Ἐπέστη γὰρ κατήχησις, ἐπέστη ὄρθρος, ἄλλη λειτουργία, ἀνάγνωσμα, βίος ἁγίου καὶ πάλιν πρὸς ἑαυτὸν ἐπανάγεται ὁ ὑποσκελιζόμενος, καὶ ἀλλήλων ἐσμὲν βοήθεια, καὶ περιφραττόμεθα ἑτεροίως, καὶ ὄντως οὐκ ἔχει χώραν καθ’ ἡμῶν, εἴπερ ἔχομεν τὴν βοήθειαν τοῦ θεοῦ, ὁ διάβολος. Δεῦρο δὴ τέκνα μου, ἀποδύσασθε ὡς ἤδη ἀρχόμενοι, καὶ πάλιν πᾶν θέλημα ὑμῶν καὶ ἐπειχθήτω ἕκαστος εἰς τὴν διακονίαν αὐτοῦ, καὶ μηδεὶς ποιείτω τὸ ἔργον κυρίου ἀμελῶς, δεδιὼς τὴν κατὰ τοῦ καταφρονητοῦ καὶ γογγυστοῦ ἀράν· καὶ ὁ ἔφορος σκοπευέτω, καὶ ὁ ἐπιτάσσων ἐνθέως ἐγκελευέτω, καὶ ὁ ὑπήκοος χριστομιμήτως κινείσθω, καὶ ὁ ἐπιτηρῶν ἐπιτηρείτω, πάντες ἐργαζόμενοι παρατηροῦντες ἑκάστοτε τοὺς καιρούς. Καιρὸς ἐργασίας, ἐργάζεσθε· καιρὸς ἡσυχίας, ἡσυχάσατε· καιρὸς προσευχῆς, προσεύξασθε καθαρῶς· κλαύσατε, δακρύσατε, ἐπείπερ εἰς πένθος κεκλήμεθα. Εἰ δὲ καιρὸς μεταλήψεως, μεταλάβωμεν εὐχαρίστως τῶν παρατιθεμένων. Καιρὸς λαλιᾶς, λαλήσωμεν· ἐν συνέσει· καιρὸς γὰρ τῷ παντὶ πράγματι, καθὼς τὰ λόγια τοῦ θεοῦ. Καὶ οὕτως ἀναστρεφόμενος καλῶς βαδίζων πορεύεται· ἐσθίων ὡς μὴ ἐσθίων λογιζόμενος, ὑπνῶν ὡς μὴ ὑπνῶν εὑρισκόμενος, ὁμιλῶν ὡς οὐχ ὁμιλῶν δοκούμενος· καὶ εἴ τι ἄλλο τῶν ὁμοίων, ἐστιν συνορᾷν θεοδιδάκτοις οὖσιν.