Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΟΑ΄-ΟΕ΄: Η πνευματική γεωργία και η καρποφορία των αρετών

Ο μοναχικός βίος παρομοιάζεται με αμπελώνα και αγρό, τονίζοντας τη σημασία της συνεχούς καλλιέργειας των αρετών και της προσδοκίας της αιώνιας ανταπόδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 15 από 22

ΛΟΓΟΣ ΟΑʹ. Θεὸν φοβεῖσθαι, καὶ φυλάττειν ἃ λέγει. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἐφ’ ὅσον εἰμὶ ἀναξίως ἐφιστάμενος ὑμῖν, οἱονεὶ ἀμπελῶνι κυρίου, χρεὼν κατὰ πᾶσαν ἡμέραν σχεδὸν εἰπεῖν οὐ μόνον ἐπισκέπτεσθαι· ἀλλὰ καὶ ποτίζειν καὶ περικαθαίρειν διὰ τῆς τοῦ λόγου ἀρδείας τε καὶ γεωργίας, εἴπερ καὶ δυναίμην ἐν τῇ ἀμαθείᾳ μου. Χαίρει δὲ ὁ γεωργὸς, ὅταν ὁρᾷ εὐκληματοῦσαν τὴν ἄμπελον· χαίρω κᾀγὼ ὁ ἁμαρτωλὸς ἐπειδὰν ἴδοιμι, ὅτι καρποφορεῖ τίς ἐν ὑμῖν. Εὐλογημένον τοίνυν τὸ κλῆμα τὸ καρποφόρον, καὶ κατάκομον τῶν πνευματικῶν βοτρύων, τῶν ἐκβλυζόντων οἶνον κατανύξεως, καὶ εὐφραινόντων πρῶτον μὲν θεὸν, ἔπειτα καὶ τὴν ἐμὴν ταπείνωσιν. Πρὸς γὰρ ταύτην ὁ θεὸς, ἐκεῖνο τὸ τοῦ Δαβὶδ ἀνακράζει· Αὕτη ἡ ἄμπελος, ἣν ἐφύτευσεν ἡ δεξιά μου. Κατάρας δὲ ἄξιον τὸ ἄκαρπον καὶ ἀποξηραινόμενον τῆς πιότητος τῶν ἀγαθῶν πράξεων· καὶ τάχα ἐκεῖνο ἀκούσει· εἴπερ καὶ πτοεῖται· τὸ ἄνωθεν διὰ τοῦ προφήτου Μωϋσέως ὡς ἐκ προσώπου τοῦ θεοῦ εἰρημένον. Ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Μὴ γένοιτο δὲ ταῦτα ἔν τινι ὑμῶν ῥηθῆναι· ἀπειλὴ γὰρ φοβερὰ ἀνατείνεται ἐν τοῖς εὐαγγελίοις καθὼς Ἰωάννης γράφει, τόδε φάσκουσα· Ὅτι πᾶν κλῆμα μὴ ποιοῦν καρπὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται ἀτελεύτητον.

Πάντως ἔχω δὲ χάριτι Χριστοῦ ἐν ταύτῃ τῇ θεοφυτεύτῳ ἀμπέλῳ διάφορα κλήματα· καὶ οἱ μὲν τοὺς, χρυσεπωνύμους φέρουσι βότρυας· οἱ δὲ τοὺς διλυβωνύμους· ὃς μὲν γὰρ ἔχει μετὰ τῆς γλυκείας πράξεως καὶ τὸ ἔξωθεν περιχαρὲς τοῦ ἐν ἅλατι πνευματικοῦ ἠρτυμένου θείου λόγου· ὃς δὲ, τὸ κυανίζον τῆς βαθείας ταπεινώσεως, καὶ ἀμφότεροι χρήσιμοι· καὶ καθέτερον θάτερος χαρίσματος θείου ἠξιωμένος· ἄλλος, καὶ πολυπληθεῖ τοῖς καρποῖς καὶ καταπλατύνει τοὺς ὅρπηκας. Λάβε μοι τοῦτον εἶναι τὸν προσθήκαις ἐπὶ προσθήκαις ἐπαυξανόμενον· καὶ ἕτερος τοσοῦτον εὔριζός ἐστιν, ὑψίκομός τε καὶ τεθραμμένος τῷ Πνεύματι, ὡς καὶ ἑτέροις μεταφύτευσις γίνεσθαι ἀμπελουργίας· οὗτος δέ ἐστιν ὁ μετὰ τῆς οἰκείας ἀσφαλείας καὶ τοὺς πλησίον ὠφελῶν, ἐφόσον γνοίῃ καὶ ἴδοι τινὰ καταπίπτοντα ἡ λυπούμενον ἐξ ἐπηρείας τοῦ διαβόλου.

Ἀλλὰ μὲν οὖν τὰ φρυγανώδη κλήματα αἴσθησιν οὐκ ἔχοντα, οὐκ ἔχει τὴν πρὸς ἄλληλα παραζήλωσιν. Ὑμεῖς δὲ ἐπειδὴ ἔμψυχα ἐστὲ καὶ θεοφύτευτα, συμπαραμιλλάσθε καὶ συναυξάνεσθε, καὶ συγκαρποφορεῖτε· ἵνα μηδεὶς εἴη, ὡς εἴρηται, ἄκαρπος· πάντες δὲ πεπληρωμένοι τοῦ θείου γεωργίου καὶ ἀγαπώμενοι ἐπὶ πολλῶν βοτρύων· εἰ δὲ μὴ, ἐπὶ τόσων καὶ τόσων, ἐπεὶ τέως κᾂν ἐπὶ μιᾶς σταφυλῶν ἀρετῆς. Εἴτε οὖν παραδείγμασιν, εἴτε μεταφοραῖς χρώμεθα, εἴτε ἀλληγορίαις, εἴτε τίσιν ἄλλοις τρόποις οὐκ ἔξω τοῦ εἰκότος· εἰ γὰρ καὶ ὡς ἀναγινώσκομεν, οὐ δυνάμεθα διαλεχθῆναι, ἀλλ’ οὖν χρήσιμον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν ἢ τὸ πᾶν ἐλλείπειν. Φησὶ γάρ τις τῶν θεοπνεύστων πατέρων. Οὐχ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα, ἀλλ’ ὁ μὴ βουληθεὶς, ὑπαίτιος.

Ἐγὼ τοιγαροῦν ἐβουλόμην καὶ ἀπεθύμουν ἂν κλίμακα ἀπὸ τῆς γῆς μέχρις αὐτοῦ τοῦ οὐρανοῦ ἐφικνουμένην τεκτῄνασθαι ὑμῖν διὰ τῶν ταπεινῶν μου λόγων, ἵν’ εἴχετε ἀνιέναι καὶ ἐπιβατεύειν ἐπὶ τὰ ὕψη τῶν μετεώρων ἀρετῶν, καὶ κατασκοπεῦσαι τὸ τῆς καρδίας βάθος; καὶ τὴν περιδορὰν τοῦ σώματος τούτου, καὶ τὸ ἄστατον καὶ ῥευματῶδες τῆς ἀνθρωπίνης ζωῆς· καὶ τὸ κατὰ πάντα ματαιότατον καὶ ἀνεπίμονον τῶν ἀνθρωπίνων πραγμάτων. Ἐβουλόμην ἀπεντεῦθεν ἤδη διὰ τῶν ῥημάτων μου μεταθῆσαι ὑμᾶς εἰς τὸν ἐκεῖ κόσμον, καὶ δεῖξαι ἄῤῥητα καὶ φρικτὰ καὶ ἐξαίσια, ὧν οὐκ ἔστι λόγος, οὐδὲ ἀριθμὸς, οὐδὲ ποσότης, οὐδὲ πηλικότης τῆς ἑρμηνεύσεως τῶν ἀποκειμένων ἀγαθῶν. Ἐβουλόμην ἂν παραστῆσαι ὑμᾶς κατὰ πρόσωπον τοῦ ζῶντος θεοῦ τοῦ δημιουργοῦ τῶν ἁπάντων, τοῦ δεσπότου τῶν ὅλων, δι’ ἀναγωγῆς τινὸς καὶ γνωρίσαι ἡλίκη ἡ ἐκεῖσε χώρα, καὶ ὁποία τῶν τοιούτων ἡ κληρουχία, ἡ διαιωνίζουσα ἀνάπαυσις καὶ ἀπέραντος εὐφροσύνη, καὶ ἡ διηνεκὴς ἀγαλλίασις, ἡ ἀκόρεστος ἀθανασία, καὶ ἡ σὺν ἀγγέλοις ὁμοσκηνία· ἡ ἄλυτος τῶν πάντων ἁγίων ἑορταστικὴ χοροστασία καὶ θεοκληρία· ἵν’ ἐντεῦθεν συνεχόμενοι καὶ φωτιζόμενοι καὶ διατρεφόμενοι, ἐκφύγοιτε πᾶσαν τὴν μοχθηρὰν κατάπραξιν· καὶ γλυκὺ μόνον ἐκεῖνο ἦν ἐν ὑμῖν, τὸ διαιωνίζον καὶ ἀποκείμενον ἀγαθὸν· πικρὸν δὲ τὸ παραυτίκα λαμβανόμενον καὶ ἀπολλύμενον.

Ἀναλαβέτωσαν ὑμῶν καὶ πάλιν αἱ καρδίαι, θερμὴν τοῦ ἁγίου Πνεύματος· καὶ συνανάστῃτε ἐπὶ τὸν δρόμον τῆς εὐσεβείας· καὶ ἀποτινάξασθε τὸν ὄκνον τῆς ῥαθυμίας, μήτε πολὺ τρέχοντες, ἐξ οὗ συμβαίνει τὸ ὀλισθαίνειν, μὴ δ’ αὖ πάλιν, ἀργῶς κινούμενοι, ὡς πρὸς τοὺς ἄλλους γίνεσθαί τινας ἀπομονίτας.

Καὶ ἰδοὺ κἀγὼ ὁ ὑστερίζων πάντων, καὶ ἀνακείμενος τῇ ἁμαρτίᾳ ταῖς ὑμετέραις τῶν προσευχῶν χερσὶν ἀνεγειρόμενος σύνειμι καὶ συμβαδίζω· οὐκ ἔχω γὰρ εἰπεῖν ὅτι καὶ προηγοῦμαι· καὶ ἐὰν ἀποβαδίσωμεν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν, εἰσδέξεται ἡμᾶς ἡ πλατεῖα καὶ εὐρύχωρος βασιλεία τῶν οὐρανῶν· καὶ ἐὰν οὐκ ἀπείπωμεν πρὸς τὸ τραχὺ τῆς ὁδοῦ καὶ ἐπίκοπον, ἀνάπαυσις ἡμᾶς ἀΐδιος εἰσδέξεται· καὶ τρίτον, ἐὰν ἀκούσωμεν τῶν ἐντολῶν, σωθησόμεθα καὶ μακαρισθησόμεθα, καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι, ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΟΒʹ. Μηδὲ μεριμνᾷν τοὺς καλοὺς ὑπηκόους. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἐπιβλέπων ἐπιβλέπω ὡς καθ’ ἑκάστην αὔξεται ὁ χορὸς τῆς ἀδελφότητος ἡμῶν, οἷον ἄρουρά τις εὔκαρπος, καὶ δέδια, ὡς ὁ σπόρος τοῦ ταπεινοῦ ἡμῶν λόγου οὐ μόνον βραχὺς, ἀλλὰ καὶ ἰσχνός πώς ἐστι, μὴ δυνατὸς ὢν περιλαβεῖν ἅπασαν, καὶ τῷ διδασκαλικῷ τρόπῳ καθᾶραι καὶ νεῶσαι καὶ καταπεῖραι ἐν αὐτῇ πρὸς αὐξητικὴν τελειότητα τῶν θείων ἐντολῶν σπέρματα. Πλὴν προθυμοῦμαι τὰ κατὰ ἐμαυτὸν ὁπωσδηποτοῦν ποιεῖν· εἰ ἄρα γε ὠφελήσειεν.

Ὑμεῖς δὲ ὡς γῆ ἀγαθὴ ὄντες, ἀδελφοί μου, κατὰ τὸν λόγον κυρίου καρποφορεῖτε καὶ ἡμῖν καὶ αὐτῷ τὸ τῶν ψυχῶν ἡμῶν σῶσμα καὶ σωτήριον. Κόπος δ’ ἐστι, καθὼς γέγραπται, ἕως ἂν εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, καὶ συνῶμεν εἰς τὰ ἔσχατα αὐτοῦ. Διὸ χρεία μόχθου, ἱδρῶτος πνευματικοῦ, ἀγῶνος ἐνθέου, ζήλου δεξιοῦ, δρόμου ψυχικοῦ. ἵνα καταλάβωμεν, ἵνα φθάσωμεν εἰσελθεῖν εἰς τὸ στάδιον καὶ τοὺς τῆς νίκης στεφάνους ἀναδήσασθαι διὰ θανάτου ὁσίου.

Αὐτοὶ γὰρ ἐφ’ ἑαυτῶν ἐπίστασθε, ὡς οἱ πόνοι τὰς αἰνέσεις ἀποτίκτουσι, καὶ πάντως τὰς θλίψεις χαρμοσύναι ἀμείβουσι, καὶ οἱ στεναγμοὶ τὰς ἐμψύχους ἡδονὰς θηλάζουσι, καὶ αἱ στενοχωρίαι τὰς εὐρυχωρίας προσαποτίκτουσι· αἱ πεῖναι καὶ αἱ νηστεῖαι, αἱ τοῦ λοιμοῦ καταθλίψεις τὰς ἀθανάτους χοροστασίας γεωργοῦσιν· αἱ δίψαι καὶ οἱ φλογμοὶ τῶν πτυέλων, τὸ ὕδωρ ἐκεῖνο, ὡς ὁ κύριος εἴρηκεν, εἰς ζωὴν αἰώνιον ἀποπηγάζουσι· καὶ ἵνα ὑμῖν καὶ τὰ τοῦ ἱεροψάλτου Δαυῒδ προσείσω ῥήματα· οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν.

Ἐπεὶ οὖν ταῦτα οἴδατε, μακάριοι ἐστὶ, κατὰ τὸ γεγραμμένον, ἐὰν ποιῆτε αὐτά· Ἀνὴρ δὲ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ὑμεῖς οὖν φρόνιμοι καὶ εὐαίσθητοι, ἐλάφρονες καὶ νουνεχεῖς καὶ ἐξετασταὶ· καὶ διὰ τοῦτο τὰ μὲν κατελάβετε τῶν ἀρετῶν· τὰ δὲ καταλαμβάνετε· προσθήσω δὲ, ὅτι καὶ καταλήψεσθε· μέτρον γὰρ ἡ ἐντολὴ οὐκ ἔχει· ἀλλ’ ἐφ’ ὅσον ἄν τις τὸν θεὸν ἀγαπᾷ, τοσοῦτον καὶ μακρὰν γινώσκει ἑαυτὸν ἀπὸ τῆς ἐντολῆς.

Ἤδη νομοθετοῦμεν ὑμᾶς, ἤδη ἐφοδηγοῦμεν· καὶ ἐκ μὲν τῶν, εἴργομεν, ἐκ δὲ τῶν, ἀσφαλιζόμεθα· πρὸς ἃ δὲ, πορεύεσθαι ὑμᾶς ἀφίεμεν· καὶ ὑμεῖς ἐν ἅπασι εὐπειθῆτε. Καὶ ὡς σίδηρος χαλκεῖ ὑποτάσσεσθε, πρὸς ὅπερ ἂν καὶ βουλόμεθα κατ’ ἐντολὴν, καὶ ἀμέριμνός ἐστιν ἤδη ὁ πλοῦς, καὶ ὁ βίος ὑμῶν ἀκλυδώνιστος, καὶ αὐτοὶ δὲ πρὸς ἑαυτοὺς εἴ τι καλὸν, εἴ τι χρηστὸν ἐννοούμενοι πράττετε καὶ ὑπομιμνήσκετε.

Πρὸς τὸ κοινῇ γὰρ συμφέρον ἅπαντες ἀποσκοποῦμεν· καὶ ὡς ἐν νηῒ ποντοπόρῳ παρέστημεν, καὶ κυβερνήτης σύνεστι καὶ ναυτίλος· οὕτως τὸ κατ’ ἐμὲ καὶ καθ’ ὑμᾶς ἔχει. Ἐμοὶ χρεία πηδαλιουχεῖν καὶ ἀγρυπνοτέρως διάγειν ἄνω τὸ ὄμμα ἔχοντι εἰς οὐρανὸν καὶ τὸν ἀστέρα τῆς δικαιοσύνης προσβλέποντι εὐθύνεσθαι τὸ σκάφος. Ἐπιβάλλει δὲ καὶ ὑμῖν ἀγρυπνεῖν καὶ συμμεταχειρίζεσθαι καὶ συμπεριθέειν καὶ περιάγεσθαι ὧδε κακεῖσε διασκοποῦσι μή τι τῶν ναναγίμων, μὴ βράχος ἀγνοίας προκύψῃ, μὴ σπιλὰς αἰφνίδιον κατασπάσῃ, καὶ ἵνα μοι πείθησθε τὰ ὅπλα κρατοῦντες τῆς νηὸς καὶ τὰ σχοινίσματα, πρός τε ἀφέσεις καὶ ἐπικρατήσεις, ἵνα ἀποσωθῇ τὸ ἀγώγιμον τῶν ψυχῶν ἡμῶν εἰς λιμένα σωτηρίας.

Διὰ τοῦτο καταλείψαμεν κόσμον, σάρκας, σχέσεις, θελήματα. Μείνωμεν οὖν, ἀδελφοὶ, ἀθλοῦντες, καὶ τὰ τῆς ὑπομονῆς σκάμματα παραντλοῦντες· καὶ οἶδ’ ὅτι στεφανηφορήσομεν καὶ οὐρανοπολήσομεν, καὶ εὐφρανθησόμεθα ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Λάβετε ἰσχὺν· λάβετε δύναμιν· καὶ ὁ λύχνος τῆς προθυμίας ὑμῶν αὐγαζέσθω ἐν ἐλαίῳ καρτερίας, ἵνα μὴ ἀποσβεσθῇ καὶ πάθωμεν τὸ ἀπευκταιότατον πάθος τῶν ἀφρόνων παρθένων. Κτήσασθε, τιμιώτατοί μου πατέρες, ἡσυχίαν, καὶ οὐ πάντη λέγω σιωπηλοὺς ὑμᾶς εἶναι. Οὐδὲ γὰρ ὁ βίος ἡμῶν ἀπαιτοίῃ τοῦτο· ἀλλὰ τὸ τὰ μὴ ἀνήκοντα ὁμιλεῖν ὑμᾶς, καὶ μὴ τὸ ἐκ τούτων γέλωτα προφέρειν·

Ἐκ πολυλογίας γὰρ οὐκ ἐκφεύξεται ἁμαρτία, ἡ σοφία διαγορεύει. Φειδόμενος δὲ χειλέων, νοήμων ἔσται, φησί. Προσέχετε ἐν ταῖς διακονίαις ὑμῶν, καὶ μὴ ἀμελῶς ἐργαζόμενοι συντρίβετε τὰ πρὸς χρείαν σκεύη· κἂν τούτου συμβαίνει ἀδολεσχεῖσθαι ὑμᾶς καὶ τὴν προσεδρίαν, ἢν ἔχειν δεῖ εἰς τὰ πνευματικώτερα, ἀναλίσκειν εἰς τὰ μάταια.

Ὑπομιμνήσκω ὑμᾶς εἰς τὴν ἑστίασιν μὴ πλεῖον τοῦ διωρισμένου, οὗ ἔδωκα ὑμῖν τεινόμενοι ἀτονήσητε· Μὴ ἐκκλίνῃς γάρ φησι, εἰς τὰ δεξιὰ, μὴ δὲ εἰς τὰ ἀριστερὰ· ἀλλ’ ὁδῷ βασιλικῇ πορεύθητι. Διότι ἔργα βαρύτατα εἰσὶν· οἷς δὲ μὴ ὑπάρχει καὶ τὸ ἐγκρατὲς, μᾶλλον ὠφέλιμον. Προσέχετε ἐν τοῖς ὑμῶν κατὰ πάντα σπουδαιοτέρως· καὶ εὔχεσθε τὸ ἔλεος τοῦ θεοῦ, καὶ πρὸς τοὺς ἀοράτους ἐχθροὺς καὶ πρὸς τοὺς ὁρωμένους καταπεμφθῆναι ἡμῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΟΓʹ. Ἔνθεν μέχρις αἵματος ἀγωνιστέον. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ, Ἀπαιτούμεθα ὑμῖν διδόναι τὸ σιτομέτριον ἑκάστοτε τό τε πνευματικὸν καὶ σωματικὸν· ἀλλ’ ἐὰν μὲν τὸ πνευματικὸν μὴ δῶμεν, οὐχ ὁρῶ τινας τάχα δυσχεραίνοντας· ἐὰν δὲ μὴ σωματικὸν, καὶ πάνυ· καίπερ οὐ τοσοῦτον τοῦ δευτέρου χρεία, ὅσον τοῦ προτέρου.

Δώσω γάρ φησιν, αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον θεοῦ. Χαλεπὸν οὖν ἐστι ὄντως ἐὰν μὴ περὶ τοῦ προτέρου τὸν πάντα ἀγῶνα ἔχωμεν· διότι καὶ νῦν παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι· στῆτε γενναίως πρὸς τὴν ἄθλησιν τῆς ὑποταγῆς ὑμῶν ὑποφέροντες τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς, καὶ νοητῶς καὶ αἰσθητῶς· ἀλλὰ νοητῶς μᾶλλον. Πάρεστι τὸ πῦρ τῆς ἐπιθυμίας ὑπὲρ τὴν Χαλδαϊκὴν κάμινον ἀνακαιόμενον παρὰ τοῦ ἀοράτου Ναβουχοδονόσορ· ἐπιτίθενται ἡμῖν τὰ λοιπὰ πάθη, ἄλλο κατ’ ἄλλο διαμερίζον καὶ ἕλκον τὴν ἐλεεινὴν ψυχὴν· ὁ θυμὸς, ἡ ὀργὴ, ἡ μνησικακία, ἡ ὑπερηφανία, ἡ ἀκηδία τε καὶ χαύνωσις, ἡ προσπάθειά τε καὶ φιλαυτία καὶ τὸ μεῖζον τῶν κακῶν ἡ ἀπιστία. Πολλῆς ἡμῖν δεῖ τῆς εὐανδρείας, τῆς μεγαλοψυχίας· πολλῆς τῆς ἀνολιγώρου κραταιότητος καὶ ἰσχύος, τῆς ὑπομονῆς μακροθυμίας νήψεώς τε καὶ γρηγόρσεως· ἵνα ἐντεῦθεν δυνηθῶμεν ἀποκρούσασθαι τοὺς ἐπηρτημένους ἡμῖν πειρασμοὺς καὶ δόλους τοῦ διαβόλου· ἵνα μὴ κάμψωμεν γόνυ τῇ Βαὰλ, ἵνα μὴ προσκυνήσωμεν τῇ εἰκόνι τῶν παθῶν, ἵνα μὴ ἀπολέσωμεν ἃ καλῶς ἐκτησάμεθα, ἵνα μὴ καταλύσωμεν, ἃ θεοῦ δυνάμει ᾠκοδομήσαμεν.

Πῶς γὰρ ἂν ἄλλως ἐκφύγωμεν ἐκ τῶν προειρημένων παθῶν, ἀλλ’ ἢ ἐκ τοῦ ὁλοκαρδίως πεποιθέναι ἐπὶ κύριον; καὶ ἐκ τοῦ ἐπιφέρεσθαι ἡμᾶς τὰ πνευματικὰ ὅπλα πρὸς καθαίρεσιν τῶν ἐναντίων δυνάμεων; Τὰ δὲ πνευματικὰ ὅπλα, ἡ προσευχὴ καὶ ἡ ἐλπὶς, καὶ ἡ ταπεινοφροσύνη, καὶ ἡ ὑπακοὴ, ἡ ἀγάπη καὶ ἡ πίστις, ἡ ἀπροσπάθεια καὶ ἡ παντελὴς μετάθεσις τοῦ νοῦ ἀπὸ τῶν ἐν κόσμῳ· τὸ ἀεὶ μελετᾷν καὶ λαλεῖν περὶ σωτηρίας· τὸ μὴ ἀδιαφορεῖν ὡς ἔτυχεν ἐν ταῖς ὁράσεσιν, ἐν ταῖς ἀκοαῖς, ἐν τοῖς χείλεσιν, ἐν ταῖς χερσὶν· ἀλλὰ παντόθεν κατησφαλίσθαι τῷ θείῳ φόβῳ καὶ τῇ περὶ θεοῦ ἐννοίᾳ, καὶ ἀκόρεστον ἔχειν τὴν ἐπιθυμίαν τῶν μελλόντων ἀγαθῶν. Εἰ μὴ γὰρ ταῦτα εἶεν, πῶς οὐκ ἀποπεσούμεθα εἰς ὄλεθρον ἁμαρτίας; Πῶς οὐκ ἐμπεσούμεθα εἰς χεῖρας τῶν μισούντων ἡμᾶς ἐχθρῶν; Οὐαὶ, οὐαὶ, ἐσμὲν ἀκηκοότες; πόσα ἐπᾴδουσιν ἡμῖν αἱ γραφαί; πόσα διδάσκουσι ἡμᾶς οἱ θεοφόροι πατέρες; καὶ ὅμως ἐπιλανθανόμεθα· καὶ ὅμως οὐ φροντίζομεν· καὶ οἷον ὡς ἐπὶ σπόρου βαλλομένου ἐν τῇ γῇ παρὰ τοῦ γεωργοῦ πρὶν ὑπὸ τοῦ ἀρότρου καταχωσθῇ, οὕτως ἐν ἡμῖν τὸν θεῖον λόγον ἁρπάζει ὡς ἐκ στόματος τὰ πονηρὰ πετεινὰ τοῦ σατανᾶ. Καὶ μένουσι μὲν ἀνανέργητοι οἱ πνευματικοὶ σπορεῖς· μένομεν δὲ ἡμεῖς ἄκαρποι μὴ φέροντες βλαστὸν τῶν ἀρετῶν.

Τί γὰρ ἄλλο ἔστι κατανοεῖν καὶ οὐχὶ τοῦτο ὁπόταν περὶ σωφροσύνης, περὶ ἀνδρείας, περὶ δικαιοσύνης ἢ τινὸς ἄλλης ἀρετῆς διαλέγονται ἡμῖν οἱ πατέρες· καὶ εὐθὺς μετὰ τὴν ἀκρόασιν ὡς οὐδὲ ἀκηκοότες τοῖς ἐναντίοις ὁρώμενοι; Διηγοῦνται ἡμῖν περὶ κρίσεως καὶ δακρύων· καὶ ἡμεῖς ἐξιόντες ἀρχόμεθα γελᾷν καὶ ἀνακαγχάζειν· ἐπιστύφουσιν ἡμῶν τὰς ψυχᾶς τοῖς τῆς ἁγνείας λόγοις, καὶ εὐθὺς μετὰ τὴν ἀκρόασιν λαγχνεύομεν καὶ ὑποβλέπομεν ἀλλήλους πορνικῶς, καὶ λόγους δίδομεν καὶ λαμβάνομεν παῤῥησιαστικοὺς· ὑποτυποῦσιν ἡμῖν πρὸς ταπεινοφροσύνην καὶ εὐηκοΐαν, καὶ μετὰ τὴν κατήχησιν ἐξογκούμεθα καὶ ἀγριαινόμεθα καὶ παρακούομεν· περὶ νηστείας, καὶ γαστριμαργοῦμεν· περὶ ἀγρυπνίας, καὶ τῷ ὕπνῳ βαλλόμεθα· περὶ πραΰτητος καὶ τηνικαῦτα ὀργιζόμεθα· περὶ ἡσυχίας καὶ παραυτὰ ἀργολογοῦμεν· περὶ εὐτονίας ἔργου, καὶ τηνικαῦτα ἀπεκλυόμεθα· καὶ ἁπλῶς εἰπεῖν, κατὰ τὰς ἁμαρτίας μου τὴν ἐναντίαν ὁδὸν τῆς ἀναγγελλομένης ἡμῖν τρεπόμεθα.

Οὐ λέγω περὶ τῶν νεοταγῶν μόνον, ἀλλὰ περὶ τῶν δοκούντων εἶναι τι, καὶ εἰς προστασίαν κεκλημένων· ἀλλὰ μὴν καὶ εἰς ἱερουργίαν τεταγμένων. Φεῦ· ἀβάλε τῆς ἀπάτης τί πανθάνομεν ὑπὸ τοῦ ἀπαταιῶνος σατανᾶ; ἵνα τί τὸ πρόσωπον ἡμῶν ἀποστρέφομεν ἀπὸ θεοῦ ζῶντος, ἀπὸ τοῦ ὡραίου κάλλους ἐκείνου καὶ ἀμηχάνου, κεχηνότες εἰς τὰ μάταια καὶ πρόσυλα καὶ ἀπολλύμενα; Ἵνα τί φιλοῦμεν καὶ ἀσπαζόμεθα τὰ πικρὰ καὶ πρόσκαιρα ἐῶντες τὰ γλυκερὰ καὶ ἀθάνατα; Ἀλλ’ ὅτι οὐκ ἐστὶ ἡμῖν κεκαθαρμένον τὸ ὄμμα καὶ ἡ ἀκοὴ τῆς ψυχῆς, διατοῦτο ἀμβλυνωποῦμεν καὶ ἀποπίπτομεν τῆς μεταλήψεως τῶν ἀγαθῶν.

Δεῦτε οὖν, τέκνα καὶ ἀδελφοὶ, πάλιν ἐναρξώμεθα οἱ ἤδη ἐπωκλακότες· πάλιν ἀναβιώσωμεν οἱ ἤδη ἀπονεκρωθέντες· πάλιν ἀνανήψωμεν οἱ ἤδη ἀπονυστάξαντες· ἕν ἐστιν ἡμῖν μόνον θελῆσαι καὶ τὸ πᾶν εἴργασθαι. Ἐν αὐτῇ γὰρ ταύτῃ τῇ ἡμέρᾳ εὐπροθετοῦντες φθάνομεν εἰς μέτρα σωτηρίας. Οὐ γὰρ ἐσμὲν συνδεδεμένοι τοῖς βιωτικοῖς πράγμασι, ἵνα δύσληπτον ἔχωμεν τὴν πρὸς τὸ καλὸν ἐνέργειαν· ἀλλ’ εὔκολον ἡμῖν τὸ δράξασθαι τῆς σωτηρίας κατὰ πᾶσαν ἡμέραν, εἴπερ βουλόμεθα.

Τῷ ἕωθεν εὐθὺς ψάλλειν τὸ δαυϊτικὸν ἐκεῖνο συνετῶς· Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με. Καὶ τῇ τρίτῃ ὥρᾳ· Τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Καὶ τῇ ἕκτῃ·

Ῥύσαι με ἀπὸ συμπτώματος μεσημβρινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Καὶ τῇ ἐννάτῃ· Κλίνον κύριε τὸ οὖς σου, καὶ ἐπάκουσόν μου. Καὶ τῇ ἑσπέρᾳ· Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ ὅσα προηγούμενα καὶ ἑπόμενα.

Ἐὰν γὰρ οὕτω καθεκάστην ἡμέραν ποιῶμεν· καὶ ἀλλήλους ὑψῶμεν· καὶ φωτίζωμεν δι’ ἀγαθῶν τρόπων καὶ λόγων, ἀλλὰ μὴ καταβιβάζωμεν καὶ σκοτίζωμεν δι’ ἀδιαφορίας καὶ λογολεσχίας, οὕτως δυνάμεθα σώζεσθαι· δυνάμεθα καλῶς διανύειν τὸ μέτρον τῆς ἡμέρας· δυνάμεθα τὰ ὠφλημένα ἡμῖν ἀπὸ πρωῒ ἕως ἑσπέρας. Πάντως γὰρ οὔκ ἐστι μὴ παρεκτραπῆναι καὶ τὸν λίαν νήφοντα, ἢ εἰς λόγον προπετῆ, ἢ εἰς ἐπιθυμίαν πονηρὰν, ἢ εἰς ἄλλο τι πάθος, δι’ ἱκεσίας πρὸς θεὸν εὐκατανύκτου συγχωρηθῆναι. Καὶ ὥσπερ ἡμέραν ἐξ ἡμέρας διαβαίνοντες βαδιοῦμεν τὴν ὁδὸν τοῦ θεοῦ, ἀπεκδεχόμενοι τὸν καιρὸν τῆς ἀναλύσεως· ἐν ᾧ οἱ στέφανοι καὶ ἡ χαρὰ καὶ ἡ ἀνταπόδοσις τῶν οὕτων ἀγωνιζομένων καὶ ἐμβιαζομένων ἑαυτοὺς διὰ κύριον.

Προσέχετε λοιπὸν τῷ κόπῳ ὑμῶν, τοῖς ἀγῶσι, τοῖς θελήμασι τὸ ῥάθυμον ἀποδιώκοντες τὸ πρόθυμον ἀντιλαμβανόμενοι· πιστεύοντες ὅτι δυνατόν ἐστι παντὶ τῷ θέλοντι εὐβιοῦν, ἐπανάγεσθαι εἰς τελειότητα καὶ καταρθοῦν τὰς ἀρετάς. Εἰ γὰρ ὁ θεὸς ἡμῶν φῶς καὶ ζωὴ καὶ ἀλήθεια, πῶς οὐχὶ τὸ πρὸς αὐτὸν νεύειν ἐπιθυμητόν ἐστι καὶ εὐάνυστον;

Καὶ εἰ ὁ σατανᾶς ὅπερ ἐστιν ἀληθῶς σκότος καὶ ψεῦδος, καὶ κρημνὸς καὶ ἀπώλεια, πῶς οὐχὶ καὶ ἡ πρὸς αὐτὸν νεῦσις θάνατος, καὶ μάχαιρα, καὶ σκότος, καὶ ἀπώλεια; Διὸ τῆς ζωῆς ἡμῖν καὶ τοῦ θανάτου προκειμένων ἑλώμεθα τὴν ζωὴν, ἑλώμεθα τὸ φῶς, ἑλώμεθα τὴν ἀθανασίαν. Φύγωμεν τὸ σκότος καὶ τὸν ζόφον καὶ τὴν ἀπώλειαν, ἵνα ἀξιώμεθα βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΟΔʹ. Κόπτειν φρόνημα σαρκικὸν πᾶν ἐμπόνως, ΠΑΤΕΡΕΣ ΜΟΥ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Διπλοῖ ἐσμὲν οἱ ἄνθρωποι ψυχικῶς διακείμενοι καὶ σαρκικῶς ἑτέρως ἔχοντες· τοίνυν γινώσκετε καὶ περὶ τῆς ἐμῆς ταπεινώσεως, ὅτι εἰ καὶ ἔξωθεν ὡς ἐν ἀνέσει πῶς περιφέρομαι ἐν μέσῳ ὑμῶν, ἀλλ’ οὖν γε ἔνδοθεν συνέχομαι καὶ περιθλίβομαι, καὶ οἷον εἰπεῖν, ἀποστενοῦμαι ἐν ὑμῖν· ἀναγκάζομαι γὰρ καί περ ὢν ἄσωτος καὶ μή τι ποιμαντικῆς ἀρετῆς ἐπιφερόμενος ἰδίωμα, ὅμως ἐν τῇ ταπεινῇ μου καρδίᾳ καὶ ἐν τοῖς σπλάγχνοις μου ἔχεεν ἅπαντας καὶ περιορᾷν καὶ ἀγκαλίζεσθαι πρὸς τὰς ἑκάστου ἕξεις καὶ προαιρέσεις καὶ περιπαθήσεις συγκλινόμενος καὶ συναμιγνύμενος καὶ πανταχόθεν ἀποπειρώμενος διατρέφειν καὶ περιθάλπειν ἕνα ἕκαστον ὑμῶν· εἶτα λοιπὸν ἡ ἐπεισαγωμένη προσθήκη τῆς ἀδελφότητος, προσθήκη γινομένη μοι φροντίδος καὶ ἐπιμελείας, ἐκβιάζεται τὰ ἐντὸς εὐρύτερα γίνεσθαι καὶ ἀστεναχώρητα.

Δεήθητε οὖν, τέκνα, παρακαλῶ τοῦ κυρίου ἡμῶν καὶ θεοῦ, ἵνα καὶ καθαρίσῃ τὰ ἐντός μου διὰ Πνεύματος ἁγίου, καὶ πλατύνῃ τὴν καρδίαν μου καὶ πλουτίσῃ τὴν ἐργασίαν, ὅτι πολὺς ὁ θερισμὸς κατὰ τὸ ὀλιγοστόν με εἶναι καὶ ἀνάξιον εἰς ἐργάτην κυρίου καλεῖσθαι. Δόξα μὲν οὖν θεῷ ἀναπέμπεται, ὡς ἀεὶ λέγομεν, ἐπὶ τῇ ἐν θέῳ συστάσει ὑμῶν, καὶ ἐπὶ τῇ ἀρίστη αὐξήσει καὶ προκοπῇ ὑμῶν· καὶ ὡς ἀληθῶς πόλις τοῦ θεοῦ ἐπάνω τοῦ τῆς ἀρετῆς ὄρους ἀναβιβαζόμενοι καὶ ἀνακείμενοι, ἐμφανεῖς γεγόνατε ἐν τῇ βασιλευούσῃ πόλει· καὶ παρακαλεῖται ὑμῶν τὸ θεοπολίτευτον καὶ διὰ τιμῆς ἄγουσι τὸ ἱερὸν ὑμῶν ὄνομα οἱ εὐσεβοῦντες μέχρι καὶ τοῦ ἀρχιερέως καὶ αὐτῆς τῆς βασιλείας. Καὶ χάρις τῇ πολυευεργεστάτῃ αὐτοῦ ἀγαθότητι, παρ’ ἧς πᾶν ἀνθρώποις τὸ κατορθούμενον· ἐξ αὐτοῦ γὰρ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.

Καὶ τίς τολμήσειεν οἰηθῆναι εἶναί τι καὶ ἀκοῦσαι παρὰ τοῦ ἱεροκήρυκος ἀποστόλου· Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Ἀλλ’ οὖν γε ἀγῶνος χρεία, τέκνα καὶ ἀδελφοὶ, καὶ δρόμου σφοδροτάτου καὶ σπουδῆς ἀδιαπαύστου μετὰ τῆς συγκρατούσης καὶ ὀχυρούσης καὶ θεμελιούσης τὸν νοῦν ἡμῶν ἐπ’ εὐσεβείᾳ θείᾳ, ταπεινοφροσύνης, τὸ μὴ ἐκπεσεῖν ἐκ τῆς καλῆς ἐνάρξεως ὑμῶν, μηδὲ καταισχῦναι τὰ προλαβόντα τοῖς ἐπισυμβαίνουσι, μηδὲ ἐξ ἀρετῆς εἰς κακίαν φανῆναι, Ἀλλ’ ἵνα τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι καθαιρώμεθα καὶ φωτιζώμεθα καὶ ἀναγώμεθα τὸ καθεκάστην ἐκ φωτὸς φωτοειδέστεροι γινόμενοι, καὶ ἐξ ἀστέρος εἰς ἡλίου λαμπρότητα ἀναγόμενοι, καὶ ἐκ δυνάμεως εἰς δύναμιν ἀριστοτέραν ἐπανατρέχοντες. Ῥήξατε πάντα τὰ σαρκικὰ φρονήματα, παρακαλῶ, καὶ τὸ μέγιστον ἐμπόδιον τῆς ἀρετῆς, τὸ κοσμικὸν δοξάριον· καὶ τῇ πνευματικῇ μαχαίρᾳ κατεάξαντες πᾶσαν προσπάθειαν καὶ πᾶσαν φιληδονίαν σαρκὸς, τῷ θεῷ συναπτόμενοι καὶ ταῖς διανοητικαῖς κλίμαξι πρὸς αὐτὸν ἀναγόμενοι τὸ καθημέραν βάλλοντες ἀρχὰς θεοειδεῖς καὶ πηγνύντες θεμελίους πνευματικοὺς καταβάλλοντες τὰ θράση τῆς σαρκὸς διὰ τῆς τῶν θελημάτων ἐκκοπῆς, τοὺς ἀναπτομένους ἐμπυρισμοὺς σβεννύντες ταῖς ἐπιχύσεσι τῶν δακρύων, τὰς ἀγχούσας ἡδονὰς βρώσεως ἢ πόσεως ἢ ἄλλης τινὸς ματαιότητος τῇ τῶν μελλόντων ἀγαθῶν ἀντεπεξάγοντες ἀναθεωρήσει.

Καλῶς οὖν ἕως τοῦ παρόντος κύριος εὐχαῖς τῶν πατέρων ἡμῶν διατηρῶν διετήρησεν ὑμᾶς. Προεκόψατε, ἐβαδίσατε, εἰσεληλύθατε εἰς τὰ τῆς ἀρετῆς βασίλεια· περιελάμφθητε τῷ κάλλει τῆς ἀπαθείας.

Εἴδετε τὸ ὄντως καλὸν καὶ ἐραστὸν, ὡς οὐδὲν ἄλλο, ἢ τὸ τῶν παθῶν ἀπαλλοτριωθῆναι· καὶ ὑπεράνω γενομένους βασιλεύειν καὶ δεσπόζειν πάντων τῶν ἐπὶ γῆς καὶ συμβασιλεύειν θεῷ. Μὴ ἐπιλαθήσεσθε, μὴ ἀπονυστάξητε ἀπὸ τῆς παραδοθείσης καὶ ἐνεργηθείσης ὑμῖν ἀγγελικῆς πολιτείας· ἀλλὰ μᾶλλον καὶ μᾶλλον εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς ἐν ὕμνοις.

Διεγέρθητε ὀρθρίζοντες, μεσονυκτίζοντες, ἑσπερίζοντες, μεσημβρίζοντες, τοῦ ἐξομολογεῖσθαι τῷ κυρίῳ. Τρυγᾶτε τοὺς τῆς ὑπακοῆς καρποὺς ἀπλήστως καὶ ἀκορέστως· ὅτι ἐν αὐτοῖς πίνετε οἶνον κατανύξεως εὐφραίνοντα τὰς ἱερὰς ὑμῶν καρδίας· τὰς ἄλλας κανονίσεις τῶν θεολήπτων ἐργασιῶν ὑμῶν· τουτέστι τὸ ἀσκεῖν ὑμᾶς σιωπὴν, μὴ πλήσσειν ἀδελφοῦ τὴν συνείδησιν διὰ τῆς ψευδεπιπλάστου καὶ ἰδιοτελοῦς τῷ δοκεῖν ἐγκρατείας μικροῦ τινος βρώματος· μὴ τραχυλογεῖν, μὴ μεγαλοῤῥημονεῖν, μὴ σοβαρεύεσθαι, μὴ καταφθονεῖν, μὴ ἐθελοθρησκεῖν, μηδὲ τῆς τοῦ πλησίον ἀναπαύσεως προκρίνειν τὸ ἑαυτοῦ συμφέρον. Ἀλλήλοις χαριζόμενοι ἰδιοποιεῖσθε τὰ τῶν πέλας· καὶ ἐστὲ οἱ πάντες μία ψυχὴ, μία καρδία, ἓν θέλημα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, αὐτὸν, ἔχοντες κεφαλήν. Καὶ λοιπὸν ἐνδυναμοῦσθε ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ, φέροντες τὰ προπίπτοντα λυπηρὰ, προορῶντες τὸ κοινὸν μυστήριον τοῦ θανάτου ἡμῶν· σμικρύνοντες καὶ καταλογιζόμενοι τὸ τῆς ζωῆς ἡμῶν διάστημα ὡς βραχύ τι καὶ ὠκύμορον· ὅλος γὰρ ὁ βίος, κατὰ τὸν θεολόγον Γρηγόριον, ἡμέρα μία τοῖς πόθῳ κάμνουσι.

Διὰ οὖν τὴν μίαν ἡμέραν, τέκνα μου, διὰ τὸ ἐπίκηρον ὄναρ, διὰ τὴν εὐδιάβατον καὶ ταχύῤῥοπον ὀξύτητα τοῦ χρόνου κτησώμεθα βασιλείαν οὐρανῶν καὶ εὐφροσύνην ἀτελεύτητον καὶ αἰῶνας αἰώνων ἐν αὐτῷ τῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΟΕʹ. Ζηλοῦν τὰ καλὰ καὶ κόποις ἐξανύειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἀεὶ προθυμοῦμαι εἰς τὸ κατηχεῖν, ἐπαισθανόμενος δὲ τῆς οἰκείας ἀναξιότητος συστέλλομαι καὶ συμπνίγομαι καὶ συμπιάζομαι· μάλιστα ὁρῶν ὑμᾶς πεπληθυσμένους, καὶ τοὺς μὲν ἐν εὐλαβείᾳ διαφέροντας, τοὺς δὲ ἐν βίῳ διαλάμποντας, τοὺς δὲ ἀπὸ περιφανοῦς γένους καὶ αἵματος ὑπάρξαντας κατὰ σάρκα, καὶ ἁπλῶς εἰπεῖν, ἔνθεν συνεχόμενος, ἀναγκαιότερον δοκιμάζω διὰ τὸ κοινῇ συμφέρον καὶ τὸ λαχεῖν με τῆς προστασίας, τὸν ἀεργῆ εἰ καὶ πενιχρόν μου λόγον προσφέρειν ὑμῖν ἐκ πολλοῦ μὲν πόθου, ὡς νομίζω, καὶ φροντίδος προερχόμενον, ἐξ ὀλίγου δὲ πνεύματος γνωριζόμενον. Τῷ ὄντι γὰρ θέλω ὑμᾶς, ἀδελφοί μου, τοῦ ἐπιτυχεῖν τῶν ἐλπιζομένων ἀγαθῶν καὶ τοῦ ἔγκαρπον γενέσθαι καὶ εὐπρόσδεκτον τὴν λογικὴν θυσίαν τῆς ὑποταγῆς ὑμῶν. Θυσιάζετε γὰρ ἑαυτοὺς ἑκάστοτε διὰ τῆς οἱονεὶ ἐκκοπῆς καὶ σφαγῆς τοῦ θελήματος ὑμῶν· καὶ προσφέρετε ἑαυτοὺς ἐν τῷ νοερῷ θυσιαστηρίῳ, ὀσμὴν εὐωδίας τῷ δεσπότῃ θεῷ.

Διὸ ζηλῶ θεικῶς, μὴ μωμητὴν γενέσθαι ἡμῶν τὴν προσφορὰν καὶ λειτουργίαν· μηδὲ ἀπόπεμπτον μηδὲ καθυστεροῦσαν τῆς οἱασοῦν ἀγαθοσύνης. Ἔστω δὲ τοῦτο πῶς; Ἐὰν πατέρες μου εὐτονήσητε καὶ ὑπομείνητε καὶ καρτερήσητε προσευχόμενοι ὑπομιμνησκόμενοι ἐγκρατευόμενοι πολεμούμενοι· καὶ ἐν τούτοις πᾶσι, μὴ διδόντες ἀφροσύνην ἐν τοῖς χείλεσιν ὑμῶν.

Ὦ μακάριοι ἄνδρες, ὦ ἀοίδιμοι παῖδες, ὦ πανόλβιοι ἄνδρες, ὦ ὑπερκόσμιοι ὁδοιπόροι ὦ βιασταὶ καὶ ἁρπασταὶ τῆς βασιλείας τῶν οὐρανῶν! ἀντιβολῶ οὖν μείνατε καὶ ὑπομείνατε· δράμετε καὶ ὑπερβάλετε τοὺς τῶν ἀρετῶν διαύλους· νικήσατε καὶ σκαμματίσατε καὶ ἀποδέξασθε τοὺς οὐρανίους στεφάνους. Μὴ εἰς κενὸν δράμητε, δέομαι· μὴ εἰς μάτην κοπιάσητε. μεγάλα τοίνυν προκατορθώσατε, ὑπὲρ φύσιν διηνύσατε· κατελίπετε γὰρ γεννήτορας καὶ ἀγχιστεύοντας, κόσμον καὶ τὰ περικόσμια· ἀνείλασθε παρθενίαν· περιεδράξασθε ἀκτημοσύνης· ὑπερέθεσθε τὸ ἀπό τινος καλεῖσθαι τοῦ ῥέοντος κόσμου καὶ εἰς φθορὰν καταλήγοντος θανάτου καὶ ἁμαρτίας· ἐπειδὴ πάντες ἓν ἐστὲ ἐν Χριστῷ Ἰησοῦ· τέλος ἀπημπολήσατε ἑαυτοὺς τῷ βασιλεῖ τῶν οὐρανῶν διὰ τῆς ἐλευθεροπαθοῦς καὶ λυτροπταισμάτου μακαρίας ὑποταγῆς ὑμῶν. Τί ἡλίκα τὰ κατορθώματα; τί ἐξαίσια τὰ ἀριστεύματα ὑμῶν;

Βλέπετε οὖν, ἀδελφοί μου, μὴ ὑποσκελισθῆτε· μὴ μικραῖς ἀμελείαις καὶ ἐλαχίστοις παρολισθήμασι καθαιρῆται τὸ ὕψος τῆς ἐλπίδος ὑμῶν, καὶ καταγάγητε εἰς ἔδαφος τὸν πνευματικὸν ναὸν τῶν κατορθωμάτων ὑμῶν· διὰ τοῦτο πάντα καθαρὰ τῷ καθαρῷ ὡς καθαροὶ διαπράττετε· ταπεινῶς τῷ ὑπερηφάνοις ἀντιτασσομένῳ κυρίῳ προσφέρετε. Διὰ τοῦτο πάντα ἁγνὰ τῷ νυμφίῳ Χριστῷ συνοίσετε. Ὁ λόγος ὑμῶν φησὶν, ἅλατι ἠρτυμένος εἰδέναι πῶς δεῖ ἑκάστῳ ἀποκρίνεσθαι· ἡ ἕξις ὑμῶν χρηστότητι κεκερασμένη διδοῦσα χάριν τοῖς πλησιάζουσιν· ἡ κίνησις ὑμῶν καὶ τὸ βάδισμα καὶ ἡ ὁμιλία θεοκυβέρνητος συνετίζουσα τοὺς ἀποβλέποντας. Θέλω οὖν πάντας ὑμᾶς εἶναι οὐχ ὡς ἐγὼ, διότι ἀκάθαρτός εἰμι καὶ ἀσύνετος· ἀλλ’ ὡς τοὺς ἁγίους πατέρας ἡμῶν, ὡς Ἀκάκιον, ὡς Δοσίθεον, ὡς Βασίλειον, ὡς Ὀρσίσιον, ὡς Πετρόνιον, ὡς Ἀββάκυρον, ὡς Ἀντίοχον, ὡς Ἀγάπιον, ὡς Ἀέτιον· εἶτ’ οὖν, ἀλλ’ ὡς Εὐθύμιον καὶ Σάβαν· προσθείην δ’ ἂν ὡς Βασίλειον καὶ Γρηγόριον, τολμήσει δὲ ὁ λόγος εἰπεῖν καὶ ὡς τοὺς ὑπερεπέκεινα.

Τοιγαροῦν, ἀδελφοί μου, πλουτήσατε ἐν ἀρεταῖς, θησαυρίσατε ἐν δάκρυσιν, ἐν κατανύξεσι, ἐν μακροθυμίαις, ἐν κόποις καὶ μόχθοις κατὰ τὸ δοθὲν ὑμῖν χάρισμα. Ὁ μὲν γὰρ τόδε, ὁδὲ, ἐκεῖνο ἔχει προσφυῶς καὶ θεοδωρήτως καὶ νικῶν ἐν τούτῳ, ἐν ἑτέρῳ δὲ ἡττώμενος τοῦ πέλας μὴ λυπείσθω, μηδὲ φθονείτω· ἑκάστῳ γὰρ ὡς ὁ θεὸς ἐμέρισε μέτρον πίστεως οὕτως ἔχει· πλὴν οὐδεὶς οὐδενὸς ἐστέρηται. Πάντες γὰρ ἓν ἐστὲ πολυμερὲς σῶμα, καὶ εἰς ἀλλήλους χωροῦσιν ὑμῶν τὰ κατορθώματα δι’ ἄκραν ἀγαθότητα θεοῦ, λογιζομένου ὑμῶν ἕκαστον ὡς πάντας, καὶ τοὺς ἅπαντας ὡς ἕνα ἕκαστον. Ὦ τῆς θείας ἀντιστροφῆς καὶ τῆς φιλανθρώπου ἀναστροφῆς!

Καὶ μὴ ἀπιστήσητε τὸ δρᾶμα. Καὶ τίς λοιπὸν τοσοῦτο πολυκατόρθωτος καὶ μυριοενάρετος, εἴπερ φρονεῖτε καὶ ἐμμένετε μέχρι τέλους τῷ σταδίῳ, ὡς ὑμεῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τῷ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.