Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΠΑ΄-ΠΕ΄: Η αποταγή του κόσμου και η αντιμετώπιση της ακηδίας

Διδασκαλία για την αναγέννηση μέσω της υπακοής, την επιμελή τήρηση των μοναχικών υποσχέσεων και τον συστηματικό αγώνα κατά του πάθους της ακηδίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 17 από 22

ΛΟΓΟΣ ΠΑʹ Ἐρωτικῶς πῶς πρὸς κατηχήσεις ἔχειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ὁ λόγος τοῦ θεοῦ λαλούμενος, ἐὰν μὲν εἰς ψυχὴν εἰσέλθῃ νήφουσαν καὶ γρηγοροῦσαν, τὰ περὶ σωτηρίας εὐθέως αὐτὴν διαθερμαίνει καὶ διανήστησι πρὸς μείζονα καὶ τελειοτέραν σπουδὴν τῆς ἐργασίας τῶν ἐντολῶν· ἐὰν δὲ, ὡς τὴν κατ’ ἐμὲ, ὑπνοῦσαν καὶ ῥαθυμοῦσαν, ἐν κακίᾳ μένει ἄτονος καὶ ἀνεγέρτητος διακενῆς εἰς ἀέρα χεόμενος.

Διὰ τοῦτο ὑμεῖς φωστῆρές μου καὶ δεσπόται προσέχετε οὐ τῷ ἐξουθενημένῳ λόγῳ, ἀλλὰ τῷ σεβασμίῳ τῆς κατηχήσεως· ὅτι κοινωφελής ἐστι ἡ ὑπόμνησις, καὶ ὡς ἂν περὶ τῶν ἄλλων βουλευόμεθα, εἴτε ἡμεῖς, εἴτε ἄλλοι, οὕτως ἐπὶ τὸ αὐτὸ καθεζώμεθα οἱ πάντες βουλευόμενοι καὶ διασκεπτόμενοι, οὐ περὶ τοῦδε ἢ τοῦδε μικροῦ τινος ὄντος καὶ σωματικοῦ καὶ εἰς φθορὰν καταλήγοντος· ἀλλὰ περὶ τοῦ μεγίστου κεφαλαίου τῆς σωτηρίας ἡμῶν, πῶς ἄρα σωθῶμεν· πῶς ὁδεύσωμεν τὴν ὁδὸν τοῦ θεοῦ· πῶς διαφευξώμεθα τὰς μεθοδείας τοῦ ἀντικειμένου· πῶς καθάρωμεν ἑαυτοὺς ἀπὸ τῶν παθῶν. Τίς ὁ τρόπος; τίς ἡ ἔφοδος τῆς κατηχήσεως τῶν ἀρετῶν, δι’ ἧς κατὰ μικρὸν ἀναβιβαζόμενοι ἔλθωμεν πρὸς τελειότητα;

Ποῖα καὶ πόσα κατορθοῦντες ἐπιτύχωμεν βασιλείας οὐρανῶν; Ταῦτα καὶ τὰ τοιαῦτα ἔχουσα ἡ κατήχησις, ὀφείλει ἐπιθυμητικὴ εἶναι καὶ σεβασμία· μόλις γὰρ ἂν καὶ οὕτως συνερχόμενοι δυνηθείημέν πως ἐν ταῖς περὶ τῶν τοιούτων ὁμιλείαις ἐξευρεῖν τι καὶ ἐπιτυχεῖν τοῦ ἐζητουμένου. Ἔστι γὰρ ἀεὶ ὁ ἀντίδικος ὁ ἀντιπράττων καὶ ὑποσύρων ἡμᾶς, εἰ μὴ τῷ νῷ προσέχομεν εἰς τὰ ἐναντία καὶ πονηρά· εὐόλισθος οὖν ὑπάρχουσα ἡ φύσις ἡμῶν οὐ διασώζει ἐπὶ τὸ αὐτὸ τὴν κατήχησιν· ἀλλὰ ἄρτι μὲν ἤκουσε λόγον ἀναγνώσματος θανατικῆς μεταβάσεως, κριτικῆς παραστάσεως, ἀνταποδοτικῆς ἀποφάσεως καὶ εὐθὺς κατανυγεῖσα ἐστέναξεν, ἢ ἐδάκρυσεν, ἢ ἐστύγνασεν· εἶδος γὰρ καὶ τοῦτο μετανοίας. Καὶ μικρόν τι διάστημα, καὶ πάλιν ἐπελάθετο, καὶ ἀντὶ κατανύξεως ὀξύνεται, καὶ ἀντὶ δακρύσεως ἀνακαγχάζει, καὶ ἀντὶ στυγνώσεως διακέχυται τῷ προσώπῳ.

Καὶ οὕτως ταλαίπωρος ἐγὼ ἄνθρωπος, ὥς φησιν ὁ ἀπόστολος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἀλλὰ μὴ δὴ, ἀδελφοί μου, μηδαμῶς οὕτως· ἀλλὰ καὶ ἐπακρουώμεθα, καὶ κατανυσσώμεθα, καὶ προσεπεκτεινώμεθα· καὶ πυρὶ πῦρ προσλαμβάνοντες ἔρωτος θείου ἀνακαιώμεθα πρὸς αὐτὸν τὰς ψυχάς. Καὶ ἀλλήλους παραθήγωμεν εἰς παροξυσμὸν ἀγάπης, εἰς ὑπακοῆς προθυμίαν, εἰς ταπεινοφροσύνης ὑπόθεσιν, εἰς εὐτονίας ἐργασίαν, εἰς πᾶν εἴ τι καλὸν καὶ τερπνὸν τῆς ἀγγελικῆς ἡμῶν πολιτείας.

Ἄρτι οὖν ὅτι σπείρομεν, πάντως ἀκολούθως καὶ δακρύομεν, καὶ κοπιῶμεν, καὶ ἐξατονοῦμεν καὶ ἐξαποροῦμεν· μικρὸν δὲ ὕστερον χαριούμεθα· ἐπειδὴ ἐν ἀγαλλιάσει θεριῶμεν, καὶ συμβασιλεύσομεν τῷ δεσπότῃ τῶν ἁπάντων θεῶ· εἴπερ καὶ συμπάσχομεν αὐτῷ διὰ τῆς ἀθλητικῆς ὑποταγῆς ἡμῶν.

Διὸ, τέκνα, ἐπιβοῶν ὑμῖν οὐ παύσομαι· Ἀγωνισώμεθα, ἀγωνισώμεθα, ἔως καιρός. Κοπιάσωμεν, κοπιάσωμεν, ἔτι μικρόν. Ὑπομείνωμεν, ὑπομείνωμεν ὅσον ὅσον, ἕως οὗ παρέλθη ἡ ὀνειρώδης ζωὴ αὕτη. Κᾀγὼ ὑμῖν ἐξομολογοῦμαι διὰ νόμου θεοῦ· ὅτι στεφανηφορήσετε, καὶ χορεύσετε οὐράνια, καὶ εὐφρανθήσεσθε αἰώνια, ἔνθα ἀπέδρα λύπη καὶ στεναγμὸς ἐν Χριστῷ Ἰησοῦ τῷ θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

Ἀμήν.

ΛΟΓΟΣ ΠΒʹ. Ἐν συνοδίᾳ γνωμικόν τι μὴ θέλειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Εὐχή μου, ἅτε ἐκ στόματος ῥυπαροῦ καὶ ἀκαθάρτου προερχομένη, ἀνενέργητός ἐστι· πλὴν ὅτι εὔχομαι μετὰ τῶν ἄλλων· καὶ τοῦτο, ἵνα ὁ θεὸς ἡμῶν καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνοίξῃ, ἐπὶ πλεῖον, τὰ ὦτα τῶν καρδιῶν ὑμῶν εἰς ὑπακοὴν τοῦ ταπεινοῦ μου λόγου, οὐχ ὅτι σοφός ἐστιν· οὐδ’ ὅτι πεπαιδευμένος, ἀλλ’ ὅτι ἀπ’ ἀγαθῆς διαθέσεως τῆς πρὸς ὑμᾶς κεκινημένος, καί γε μεριμνητικῆς· καὶ οὐ ξένον. Δεῖ γάρ με καὶ ἀγρυπνεῖν καὶ κοπιᾶν ὡς πολλάκις λέγομεν καὶ ὑποτιθέμεθα, καὶ αὐτὴν τὴν ἁμαρτωλὸν ἡμῶν ψυχὴν τιμίαν ἡγεῖσθαι πρὸς τὴν προκοπὴν καὶ σωτηρίαν ὑμῶν.

Καὶ πρῶτον μὲν δεῖ εἰπεῖν ὡς ἐληλύθατε ἐνταῦθα ἀπαρνησάμενοι γονεῖς καὶ ἀδελφοὺς καὶ συγγενεῖς ὑμῶν, αὐτὸν ὅλον τὸν κόσμον, καὶ ἐγεννήθητέ μοι πνευματικῶς τέκνα ἀναμορφωθέντα πρὸς θειοτέραν ζωήν. Ὅθεν οὐδὲ ἀνέχεσθε καλεῖσθαι ἐκ τοῦ δεῖνος καὶ τοῦ δεῖνος τῶν σωματικῶς ἐνεγκόντων ὑμᾶς· ἀλλὰ ἀπὸ τῶν πνευματικῶν πατέρων καὶ προπατέρων ὑμῶν, δεικνῦντες, ὅτι ἀπέστητε τῆς φύσεως, καὶ ἄλλην γέννησιν ἐδέξασθε τὴν προαιρετικήν. Ἔπειτα, ὅτι οὐδεὶς γνωμικὸν θέλημα ἔχει, κοινῇ δὲ πάντες τὸ ἓν φρονοῦμεν, καὶ πρὸς θεὸν, ἐπειγόμεθα. Καὶ πληροῦται σήμερον καὶ ἐν ἡμῖν τὸ ἐν ταῖς πράξεσιν ἱστορούμενον, ὅτι τοῦ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά.

Λοιπὸν ἴστε ἃ ἀκούετε· καὶ δοκιμάζετε ἑαυτοὺς εἰ ἐστὲ στερεοὶ καὶ ἑδραῖοι καὶ ἀμετακίνητοι· μή τις πρὸς μετάβασιν ὁρᾷ, καὶ ἐκβῆ τοῦ παραδείσου καταπεισθεὶς τῇ συμβουλῇ τοῦ ὄφεως. Καὶ τί; Πάντως τὸ κατακριθῆναι θάνατον ψυχῆς, καὶ τὸ ἀνατεῖλαι τριβόλους καὶ ἀκάνθας παθῶν πρὸ προσώπου τῆς ἐργασίας τῆς ψυχῆς αὐτοῦ.

Μή τις πρὸς ἐπιθυμίαν κατολισθήση σώματος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ καὶ μικρᾷ καὶ βδελυρᾷ καὶ αἰσχρᾷ ἡδονῇ ἀπολέσῃ αἰῶνας αἰώνων, ἀπόπεμπτος βασιλείας οὐρανίου γιγνόμενος. Οὐ στεφανοῦταί τις ἐὰν μὴ νομίμως, φησὶν, ἀθλήσῃ· οὐδὲ μοναχὸς τελειοῦται, καὶ ἀπολαμβάνει τὸ βραβεῖον, εἰ μὴ τοὺς κόπους τῆς ἀσκήσεως μεγαλοψύχως περιγένηται.

Ἔγνωτε καὶ ἠκούσατε τὴν χθὲς ἡμέραν ἃ κατηχήθη τοῖς ἀδελφοῖς λαμβάνουσι τὸ σχῆμα; Ἐκείνων δὲ ὁ λόγος καὶ ἡμῶν ἐστι, ὅτι ὁμολογίαν ὡμολογήσαμεν καὶ διαθήκην διεθέμεθα ἀνὰ μέσον θεοῦ καὶ ἀνθρώπων, καὶ πεινᾶσθαι καὶ διψῆσαι καὶ γυμνητεῦσαι καὶ κολαφισθῆναι καὶ ὑβρισθῆναι καὶ ὀνειδισθῆναι, καὶ ἐν καιρῷ καὶ τὸ αἷμα κενῶσαι ὑπὲρ Χριστοῦ.

Ταῦτα οὖν πυνθάνοντες μὴ ἀποξενιζώμεθα· ἃ γὰρ ὡμολογήσαμεν ὑποστήκομεν· ἐπεὶ τάχα παιδιά τίς ἐστι τὰ λεγόμενα· ἀλλὰ μὴ γένοιτο. Θεῖα γὰρ λόγιά εἰσιν ὑπὸ μάρτυρι θεῷ καὶ τοῖς ἐκλεκτοῖς αὐτοῦ ἀγγέλοις. Μᾶλλον μὲν οὖν καὶ χαίρειν ὀφείλομεν, ὅτι ἔφθασεν ἡμῖν ἡ ἐπαγγελία.

Καὶ οἷόν ἐστι τοῖς ἔξω, ἐγκαλλωπίζεσθαι ἐν τοῖς ἐπαίνοις καὶ ἐν ταῖς τρυφαῖς καὶ εὐζωΐαις, ἐξ ἐναντίας ἡμῖν τούτοις τοῖς ἐναντίοις γάνυσθαι καὶ ἐναβρύνεσθαι. Οὕτω γὰρ καὶ τὸ σχῆμα ἡμῶν δεικνύει· ἐκεῖνοι τὰ τοῦ κόσμου, ἡμεῖς τὰ τοῦ θεοῦ· ἐκεῖνοι τὰ τῆς σαρκὸς, ἡμεῖς τὰ τοῦ Πνεύματος· ἐκεῖνοι τὰ τῶν ἡδονῶν, ἡμεῖς τὰ τῆς ἐγκρατείας. Ἐπεὶ τί τὸ διαχωρίζον καὶ διϊστὰν ἡμᾶς ἀπ’ ἐκείνων;

Ἢ δοκεῖτε, τέκνα, ὅτι τὸ μελανοφορῆσαι καὶ ἀποκραθῆναι ἢ μακρογενειᾶσαι, τοῦτο ποιεῖ μοναχόν; Οὐδαμῶς· συμβαίνει γὰρ καὶ σαλὸν τοῦτο ποιῆσαι καὶ θυμελικόν. Τοῦτο δέ ἐστι μοναχοῦ· τὸ τῇ ἔξω θεωρίᾳ καὶ τὴν ἔνδοθεν διάθεσιν καταστηματίσαι ὥστε λέγειν· Ὁ αὐτός εἰμι· καὶ οὐκ ἀλλοίωμαι.

Ναὶ, ναὶ παρακαλῶ ὑμᾶς· ταῦτα φρονεῖτε, καὶ ἀναλαμβάνετε τὴν ἐγκράτειαν, τὴν ἡσυχίαν, τὴν στιχολογίαν, τὸ εἰς ἀλλήλους τιμητικὸν, τὸ ἐξαγορευτικὸν, τὸ φιλεργὸν, τὸ σπουδαιολόγον περὶ τῶν χρησίμων· καὶ εἴ τι ἄλλο τῶν ἐπαινετῶν.

Ταῦτα τοίνυν, τέκνα, ἐπαυξήσωμεν, καὶ καρποφορήσωμεν τὴν καλὴν καρποφορίαν· καὶ ἕκαστος τῷ πλησίον καὶ παραζηλούτω εἰς τὸ ἀγαθὸν, καὶ συναμιλλάσθω ἀφθόνως καὶ ἀβασκάνως. Καὶ ζῶ ἐγὼ, λέγει κύριος· ἀλλ’ ἢ τοὺς δοξάζοντάς μου δοξάσω, καὶ ἡτοιμάσω ὑμῖν τόπον ἀναπαύσεως καὶ χώραν ζώντων καὶ τόπον σκηνῆς θαυμαστῆς. Εἴη ταῦτα ὑμᾶς ἀκοῦσαι, καὶ ἰδεῖν τὸ φῶς τοῦ κόσμου καὶ θεάσασθαι τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ τὴν ἀπρόσιτον καὶ ἀνεκλάλητον χαρὰν, καὶ τὸν τῆς ζωῆς χωρηγὸν, καὶ τὸν τῆς ἀθανασίας ταμίαν ὡραῖον ὑπὲρ ἅπαντα ὡραϊσμὸν, γλυκὺν, καὶ ἀπέραστον ὑπὲρ πᾶσαν ἐπιθυμίαν· ὅλος γάρ ἐστιν ἐπιθυμία.

Λοιπὸν εὐχὴν εὐξώμεθα, καὶ σπουδὴν ἔτι ἐπιθώμεθα οἱ πάντες μετ’ ἀλλήλων καὶ εἰς ἀλλήλους, ἵνα φθάσωμεν τὴν ἡμέραν ἐκείνην. Καὶ μακαρία ὄντως ἡ ψυχὴ ἐκείνη ἡ κτησαμένη αὐτὸν διὰ τοῦ ἀγαθοῦ βίου, φίλον καὶ εὐμενῆ εὐεργέτην· ὅτι αὐτὸς εἰσδέξεται αὐτὴν εἰς τὰς αἰωνίους μονὰς, εἰς δόξαν αὐτοῦ τοῦ ἔχοντος ἐξουσίαν κρῖναι ζῶντας καὶ νεκρούς. Αὐτῷ ἡ δόξα, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΠΓʹ. Ὀρθῶς βαδίζειν καὶ στρεβλοῖς διαστρέφειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἰδοὺ, ὡς ὁρᾶτε, ἀπὸ δόξης εἰς δόξαν ἑορταστικὴν μετερχόμεθα. Χθὲς γὰρ ἑορτάσαντες τὸ τῆς παναγίας Θεοτόκου καὶ θεομήτορος γενέσιον, αὖθις ἐπαγόμεθα πρὸς τὴν τοῦ τιμίου Σταυροῦ ὕψωσιν· καὶ μακάριον τὸ ἑορτάζειν ἐν ἁγίαις ἀναστροφαῖς· ὁ γὰρ ἐν ταύταις ὢν τὸ καθεκάστην ἑορτασίμους ἄγειν ἡμέρας οὐ παύεται φωτιζόμενος καὶ καθαιρόμενος καὶ ἀναγόμενος καὶ θεοφορούμενος, καὶ ὡς ἀληθῶς θεοποιούμενος.

Ἐμοὶ μὲν οὖν οὐ πρόσεστι λόγος ἀξίως ἐφικνούμενος εἰς ὑπόμνησιν τῆς κατηχήσεως, τιμιώτατοί μου ἀδελφοὶ, ἡ δὲ ἐπιθυμία πολλὴ καὶ καιομένη ἐστὶν ἡ καρδία μου ἐν ἐμοὶ εἰς τὸ σώζεσθαι ὑμᾶς καὶ πανταχόθεν εὑρίσκειν τὴν ὁδὸν τῆς σωτηρίας.

Παρακαλῶ οὖν ὑμᾶς καὶ δέομαι, αὐτοκίνητοι γενήσησθε καὶ αὐτοθελεῖς καὶ αὐτοκατήχητοι εἰς τὸ καλὸν καὶ εὐάρεστον θεῷ. Καὶ ἐπάρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν εἰς τὴν θεωρίαν τῶν αἰωνίων ἀγαθῶν. Καὶ διὰ τοῦτο τὰ πάντα καταδεχόμενοι καταδέξασθε, καὶ φέροντες φέρετε, κἂν θλίψεις κἂν στενοχωρίαι, κἂν βίαι, κἂν ἀνάγκαι, κἂν ὕβρεις, κἂν λοιδορίαι, κἂν ὑποταγαὶ, κἂν ὑπακοαὶ, κἂν κάματοι, κἂν ἱδρῶτες, κἂν λιμοὶ, κἂν διωγμοὶ, κἂν ὁτιοῦν ἄλλο προσῇ. Μόνον ἵνα, ὃ ἐπιθυμοῦμεν, εὕροιμεν· καὶ δι’ ὃ ἐξεληλύθαμεν, ἐπιτύχοιμεν.

Ὢ ποῖον μακάριόν ἐστι, πατέρες μου, τὸ βιοῦν ὀρθῶς καὶ ἀσφαλῶς καὶ ἠκριβωμένως! Ὢ πηλίκον ἐστιν ὅσιον τὸ κατανενυγμένως καὶ τεταπεινωμένως, καὶ εὐλαβουμένως διαζῇν, καὶ ἑτοιμάζεσθαι πρὸς τὴν ἔξοδον, καὶ τὰ πρὸς ὑπαντὴν καὶ ἀπολογίαν τοῦ φοβεροῦ καὶ μόνου κριτοῦ τῶν ἁπάντων θεοῦ. —Ἀρσένιε, φησὶν, δι’ ὃ ἐξῆλθες; —τὸ πανάγιον καὶ σωτήριον ἐπίφθεγμα.

Διὰ τί οὖν καὶ ἡμεῖς ἐξήλθομεν, ἐπιγινώσκοντες ἐπιγνωσκώμεθα καὶ πρὸς τοῦτο συνωθώμεθα καὶ διακοσμώμεθα τὸν βίον ἡμῶν τῷ κάλλει τῶν ἀρετῶν· καὶ νυμφαγαγώμεθα τῷ δεσπότῃ θεῷ τῇ ὡραιότητι τῆς λαμπρότητος τῆς παρθενίας ἁγνοὺς ἑαυτοὺς ἐπιτηρῶμεν καθαροὺς καὶ ἀμολύντους· ἐπειδὴ ναοὶ θεοῦ κεκλήμεθα. Ἀλλ’ ὅς, τις, φησὶ, φθείρει τὸν ναὸν τοῦ θεοῦ, φθερεῖ αὐτὸν ὁ θεός.

Διὰ τοῦτο κλαίω καὶ θρηνῶ ἔν τισιν· ὅτι καθόσον οὐκ ἐδοκίμησαν ἔχειν τὸν θεὸν ἐν ἐπιγνώσει σωτηρίας, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. Φείδομαι δὲ εἰπεῖν, ὅτι καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας· ὅθεν καὶ καταφρόνησις ἐπάγεται καὶ ταυτοπάθεια. Οὐ γὰρ ἀποστρέφεσθε, ὡς δεῖ. Μὴ χολᾶτε μοι ἐλέγχοντι, οὐδὲ συνοργίζεσθε τοσοῦτον, ὥστε με μὴ λέγειν ὅτι τὸν τοιοῦτον προσλαμβάνεσθε, ἵνα μὴ καταποθῇ τῇ περισσοτέρᾳ λύπῃ· ἀλλὰ συνέρχεσθε ἀθλίπτως καί γε λογιάζετε ἐν ἀπωλείᾳ. Καὶ τὸ, εἰ θεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις, ποιούμενοι, οὐ κατανοεῖτε.

Καὶ ἐγὼ ὁ ἄσωτος καίομαι καὶ διαῤῥήσσομαι τὰ σπλάγχνα· καὶ οἶδα τοὺς βοηθοῦντας μοι· οὐ δὲ γὰρ πάντων κατηγορήσω. Ἀλλὰ τί; μὴ ὅλοι συνευδοκεῖτε καὶ συντρέχοιτέ μοι ἐπὶ τῇ κοινωφελεῖ σωτηρίᾳ; Οὐαί μοι ἐστὶ μὴ ἐπιτιμῶντι, μηδὲ τὸ δικαίωμα τοῦ θεοῦ ἐκδικοῦντι; ἀλλὰ καὶ ὑμῖν μὴ συνοργιζομένοις. Τίς εἰμὶ ἐγὼ ὁ τάλας καὶ ἀκάθαρτος, ἵνα ἐν μέσῳ ὑμῶν οἰκήσω καὶ κτήσωμαι ὑμᾶς τέκνα;

Ἀλλ’ οὖν ἐγένετο· ζητῶ δὲ ἄρτι τὸν χρόνον, καὶ ἐφίεμαι τὸν τρόπον, ὃν οὐκ οἶδα. Εἴ μοι δώῃ κύριος καὶ καταξιώσει τῆς ἀπαθείας πρὸς τὸ τῆς σωτηρίας ἡμῶν ἐφόδιον. Αἱ γὰρ ἐμαὶ ἁμαρτίαι προάγουσαι ὑμᾶς τοὺς ἐπακολουθοῦντας ἐμποδίζειν πεφύκασι.

Τέλος τοῦ λόγου. Εὔξασθε τῷ κυρίῳ, τέκνα μου, ἵνα καὶ ἐμὲ καὶ ὑμᾶς περισώζων περισώσῃ τῇ παντοδυνάμῳ καὶ ἀφάτῳ αὐτοῦ φιλανθρωπίᾳ· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΠΔʹ. Ψυχῆς μεριμνᾷν ἐξόδου κριτηρίων. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Αὕτη ἡ κατήχησις κοινωφελές τι χρῆμα ὑπάρχει· ἐμοί τε γὰρ ἐπιβάλλει ἐρευνᾷν καὶ ἐξερευνᾷν ὅσα εἰς συζήτησιν καὶ ἀπαγγελίαν τοῦ νόμου. Καὶ αὐτὸ τοῦτο πάλιν ὑμῖν ἐφόδιον, ὡς οἶμαι, ὑπάρχει σωτηρίας ἀκούουσι καὶ μανθάνουσι τὰ μαθήσεως ἄξια.

Ὅσον γὰρ ὅσον ἐκ τῆς θεοπνεύστου γραφῆς ἱκανοῦσθε· χρεοποιεῖσθε δὲ οὖν ὅμως τὸν ἡμέτερον πενιχρὸν λόγον. Διόπερ οὕτως πως μικροπρεπῶς καὶ ὀλιγωστῶς ὑπομιμνήσκω, διεγείρω, παρακαλῶ, νουθετῶ, διαγγέλλομαι, προσαπειλῶ. Ἐστὶν ὅτε προθυμοῦμαι, ὑπερεύχομαι, παντὶ τρόπῳ κινῶν καὶ νοῦν καὶ διάνοιαν καὶ λόγον εἰς φωτισμὸν τῶν ψυχῶν ὑμῶν, κἂν σκοτεινός εἰμι λίαν.

Μὴ ἀναμείνητε τοίνυν, τέκνα μου, ἡμέραν ἐξ ἡμέρας εἰς τὸ παραστῆσαι ὑμᾶς ἑαυτοὺς εὐαρέστους τῷ θεῷ· μηδὲ ἀναβάλλεσθε καὶ ὑπερτίθεσθε τὸν καιρὸν πρὸς διόρθωσιν τὴν αὔριον. —Οὐ γὰρ οἴδαμέν τι τέξεται ἡ ἐπιοῦσα—ὡς γέγραπται.

Ἕτοιμοι δὲ ἀεὶ γενοίμεθα πρὸς τὸν θάνατον, πρὸς τὴν ὥραν τὴν ἐξόδιον, ὅτι μικρὰ μέλλομεν πνέειν· καὶ μηδ’ ἐξαργούμενα πρὸς αὐτὴν τὴν μετάστασιν τὴν ὁποιανοῦν καὶ ἡλίκην, ἁδομένην μὲν παρὰ πολλοῖς πατράσιν, ἐναργῶς δὲ μὴ παρισταμένην.

Τίς γὰρ τὴν καταπληκτικὴν τῶν ἀγγέλων θέαν ἀμαυρῶν ἀπαγγελεῖ; Δανιὴλ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν ἰδὼν, καίπερ ὢν προφήτης, πάρετος μικροῦ δεῖν γέγονε καὶ ἄπνους, ὡς τὰ κατ’ αὐτὸν ῥητὰ δηλοῖ. Λοιπὸν ἡμεῖς τί πεισόμεθα τελευταῖον αὐτὴν τὴν πρὸς τὸν θεὸν καὶ κριτὴν τῶν ἁπάντων φοβερὰν καὶ φρικώδη κατάστασιν, καὶ ἀπολογίαν πάντων τῶν βεβιωμένων ἡμῖν ποιούμενοι. Τούτου πρότερον τοῦ προτέρου; —Τίς γὰρ ὑποστήσεται ἡμέραν εἰσόδου αὐτοῦ; —τὶς τῶν προφητῶν ἀνακράζει· καὶ πάλιν ὁ Ἡσαΐας· —Ἰδοὺ κύριος ἔρχεται· καὶ τὸ ἔργον ἑκάστου ἐπὶ τῶν χειρῶν αὐτοῦ—καὶ ἀρεῖ συσεισμὸν εἰς πάντα τὰ ἔθνη διὰ τῆς ἐκβοῆς τῆς ἀρχαγγελικῆς σάλπιγγος· καὶ πρὸ προσώπου αὐτοῦ γυμνοὶ καὶ τετραχηλισμένοι παραστησόμεθα.

Τοίνυν ταῦτα κατανοοῦντες καὶ κατασκοποῦντες, οὐ ταχὺ, ἀδελφοί μου, ἁμαρτήσομεν, κἂν ἐγὼ ὀλισθαίνω ἀεί. Ἀλλ’ εἰ καὶ πέσωμεν, θᾶττον ἀναστησόμεθα. Τίς γὰρ οὕτω ταῦτα ἐννοεῖν ἔχων δύνατ’ ἂν φιληδονεῖν, ἢ μαλακίζεσθαι, ἢ ἐξογκοῦσθαι δι’ ὑπερηφανίας, ἢ τραχύνεσθαι διὰ κενοδοξίας, ἢ ἀφηνιάζειν, ἢ ἀπολακτίζειν, ἢ ἀποκόπτεσθαι ἀδελφότητος, ἢ ἀεργεῖν, ἢ πολϋυπνεῖν, ἢ καταγαστρίζεσθαι, ἢ παῤῥησιάζεσθαι, ἢ γελωτοποιεῖν, ἢ μυθολαλεῖν, ἤ τι ἄλλο τῶν ἀπεπευκταίων; Οὐχὶ δὲ μᾶλλον κατανύσσεσθαι, καταθρηνεῖν τε καὶ κατακόπτεσθαι, προσεύχεσθαι καὶ κατακαίειν τὴν καρδίαν δι’ ἀγάπης θεοῦ· ταπεινοῦσθαι καὶ ὑποτάσσεσθαι, ἐργάζεσθαι καὶ τὰ τῶν ἄλλων βάρη ἀναπληροῦν, σιωπᾷν καὶ εὐκαταστατεῖν, πρὸς πάντων εἶναι καλὸν καὶ εὐκατάρτιστον.

Ταῦτα οὐχ ὡς ἀγνοοῦσιν, ἀλλ’ ὡς εἰδόσιν ἀποδηλῶ ὑμῖν· καὶ οἱ μὲν ποιοῦντες εὐοδοῦσθε· οἱ δὲ ἀπρακτοῦντες ὀψὲ γοῦν τοῦ καιροῦ κινήθητε. Μεγάλης οὖν δωρεᾶς ἀπηλαύσαμεν διὰ τοῦ σχήματος ἀπολυτρωθέντες παντὸς ἁμαρτήματος. Μὴ καθυβρίσωμεν τὴν χάριν, ἵνα μὴ ἐπὶ κεφαλῆς ἡμῶν ἀναδράμῃ καὶ τὰ πρότερα. Μεγάλοι καὶ ἅγιοι νομιζόμεθα καὶ ἀκουόμεθα παρὰ ἀνθρώπων· ἁγιοπρεπῶς καὶ μεγαλοτίμως περιπατήσωμεν· παυσώμεθα ἕκαστος ἀπὸ κακίας αὐτοῦ, καὶ ἀλλοιωθῶμεν τὴν καλὴν ἀλλοίωσιν· ἡμέρα γὰρ ἐγκαινίων ἀεὶ, εἰ θέλομεν· μὴ μάτην ἀναγινώσκωμεν—οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλ’ οἱ ποιηταὶ δίκαιοι παρὰ τῷ θεῷ—ὡς ὁ θεῖος Παῦλος ἐδίδαξε.

Μανθάνω ὅτι καὶ κλέμματά τινα γίνονται, εὑρισκομένων ἐν ταῖς τινων στρωμναῖς, ἃ οὐκ ἀνήκει, βρώματά τινα ἢ καὶ χρηστήρια, καὶ τυχὸν μέχρι ῥαφίδος ἢ καὶ καλάμου, τοῦ μὴ μετὰ γνώμης καὶ εὐλογίας δοθέντος. Καὶ ὅλως ἀκούεται τοῦτο ἐν ὑμῖν, ὃ οὐδὲ ἐν τοῖς κοσμικοῖς δίκαιον εὑρίσκεσθαι.

Τί; ἵνα ἀναπληρώσῃ τὸ μικρὸν τὸν τόπον τῶν μεγάλων, καὶ ἀκούσῃ ὁ τοιοῦτος ὅτι. —οὔτε κλέπται, οὔτε μοιχοὶ μετὰ τῶν ἄλλων τὴν βασιλείαν θεοῦ κληρονομήσουσι· —Καὶ ἐκ τοῦ ἑνὸς καὶ τὰ λοιπὰ προσαναμιμνήσκω.

Φείσασθε οὖν, τέκνα μου, φείσασθε τῶν ψυχῶν ὑμῶν· φοβήθητε τὸ παράδειγμα τοῦ θηραθέντος ἀετοῦ διὰ τοῦ ὄνυχος, ὅτι διὰ μικρόν τι ὅλος ὑπὸ τὴν παγίδα ἐστί. Μὴ, οὐχὶ τὰ πάντα ὑμῖν εἰσιν; Οὐχὶ τὰ χρήματα;

Οὐχὶ τὰ βρώματα; Οὐχὶ τὰ πόματα; Οὐχὶ τὰ ἐνδύματα; Οὐχὶ αὐτὴ ἡ ψυχή μου ἡ πανάθλιος; Τί ἐν τοῖς ὑμετέροις ἀλλοτριοῦσθε; Καὶ κύριος δὲ ὁ θεὸς Ἰησοῦς ὁ Χριστὸς εἰς ἐπίγνωσιν ἀληθείας ἐνέγκῃ τοὺς ὑποπίπτοντας.

Ἀνδρίζεσθε λοιπὸν ἅπαντες, πρῶτον σὺ τέκνον οἰκονόμε, καὶ δράμε ἕως καιρὸν, ἵνα λάβῃς τὸ ἔπαθλον· Οὐδεὶς γὰρ στεφανοῦται. ἑὰν μὴ νομίμως ἀθλήσῃ, ἀκούεις τοῦ ἀποστόλου. Ὡσαύτως καὶ αὐτὸς πρωτοπρεσβύτερε, ὁ τὸν τόπον τῆς ταπεινώσεώς μου ἀναπληρῶν, ὑπόδειξον ἐν σεαυτῷ βίον τὸν ἔνθεον, εἰκὼν εὐσεβείας γινόμενος. Ἔπειτα οἱ πρεσβύτεροι, οἱ διάκονοι, οἱ ἐν ταῖς διακονίαις λαχόντες, εἷς ἕκαστος. Εὐθυμοῦ, κελλαρίτα, ὅτι πολύς σου ὁ μισθὸς καλῶς καὶ ἀπερικάκως διακονοῦντι, διακρίνοντι, τὸ πρόσφορον ἑκάστου διδόντι καὶ λαμβάνοντι, ἀπολογουμένῳ καὶ ἀντακούοντι, φροντίζοντι καὶ μεριμνῶντι, ἐξοδιάζοντι καὶ εἰσοδιάζοντι τῶν χρειῶν.

Διανάστηθι περισσοτέρως καὶ αὐτὸς βεστιάριε, τὴν ἐσθῆτα τῆς ἀδελφότητος, ὡς πορφυρίδα βασιλικὴν περικρατῶν· καὶ μὴ ὅτι ῥάκια πενιχρὰ νόμιζε, ἀλλ’ ὅτι ἅγιά εἰσιν ἐσθήματα καὶ ἱερῶν ἀνδρῶν. Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὰ ταπεινὰ καὶ ἐξουθενημένα ἐξελέξατο, καὶ τὸ καύχημα τῶν πατέρων τὰ πολύῤῥαφα καὶ τὰ κεντονάρια. Οὐκ οἶσθα τί λέγει τις τῶν πατέρων; Ὅτι τοιοῦτον ὀφείλει εἶναι τοῦ μοναχοῦ τὸ ἱμάτιον ὡς τριήμερον ἐν ὁδῷ ἐῤῥιμμένον, μὴ αἴρεσθαι ὑπό τινος.

Δώῃ δὲ ὑμῖν ὁ κύριος, ἃ ἀκούετε, καὶ φυλάττειν. Βλέπε σὺ ὀστιάριε λόγον εὔσημον καίριόν τε καὶ σοφὸν, πανοῦργόν τε καὶ ἁπλοῦν, καὶ πολυειδὴ ποιοῦ πρὸς τοὺς παραβάλλοντας· καὶ ὅτε τὴν ἄνοιξιν ἔχοις ἐν ταῖς ὡρισμέναις ἡμέραις, μὴ τῶν κατὰ σάρκα συγγενῶν ἐρχομένων τινῶν διαπορθμεύηται λόγος καὶ ἀπόκρισις εἰς τοὺς ἀδελφούς· καὶ γένηται βλάβη· ἀλλ’ ἀγγελικῶς περιπάτησον τὰ χρήσιμα καὶ λαλῶν καὶ σιωπῶν. Δυναμοῦ, ὀψοποιὲ, ὅτι καὶ ἐπίμοχθος καὶ εὐτελὴς ἡ διακονία· ἀλλ’ ὑπὲρ καλλιγραφικὴν καὶ ἀναγνωστικὴν μισθαποδοσίαν ἔχει.

Καὶ ἵνα μὴ εἰς μῆκος ἐκτείνω τὸ γράμμα τὸ καθέκαστον ἐπεξιὼν, συνεπεγείρεσθε ἅπαντες πρὸς ἑνὸς καλοῦ ἐργασίαν καὶ ὡς μέλισσαι Χριστοῦ ὑπάρχετε, καρπὸν γλυκὺν καὶ ἀνήροτον τὰ καλὰ ὑμῶν ἔργα προσάγοντες τῷ κυρίῳ εἰς βασιλείας οὐρανῶν κληρονομίαν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΠΕʹ. Φέρειν τὰ δεινὰ κρειττόνων ἐλπίδι. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Εἰ καὶ ὀλιγοστοί ἐστε τανῦν, ἀλλ’ οὐκ εὐκαταφρόνητοι τῇ ταπεινώσει ἡμῶν. Εἴρηκε γὰρ ὁ κύριος ἐν τοῖς ἁγίοις αὐτοῦ εὐαγγελίοις· —Μὴ καταφρονήσητε ἑνὸς τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. —Ἀλλ’ ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ καθεκάστου τὸ αἷμα ἐξέχεεν ὑπομεμενηκὼς τὸν διὰ σταυροῦ θάνατον.

Διατοῦτο προθυμοῦμαι ἑκάστοτε καίπερ ὢν ἀπεγνωσμένος ἢ στόματι ἢ γράμματι, ὑφηγεῖσθαι ὑμῖν τὰ πρακτέα καὶ τὰ ῥητέα· καί μοι παραστήσατε τὰς ἀκοὰς ἐγρηγορούσας, καὶ μὴ κατανυστάξητε ἐν τῇ μικρᾷ μου ὑπομνήσει· ἀλλὰ συμπίνητε εἴ τι ἐκ τῶν λεγομένων ὠφέλιμον.

Παρακαλῶ οὖν ὑμᾶς, ὦ ἐπιπόθητοι· στήκετε· ἀνδρίζεσθε γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, γινώσκοντες τὴν πάλην μὴ εἶναι πρὸς αἷμα καὶ σάρκα, πρὸς δὲ τὸν ἀόρατον καὶ πικρὸν διώκτην σατανᾶν, καὶ τὰς ὑπ’ αὐτοῦ ἀποστατικὰς δυνάμεις.

Ἐὰν τοίνυν ἐνσκήψῃ ἐπιθυμίας λογισμὸς ἔν τινι, μὴ θορυβείσθω, μηδὲ ταρασσέσθω· δι’ εὐχῆς δὲ στεναγμοῦ καὶ προβολῆς δακρύων τοῦτον τροπούσθω καὶ ἀποκρουέσθω, ἀναμιμνησκόμενος τὸ πῦρ ἐκεῖνο, καὶ ὡς ὁ νῦν ἀναπτόμενος ἐμπυρισμὸς τῷ σώματι ἡμῶν ἐκείνην τὴν φλόγα ἀνακαίει.

Διὰ τοῦτο ἀποτεφρούθω ὁσάκις ἂν καὶ ἐγγίνηται τῆς ἡμέρας, καὶ οὐ κατάκριτον ἡμῖν· ἐὰν ἀθυμία συμπέσῃ καὶ ἐπισκότισις λογισμῶν βάρος ἐπιφέρουσα τῆς ἀσκήσεως, καὶ τὸ ὀχληρὸν ὡς πολυχρόνιον οὔ πως ἐξανισθείη. Ἄνω σου βλεπέτω τὸ ὄμμα τῆς καρδίας· καὶ συνέκοψαι τοῦ δαίμονος τὴν σκαιωρίαν δι’ ἀθυμίας καὶ λογισμοῦ τοῦ καθ’ ὥραν θανάτου. Πᾶς οὖν ὁ κόψων ἰσχυέτω τὴν ἀνάπαυσιν μετεωριζόμενος τῆς ἀτελευτήτου ζωῆς.

Ἐπισκηνώσοι οὖν ἡ χάρις τοῦ κυρίου ἐφ’ ὑμᾶς, τέκνα ἠγαπημένα· καὶ δώῃ ὑμῖν καρτερῶς φέρειν τὰ παρόντα λυπηρὰ, ἀγωνίζεσθαι, πυκτεύειν, ἐξανύειν τὸν δρόμον, μὴ ὑποσκελίζεσθαι. Εἰ δέ τι καὶ γένηται, ὅπερ ἀπεύχομαι, θᾶττον ἀνίστασθε· ὁρᾶτε οἷα τὰ βλεπόμενα· οὐρανὸς μὲν ὑψηλὸς κατὰ τὸ γεγραμμένον, γῆ δὲ βαθεῖα· καὶ τίς ἀναβήσεται τῶν ἐῤῥιμένων τῇ ἁμαρτίᾳ;

Διὰ τοῦτο βδελύξασθε, μισήσατε, ἀποστυγήσατε πρὸς αὐτὴν ἐχόμενοι τοῦ ἀγαθοῦ, πράσσοντες τὰ φίλα θεῷ. Δέομαι οὖν συγκατορθώσωμεν τοῖς μεγάλοις· καὶ τὰ νομιζόμενα μικρὰ, τὴν ἀργολογίαν, φημὶ, καὶ τὴν γελωτοποιΐαν ἡσύχως. Τέκνα μου, διεξάγοισθε εἰς ἕκαστον.

Καὶ ὅτε κινεῖτε συντυχίαν πρὸς ἀκηδίας διάλυσιν, καὶ αὐτὴ χρηστὴ ἔστω· εἴ τε γὰρ περὶ τοῦ προκειμένου ἐργοχείρου ὑμῶν, ἢ γραφικοῦ ζητήματος, ἢ τοῦ ἐν τῷ κανόνι ἀναγνώσματος, ἢ τοῦ περί τινος ἁγίου πολιτεύματος, ἢ τῆς διαζεύξεως τοῦ σώματος ἡμῶν, τῆς τῶν ἀγγέλων πρὸς ἡμᾶς ἐπιδημίας, τῆς ἐπὶ τοῦ κυρίου καὶ θεοῦ περὶ παντὸς τοῦ ἐν σαρκὶ βίου ἡμῶν ἀπολογίας· ὅπως μὲν οἱ ἅγιοι ἀπελεύσονται εἰς χαρὰν ἀνεκλάλητον, οἱ δὲ ἁμαρτωλοὶ εἰς τιμωρίαν ἀθεράπευτον.

Καὶ ἆρα πῶς τούτου τοῦ πάθους, φησὶν, ἐρωτῶντες ἀλλήλους περιγενοίμεθα; Καὶ τὸ κατόρθωμα τοῦτο ποταπῶς προσκτησόμεθα; τὸ δάκρυον ἡνίκα προχέει, καὶ ἐκ ποίου τρόπου ἐκβλύζει; Καὶ ὅτε δι’ ὑπακοῆς ἀνυποκρίτου, καὶ ταπεινώσεως καὶ σιωπῆς χειλέων ῥεῖ καὶ καταρδεύει τῆς ψυχῆς τὰ βλαστήματα, παραδείσου δίκην ἀνατέλλουσα τὸ ξύλον τῆς ζωῆς· ἀποξηρεύεται δὲ πολυλογίᾳ, γελοιασμοῖς, ἀκαιροβλεψίαις, παραγογγυσμοῖς, τραχιλογίαις, πολυϋπνίᾳ καὶ πολυβρωσίᾳ. Ἀλλ’ ὁποῖον ἐθέλομεν γυμνάζειν πάθος ἐξουσία ὑμῖν. Τίς ἐν ὑμῖν βιάζεται κατὰ πάντα ὑπακούων καὶ μηδὲ προσώπῳ ἐπιδεικνὺς τὸ λυπηρόν; Τίς ὑμῶν ἀκριβεύεται μὴ προϊέσθαι λόγον λυπηρὸν τῷ πλησίον αὐτοῦ, τοσοῦτον, ὅσον εἰς ἑαυτὸν, καὶ οὐκ εἰς τοὺς προσηκόντως λαλουμένους ὑπαιτίους ὁ λαλῶν; Διότι Πέτρος φησὶ πρὸς τὸν κύριον· ὅτι ἀκούσαντες τὸν λόγον ἐλυπήθησαν οἱ Φαρισαῖοι· ἀλλὰ τί ὁ κύριος; —Πᾶσά φησι φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.

Τοῦτο τὸ ἔργον ἡμῶν. αὕτη ἡ ζωὴ ἡμῶν· διατοῦτο ἐξεληλυθότες ἐκ τοῦ κόσμου παρεῤῥίφημεν ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα εὐαρεστήσωμεν αὐτῷ, ἵνα κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν τῇ ὑπομονῇ ἡμῶν, ἵνα ζηλώσωμεν εἰς ἀγαθὸν χαίροντες τὴν ἐν κυρίῳ χαρὰν, σκεπόμενοι ταῖς τῶν ἁγίων πατέρων εὐχαῖς· αὐτοί τε καὶ ἡμεῖς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· μεθ’ οὗ δόξα, τιμὴ, καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.