὁ τοίνυν τὸ ἅγιον Πνεῦμα ἔχων, κέκτηται μὲν χαρὰν, εἰρήνην, μακροθυμίαν, ἀγάπην, προφέρει λόγους γλυκυτέρους μέλιτος καὶ κηρίου. Ἐκ γὰρ τοῦ περισσεύματος καρδίας, ὡς ὁ κύριος εἴρηκεν, ἀναβλύζουσιν οὗτοι, φωτισμὸς γινόμενοι καὶ παράκλησις τοῖς ὑποδεχομένοις. Τί γὰρ καὶ οὐκ ἔχουσι τῶν καλῶν; τὸ, συγχώρησον, τὸ, εὐλόγησον πάτερ· τὸ, ἄφρων εἰμί· τὸ, μόνος ἁμαρτωλός· τὸ, οὐκ ἄξιος συναριθμεῖσθαι τῇ ἀδελφότητι· τὸ, ὑποκάτω πάσης κτίσεως συντάττεσθαι· Εἰ γὰρ τὸ φῶς τοῦ κόσμου ὁ θεῖος ἀπόστολος, ἔκτρωμα καὶ περίψημα πάντων γεγενῆσθαι ἐξομολογεῖται μετὰ τῶν ἄλλων ἁγίων· ποῦ ἵνα καὶ φθάσωμεν ἡμεῖς ἀγορεῦσαι κατὰ λόγον τὸ τῆς ἀναξιότητος ἡμῶν ἀπόπτωμα, οὐδέ ἐστιν εἰπεῖν, ὅμως γοῦν τὸ τοιάδε λέγειν, ἰδίωμα τοῦτο Πνεῦμα τὸ ἅγιον ἔχει ἡμᾶς.

Θέλετε ἀκοῦσαι καὶ τοῦ ἐναντίου; ἡμεῖς αὐτομαθεῖς ἐστὲ καὶ αὐτοδίδακτοι· τί γὰρ ἄλλο ἐκβάλλει ἡ καρδία ἐκείνη, ἢ θυμὸν καὶ ὀργὴν καὶ καταλαλιὰν, καὶ μέμψιν καὶ ἀπιστίαν καὶ ἀπέχθειαν, μῖσος τε καὶ αὐθάδειαν, ἀνηκοΐαν τε καὶ ἀντιλογίαν καὶ ἀπείθειαν· καὶ ἐκ τῆς ἐκείνης ὄντως ἀπέδρα φωτισμὸς καὶ ἁγιασμὸς καὶ ὁσιότης. Ἀπελήλαται ταπείνωσις καὶ κατάνυξις καὶ ὑπομονὴ· ἀπεξήραται κλαυθμὸς καὶ δάκρυον· καὶ ὀδυρμὸς· ἀφίπταται θεωρία οὐράνιος καὶ μνήμη θανάτου, καὶ ἐξόδιον ἀγγελικῶν συμπορευμάτων· ἀπελητάργηται παράστασις παγκόσμιός τις ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, καὶ ἀπολογία φοβερὰ καὶ ἀπαραλόγιστος πάσης ἐννοηματικῆς καὶ λογιστικῆς καὶ σωματικῆς ἡμῶν καταπράξεως ἐξ οὗπερ ἐγεννήθημεν, οὐκ ἀφ’ οὗ περ ἐμονάσαμεν. Ἐν γὰρ τῷ τοιούτῳ ἐπανελεύσεται ἅπαντα. σὺν πᾶσι δὲ τοῖς λοιποῖς ἀπεμνηματίσθη ἡ τῶν ἀφορήτων καὶ ἀνηκέστων καὶ ἀτελευτήτων βασάνων καὶ κριτηρίων πυριφλέκτων τιμωρία αἰώνιος· τῶν τε ἀῤῥήτων καὶ ἀθεάτων καὶ ἀνεκδιηγήτων ἀγαθῶν ἀπόλαυσις τῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποκειμένων.

Ἀνατέλλουσι γὰρ ἐν τῇ προλεχθείσῃ ψυχῇ τὰ σπέρματα τῆς ἀσωτίας καὶ τὰ δράγματα τῆς φιλοκοσμίας καὶ τὰ γνωρίσματα τῆς ἀνομίας, πορνεῖαι, μοιχεῖαι, φόνοι, κλοπαὶ, μῖσος τοῦ ἐπαγγέλματος, μᾶλλον δὲ καὶ ἀπόῤῥιψις, μῖσος κατὰ τοῦ Χριστοῦ, μῖσος κατὰ τῆς πατρικῆς πολιτείας, καὶ ἵνα μὴ πολυλογῶν μηκύνω τὴν κατήχησιν, σκότος καὶ ζόφος διαλογισμῶν καὶ κρημνισμὸς, καὶ βοθρισμὸς, καὶ ὀλοτρευσμὸς ἀπὸ τῆς θείας συναφείας.

Μὴ ἡμῖν κύριε, μὴ ἡμῖν, ὁ θεῖος Δαυῒδ, ἀλλ’ ἢ τῷ ἐλέη σου, καὶ τῇ ἀληθείᾳ σου. Μήποτε ἐν τούτοις ὄντων ἡμῶν, εἴπωσιν οἱ πρὶν μακαρίσαντες ἡμᾶς, ἢ καὶ μακαρίζοντες, Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; Ἐφ’ ἅπαξ δὲ ταῦτα οὐ συντρέχει, τέκνα, ἀλλὰ σειρᾶς δίκην ἐπὰν τῆς ἀρχῆς ἐπιλαβώμεθα πλακήσεται καὶ περιπλακήσεται ἡ πονηρὰ ἄλυσις ταύτη ὁλοτελὴς καὶ ὁλόκληρος, ἀγχονίζουσα ἡμᾶς ὡς τὸν Ἰούδαν τὸν μιόφωτον καὶ φιλόσκοτον.

Δεῦρο οὖν λοιπὸν, τέκνα μου καὶ ἀδελφοὶ καὶ πατέρες· καὶ γὰρ ὡς τέκνα ἀγαπητικῶς κινούμενος καὶ ὀμειρόμενος καὶ ἀδελφοὺς ὁμοφυῶς καὶ ἀμφιλαφῶς καὶ ὁμοδόξως κατακηδόμενος, καὶ ὡς πατέρας τεκνοπρεπῶς καὶ τιμητικῶς καὶ ἀξιοχρέως προσερχόμενος ὑφηγοῦμαι καὶ ἐκδιηγοῦμαι. Παρακαλῶ τε καὶ ἀντιβολῶ καὶ περιέπω, περιδονοῦμαι τε καὶ περιτρύζω· προσθείην δὲ, δακρύω τε θρηνῶ, ἵνα μή τις ὑμῶν ὡς εἴρηται, γένηται υἱὸς ἀπωλείας καὶ ἀπειθείας καὶ ἀποστασίας, τέκνον μωμητὸν καὶ νενοθευμένον καὶ μισοπάτριον, πρόβατον ἐξωμάνδρευτον καὶ θηριάλωτον, εἴτε σκεῦος ὀργῆς καὶ ὄργανον τοῦ ἀντικειμένου· ἀλλὰ πάντες υἱοὶ φωτὸς καὶ ἡμέρας, κληρονόμοι θεοῦ συγκληρονόμοι Χριστοῦ· σκεύη ἐκλεκτὰ καὶ ἡγιασμένα καὶ ἱερεῖα ἱερὰ καὶ θρέμματα θεοποίμαντα, καὶ ἐργάται ὑπακοῆς, καὶ μαθηταὶ κυρίου, τῆς ὑποταγῆς τὴν λαμπρότητα ἐξαστράπτοντες ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανοῖς· πάντες κατηρτισμένοι ἐν ἑνὶ πνεύματι καὶ ἐν ἑνὶ θελήματι· ἐκείνῳ ἐπᾳδόμενοι τῷ λογίῳ· Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν; ἀλλ’ ἡ ἐπὶ τὸ αὐτὸ κατοίκησις ἡμῶν; ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ ἐπὶ πώγωνα τὸν πώγωνα τὸν Ἀαρών. Ὁρᾶτε ὅσου ἄξιον κρίνει ὁ λόγος τὸ συνάθροισμα; ἱερωμένον ἐστι θεῷ, ἀνατιθέμενον, ὁμόσωμον, σύσσωμον. Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, φησὶν ὁ ἀπόστολος, ποιήσω πόρνης μέλη; μὴ γένοιτο.

Ἀλλὰ καὶ αὖθις· Εἴ τις φθείρει τὸν ναὸν τοῦ θεοῦ, φθερεῖ τοῦτον ὁ θεός.

Οἵ τινες ἐστὲ ὑμεῖς, καὶ τὰ μὲν ἀπευκταῖα ἀπείη, τὰ δὲ εὐκταῖα ἔλθοι καὶ ἐπελεύσεται ὑμῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίω ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἀγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΝΓʹ. Τὸν εὖ βιοῦντα κῆπον εἶναι κυρίου. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Τῇ καλῇ καὶ πίονι γῇ χρήσιμος ἡ ἐτήσιος ὀμβροφορία πρὸς καρποφορίαν τῶν ἐδωδίμων· εἴθε δὲ καὶ ὑμῖν ἡ ἡμερησία τῆς ἑβδομάδος ἐκ τοῦ ταπεινοῦ καὶ ῥυπαροῦ ἡμῶν στόματος ἐπιδιδομένη κατήχησις, ὡς ἐκεῖ πρὸς καρποφορίαν τῶν τὰ σώματα διατρεφόντων καρπῶν, ὧδε πρὸς ἐπαύξησιν τῶν διακρατούντων τὰς τιμίας ὑμῶν ψυχὰς ἀρετῶν γένοιτ’ ἄν· καὶ ἐοίκατέ μοι παράδεισος, ἐν ᾧ πολλὰ τὰ φυτουργήματα. Καὶ ὁ μὲν οἱονεῖ γλυκάζει με διὰ τῆς ταπεινοφροσύνης καὶ ὑπακοῆς· ὁ δὲ διατρέφει με διὰ τῆς ἐν ἔργοις σπουδῆς· ὁ δὲ καταμυρίζει με διὰ τῆς εὐλαβοῦς ἕξεως καὶ τῆς ἐν αὐτῇ ἀνθηφορίας· καὶ ἐν τούτοις ἵνα μὴ τῶν πολλῶν τὰ κράτιστα καταλέγων μηκύνω τὸν λόγον· οἱ μὲν αὔξουσιν ὡς κυπάρισσοι ἄνω που εἰς τὰ ὑψηλὰ· οἱ δὲ συνανιοῦσιν· οἱ δὲ παραθήγονται· οἱ δὲ ἐκφύουσι· καὶ ἁπλῶς εἷς ἕκαστος ὑμῶν τρέχει καὶ ἄνεισιν ἐπὶ τὰ μετέωρα τῶν ἐντολῶν τοῦ θεοῦ. Μὴ οὖν τις, τέκνα, λοιπὸν ἐναπομείνῃ ἀβλάστητος, μηδὲ ἀποξηρανθῇ ἐκ καύσεως ἡδονῶν· μηδὲ ἄγονος γένηται καί περ ὑψηλὸς ὢν τῷ δοκεῖν, ἐκ τῆς ἀκάρπου ὑπερηφανίας.

Ἀλλὰ τί ταῦτα λέγων ἐμαυτὸν συμπιέζω· μὴ πράσσων γὰρ διδάσκω· πλὴν προθυμηθῶμεν ἀμφότεροι καὶ ἀλλήλους περιθάλψωμεν, καὶ μιᾷ ψυχῇ ὁμονοήσωμεν ἀπέναντι τοῦ τῆς χαλάνης πύργου· καὶ οὕτως οἰκοδομήσομεν ἑαυτοῖς πύργον, ἀφικνούμενον ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, τὴν οὐρανομήκη λέγω ἀρετήν. Αἱ ἡμέραι ἁγίαι; καὶ ἁγιάζεσθε· νηστεία καὶ ὀλιγότης βρωμάτων, καὶ καθαγνίζεσθε τὰς ψυχὰς καὶ τὰ σώματα· ψαλμωδίαι εὐτονώτεραι καὶ ἀναγνώσεις, καὶ λύρα γίνεσθε παναρμόνιος κρουομένη τῷ πνεύματι.

Συνέρχεσθε προθύμως ἐν ταῖς συνάξεσι, καὶ χορὸς ἐστὲ ἀγγελικός. Ἀγάπῃ περιέχεσθε ἔξω ῥίπτοντες τὸν φθόνον καὶ ἓν θέλημα τὸ ἐν οὐρανοῖς περιγράφεσθε, ἄμαχοι πρὸς ἀλλήλους, καὶ εἰλικρινεῖς καθιστάμενοι τῶν ἀσωμάτων μιμεῖσθαι τὴν ὁμόνοιαν· σπουδαιολογεῖσθε περὶ τὰ χρήσιμα καὶ φιλομαθεῖτε τὰ προστασσόμενα, καὶ υἱοὶ ἐστὲ ὑπακοῆς· ἀκτησίαν πάσης ὕλης πλουτήσατε ἔχοντες τὰ πάντα καὶ μηδὲν ἔχοντες, ὡς δεσπόται τοῦ κόσμου καὶ βασιλείας οὐρανῶν κληρονόμοι.

Καὶ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Διὰ τοῦτο ὑμᾶς καὶ μῦρον εὐωδέστατον καλῶ κατὰ τὸν ἱεροψάλτην Δαυῒδ, τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν Ἀαρὼν, καὶ δρόσον Ἀερμὼν τὴν καταβαίνουσαν ἐπὶ τὰ ὄρη Σιών. Ὁρᾶτε πηλίκοις ὀνόμασι καλλωπίζεσθε παρὰ τοῦ θείου Δαυῒδ, καὶ οἵοις ἐπαίνοις στέφεσθε, Βλέπετε τίμια τὰ ἔπαθλα, θαυμαστὰ τὰ γέρα, μὴ ἀναξίως, μηδὲ ἀλλοτρίως περιπατήσητε τῶν ἐπαινουμένων.

Καὶ ταῦτα μὲν ἐν ῥήμασιν ἀπολαμβάνετε ἄρτι παρ’ ἐμοῦ· ἀπολάβοιτε δὲ τότε ἐν τῷ μέλλοντι αἰῶνι τὴν δικαίαν μισθαποδοσίαν παρὰ τοῦ δικαιοκρίτου καὶ πλουσιοδώρου θεοῦ· ὅτι ἀπολήψεται ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ. Οἱ διδάσκοντες ἐπιμελεῖσθε· οἱ μανθάνοντες ἀγρυπνεῖτε· οἱ διακονοῦντες ἐπιμένετε.

Μέγας ὁ κελλαρίτης, εἰ ἀξίως τοῦ ἐπιτηδεύματος αὐτοῦ πορεύεται. Καὶ ἐῶ λέγειν ὁ οἰκονόμος, εἴ περ πιστῶς καὶ φρονίμως ὡς ἀναλεχθεὶς ὑπὸ τοῦ κυρίου διαπεραιοῖ τὴν φροντίδα τῆς ἀδελφότητος. Τίμιος ὁ ὀψοποιὸς πυρὶ καὶ τοῖς ἀδελφοῖς δοκιμαζόμενος. Ὁμοίως ὁ τῶν ἱματίων διανομεὺς καὶ φύλαξ, ὅτι καὶ αὐτὸς θεῖον πρᾶγμα διανύει· καὶ πρό γε τούτων, ὁ κανοναρχῶν· εἶτα καὶ ἅπαντες οἱ λοιποὶ, ὧν οὐκ ἐπεμνημονεύσαμεν· εἰ κατὰ τὸ εὐάρεστον θεῷ μεταχειρίζονται τὰς διακονίας μεγάλοι κληθήσονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Πληθυνθείη οὖν ἐφ’ ὑμῖν ἡ χάρις τοῦ ἁγίου Πνεύματος περισσοτέρως· αὐξηθείητε ἐπὶ πλούτῳ ἀρετῶν. Εὐλογία κυρίου ἐφ’ ὑμᾶς. Ἐυλογήσατε δὴ κᾀμὲ καὶ ὑμεῖς ὡς ἐξ οἴκου Κυρίου, τῶν τιμίων ὑμῶν στομάτων, καὶ εἴη θεὸς κύριος ἐπιφαινόμενος ὑμῖν, νῦν μὲν διὰ τῆς εὐπραγίας· Μακάριοι γάρ, φησι, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· ἐκεῖθεν δὲ διὰ τῆς ἀντιμείψεως ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίω ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΝΔʹ. ΛΟΓΟΣ ΝΔʹ. Καύσωνα φεύγειν τῆς κακῆς παῤῥησίας. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ· διὰ τοῦτο οὐ κόπος μοι, οὐ στενοχωρία εἰς τὸ ἐπισκέπτεσθαι ὑμᾶς διὰ τῆς κατηχήσεως, καὶ διεγείρειν ὑμῶν τὸ πρόθυμον τῆς ψυχῆς εἰς τὴν τῶν ἐντολῶν τοῦ κυρίου ἐργασίαν· ἀλλὰ μᾶλλον καὶ εὐφροσύνης ὑπόθεσιν, καὶ ἀγαλλιάσεως ἀφορμὴν αὐτὸ τοῦτο λαλεῖν καὶ προφθέγγεσθαι ὑμῖν καὶ κινεῖν τὴν περὶ τοῦ σώσματος ὑμῶν ὁμιλίαν. Τί, καὶ πῶς, καὶ πηλίκως διοδεύσομεν καὶ ἐμπορευσόμεθα εἰς ἐπιτυχίαν τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ γὰρ αἱ ὁδοὶ καὶ πολλαὶ καὶ μία· μία μὲν ὅτι ἡ ἀρετὴ μονογενὴς· πολλαὶ δὲ, ὅτι διῄρηται εἰς πολλὰ κατορθώματα ἡ αὐτή. Ἑλώμεθα ταῦτα, τέκνα μου ἠγαπημένα πανσθενεὶ· καὶ ὁ μὲν τρεχέτω διὰ τῆς θεομιμήτου ὑπακοῆς, δρόμον ἀνεμπόδιστον καὶ ἀκατάληκτον· ὁ δὲ διὰ τῆς χριστοφόρου ταπεινώσεως δρόμον ὁμαλώτατον καὶ συντομώτατον· καὶ οἱ ἀμφότεροι μᾶλλον δὲ οἱ πάντες τὴν ἐκκοπὴν τοῦ θελήματος ὡς θυσίαν ἄμωμον ἀσπασώμεθα. Τίς ἐστιν ἄνθρωπος φησὶν, ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας, ἰδεῖν ἀγαθὰς, ἀλλ’ ἢ ὁ ἐκκόπτων ἀληθῶς τὸ θέλημα; Οὖτός ἐστιν ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον πτώματος, ῥυόμενος τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου· οὗτός ἐστι ὁ υἱὸς τοῦ φωτὸς, ὁ τὴν ψυχὴν κεκαθαρμένην ἔχων ἀπὸ πάσης περιπαθήσεως· διότι πρὸ ῥιζῶν ἀνασπᾷ πᾶν πάθος.

Πόθεν συντρίμματα ἡμῖν καὶ λέσχαι καὶ ἀκηδίαι καὶ ὕβρεις καὶ ἔριδες καὶ ζῆλοι καὶ φθόνοι; ἀλλ’ οὐχὶ ἐκ τοῦ ζητεῖν ἱστᾶν τὸ θέλημα καὶ ἐξαυθεντεύειν τῶν οἰκείων ἐφέσεων; Ναὶ ὄντως καὶ σχεδὸν οὔκ ἐστιν ἄλλη ὁδὸς πλὴν ταύτης ἡ ῥυομένη ἐκ πάσης μεθοδείας διαβόλου τοὺς ὑποτασσομένους.

Μεγάλαι τοίνυν καὶ θεριναὶ ἡμέραι εἰσῄεσαν, καυματηρὸς ὁ χρόνος· μὴ ἀκηδιάσωμεν, μὴ κατολιγωρήσωμεν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται, φησὶ, ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· καὶ γὰρ παρυφίστανται καὶ παρεξίστανται, καὶ ὥσπερ τις ῥοῦς ποταμιαῖος, οὕτως ἡ ζωὴ ἡμῶν ἐξυποσύρεται καὶ προσεγγίζει τῷ θανάτῳ. Καὶ μακάριοι ἐστὲ, ὅτι διὰ μηδαμινὰ καὶ πρόσκαιρα κτᾶσθε τὰ αἰώνια καὶ ἐπουράνια. Ἐλεύσεται οὖν ἡμέρα, ὅτε καθιεῖται ὁ θεὸς ἐπὶ θρόνου δόξης αὐτοῦ παρεστώτων τῶν ἁγίων ἀγγέλων, καὶ προσκαλέσεται ἡμᾶς, καὶ κατατάξει ἐν τῇ μερίδι τῶν δικαίων. Ἀλλὰ τίνας; Τοὺς ὑπηκόους, τοὺς εὐπειθεῖς, τοὺς εὐλαβεῖς, τοὺς φιλαρέτους, τοὺς φιλάγνους, τοὺς καθαροκαρδίους, τοὺς εὐκατανύκτους, τοὺς δακρυτικοὺς, τοὺς φιλεργοὺς, τοὺς εὐεξαγορεύτους, τοὺς φιλοπάτορας, τοὺς φιλαδέλφους, τοὺς φιλησύχους, τοὺς εὐκτικοὺς, τοὺς πρὸς τοὺς συγγενεῖς ἀσχέτους, τοὺς πᾶσαν ἄλλην ἐργασίαν διαπραττομένους. Εἰσὶ γάρ τινες ἐν ὑμῖν οὐχ ἑνὶ, πλείστοις δὲ κατορθώμασι κατακεκοσμένοι· καὶ ὡραῖος ἐστι ὁ τοιοῦτος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ταῖς τοῦ Πνεύματος χάρισι κατηγλαϊσμένος.

Μὴ τοίνυν λοιπὸν προσιέμεθα τὰ δυσειδὴ καὶ φθοροποιὰ τῆς κακίας αἴσχη· ἀλλὰ φεύγοντες ἀποφύγωμεν, τέκνα μου, ἀπὸ τῆς δεινῆς παῤῥησίας τῆς εἰς ἀλλήλους πονηρᾶς διαβλέψεως, διαλυτικῶν μειδιαμάτων, πορνικῶν γελοιασμάτων, σατανικῶν γογγυσμάτων, πονηρικῶν παροξυμμάτων· δεχόμενοι δὲ πάντα εὐμενῶς βρώματα, πόματα ἐνδύματα, διακονήματα, οἷαπερ ἂν καὶ εἶεν· καὶ οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν· καὶ οὗτος τὸ μαρτύριον τῆς συνειδήσεως, καὶ οὗτος ἡ ἀθλητικὴ προκοπὴ ὑμῶν, καὶ οὗτος ἡ στεφανηφόρησις ὑμῶν.

Ἀκούω οὖν ὅτι τινὲς ἀφρόνως, ὅτε ὁρῶσι τὰ παιδία καὶ τὰ μαλάκια, λέγουσι· ὅτι διὰ ταῦτα μέλλομεν ἀπολέσθαι, καὶ ταῦτά εἰσιν ἡ κατάλυσις τοῦ μοναστηρίου. Καὶ ὢ τῆς ἀπονοίας! οὐδὲν ἄλλο ἢ τοῦ Κυρίου κατηγοροῦσι τοῦ λέγοντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, τῶν γὰρ τοιούτων ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκ ἐνηπίασεν ὁ Χριστός;

Οὐκ ἐγαλακτοτρόφησεν; Οὐχὶ παῖς ἐγένετο; οὐχὶ νεανίας; Ὅτε ἦν φησὶ, δωδεκαέτης, οὐ νεώτερος; οὐκ ἀνὴρ τέλειος, ὑπὸ τριακοστὸν ἔτος ἀρχόμενος θαυματουργεῖν; Τί λοιπὸν ἀλογεῖ, καὶ διὰ τί μὴ μᾶλλον ἑαυτοῦ καταμέμφοιτο, ὅτι δι’ αὐτοῦ ἐστιν ἡ ἀπώλεια; Ταῦτα οἱ τοῦ ἡγουμένου φρονιμώτεροι καὶ συνετώτεροι, οἱ τοῦ δεξιοῦ δεξιώτερον τρέχοντες, οἱ τὸν θεὸν πλεῖον φιλονεικοῦντες φιλεῖν, καὶ οὐχ’ ὅσον συμφέρει· οἱ ἔξω τοῦ κανόνος φερόμενοι.

Εἰ δὲ μηδείς ἐστιν ὁ εἰπὼν, ἴσα καὶ τῶν ἀνέμων παρῆλθεν ὁ λόγος· καὶ ἡμεῖς οὐ προσεγκαλέσομεν. Εἰ δὲ ἔστιν, διορθωσάτω ἑαυτὸν, ἵνα μὴ ἐμπέσῃ εἰς παγίδα τοῦ διαβόλου. Ὁ ἅγιος γέρων ἐκεῖνος τί εἴρηκεν· ὡς ἂν ἐπιτάξῃ μοι παιδίον, λογίζομαι ὅτι ὁ υἱὸς τοῦ Κυρίου μου ἐπιτέταχέ μοι· καὶ ὑμεῖς οὐ συνιεῖτε τὰ ἀναγινωσκόμενα; Διατί μὴ μᾶλλον παιδεύετε αὐτὰ ἀτακτοῦντας, ἵνα ἔχωσι φόβον ἀπὸ προσώπου ὑμῶν, καὶ μηδόλως παῤῥησιάζεσθε εἰς αὐτά; Καὶ ἵνα μὴ εἰς μακρὸν ἐκτείνω τὸν λόγον διὰ τὸ αὖγος· Συγγνώμη πᾶσι. Καὶ ὁ θεὸς τῆς εἰρήνης ἔστω μετὰ πάντων ὑμῶν, νῦν καὶ εἰς τοὺς αἰῶνας.

Ἀμήν.

ΛΟΓΟΣ ΝΕʹ. Μὴ συλλαλεῖν αἴσχιστα πρὸς κρυπτοὺς τόπους. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἀπερικάκητος πρὸς τὴν ὑπόμνησιν τῆς σωτηρίας ὑμῶν· καὶ δῆλον μὲν ὅτι οὐκ ἐπαρκῶ τρέφειν ὑμῶν τὰς τιμίας ψυχὰς ἐπαξίως τοῖς λόγοις· εἰμὶ γὰρ πένης καὶ πτωχὸς καὶ ἔργῳ καὶ λόγῳ, ἀλλ’ ἐπεὶ φίλον θεῷ τὸ κατὰ δύναμιν, τὸ ὀφειλόμενον ἀποπληρώσω καὶ νῦν. Τί δέ ἐστι τοῦτο; ἵνα κατὰ τὸν λόγον τοῦ κυρίου ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσησθε τὰς ψυχὰς ὑμῶν· ἵνα φέρητε τὸν κόπον καὶ τὸν καύσωνα τῆς ἀσκητικῆς διαβιώσεως ἀνολιγώρως· ἵνα ἐν τῷ νόμῳ κυρίου μελετᾶτε ἡμέρας καὶ νυκτὸς· καὶ ἐστὲ ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.

Πολλὰ ὑμῶν τὰ ἀγωνίσματα ὡς ἀληθῶς τιμιώτατοί μου, ἀλλὰ μείζωνα τὰ δωρήματα· πολὺς ὁ ἱδρῶς, ἀλλ’ αἰώνιος ὁ θησαυρός. Ἀθλεῖτε οἶδα, πυκτεύετε, μαρτυρεῖτε, λογχεύεσθε, σταυροῦσθε ταῖς κοπαῖς τῶν θελημάτων· ἀλλὰ χαίρετε, ὅτι βασιλεία οὐρανῶν ὑμῖν ἑτοιμάζεται, ἀθανασία υἱοτεσία, κληρονομία, εὐζωΐα, μακαριότης, ἀγαλλίασις, ἀνάπαυσις πέρας οὐκ ἔχουσα. Τοιούτων καὶ τηλικούτων προκειμένων, τίς λοιπὸν ὀφείλει ἀκηδιάσαι; τίς δὲ μὴ προσεπειχθῇ καὶ ἐπαγωνίσεται· μᾶλλον δὲ μηδεὶς μέτρον εἰδὼς τοῦ καλοῦ καὶ τῆς ἀναβάσεως, ἕως ἂν διὰ θανάτου μετέλθῃ πρὸς τὰ ἐλπιζόμενα; μὴ ὅτι εἰκαιολογία ἐστιν ἡ κατήχησις; Μὴ ὅτι θωπεύω, φενακίζων ὑμᾶς; Μηδαμῶς, ὦ ἀδελφοί μου, ἐνηχεῖται ὑμῶν ἀεὶ τὰ ὦτα ταῖς τῶν ἁγίων βοαῖς; Ἴστε τί κραυγάζει ὁ μέγας ἀποστόλος;

Οὐκ ἄξιά φησι τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ἐνέγκωμεν λοιπὸν καὶ ἡμεῖς, τέκνα, καὶ τὸ πῦρ τῆς ἐπιθυμίας, καὶ τὸ βάρος τῆς ἀκηδίας, καὶ τὸν κόπον τῆς ἐργασίας, καὶ τὸν λιμὸν τῆς ἐγκρατείας, καὶ τὴν ἐπὶ πᾶσι τοῖς ἄλλοις στενοχωρίαν καὶ ἀδημονίαν· καὶ ἔχομεν καὶ ἡμεῖς συμφθέγγεσθαι τῷ εἰπόντι· Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Διὸ μὴ πτύρεσθε ταῖς δαιμονικαῖς φαντασίαις, καὶ ταῖς ἐπιθυμητικαῖς ἐπιβουλαῖς, οἱ προκόψαντες καὶ προκόπτοντες καὶ ἀεὶ ἀναβιβαζόμενοι πρὸς τὸ τῆς ἀρετῆς ὕψος· ἀλλὰ διὰ τοὺς καταῤῥαθυμοῦντας καὶ ἐποκλάζοντας καὶ ἐπισειομένους καὶ ἀμφοτερίζοντας, ἀναγκαῖόν μοι τὸ λέγειν·

Τάχα δὲ καὶ ὑμεῖς αὐτοὶ οἱ πεπαιδευμένοι, χρήζετε ὑποστηρίξεως καὶ ἐπαλείψεως, ἵνα καλῶς διανΰσητε τὸν δρόμον τῆς εὐσεβείας. Δεῦρο δὴ οὖν λοιπὸν ἅπαντες τῷ φόβῳ φόβον προσθῶμεν, καὶ γενώμεθα εἰς ἀλλήλους χρηστοὶ, ἐπιεικεῖς, ἀγαπητικοὶ, πιθανοὶ, ἱλαροὶ, φωτεινοὶ, ἄφθονοι, ἀκενόδοξοι, ἀπέρπεροι, ἀθόρυβοι, ἀγόγγυστοι, ἔχοντες τὴν ὑπομονὴν θεμέλιον καὶ ῥίζαν τῆς ἀγαθῆς ὑμῶν διαβιώσεως·

Πολλὰ τοίνυν εἰσι τὰ ἐπαγόμενα ὑμῖν καθεκάστην θλιβερὰ, καὶ οὐκ ἀρνοῦμαι. Ἀλλ’ οὐχὶ διὰ τὴν σωτηρίαν ὑμῶν καὶ τὴν τῶν αἰωνίων ἀγαθῶν κληρονομίαν ταῦτα; Ναὶ, καὶ οὐδείς ἐστιν ὁ ἀντιλέγων· ἐπεὶ οὖν διὰ τοῦτο ὁ κόπος καὶ ὁ μόχθος, ὁ τόνος καὶ ὁ δρόμος, ὁ κλόνος καὶ ὁ ἱδρὼς, ὁ πόνος καὶ ὁ λιμὸς, ὁ πνιγὸς καὶ ὁ στεναγμὸς, ὁ τάραχος τῶν λογισμῶν καὶ ὁ κλύδων τῶν πειρασμῶν τῶν παρὰ τῶν ἀοράτων ἐχθρῶν προσρησσομένων ἡμῖν ἐν ταύτῃ τῇ θαλάσσῃ τοῦ βίου· μηδαμῶς, ὦ τέκνα, παρακαλῶ, ῥαθυμήσωμεν, μηδαμῶς ἀποκάμωμεν· μηδαμῶς δειτιάσωμεν, μηδαμῶς ἀπελπίσωμεν. Χριστός ἐστιν ὁ προηγούμενος, ὁ ὀρέγων χεῖρα, ὁ λέγων τῇ τοιαύτῃ θαλάσσῃ· Σιώπα, πεφίμωσο·

Μόνον ἡμεῖς ἔτι λαλήσωμεν, ἔτι ἐπισπεύσωμεν καὶ περάσομεν εὖ οἶδ’ ὅτι καὶ ἐκπεράσομεν, καὶ ἀποσωθησόμεθα ἐν τῷ λιμένι τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ ποῦ τότε τοῦ κόπου ἐπίδειξις ἡ ὑπόμνησις· οὐδαμοῦ· ἀλλ’ ἐκεῖ ὄντως ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, καθὼς γέγραπται. Τί οὖν λοιπὸν μακαριώτερον τοῦ τοιούτου ἔργου, καὶ τοῦ τηλικούτου κόπου, ἐξ οὐ ἀνατελεῖ φῶς καὶ ζωὴ, χαρὰ καὶ εἰρήνη, εὐφροσύνη καὶ ἀγαλλίασις ἀπέραντος; Ἐὰν οὕτως τίς λογίζηται, καὶ οὕτω μετέρχηται τὴν ἀρετὴν, ὄντως οὐκ ἐκλείπει, οὐκ ἐκκακεῖ, οὐκ ἀποστρέφεται, οὐ νωτάζει, οὐ μόνον πρὸς τὰ ἤδη φθάσαντα ταῦτα καὶ ἐκεῖνα, ἀλλ’ οὐδὲ πρὸς αὐτὸν τὸν θάνατον· πρὸς αὐτὸ τὸ σταυρωθῆναι καὶ λογχευθῆναι καὶ κενῶσαι τὸ αἷμα· ἀλλ’ ἢ μᾶλλον καὶ ἀσπασίως προσδέξεται τὰ ἔπαθλα καὶ τὰ σκάμματα ὡς ἐφόδια τῶν ἐλπιζομένων. Ἐντεῦθεν, ἀδελφοί μου ἠγαπημένοι, οἱ μάρτυρες ἐμαρτύρησαν, πᾶσαν ἰδέαν βασάνων ὑπομείναντες· ἐντεῦθεν οἱ ὅσιοι ὡσιώθησαν, πᾶσαν πεῖραν ἀσκητικὴν ὑπενέγκαντες· ἐντεῦθεν τοιγαροῦν καὶ ὑμᾶς παρεγγυῶμαι ὁ ταλαίπορος ἀθλῆσαι καὶ στεφανωθῆναι διὰ τῆς μακαριστῆς ὑμῶν ἀποταγῆς καὶ μαρτυρικῆς ὑπακοῆς.

Ναὶ δέομαι ἡμῶν, μὴ στερηθῶμεν τῶν ἀφράστων ἐκείνων καὶ ἀνεκδιηγήτων ἀγαθῶν· μὴ στερηθῶμεν τοῦ ἀκοῦσαι υἱοὶ καὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν. Ναὶ ἀντιβολῶ καὶ δυσωπῶ ὑμᾶς· μὴ στερηθῶμεν τῆς χαρᾶς τοῦ νυμφῶνος Χριστοῦ καὶ τῆς δεξιᾶς παραστάσεως· ἐν ᾗ πάντες οἱ ἅγιοι εὐφραινόμενοι ἀϊδίως, χορεύοντες χορεύσουσι, καὶ ᾄδοντες ᾄσουσι, καὶ ἀπολαύοντες ἀπολαύσουσι θεοῦ καὶ τῶν θείων ἁπάντων ἀγαθῶν.

Ἔσται δὲ πῶς τὸ ἐπιτυχεῖν ὑμᾶς, ἐάν περ τὸ μακάριον ὑμῶν ἔργον τελειώσητε, μὴ ἀποῤῥαγέντες, μηδὲ θραυσθέντες, μηδὲ σκοτισθέντες, μηδὲ ἐν τῷ βαράθρῳ τῆς ἁμαρτίας κατακλυσθέντες. Διὰ τοῦτο χαίρετε κατὰ μὲν πρῶτον λόγον ἅπαντες· χαίρετε δὲ μᾶλλον οἱ πλεῖον κοπιῶντες· χαίρετε οἱ μειζόνως ὠφελοῦντες· χαίρετε οἱ περισσοτέρως διαλάμποντες· πάντες εὐφραίνεσθε, πάντες ἐπείγεσθε, πάντες καθαίρεσθε, πάντες ὑψοῦσθε. Ὡς ξένον θέαμα ὁ ἐν μέσῳ πάσης τῆς ἀδελφότητος μαρτυρούμενος ἐνάρετος· ὡς ἡδὺ ὅραμα ὁ ἐπὶ τοσούτου πλήθους κεχαριτωμένος τὸ πρόσωπον ἐν εὐλαβείᾳ καὶ ταπεινώσει καὶ ὑπακοῇ. Ὡς εὐκταῖον παράδειγμα ὁ εἰς πάντας τρέχων καὶ διαθέων καὶ φωτίζων τῷ λόγῳ, καὶ ἀλείχων τῷ φθόγγω· ὅτι τῶν τοιούτων ἐστιν ἡ μείζων μᾶλλον στάσις ἐν καιρῷ ἀνταποδόσεως.

Ἕκαστος οὖν λοιπὸν κατὰ τὸν ἴδιον κόπον, ὥσπερ ὁ ἀπόστολος διδάσκει· ὥστε καλὸν τὸ μοχθεῖν, καὶ δι’ ὀλίγων ἀγώνων κληρονομῆσαι ἃ ἡτοίμασεν ὁ θεὸς πᾶσι τοῖς ἀγαπῶσιν αὐτὸν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.