Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΣΤ΄-Ι΄: Η κοινοβιακή ευταξία και η πνευματική εγρήγορση

Νουθεσίες περί της μοναστηριακής τάξεως, της αποκοπής του ιδίου θελήματος και του πνευματικού πολέμου κατά των λογισμών και των ενεδρών του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 22

ΛΟΓΟΣ Ϛʹ Ξυμπεῖν ξυνᾴδειν τοῖς ἀδελφοῖς ἀφθόνως. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἐπισκοπῇ ἐπισκέψεται ὁ θεὸς τὴν φυτίαν ἡμῶν· καὶ αὐτὸς ὁ φυτεύσας ὑμᾶς τὴν ἄμπελον τὴν ἀληθινὴν ποτίσει τοῖς ὕδασι τοῦ ἁγίου πνεύματος, καὶ αὐξήσει εἰς μέτρον τελειότητος, καὶ πᾶσαν καρποφόρον, καὶ πᾶσαν ἀληθινὴν ἀποδείξει. Ὑπὲρ ἐμὲ οὖν τὸ ἔργον, ὑπὲρ τὴν ἀσθένειάν μου ἡ ἐγχείρησις. Τίς εἰμὶ ἐγὼ κύριε εἰ θέμις εἰπεῖν, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι οὕτω κατελήφθην μιαρὸς ὢν καὶ ἀκάθαρτος, καὶ οὐδὲ εἰς προβάτου τάξιν ἐπαξιούμενος εἶναι; Ἀλλ’ ἀνέχεται, ἀλλὰ μακροθυμεῖ, ζητῶν μου τὴν ἐπιστροφὴν καὶ τὴν ἀνάβλεψιν. Ἐπεὶ, τίς στήσεται, καὶ τίς ἐξιλάσεται περὶ ἁμαρτίας τῆς συμβαινούσης;

Τίς ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ; τίς ἐγγίσει θεῷ ἵνα προσαγάγῃ αὐτῷ καὶ τοὺς ἄλλους, ἐγὼ μακρὰν ἀπῶσμαι ὦ, τέκνα, κατὰ διάμετρον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ὅλως χαίρω κἂν ἁμαρτωλός εἰμι, ὁρῶν ὑμᾶς εὐθηνουμένους, καὶ ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ διαβιοῦντας· καὶ ἕνα ἕκαστον ὑψούμενον καὶ παραμιλλώμενον τῷ ἑτέρῳ. ὄντως τέκνα ἐν ὑμῖν ἐστὶν ὁ εὐλογούμενος καὶ λατρευόμενος καθαρῶς καὶ τὸ Πνεῦμα ἅγιον ἐπαναπαύεται εἰς τὴν συνάθροισιν ὑμῶν, καὶ ἡ χοροστασία ὑμῶν, χορεία ἀγγελική· καὶ ἡ ψαλμῳδία ὑμῶν αἴνεσις τῶν ἀσωμάτων· καὶ ὅλη ἡ ἀναστροφὴ ὡς ἀληθῶς οὐράνιος διαγωγὴ, ἐν ἧ οὐκ ἔστι σαρκὸς καὶ αἵματος γνωρισμός· οὐδὲ θέλημα γνωμικόν· οὐδὲ φροντὶς ἀπολλυμένη· οὐδὲ σπουδὴ ματαιοπονούντων· οὐδὲ τρυφὴ διαλελυμένη· οὐδέ τι τῶν πλανώντων καὶ πλανωμένων· ἐν οἷς ἐστιν ὁρᾶν τοὺς ἐν κόσμῳ μάταια καὶ ἐλεεινὰ πονουμένους· ἀλλὰ πάντα γαλήνης καὶ εἰρήνης ἀνάμεστα· μία βούλησις, μία ψυχὴ καὶ καρδία κατὰ τοὺς ἀποστόλους, εἷς δρόμος, εἷς πόθος, θεοῦ ἐπιτυχεῖν· μία ζωή· κοινὰ τὰ ἀμφότερα· ἡ ὄντως θεόκλητος ἀδελφότης, τὸ τῶν ἀγγέλων μίμημα· τὸ μῦρον τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν· οἱ ἐν σαρκὶ καὶ ὑπὲρ τὸ σῶμα· οἱ ἐν κόσμῳ, καὶ ἐκτὸς τοῦ κόσμου διὰ τῆς ἀπαθείας.

Δότε οὖν λοιπὸν χεῖρα, τέκνα ἠγαπημένα, ὀρέξατε βοήθειαν τῇ ἐμῇ ἀσθενείᾳ, ἵνα δυνηθῶ ἀφηγεῖσθαι· ὄντως ἐφθάσατε καὶ κατελάβετε εἰς μέτρα ἀγαθὰ καὶ ἁρμόδια καὶ πάτρια, οὐ μόνον κατὰ τὰ πρότερα, ἃ ἴσασιν οἱ πολλοὶ, ἀλλὰ κατὰ τὰ παρόντα· καὶ τὴν μέσην καὶ βασιλικὴν ὁδὸν ὁδεύοντες τὴν ἐφ’ ἑκάτερα κρημνῳδίαν ἀποφεύγετε.

Ἀποδεκτέα οὖν ὑμῶν ἡ ἄσκησις καὶ ἡ ἐγκράτεια, οἱ ὕπνοι καὶ αἱ γρηγόρσεις, αἱ ἡσυχίαι καὶ λαλιαὶ, οἱ κόποι καὶ ἀνέσεις, αἱ προσευχαὶ καὶ αἱ ἐντεύξεις· καὶ εἰ μὲν μικρὸν συμμετριάζομεν καὶ συγκατερχόμεθα, ἀλλὰ πάλιν συνανυψούμεθα, καὶ κἂν ἡ παροῦσα ὧρα παρέτρεψεν, ἀλλ’ ἡ ἐφ’ ἑξῆς ἀνωρθώσατο.

Ἐπέστη γὰρ κατήχησις, ἐπέστη ὄρθρος, ἄλλη λειτουργία, ἀνάγνωσμα, βίος ἁγίου καὶ πάλιν πρὸς ἑαυτὸν ἐπανάγεται ὁ ὑποσκελιζόμενος, καὶ ἀλλήλων ἐσμὲν βοήθεια, καὶ περιφραττόμεθα ἑτεροίως, καὶ ὄντως οὐκ ἔχει χώραν καθ’ ἡμῶν, εἴπερ ἔχομεν τὴν βοήθειαν τοῦ θεοῦ, ὁ διάβολος. Δεῦρο δὴ τέκνα μου, ἀποδύσασθε ὡς ἤδη ἀρχόμενοι, καὶ πάλιν πᾶν θέλημα ὑμῶν καὶ ἐπειχθήτω ἕκαστος εἰς τὴν διακονίαν αὐτοῦ, καὶ μηδεὶς ποιείτω τὸ ἔργον κυρίου ἀμελῶς, δεδιὼς τὴν κατὰ τοῦ καταφρονητοῦ καὶ γογγυστοῦ ἀράν· καὶ ὁ ἔφορος σκοπευέτω, καὶ ὁ ἐπιτάσσων ἐνθέως ἐγκελευέτω, καὶ ὁ ὑπήκοος χριστομιμήτως κινείσθω, καὶ ὁ ἐπιτηρῶν ἐπιτηρείτω, πάντες ἐργαζόμενοι παρατηροῦντες ἑκάστοτε τοὺς καιρούς. Καιρὸς ἐργασίας, ἐργάζεσθε· καιρὸς ἡσυχίας, ἡσυχάσατε· καιρὸς προσευχῆς, προσεύξασθε καθαρῶς· κλαύσατε, δακρύσατε, ἐπείπερ εἰς πένθος κεκλήμεθα. Εἰ δὲ καιρὸς μεταλήψεως, μεταλάβωμεν εὐχαρίστως τῶν παρατιθεμένων. Καιρὸς λαλιᾶς, λαλήσωμεν· ἐν συνέσει· καιρὸς γὰρ τῷ παντὶ πράγματι, καθὼς τὰ λόγια τοῦ θεοῦ. Καὶ οὕτως ἀναστρεφόμενος καλῶς βαδίζων πορεύεται· ἐσθίων ὡς μὴ ἐσθίων λογιζόμενος, ὑπνῶν ὡς μὴ ὑπνῶν εὑρισκόμενος, ὁμιλῶν ὡς οὐχ ὁμιλῶν δοκούμενος· καὶ εἴ τι ἄλλο τῶν ὁμοίων, ἐστιν συνορᾷν θεοδιδάκτοις οὖσιν.

Ἐν τούτοις οὖν κύριος ὁ θεὸς ἡμῶν κρατύνοι, δυναμώσοι, βεβαιώσοι τὰς καρδίας ὑμῶν ἐπὶ πλεῖον εἰς αἴνεσιν καὶ δόξαν αὐτοῦ, εἰς καύχημα ἡμῶν τῶν ἁμαρτωλῶν, εἰς κληρονομίαν βασιλείας οὐρανῶν, ὑμῶν αὐτῶν τῶν ταῦτα ἐνεργούντων ἐν αὐτῷ Ἰησοῦ τῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Ζʹ Φθάσαι τὸ τέρμα τεσσαρακονθημέρως. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ, Ἤδη πρὸς αὐτὴν ἐσμὲν τὴν ἀποπεραίωσιν τῶν νηστειῶν· ἀποκαταλήγει γὰρ ὡς ὁρᾶτε· καὶ ὡς ἐκ τῶν ἄνωθεν χρόνων τὸ ἱερὸν γράμμα διδάσκει ἡμᾶς, ἐν ταύτῃ ἐπισυνῆχθαι τοὺς κατὰ τὴν ἁγίαν πόλιν ἐρημικῶς αὐτὴν διατελοῦντας μακαρίους πατέρας ἡμῶν· ἀλλ’ ἐκεῖνοι μὲν, ἅτε τὰ τῶν ἀρετῶν ὕψη κατειληφότες, μέγιστα τῆς εὐσεβείας πράγματα καὶ ψυχικὰ δωροφορήματα προσενηνόχασι τῷ παντὸς ἀγαθοῦ ἀνενδεεῖ καὶ πλήρει δεσπότῃ θεῷ ἡμῶν.

Οὐ μὴν δὲ μικρὰ καὶ παρὰ πολὺ τῆς ἀξίας καὶ αὐτοὶ συνεισενέγκατε· καὶ ὁ μὲν, ἵνα τὰ ἐν ὑμῖν ἐγκαλλωπιζόμενος ὥσπερ ἐμαυτοῦ εἴπω· ἡ γὰρ τοῦ υἱοῦ τιμὴ ἐπὶ τὸ τοῦ πατρὸς πρόσωπον διαβαίνει, προσῆξε τὴν πρώτην καὶ κυρίαν τῶν ἀρετῶν ἀγάπην· ὁ δὲ, τὴν θεολαμπῆ ταπεινοφροσύνην· ἄλλος, τὴν χριστομίμητον ὑπακοήν· ἕτερος τὸ σύντονον τῆς ἐν προσευχαῖς καὶ ψαλμῳδίαις ἀγρυπνητικῆς παραστάσεως· ἔνιος δὲ, τὸ περὶ τῶν ἐν χερσὶν ἐργασιῶν εὔτονόν τε καὶ συντεταμένον· ἐμοὶ δὲ οὐκ ἀνεγκωμίαστα καὶ ταῦτα· διαχύσεως συστολὴν, καὶ ἀκαιροβλεψίας σύντευξιν, καὶ βαδίσματος εὐθυπορίαν, καὶ περιστροφῆς καὶ ἀποκρίσεως εὐσυνεσίαν· ἐῶ γὰρ λέγειν παῤῥησίας ἀποστύγησιν, καὶ πολυλογίας ἀπόπεμψιν καὶ ἀδδηφαγίας ἐγκράτευσιν, καὶ πολυυπνίας ἀλλοτρίωσιν, καὶ στιχολογίας διαμελέτησιν· καὶ τὸ τελευταῖον καὶ πρῶτον εἰπεῖν τῶν ἡμετέρων καλῶν, τὴν μακαρίαν καὶ μαρτυριακὴν τοῦ οἰκείου θελήματος ἐκκοπὴν, ἣν μόνην ἀληθινὴν θυσίαν ἀπαιτεῖ παρ’ ἡμῶν ὁ Κύριος.

Τούτων οὖν ἕκαστον, ὧν ἀπηριθμήσαμεν, καλὸν καὶ ὅσιον προσένεγμα, καὶ θαῤῥῶ εἰπεῖν, οὐδεὶς ὑμῶν ὤφθη κενὸς ἐναντίον τοῦ θεοῦ καθὼς γέγραπται· ἀλλ’ εἴ τι καλὸν ἐν ἑαυτῷ φέρων πλὴν ἐμοῦ τοῦ ταπεινοῦ· ᾠκοδομήκατε τοιγαροῦν ἐπὶ τὸν θεμέλιον τοῦτον τῆς ἀσκήσεως ὑμῶν, χρυσὸν, ἄργυρον, καὶ λίθους τιμίους, τὰ ἀκατάκαυστα τῆς δοκιμασίας τοῦ μέλλοντος αἰωνίου πυρὸς ἔργα, καὶ οὐ τῆς ἐναντίας καὶ εὐπρήστου μοίρας· ἃ δὴ αὐτὸς ὁ θεῖος ἀπόστολος ἐπιφέρων, φησί· Χόρτον, ξύλα, καλάμην καὶ τὰ τούτοις ὅμοια· μὴ γὰρ οὐ τοιοῦτον ἡ φιλαμαρτωσύνη καὶ ἡ παθοδουλεία καὶ αἰσχρολογία καὶ φιλεχθρία, φατριασμός τε καὶ συνδυασμὸς καὶ ἀπολακτισμὸς, καὶ εἴ τι ἄλλο τῶν τοιούτων;

Ἐπεὶ οὖν ἐπικρατεῖς ἐν ταῖς μικραῖς ἡμέραις γεγόνατε τῶν ἐπαινουμένων, μή τι ἀπολέσωμεν, ἀδελφοὶ, μηδὲ ὑπενδῶμεν, ἀντιβολῶ καὶ δέομαι, διὰ τῆς τοῦ καιροῦ ὑπαλλαγῆς· ἀλλ’ ἀλλασσέσθω μὲν ὁ χρόνος καὶ ἡ ἡμέρα ὅπη βούλεται, καὶ ὅπως διεξάγεται τῷ θείῳ βουλήματι. Αὐτοὶ δὲ μείνατε, φησὶν ὁ Κύριος, ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ, καὶ ἀναλλοίωτοι ἐστέ· μᾶλλον δὲ ἵνα ὑψηλότερον εἴπω, εὐαλλοίωτοι· πάντοτε ἀλλοιούμενοι τὴν καλὴν ἀλλοίωσιν· ἀπὸ μικροῦ κατορθώματος σπινθῆρος εἰς πυρσὸν ἐξαπτόμενοι· καὶ ἀπὸ ἄστρου εἰς σελήνην μεταποιούμενοι· εἰδ’ οὖν, ἀλλ’ ἀπὸ σελήνης εἰς ἥλιον μεταλλασσόμενοι· καὶ μήπω σταίητε τοῦ δρόμου· μήτε ἐπιστρέφοισθε πρὸς τὰ ἡδέα τοῦ κόσμου, τὰ μικρῶς σαίνοντα, καὶ αἰωνίως φλέγοντα, τὰ ὡς ὄναρ παρερχόμενα, καὶ ὡς πρᾶγμα κολαζόμενα, τὰ εἰς δοκιμὴν καὶ ἆθλον ἀρετῆς κείμενα, καὶ τοῖς μὲν θεοσεβέσι νικώμενα, τοῖς δὲ σαρκόφροσιν ἀήττητα καὶ ἀνίκητα.

Τίς ἄν μοι δοίη λόγον, ἵνα ὡς ἂν ἐβουλόμην τὸν ἐν τῇ ταπεινῇ μου ψυχῇ ἐγκεκινημένον λόγον, διήχησα ἐν ταῖς ἱεραῖς ἡμῶν ἀκοαῖς, εἰς τὸ πρὸς θεὸν αἴρεσθαι καὶ συνεπαίρεσθαι ὑμᾶς προθυμότερον μᾶλλον· πλὴν σοφοὶ ἐστὲ παρ’ ἑαυτοῖς διδασκόμενοι καὶ νουθετούμενοι.

Ἐμοὶ δὲ καὶ πάλιν ἐπὶ τὸ προκείμενον ὁ λόγος, εἰ καὶ μικρὸν ἐξέδραμεν· ἵνα τῷ αὐτῷ κανόνι στοιχοῦντες τῆς προκρατηθείσης ὑμῶν καταστάσεως ἐν ταῖς προτοῦ ἡμέραις, οὕτως καὶ τὴν προεόρτιον ἑορτὴν τῶν Βαΐων ἑορτάσωμεν, καὶ τὴν τοῦ μοναστηρίου ἄνοιξιν ποιησώμεθα, καὶ τὴν παρουσίαν τῶν εἰσερχομένων ὑποδεξώμεθα, καὶ ἴδωμεν, καὶ συντευξώμεθα, καὶ προσαγορεύσωμεν ὡς ἂν τύχῃ τινὶ τῶν διαφόρων προσώπων, μάλιστά γε τῶν καθ’ ἡμᾶς μοναδικῶν· ὡς ἂν εἰς δόξαν θεοῦ γενέσθαι πάντα τὰ καθ’ ἡμᾶς· καὶ ἵνα οἱ ὁρῶντες, λέξωσιν ἐκεῖνο· Ὅτι ὁ θεός ἐστιν ἐν αὐτοῖς, κατὰ τὸν θεῖον ἀπόστολον.

Εἰ δὲ καὶ δέοι πρόοδον γενέσθαι, πάντως δὲ γενήσεται, κατὰ πολλοὺς τρόπους, τὸ αὐτὸ παρατηρητέον. Οὕτω θεαρέστως καὶ τὸ μέγα καὶ ἱερὸν Πάσχα ἑορτάσομεν, τοῖς πάθεσι τοῦ Κυρίου συμμορφούμενοι, καὶ τῷ τῆς ἀναστάσεως φωτὶ καταλαμπόμενοι, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ Πατρὶ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Θʹ Τὴν τῶν Βαΐων αἰσίως τιμητέον. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ. Τοῖς ἐν σταδίῳ τρέχουσιν ἐπειδὴ πρὸς τέρψιν ἀνθρωπίνην τοὺς ἀγῶνας καταβάλλονται, φθαρτοὶ στέφανοι περιπλέκονται κατὰ τὸν ἀπόστολον· ἡμῖν δὲ τοῖς τὸ πνευματικὸν στάδιον διαδραμοῦσι τῆς ἁγίας τεσσαρακοστῆς, οἷς ὁ ἀγωνοθέτης ἄφθαρτος καὶ τὸ θέατρον ἀγγελικὸν, ἀμαράντινοι δηλονότι οἱ τῆς δόξης στέφανοι. Οἷοι δὲ οἱ ἀγῶνες ὑμῶν; Νενηστείκατε εὐτόνως· ἠγρυπνήσατε δεόντως· μεμελετήνητε νηφαλέως· εἰργάσασθε ἀνολιγώρως· τετηρήκατε τὸν νοῦν ἐν ἁγνότητι, τὴν γλῶτταν ἀπὸ καταλαλιᾶς, τὰ χείλη ἀπὸ ἀργολογίας· πάντα ὑμῶν τὰ μέλη, ἀπὸ πάσης ἁμαρτίας, ὅπλα δικαιοσύνης παραστήσαντες· ὄργανα εὐαρμοστίας τῆς ἐνθέου διαβιώσεως. Οὕτω καλῶς καὶ εὐαποδέκτως διηνύσατε τὸν δρόμον ὑμῶν, ὡς οὐδέποτε δοκῶ πρότερον· ἀλλὰ πόθεν; ἐκ τῆς καλλίστης ὑμῶν προσοχῆς, μᾶλλον δὲ ἐκ τῆς τοῦ θεοῦ ἀγαθότητος, ἐξ ἧς καὶ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ὡς γέγραπται. Ἐν τούτοις κᾀμὲ εὐφράνατε τὸν ταπεινὸν πατέρα ὑμῶν· μᾶλλον δὲ ἐλάχιστον ἀδελφὸν, ἐδεξιώσασθε μάλα πλουσίως, ἀνεπαύσατε τῷ πνεύματι.

Τί γάρ ἐστι θυμηρέστερον πατρὶ, ἢ τοὺς ἑαυτοῦ παῖδας ὁρᾷν δι’ ἀρετῆς αὐξομένους, καὶ ἐν τῇ νοητῇ ἡλικίᾳ προκόπτοντας. Ἀπέχω ὑμῶν τὰς χάριτας· ἀπέλαβον ὑμῶν τὰς εὐεργεσίας· ἀπωνάμην ὑμῶν τὰ ἀνδραγαθήματα· εἶδον ὑμᾶς ἀταράχως διελθόντας τὰς σεπτὰς ἡμέρας, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου· ἑώρακα ὑμῶν εὐκατάνυκτα τὰ ἱλαρὰ πρόσωπα καὶ ἠσθόμην ὑμῶν τὴν κατὰ ψυχὴν λαμπρότητα· ὑπὲρ χρυσίον ὑπὲρ λίθους τιμίων ἐνδόξων καὶ πολυτελῶν· καὶ εἰ καὶ πτωχεύω τῷ πνεύματι, ἀλλ’ ἄρτι πεπλούτηκα· καὶ οὐχ ὁ πατὴρ τοῖς τέκνοις, ἀλλὰ τὰ τέκνα τῷ πατρὶ ἀντεστραμμένως τεθησαυρίκατε· εἴη δὲ ὑμῶν ὁ πλοῦτος πεφυλαγμένος καὶ ἀνεπιβούλευτος πρὸς τὸ ἑξῆς· φανείη ὑμῶν τὰ ταμεῖα τῶν ἀγαθῶν ἀνεπιχείρητα καὶ ἀκλοπώτατα· χαρισθείη ὑμῖν χάρις ἐπὶ χάριτι, πλοῦτος ἐπὶ πλούτῳ μέχρι τέλους τῆς ζωῆς ὑμῶν.

Ἔσται δὲ τοῦτο πῶς; ἀλλ’ ἢ ἐκ τοῦ μὴ ἀμεριμνῆσαι καὶ ἀναπεσεῖν κατὰ τὸν ἑξῆς χρόνον· καὶ μάλιστα ἡνίκα ἐπεισίῃ τὸ ἅγιον Πάσχα, τοῦ καιροῦ ἐπιφέροντος ὑποστολὴν τῆς ψαλμῳδίας, τῶν ὡρῶν, γονυκλισιῶν, προσευχῶν, τῶν τόνων, τῶν νυκτεριῶν· προσθήκην ἐν τοῖς βρώμασι φημὶ, οἴνου, ἐλαίου, ὄψου καὶ τῶν κατ’ ἄνεσιν ἄλλων τρόπων· ὕπνου μεσημβρινοῦ, διφαγίας, προόδου τε καὶ εἴ τινος τῶν συμβαινόντων· ὡς ἐὰν μὴ εἴη νήφων ὁ νοῦς καὶ πάντα αὐτάρκως καὶ κατὰ τάξιν ποιούμενος κινδυνεύσειεν ἂν ἀπολέσαι ἃ καλῶς ἐκτήσατο, καὶ ἐκ πλουσίου ἀθρόον φανεῖται πένης· καὶ ἐξ ὕψους δόξης κατενεχθήσεται εἰς ἀτιμίας πτῶμα. Διὸ παρακαλῶ καὶ δέομαι, ἀσφαλῶς ἔχετε πάντοτε, μέχρις ἂν φύγοιμεν ἐκ τῶν ἐνθένδε πρὸς τὰ ἐκεῖ ἀσφαλῆ καὶ ἄσυλα μεθιστάμενοι. Τί δὲ αἱ μακάριαι αὗται ἡμέραι ἐν αἷς ὁ Κύριος καὶ θεὸς ἡμῶν ἥκει τὸν Λάζαρον ἀναστῆσαι ἐκ νεκρῶν τετραήμερον; εἴ τις οὖν ὑμῶν ἔχει νοῦν νενεκρωμένον καὶ οἷον δεδεμένον τοῖς πάθεσιν, αἰνησάτω, ὡς αἱ περὶ Μάρθαν, καὶ ἀκούσειε· Λάζαρε δεῦρο ἔξω· ἐξ ἐμπαθείας εἰς ἀπάθειαν. Τί γὰρ τὸ ἀντιστατοῦν τῷ λόγῳ καὶ οὐκ εἶκον τῇ θείᾳ φωνῇ; μόνον εἰ θερμῶς αἰτοίμεθα καὶ προσκείμεθα, οὐ τότε μόνον, ἀλλὰ καὶ νῦν θεὸς πάρεστι· καὶ καθὼς φησὶν, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· φίλον αὐτῷ πολλοὺς Λαζάρους νόας καθ’ ἑκάστην ἐγείρειν τε καὶ ζωοποιεῖν.

Τί δὲ ἡ τῶν Βαΐων ὑπαπαντὴ καὶ προπομπὴ τοῦ βασιλέως τῶν ἁπάντων; ἀλλ’ ἐκεῖ μὲν ἐν Ἱερουσαλὴμ εἰσεληλυθότος, ἐσείσθη τὰ Ἱεροσόλυμα βοῶντα καὶ λέγοντα· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μέγα γὰρ ἦν τὸ κατὰ τὸν Λάζαρον θεωρούμενον, καὶ προφητεία πέρας ἐλάμβανεν. Ἐνταῦθα δὲ ἡ πρὸς τὴν πόλιν τῆς ψυχῆς ἡμῶν εἴσοδος αὐτῷ εἰ γένοιτο, σεισθήσεται πᾶσα δαιμονικὴ ἐπήρεια ἀλαλαζούσης τῆς καρδίας ἡμῶν εὐχαριστήρια καὶ ὑμνητήρια· οὕτω μεθαρμόζειν δεῖ τὰ πράγματα, καὶ ἐνεργούσας ἀεὶ δεικνύειν ἐν ἑαυτῷ κατὰ τὰς ἐπιστασίας τῶν δεσποτικῶν ἑορτῶν, τὰς τοῦ δεσπότου θείας ἐπελεύσεις τε καὶ θεοσημείας.

Πρόσεισι μετὰ τούτων εἰς ἐπιβουλὰς ὁ ἀνεπιβούλευτος τῷ κρατεῖ τῆς θεότητος· συνεδριάζει κατ’ αὐτοῦ τὸ τῶν Ἰουδαίων βουλευτήριον. Φύγοιμεν τῶν τοιούτων συνεδρίων, καὶ τὸ λαλεῖν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· ἐνέχεται ὁ δόλιος μαθητὴς εἰς τὸ τῆς προδοσίας ὀλετήριον· ἐκπορευόμενος καὶ εἰσπορευόμενος δολερῶς, καὶ λαλῶν ἐπιτοαυτό· καὶ τὴν πράσιν τοῦ διδασκάλου συμφωνούμενος· τίς οὖν οὐ θρυνήσει καὶ στενάξει μετ’ ἐκεῖνον καὶ τοὺς κατ’ ἐκεῖνον πορευομένους; τοὺς τοῖς διδασκάλοις ἐφισταμένους, καὶ τὰ ὅμοια τυχὸν ἔκτοπα συνεισπράττοντας; Μὴ ἡμῖν Κύριε μὴ ἡμῖν· ἀλλ’ ἢ μετὰ τῶν λοιπῶν ἀποστόλων καὶ πιστῶν μαθητῶν, Χριστῷ συνεῖναι τε καὶ συναυλίζεσθαι.

Καὶ ἀγωνιῶσι μὲν, κατὰ τὰς ἐπιχορὰς τῶν πειρασμῶν καὶ περιστάσεων, συναγωνιᾶν, οὐ μὴν ἐξαρνεῖσθαι, ἀλλὰ καὶ μέχρι θανάτου κατατολμᾶν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας, ὡς ἔδειξαν μετὰ ταῦτα οἱ ἀπόστολοι. Ὁ δὲ Χριστός μου καὶ προδίδοται καὶ κριτηρίῳ παρίσταται· ῥαπίζεταί τε καὶ μαστίζεται ὑπὸ χειρῶν ὧν ἔπλασε· χλευάζεται καὶ μυκτηρίζεται· καὶ τέλος, ἐπὶ σταυροῦ ἄνεισι· καθηλοῦται τὰς χεῖρας καὶ τοὺς πόδας καὶ λογχεύεται· ὄξος καὶ χολὴν ποτίζεται, καὶ πάντα ὑπομένει. Τίς οὐκ αἰνεῖ τὸν φιλάνθρωπον; τίς οὐχ ὑμνεῖ τὸν οἰκτίρμονα; ὅτι δι’ ἡμᾶς τοιαῦτα τετέλεκεν· ὁ ἀπαθὴς ἔπαθεν· ὁ ἀθάνατος ἐσταυροῦτο· ὁ ζωοπλάστης ἐνεκροῦτο, ὁ ἀπρόσιτος τῇ δόξῃ τῆς θεότητος, ἠδόξει κατὰ τὸν προφήτην Ἡσαΐαν· τὸ εἶδος γὰρ αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ· αὐτὸς δὲ ὑπὲρ ἡμῶν ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν.

Ἀράγε, εἰ καὶ λιθίνη ψυχὴ εἴη, οὐ δυσωπηθείη ταῦτα ἐννοοῦσα καὶ ὁρῶσα ἐν τῷ δεσπότῃ; Ὁμοιοπαθήσωμεν αὐτῷ τοίνυν καὶ ὑμεῖς, φίλοι καὶ ἀδελφοὶ, παρακαλῶ, καὶ ἀγαπήσωμεν ὑβρίζεσθαι, ἐρεσχελεῖσθαι, ὀνειδίζεσθαι· τυχὸν δὲ καὶ ῥαπίζεσθαι καὶ ἐμπτύεσθαι· εἰ δέοι ἡμῖν καὶ σταυροῦσθαι, καὶ ἀποθνήσκειν διὰ τῆς τῶν παθῶν νεκρώσεως· ἢ καὶ καιροῦ μαρτυρίου ἐπιστάντος, ἵνα ὡς συσταυρούμενοι, καὶ συνδοξασθησόμεθα, ὡς συνθαπτόμενοι καὶ συναναστησώμεθα· ὡς συμπάσχοντες, καὶ συμβασιλεύσωμεν. Ὅτι αὐτός ἐστιν ὁ βασιλεὺς τῶν ἁπάντων· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Θʹ Μὴ φιλοσαρκεῖν· φθείρεται γὰρ ὡς χλόη. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Αὐθημερὸν καὶ γεωργὸς εἰς τὴν ἄρουραν ἐπανήκει· καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ἐπὶ τὴν κατήχησιν ἐρχόμεθα· ἐκεῖνος μὲν, ἵνα τὴν καταβληθεῖσαν σπορὰν ἴδοι ὅπως ἀνίσχει· ἡμεῖς δὲ, ἵνα ὑμᾶς τὸν ἀμπελῶνα Χριστοῦ ἐπισκεψώμεθα πηλίκως καρποφοροίη· καὶ οὐκ ὀκνητέον, οὔτε ἐκείνῳ ἡ πρὸς τὸν ἀγρὸν ἐπιδημία, οὔτε ἡμῖν ἡ ἐκ τοῦ λόγου ἐπίσκεψις· ἀμφοτέροις γὰρ ὄνησις τοῦτο. Ἐρωτῶ οὖν, μή τις ἄτμητος ταῖς τῆς ἀκαρπίας ξηρότησιν; ἢ ἄλλος ἄσκαφος τοῖς ἀνεξαγορεύσεως πταίσμασιν; ἢ ἕτερος ἀπότιστος ταῖς τῆς ἀκατανυξίας πωρώσεσιν; Ἐλπίζω οὖν οὐχ οὕτως ἔχειν· καρποφορεῖν δὲ ὑμᾶς μᾶλλον καὶ κομᾷν ἐν τοῖς τῆς δικαιοσύνης ἀγαθουργήμασι.

Λαμπτῆρες μου, φωστῆρες μου, τρέχετε, ἀναβιβάζεσθε τοῖς θείοις ὑψώμασιν· ὄρη γένοισθέ μοι τῶν ἀρετῶν, ἵνα κατὰ τὸ εὐαγγέλιον πυρσοφανήσητε νοητῶς ἐν τῇ πόλει ταύτῃ. Μέγα οὖν ὅπλον τῷ μοναχῷ ἡ ἐγκράτεια· εἰσαγωγὴ γὰρ πρὸς πᾶσαν ἀρετὴν ὑπάρχει· ὁ δὲ τὴν ὑπακοὴν ἔχων, χριστομίμητος· ὁ ταπεινόφρων, ἰσάγγελος· ὁ ἐξαγορεύων, καθαρὸς ὡς ὁ ἥλιος· διὰ τοῦτο μηδεὶς ἀνεξάγγελτος, ἵνα μὴ ἀθεράπευτος. Ζητεῖτε οὖν ὅσα χρήσιμα καὶ πρὸς ταπείνωσιν ὑμᾶς καθέλκει, μὴ τἀναντία· εἰσὶ γὰρ, εἰσι τινὲς, οἱ δι’ ἀμαθίαν, ἢ οὐκ οἶδ’ ὅπως εἴπω ὑπεροψίαν, τὰ ἀνοίκεια ἐφιέμενοι, κᾀκ τούτου οὐ τελεσφοροῦσι.

Γνῶτε οὖν ποῦ ἐσμὲν, καὶ ποῦ μικρὸν ὕστερον μεταβησόμεθα· πῶς συνδεδέμεθα τῇ φιλίᾳ τῆς σαρκός· καὶ τί μετὰ τὴν διὰ τοῦτο. Προσέχωμεν, νήφωμεν, ὁ νοῦς ἀεὶ πρὸς θεὸν ἐκδημείτω· ἱστορείτω τὰ οὐράνια, τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, τὴν τῶν ἐναντίων πικρότητα, τὰς ἐν τῇ κολάσει ἀπειροπληθεῖς τιμωρίας. Ζῇ Κύριος καὶ εὐλογητὸς ὁ θεὸς, ὅτι οὐ μεταμεληθησόμεθα ἐφ’ οἷς ἐπράξαμεν ἐλθόντες ἐπὶ τὸ ἅγιον σχῆμα τοῦτο· καὶ βδελυξάμενοι τὰ ἐν κόσμῳ, καὶ ὡς ἐν μαχαίρᾳ ἀποτμηθέντες τῆς σαρκικῆς ἡμῶν ἰδιότητος· ὅτι εἴπερ ἀποσώσοιμεν τὸν καλὸν ἀγῶνα, χορεύειν μέλλομεν αἰώνια. Ἐμοὶ τοίνυν εἴη, κᾂν μηδὲν ἐξ ὧν φάσκω ἔχω, καὶ νηστεύειν καὶ ἀγρυπνεῖν, καὶ τληπαθεῖν πρὸς πᾶν ὁτιοῦν τῶν ἀσκητικῶν ἀγώνων· προσθήσω δ’ ὅτι καὶ ῥαπίζεσθαι καὶ κατασκορακίζεσθαι, καὶ ἐμπιπρᾶσθαι δι’ ἀγάπην θεοῦ, καὶ μήτι τῶν φιλοσάρκων ἀντέχεσθαι, ὅτι ταῦτα πρὸς μικρὸν, καὶ ὅσον ἐν φαντασίᾳ ὀνειράτων· ἡ δὲ ὑπὲρ τούτων ἄμειψις, αἰωνία καὶ ἀθάνατος.

Ἀγωνίζου τέκνον οἰκονόμε, σπουδαῖος ἔσο· περισσοτέρως πρωτοπρεσβύτερε διανάστηθί μοι· οἱ λοιποὶ μικροί τε καὶ μείζονες, πρῶτοι τε καὶ ἀρχάριοι, πάντες χαίρετε, πάντες εὐδρομεῖτε, πάντες εὐπρόθυμοι, πρὸς τὴν ἀγρυπνίαν, πρὸς τὴν λειτουργίαν, πρὸς ὑπακοὴν, πρὸς ἐργασίαν· ἀποσκορακιζέσθω ἀφ’ ὑμῶν νωθρότης, μῆνις, ἔρις, ζῆλος· ἀπεληλάσθω φθόνος, ὄκνος· εἰς ἀλλήλους παραχωρεῖτε, ἐν ἀγάπῃ τελειούμενοι ἐπὶ πᾶσιν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ Ιʹ Πῶς ἀντικρούειν δαίμονας δεῖ ταῖς πάλαις. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἐμοὶ μὲν τὸ λαλεῖν οὐκ ὀκνηρὸν, ὡς φησὶν ὁ λόγος· ὑμῖν δὲ ἀσφαλὲς, εἴ γε ἀσφαλίζεσθε ἐν τῇ ἀκροάσει τῶν ταπεινῶν μου λόγων· μὴ γὰρ ὅτι ὑπὸ στόματος ῥυπαροῦ καὶ ἀσθενοῦς ψυχῆς λαλεῖται ὃ λαλεῖται, ἀλλ’ ὅτι σωτηρίως καὶ συμφερόντως διὰ τὴν ἐμπιστευθείσαν μοι ἀναξίως ἀρχὴν δέχεσθε καὶ ἐνωτίζεσθε, βελτιοῦσθε καὶ προκόπτετε ἐπὶ τὰ μείζονα καὶ τελειότερα. Τοῦτο γὰρ τὸ ζητούμενον, καὶ διὰ τοῦτο ὁ κόπος μου καὶ ὁ μόχθος, ἡ καθημερινὴ ἐπισύστασις περὶ ὑμῶν καὶ φροντίς μου. Εἰ γὰρ καὶ οὐκ εἰμὶ ἱκανὸς οὔτε ἄξιος φθέγξασθαι ἐκεῖνα τὰς ἀποστολικά, τὸ· Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἀλλ’ οὖν διὰ τὸν ἐπηρτημένον μοι κίνδυνον τῆς προστασίας, διὰ τὸν φόβον τῶν κολάσεων, διὰ τὸ ζηλοτυπεῖν με τὴν ὑμῶν σωτηρίαν καὶ προκοπὴν, τιτρώσκομαι καὶ βάλλομαι καὶ καίομαι ἐπὶ ἑνὶ ἑκάστῳ, ἵνα πάντες σώζοισθε, ἵνα μηδεὶς ἀπόληται· Πῶς δὲ ἂν ἄλλως τοῦτο γένοιτο, ἢ ἐκ πολλῆς προσοχῆς καὶ νήψεως καὶ τῆς καθεκάστην ἀκροάσεως, εὐταξίας τε καὶ συμφωνίας, ὁμοψυχίας τε καὶ συννεύσεως, τηρήσεως ἀκριβοῦς τῶν ἐντεταλμένων, καὶ μηδὲ τοῦ τυχόντος παρορᾷν τῶν ὀφειλόντων κατορθοῦσθαι, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;

Λοιπὸν σκοπείτω ἕκαστος καὶ βλεπέτω ὅπως στήκῃ ἑδραῖος καὶ ἀμετακίνητος ἐν τῇ πέτρᾳ τῆς πίστεως, ἐν τῇ ὁμολογίᾳ τῆς ὑποταγῆς αὐτοῦ, ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Χριστοῦ· μὴ ἐκκλίνων εἰς δεξιὰ ἢ εἰς ἀριστερὰ, ἀλλ’ ὁδῷ βασιλικῇ πορευόμενος, μηδ’ ἀπονυστάζων κατὰ ψυχὴν ἐν τῇ ὀλιγωρίᾳ τῆς ὑπομονῆς ὡς ἂν μὴ προσκόψῃ πρὸς λίθον συμπτώματος τὸν πόδα αὐτοῦ· μηδέ τι φρονῶν ἢ ποιῶν ἐξ αὐταρεσκείας μᾶλλον δὲ προσπαθείας, καὶ γινόμενος τοῦ νόμου νομιμώτερος, καὶ τοῦ κανόνος εὐθύτερος, μᾶλλον δὲ στρεβλότερος καὶ ἀλλοτριώτερος. Εἰ γάρ μοι καὶ ὁρᾶσθε, ἀλλ’ οὐ πάντοτε καὶ ἐν παντὶ τόπῳ· θεοῦ μόνου τοῦτο τοῦ πάντα ἐφορῶντος καὶ ἐξετάζοντος· ὥστε οὐκ οἶδα μή τι κρύβδην κατὰ τὰς ἁμαρτίας ἰδιοπραγοῦντες, μᾶλλον δὲ φιλοπαθοῦντες, ἐνέχεσθε εἰς πτῶμα ἁμαρτίας, εἰς ὄλισθον ψυχῆς. Σκοπεῖτε διὰ ταῦτα, φοβεῖσθε, τρέμετε, ὡς ἔτι ἐξουρίας πλεῖτε, μέμνησθε ναυαγίου, κατὰ τὸ εἰρημένον· μιᾷ καιροῦ ῥοπῇ λαίλαψ, καταιγὶς, πνεῦμα πονηρὸν, χειμὼν, ὄλεθρος. ἀπώλεια, θάνατος. Ὡς ἔτι εἰρήνη καὶ ἀσφάλεια δοκεῖ εἶναι, αἰφνιδίως ταραχὴ, μάχη, πόλεμος, σφαγὴ, καὶ τόγε ἐλεεινότερον, οὐ σώματος, ἀλλὰ ψυχῆς.

Ὑποστέλλεται ὁ δόλιος καιρῷ τινὶ, ἵνα ἀμεριμνίαν δῷ, εἶθ’ οὕτως εἰσπηδήσας θᾶττον, περιτρέψειε τὸν λογισμὸν καὶ ἀπολέσειεν· οὐκ ἔστιν ἀμεριμνία, οὐκ ἔστιν ἀνέσεως καιρός. Πολλοὺς πρὸς αὐτῷ τῷ λιμένι φθάσαντας τῆς σωτηρίας, ὑποβρυχίους πεποίηκε, πολλοὺς εἰς αὐτὰς τὰς τοῦ οὐρανοῦ ἁψίδας ἀνιόντας, διὰ μικρᾶς ἀμελείας εἰς τὴν γῆν κατήγαγε τῆς ἀνομίας· πλείστους ἀρετῶν θησαυροὺς ἐκένωσε· πολλοὺς ἀγῶνας πνευματικοὺς ἀπεσύλησε καὶ πτωχοὺς ἀποκατέστησε. Τί λοιπὸν εἴπομεν ἡμεῖς ὡς ἀληθῶς οἱ πτωχοὶ καὶ πένητες, οἱ ἀσθενεῖς καὶ ἄνανδροι, οἱ νέοι καὶ ἄνηβοι, οἱ ὀλιγοχρόνιοι καὶ ὀλιγοκάματοι πρὸς τὴν ἄσκησιν· θαῤῥήσομεν ἆρα ἢ φθεγξόμεθα ἢ γρύξομεν, εἰ μὴ βοηθοίμεθα ἄνωθεν; οὐχὶ ἄρδην εἰς γῆν ἰδιοῤῥυθμοῦντας ἀπολέσειε καὶ συμπτώσειεν ὁ πολυμήχανος ἐχθρός;

Ἀλλ’ ἕως πότε λοιπὸν προσπαθήσομεν; ἕως τίνος στήσομεν βουλὰς καὶ τρόπους οὐχὶ ὑπὲρ σωτηρίας, ἀλλὰ κατὰ τῆς σωτηρίας, ἡμῶν; Παῤῥησιάζεσθε ἀκούω· οὐχὶ πάντες, ἀλλ’ οἱ παῤῥησιαζόμενοι, καὶ οὐ φοβεῖσθε ἀπὸ τοῦ πατάσσοντος ἀγγέλου ἀορασίᾳ· βλέπετε γὰρ ἀναιδῶς εἰς ἀλλήλους, λογολεσχεῖτε καὶ γελοιάζετε· τινὲς δὲ καὶ συμπλέκεσθε, καθὼς δεδήλωταί μοι χερσὶ χεῖρας, καὶ στόμα πρὸς στόμα, παρειὰν πρὸς παρειὰν, τὸ θρήνους ἄξιον. Ἀποδήσει γάρ τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ ἐπ’ ἀνθράκων πυρὸς περιπατήσει, τοὺς δὲ πόδας οὐ καταφλέξει; Οὕτως ὁ τὰ τοιαῦτα ποιῶν, οὐκ ἀτιμώρητος οὐδ’ ἀδιάπτωτος διαμένει. Ὅλως ἀκούεταί τι τοιοῦτον ἐν ὑμῖν; ὅλως τολμᾶται ἐν τοῖς σταυρώσασι ἑαυτοὺς τῷ κόσμῳ; ἐν τοῖς νενεκρωμένοις τῇ ἁμαρτίᾳ; ὅλως ἀνανεύετε εἰς πρόσωπα ἀλλήλων; ὅλως ἐπιδίδετε λόγῳ λόγον διαθέσει τοιαύτη; Καὶ τίς ὁ ἐλεῶν τὸν αὐτοβόθριστον; καὶ τίς ὁ μὴ θρηνῶν τὸν αὐτοφόνευτον; καὶ τίς ὁ ἀνεχόμενος τὸν λυμαινόμενον;

Μήτε ἀκούσαιμι τὰ τοιαῦτα, μήτε ἴδοιμι πονηρὸν πραττόμενον ἐνώπιον ὑμῶν· πονηρὸν δὲ καὶ τὸ φιλοκαλεῖν τὸ πρόσωπον καὶ τὸ καλοφορεῖν, τὸ στιβίζεσθαί τε καὶ γραμματίζεσθαι οἷον αἱ πορνευόμεναι· καὶ οὕτως γὰρ βλέπω τινὰς στοιβάζοντας τὸ ζῶσμα καὶ διευθετοῦντας τὸ ἱμάτιον, καὶ τὸ βάδισμα στρηνιστικὸν κινοῦντας, καὶ τὸν λόγον ἐκλυτικὸν προβάλλοντας, οἷς παραγγέλλω μηκέτι τὰ τοιαῦτα πράσσειν. Ἐπεὶ ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξει ὁ λόγος· οὐ γὰρ εἰς καθαίρεσιν, ἀλλ’ εἰς οἰκοδομὴν τέθεικεν ἡμᾶς ὁ θεὸς τοῦ λαοῦ τούτου.

Διὸ φυλάττετε τοὺς νόμους· οἱ διδάσκαλοι τοὺς μαθητευομένους νουθετεῖτε καὶ διορθοῦσθε· οὔ πω γὰρ λέγω ὅτι περὶ ὑμῶν τί τοιοῦτο κατοπτεύεται· καὶ οἷον ἀντὶ ἰατροῦ ὅτι γίνεταί τις τραυματιστής· ἀντὶ φωστῆρος σκοτήρ· ἀντὶ ὁδηγοῦ πλανήτης· ἀντὶ σωφρονιστοῦ παράφρων, ἀντὶ σωτῆρος ἀπωλείας αἴτιος. Οἱ γὰρ διδάσκαλοι, ὑποτύπωσις εὐσεβείας, ὑπογραμμὸς σωτηρίας, πάσης ἀγαθοεργίας εἰκονογραφία τοῖς μαθηταῖς πρόκεινται· διὰ τοῦτο γὰρ καὶ παραδίδονται, ἵνα τοῦ καλοῦ τῶν διδασκάλων μετάσχωσι τρόπου. Εἰ δὲ τὰ ἐναντία, αἰρέσθωσαν καὶ διαχωριζέσθωσαν, ἵνα μὴ τῆς οἰκείας ψώρας μεταδίδοιεν τοῖς ὑγιαίνουσι· οὔπω θέλω τὰ τοιαῦτα λέγειν· ἀλλ’ ἡ βία με κατεπείγει. Καὶ γοῦν τίθημι ὅρον, μηδεὶς ὑποπτευθείη ἔτι· εἴτε ὁ διδάσκαλος μαθητὴν, εἴτε ὁ μαθητὴς διδάσκαλον· εἴτε ἀδελφὸς ἀδελφὸν ἄνευ τοῦ κοινοῦ ἀσπασμοῦ ἢ περιπλεκόμενος· ἢ ἀντωθούμενος· ἢ ὑβρίζων καὶ ἀνθυβριζόμενος· ἀλλὰ καὶ μέχρι τοῦ τυχόντος λόγου τε καὶ βλέμματος, ἀκρίβειαν ἑλκέσθω, ἵνα κατευθύνοντες πορευώμεθα· ἵνα ὁ θεὸς χαίρῃ ἐπὶ τῇ καλλίστῃ διαγωγῇ ἡμῶν, καὶ ἔτι συνιστᾷ καὶ συγκροτῇ ἡμᾶς τοὺς ταπεινούς. Ταῦτα μοι καὶ περὶ τοῦ ἐξαγορεύειν ἠσφάλισται· ἀλλ’ ὑμεῖς τοιοῦτοι ἐστὲ, καὶ ὅτι τὰ μὴ ἐξαγορευόμενα ὑπό τινος. ἀφ’ ἑαυτῶν ἐκζητοῦντες καὶ ἀνερευνῶντες;

τοῦτο κἀκεῖνο λαλεῖτε πρὸς ἀλλήλους, καὶ ἐνίετε τὸν ἴον ἐν ταῖς καρδίαις ὑμῶν, κνήθοντες καὶ κνηθόμενοι ὑπὸ τῶν παθῶν· καὶ πορνεύοντες τῇ γλώσσῃ· ὃ τάχα δύνασθε ποιεῖν ῥᾳδίως· εἴθε δὲ τῇ γλώσσῃ καὶ μὴ τῇ ψυχῇ· εἰ γὰρ καὶ ἄνευ τοῦ ταράσσοντος ἀφ’ ἑαυτῆς ἡ φύσις τὰ κύματα καὶ τοὺς βρασμοὺς τὸν ἐπιθυμιῶν ἀναφέρει, τί δαὶ καὶ οὐ πείσεται ὁ τῷ πυρὶ ὕλην ὑποβάλλων, καὶ τῷ θηρίῳ ἐρεθισμοὺς ἐπεισάγων.

Ὢ τάλανες, ὢ φιλόπορνοι ἀλλ’ οὐ φιλόθεοι, ὢ ἐκζηταὶ οὐ δικαιοσύνης, ἀλλ’ ἀνομίας. Τολμᾷς καθίσαι καὶ συλλαλῆσαι καὶ ἐκμαθεῖν τί πέπονθεν ὁ δεῖνα, καὶ πῶς τόδε τὸ πάθος ἀνάπτει καὶ εἰς τίνα φλέγει; καὶ τὰ αἰσχρότερα τῶν ῥημάτων παρίημι λέγειν, ἵνα μὴ χραίνων ἑαυτὸν ὀφθῶ· ἀλλ’ αὐτοὶ καὶ νέοι ὄντες καὶ ἀγένειοι καὶ φλογιζόμενοι ὑπὸ τῶν παθῶν, ταύτας τὰς ὕλας ἀνάπτετε καὶ πυρκαϊὰν κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐγείρετε μεγάλην; Διὸ φείσασθε καὶ ἐμοῦ καὶ ἑαυτῶν· ὅτι ὁ θεὸς ἐκδικήσεων Κύριος· καὶ ἐκ τῶν τοιούτων ἡ καταστροφὴ τῆς ψυχῆς· διατί ἵνα ζητῇ τις τὰ τοιαῦτα μανθάνειν, ἐφ’ ὧν οὐκ ἔλαβεν ἐξουσίαν, ἐφ’ ᾧ ἀπόλλυται.

Διατί ἵνα μὴ φράσσοιμεν τὰς ἀκοὰς ἡνίκα ἀκούσομεν πῶς ποτε, οὐδὲ αὐτὸς ἐγὼ οἶδα τὰ τῶν τινῶν, ὡς λέγουσιν αὐτοὶ ἐκεῖνοι οἱ συνεργοὶ τοῦ διαβόλου φημὶ, τὰ τῶν ὁμηλίκων καὶ συνεταίρων· Ἔκστηθι οὐρανὲ ἐπὶ τούτῳ, καὶ οὐ μὴ ἐκζητήσω, οὐ μὴ ἐπιτιμήσω, καὶ οὐ μὴ καύσω, εἰ μὴ ἀναστείλητε·

Ναὶ ναὶ δοκεῖτε μου τῆς ἐλαφρίας καταφρονεῖν· οὐχ οὕτως ἐγὼ, εἰ καὶ ἀνέχομαι, ἀλλὰ καὶ καιρῷ ἀνατείνομαι ὡς πῦρ καῖον πρὸς ὑμᾶς· εἰ καὶ φείδομαι ἀλλὰ καιρῷ διανίσταμαι ὡς ξίφον καθ’ ὑμῶν· μὴ καὶ Φινεὲς τίς γένοιμι καὶ ἐκκεντήσω τινὰ ἐν ξίφει ἐπιτιμίου, τῶν συμπλεκομένον ἐκ τοιούτοις λόγοις· μὴ καὶ Μωσῆς τίς χρηματίσω ἀποκτένων καλῶς τὸν ἔκφυλα καὶ ἀλλότρια λαλοῦντα; Ἀλλ’ ἵνα μὴ τοῦτο γένηται, παρακαλῶ καὶ δέομαι, δυσωπῶ ἀπὸ καρδίας καὶ κινήσεως ψυχῆς μου· παύσασθε ἀπὸ τῶν κακιῶν ὑμῶν· ἀργήσατε ἀπὸ τῶν πονηριῶν ὑμῶν· καὶ οὐ μόνον περὶ ὧν ὁ λόγος, ἀλλὰ καὶ περὶ πάσης ἁμαρτίας καὶ ἀταξίας, εἰς τὸ τὰς προόδους ἀκαίρως ποιεῖσθαι, εἰς τὸ προφασίζεσθαι καὶ ποιεῖν τὰ θελήματα τῶν διανοιῶν ὑμῶν, κατά τε βρῶσιν καὶ πόσιν, ἢ ἄλλην τινὰ ἀνάπαυσιν, λούσματος, ἢ χρίσματος ἰατρικοῦ, ἢ ἄλλου τινὸς τοῦ μὴ κατὰ χρείαν πολλὴν ἐπιδεομένου. Οὔπω ἀκμὴν γεγηράκατε, οὔπω ἐπολυχρονήσατε ἐν τῇ ἀσκήσει ἀκμὴν, οὐδὲ προσήψασθε, οἱ μὲν, τῶν κόπων εἰ καὶ προσήψασθε, ἀλλὰ μικρὸν, καὶ ἵνα τί ζητεῖτε ταῦτα καὶ ἐκεῖνα; Καὶ οὐκ ἀφιλοστόργως οὐδ’ ἀσυμπαθῶς κινούμενος, ἀλλὰ καὶ μετὰ πολλῆς καὶ σφοδρᾶς εὐσπλαγχνίας λελάληκα.

Ποιεῖτε οὖν τὰ προσήκοντα, ἵνα τὰ τοιαῦτα πράσσοντες, μᾶλλον εὐμαρῶς διεξανύσητε τὸν βίον ὑμῶν· Χριστὸς ὑμᾶς δυναμώσειεν αὐτὸς εὐσθενώσειε, κραταιώσειε νῦν τε, καὶ πρὸς τὸ ἑξῆς· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.