Τούτου τοίνυν ἀγαθοῦ ἐπιτετυχηκότες, καὶ τοιοῦτον βίον ἐπανῃρημένοι πολυθαύμαστον καὶ οὐρανοπολίτευτον, ἆρα οὐ χαίρετε; οὐ σκιρτᾶτε; ἆρα οὐ ψάλλετε μετὰ τοῦ Δαυῒδ· Τί ἀνταποδώσομεν τῷ κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Ναὶ, ἀλλὰ πρόσθετε καὶ τὸ· Ποτήριον σωτηρίου ληψόμεθα· τὸ δέ ἐστιν, κένωσις αἵματος μαρτυρίου ἡνίκα καιρός. Αἲ, αἲ, τέκνα μου, πόσοι ἐπιθυμοῦσι βλέψαι ἃ βλέπετε, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ ἐπιτυχεῖν ἂ ἐπετύχετε· καὶ ἢ διὰ συνάφειαν γυναικὸς, ἢ διὰ προβολὴν τέκνων, ἢ διὰ φιλίαν σαρκικὴν, ἢ διὰ δόξαν κοσμικὴν, ἢ διὰ χρημάτων περιβολὴν, ἢ διὰ πρόληψιν ἁμαρτητικὴν, ἢ δειλίαν ψυχικὴν, ἢ δι’ ἀπορίαν ὁδηγητικὴν, ἢ διὰ σπάνιν προστατευτικὴν καὶ ἀληθινὴν, ἢ διὰ συνήθειαν βιωτικὴν, ἢ δι’ ἄλλους πολλοὺς τρόπους, ἀποφυγεῖν ἀδυνατοῦσι καὶ προσδραμεῖν ἀμηχανοῦσι, καὶ μένουσι τῇ μὲν ἔξω ἐπιφανείᾳ ὡς εὐφραινόμενοι, τῇ δὲ ἔσωθεν διαθέσει κατακοπτόμενοι.