Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΠΣΤ΄-Ϟ΄: Η αλληγορία της αμπέλου και η υπεροχή του μοναχισμού

Παραινέσεις για ειρηνική συμβίωση στο κοινόβιο, με χρήση της αλληγορίας της αμπέλου, και σύγκριση της αγγελικής πολιτείας με τις φθαρτές κοσμικές μέριμνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 18 από 22

ΛΟΓΟΣ ΠϚʹ. Ἐπιμελεῖσθαι ψυχικῆς εὐκαρπίας. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Χθὲς, ἐπειδὴ ἔτυχε τρυγᾶν ὑμᾶς τοὺς ἀμπέλους, εὐλογήσατε τάχα τὰ κλήματα, ἃ πολὺν εἶχον τὸν καρπὸν, καὶ ὑπὸ χεῖρας ὑμῶν ἐτμήθη· ἠνήθητε δὲ ἐφ’ οἷς οὐχ ὑπῆρχον βότρυες, ἡδὺ θέαμα τοῖς ὁρῶσι ὑποδεικνύμενοι.

Τί τοῦτο προοιμιασάμην; Ὅτι καὶ ὑμεῖς ἀμπέλων κυρίου γεγενημένοι, εἰ μὲν ἔχοιτε καρποὺς πνευματικοὺς, καί ἐστε οἱονεὶ πολυστάφυλοι, ἀξιοθαύμαστοι τῷ γεωργῷ τῶν ψυχῶν ἡμῶν ἀναφαίνεσθε. Εἰ δὲ μή· ἄξιοι κατάρας καὶ ἐκκοπῆς; —Πᾶν γὰρ κλῆμα μὴ ποιοῦν καρπὸν ἐκκόπτεταί, φησι, καὶ εἰς πῦρ βάλλεται—.

Βλέπετε δὲ ὅτι, οὐχ ὡς ἔτυχε, καρποφοροῦσά ἐστιν ἡ ἄμπελος· ἀλλ’ ἐπειδὴ φυτεύεται πολλοῖς κόποις, πρότερον αὐξομένη καὶ τελειουμένη ἔρχεται εἰς καρπογονίαν· εἶθ’ οὕτως τέμνεται, σκάπτεται, χαρακοῦται, βλαστομεῖ, καθαίρεται τῶν σκολόπων, τῶν ἀκάνθων, τῆς ὅλης ὑλομανίας· καὶ οὕτως ἐν καιρῷ δίδωσι τὸν καρπὸν μετὰ τὸ πιανθῆναι καὶ κοπρισθῆναι καὶ φυλλολογηθῆναι καὶ τοῖς ἄλλοις, οἷς κατ’ ἐμπειρίαν ὁ γεωργῶν αὐτὴν καταγίνεται. Μὴ οὐχὶ καὶ ἐφ’ ὑμῖν τὸ αὐτό ἐστιν ὁρᾶν; Τίς γὰρ καρπὸν ἤνεγκε πνευματικὸν ταῦτα καὶ τὰ τοιαῦτα μὴ πεπονθὼς; Καὶ οἷον μὴ φυτευθεὶς καὶ αὐξηθεὶς, καὶ ἁδρυνθεὶς ἐν τῇ νοουμένῃ κατὰ Χριστὸν ἡλικίᾳ, σκαφείς τε καὶ τμηθεὶς, χαρακωθείς τε τροπικῶς ταῖς τοῦ κυρίου ἐντολαῖς. Ὁ δὲ μὴ, οὕτως ἀτελὴς καὶ ἄκαρπος· καὶ τρυγῶσιν αὐτὸν, κατὰ τὸ γεγραμμένον, πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν λυμαντικοὶ δαίμονες.

Διὰ τοῦτο παραδεχόμεθα, παρακαλῶ, τὴν κατὰ ψυχὴν γεωργίαν καὶ τὰς περὶ αὐτὴν ἐπιμελείας, αἵ τινές εἰσι ἀσκητικαὶ καταστάσεις, αἱ καθήκουσαι εὐταξίαι, οἱ τῆς ἐγκρατείας πόνοι, οἱ τῆς ἀγρυπνίας κόποι, αἱ τῶν ἐξαγορεύσεων ἐντροπαὶ, αἱ τῶν ἐπιτιμήσεων πληγαὶ, ἡ φυλακὴ τοῦ στόματος, ἡ ἀμετεώριστος καρδία, ἡ ἀκλινὴς πεποίθησις, ἡ ἀκαταμάχητος ἔνστασις τῶν λογισμῶν. Ὁ γὰρ μὴ ταῦτα καταδεχόμενος, καρπὸν φέρειν οὐ δύναται· κλῆμα Χριστοῦ ὀνομάζεσθαι οὐχ οἷόν τε.

Καὶ τίνος ἔνεκεν ἐλαλήθαμεν ἐνταῦθα, ὦ ἀδελφοὶ, ἀλλ’ οὐχ’ ἵνα καρπὸν πολὺν φέρωμεν; Οὐχ ἵνα θρέψωμεν τὸν κύριον τῇ νοητῇ ἡμῶν εὐκαρπίᾳ; Πεινᾷ ἡμῶν τὴν σωτηρίαν ὁ ἀγαθὸς δεσπότης· καὶ εἰ μὲν εὕρῃ, εὐφραίνεται ἀπογευόμενος τοῦ καρποῦ, εἰ δὲ μήγε, ὡς τὴν ἀκαρπίαν τῆς συκῆς ὑπὸ κατάραν ἵστησι. Ἤδη γὰρ αὐτὸς παραβάλλει καθεκάστην, καὶ ἐπισκέπτεται οἷοί ἐσμεν.

Καὶ διὰ τοῦτο χρεία ἀγῶνος, ἐπιμελείας, ζέσεως ψυχῆς, φροντίδος, ταπεινώσεως, ὑπακοῆς, προσοχῆς, ὑμνολογίας, πρᾳότητος, συνέσεως, φιλεργίας, φιλαδελφίας, ὑπομονῆς, κραταιότητος, ἐλπίδος, ὅπως ἂν ἀπαρτήσωμεν αὑτοὺς σκεύη ἐκλογῆς κατηρτισμένους ἐν ἁγίῳ Πνεύματι.

Κεκοπιάκατε, ὁμολογῶ, τεταλαιπωρήκατε ἐν τοῖς προλαβοῦσιν· ἠνέγκατε πολλά· ἠνύσατε διαύλους ἱκανοὺς· ἐνετρέψατε τὸν δολιόν· ἀπεκρούσασθε πολέμους· ἀπεσκορακίσασθε προσπαθείας· ἐγυμνώθητε τῷ κόσμῳ· ἐσταυρώθητε ταῖς ἐπιθυμίαις· ἐφυλάξατε ἐντολάς· ἐτηρήσατε πίστιν πατρικήν· γεγόνατε ἀπτόητοι τῶν ἀνθρωπίνων φόβων· ἡτοιμάσατε τὰς καρδίας ὑπὲρ ἀγάπης τοῦ Κυρίου εἰς θάνατον. Πάντα ὑμῶν ἀποδεκτὰ καὶ ἐπαινετὰ καὶ εὐπρόσιτα· πάντα ἡγιασμένα καὶ πολύευκτα καὶ οὐράνια.

Ἀλλ’ ἔτι μικρὸν, ὅσον ὅσον ὑπομείνωμεν, δέομαι ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, στῶμεν ἀκλινεῖς ἐν τῇ πίστει· στῶμεν ἀπτόητοι ἐν ταῖς ἐπιβουλαῖς τῶν πειρασμῶν τῶν ἀοράτων καὶ ὁρατῶν· μὴ ἀκηδιάσωμεν ἐπίμονον τῆς ζωῆς ἡμῶν μέτρον· μὴ ἐνδόσωμεν πρὸς τὸν καθημερινὸν πόλεμον τοῦ βελίαρ· Χριστὸς ἐμοὶ βοηθός· κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου· γέγραπται. —Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν—.

Οὕτω τοίνυν ἐπᾴδωμεν τοῖς λογισμοῖς· οὕτως ἀνδρειώμεθα κατὰ ψυχήν· οὕτω μεταχειριζώμεθα ἐν προθυμίᾳ τὰς διακονίας εὐτακτοῦντες κατὰ πάντα· μὴ φέροντες λόγον σαπρὸν, γογγυστικὸν, καταλαλητικὸν, ὑβριστικὸν, φατριαστικὸν, παῤῥησιαστικόν.

Οὕτω συναγειρώμεθα πρὸς τὰς ἐργασίας, πρὸς τὰς ἀγρυπνίας, πρὸς τὰς ψαλμῳδίας, πρωτόκλητοι, εὐκίνητοι, ἀπροφάσιστοι, ἱλαροπρόσωποι. Οὕτω συναπτώμεθα πρὸς ἀλλήλους, ἀπαῤῥησίαστοι, καλομελέτητοι, ξενόκοσμοι, οὐρανόφρονες, ὀλιγολάλοι, ἀγέλαστοι, ἀνεκτικοὶ, νικῶντες ἐν τῷ ἡττᾶσθαι, προβαλλομένου τοῦ—Συγχώρησον—ὅπλον κατὰ τοῦ διαβόλου μέγιστον, ἄκακοι, εἰρηνικοί.

Εἶπεν ὁ κύριος πρὸς τὸν Πέτρον· —Βόσκε τὰ ἀρνία μου· ποίμαινε τὰ πρόβατά μου. Εἰ φιλεῖτε ἄρνες τοῦ κυρίου ἀκούειν καὶ πρόβατα ὀνομάζεσθαι, μὴ ὡς ἔριφοι σκιρτᾶτε· μὴ ἐπὶ τὰς τῶν παθῶν ἀκάνθας ἵεσθε, μὴ πολυκραυγάζετε· ἀλλ’ ἠπίως καὶ εἰρηνικῶς ἄγοισθε εἰς νομὰς ζωηφόρους τῶν ἐντολῶν τρεφόμενοι, καὶ εἰς τόπον ἀπαθείας κατασκηνούμενοι, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΠΖʹ. Τοῦ κοινοβίου τὸ τραχὺ κούφως φέρειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Εὐλογῶ τὸν θεὸν τῶν πατέρων ἡμῶν καθεκάστην ἡμέραν τὸν δυναμοῦντα καὶ κραταιοῦντα ὑμᾶς εἰς τὴν ἀθλητικὴν ὑμῶν ἔνστασιν τῆς ὑποταγῆς. Καὶ ἡ ταπεινὴ εὐχή μου, ἵνα ἐπὶ πλεῖον ἀνοίξῃ κύριος τοὺς ὀφθαλμοὺς τῶν διανοιῶν ὑμῶν ἐπιβλέψαι πᾶσας τὰς ὁδοὺς αὐτοῦ εἰς τὸ λαβεῖν ὑμᾶς ἔρωτα τῆς περὶ αὐτὸν θείας ἀγάπης καὶ κατακοιμῆσαι πάντα πόθον σαρκικόν· καὶ ὑπεράνω γενέσθαι τῆς τῶν παθῶν κατακρατήσεως, ὥστε εἶναι ὑμᾶς τετελειωμένους καὶ πεπληρωμένους ἐν παντὶ ἔργῳ ἀγαθῷ.

Τοῦτο δὲ, ὡς ἴστε, τέκνα μου, οὐκ ἀμογητὶ γίνεται, οὐδὲ ἀταλαιπωρήτως, οὐδὲ ἐπισυντόμως· ἀλλ’ ἐν πολλῷ μόχθῳ καὶ κόπῳ νυκτὸς καὶ ἡμέρας βιαζομένων καὶ ἐκβιαζομένων ἡμῶν τὴν φύσιν καὶ φερόντων πάντα τὰ ἐπισυμβαίνοντα λυπηρὰ, εἴ τε ἐξ ἀνθρώπων, εἴτε ἐκ δαιμόνων κατὰ κοινοβιακὴν ἡμῶν ζωήν. Ὁ γὰρ μὴ ἀποκαμῶν ἐν τούτοις, ἀλλὰ βοηθείᾳ θεοῦ ὑπομένων καὶ καρτερῶν καὶ λόγον ὑβριστικὸν καὶ ἐπίταγμα φορτικὸν καὶ κανόνα ἐπιτιμητικὸν ἀφορισμοῦ, ξηροφαγίας, παραστάσεως, ὀνειδισμοῦ, ἑτέρου τινὸς ἄλλου τῶν εἰωθότων, οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ, καὶ οὐκ ἀποτεύξεται τῆς βασιλείας τῶν οὐρανῶν.

Λοιπὸν καλὸν καὶ μακάριον τὸ φέρειν τὰ τοιαῦτα παθήματα καὶ γίνεσθαι ἀθλοφόρον Χριστοῦ, καὶ μὴ ἀπεκδοκεῖν καὶ ἐκφέρεσθαι ἐν τοῖς ἀριστεροῖς οἱονεὶ ὀργὰς ἀναλαμβάνοντα καὶ μάχας, αὐθαδείας τε καὶ οἰήσεις, ἀντιλογίας τε καὶ ἔχθρας, ἀνυποταξίας τε καὶ ἔριδας, πικρίας καὶ καταλαλιὰς, συκοφαντίας τε καὶ ψευδολογίας, διαβολάς τε καὶ ἐπιφθονήσεις, παρακοάς τε καὶ γελωτοποιΐας.

Φθάζει δὲ ὁ λόγος εἰπεῖν παλαίστρας τε καὶ δρόμους· τοσοῦτο γὰρ ἐξώκειλάν τινες ἐν ὑμῖν, καθὼς μανθάνω ἄρτι, εἰς κακίαν. Καί γε οἱ τοιοῦτοι πῶς δύνανται εἶναι καὶ ἀκούειν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἀλλ’ οὐχὶ μᾶλλον υἱοὶ ἀπειθείας καὶ τέκνα ὀργῆς καὶ κληρονόμοι οὐ τῶν αἰωνίων ἀγαθῶν, ἀλλὰ τῶν ἀτελευτήτων βασανιστηρίων;

Μὴ γὰρ οὐκ ἀγγελικὸν τὸ σχῆμα ἡμῶν, ἀδελφοί μου; Μὴ οὐ πανάγιος βίος; Μὴ οὐ θεόληπτος δρόμος; Τί λέγει ὁ μέγας ἀπόστολος; „Εἰ γὰρ ἃ κατέλυσά, φησι, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι“. Ἀπεκδυσάμεθα οὖν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὴν ἀπάτην τοῦ πολυμόρφου ὄφεως· ἀπεταξάμεθα τοῖς τῆς πρώτης καὶ πικρᾶς γεύσεως καὶ ἐξορίστου παρακοῆς, δι’ ὧν πολυπαθὴς θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Εἰάσαμεν τὰ τῆς μοχθηρᾶς γενέσεως ἡμῶν αἴτια· Τοῦτο πρῶτον μὲν ἐν τῷ δι’ ὕδατος καὶ πνεύματος βαπτίσματι. Ἔπειτα κατὰ μεγάλην φιλανθρωπίαν θεοῦ, καὶ ἐν τῷ δευτέρῳ τῆς μετανοίας καὶ ἀποταγῆς βαπτίσματι· καὶ τὰς ὁμολογίας ἡμῶν ἔχει θεὸς ἐγγεγραμμένας διὰ μαρτυρίας τῶν ἁγίων αὐτοῦ ἀγγέλων. Ἔχω δὲ καὶ ἐγὼ ὁ τάλας σεσημειωμένας.

Ἀπεκάρθητε, ἐφωτίσθητε· ἐλύθητε τῶν δεσμῶν τῆς ἁμαρτίας· ἐνεδύσασθε τὸν νέον ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Τί αὖθις παλινδρομεῖτε; Τί πρὸς τὸν ἴδιον—ἐμαυτὸν—ἐπιστρέφετε; Τί ὡς κύων ἐπὶ τὸ ἴδιον ἐξέρασμα, παροιμιακῶς εἰπεῖν, ὑπονοστεῖτε; Τί ἀνεύθετοι γίνεσθε κατὰ τὸν λόγον τοῦ κυρίου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;

Διὰ τὸ βαλεῖν τὴν χεῖρα ὑμῶν ἐπ’ ἄροτρον καὶ στραφῆναι εἰς τὰ ὀπίσω. Ἀγαπῶν ὑμᾶς λέγω· μάρτυς κύριος, φειδόμενος, ἀγαπῶν, περιπονούμενος. Τί λέγει ἐν τῇ παλαιᾷ διαθήκῃ περὶ τῶν Ἰσραηλιτῶν, ὅτι ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον· ἐπειδὴ ὑπεμιμνήσκοντο τῶν κρομύων καὶ κρεῶν καὶ λεβήτων τῶν ἐν Αἰγύπτῳ, καὶ τῆς ἐκεῖσε δυστήνου αὐτῶν ζωῆς. Τάχα καὶ ἡμεῖς ἐστράφημεν εἰς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου, καὶ ἃ ἐνηργοῦμεν ἐκεῖ, πράττοντες ὧδε. Οἴμοι πῶς ὀφείλοντες εἶναι ἰσάγγελοι, οὐδὲ ὡς οἱ εὐσεβεῖς λαϊκοὶ φαινώμεθα, ἐκ τῆς κατ’ ὀλίγον ἀμελείας ἐρχόμενοι καὶ εἰς αὐτὰ τὰ καίρια τῶν παραπτωμάτων.

Ἀλλ’ ἔστω μου ἡ ταπεινὴ κατήχησις, εἰ βούλεσθε, παρακαλῶ· τοῖς μὲν ἀπτώτοις ἀσφάλεια, τοῖς δὲ πεπτοκόσιν ἰατήριον, τοῖς δὲ ἀμελοῦσιν ἀπειλητήριον, τοῖς δὲ σπουδαιοτέροις προθυμητήριον, τοῖς δὲ νεοπαγέσι ἀπαρκτήριον, τοῖς δὲ ἀτονοῦσι ὑπομνητήριον, τοῖς δὲ πολεμωμένοις βοηθήριον, τοῖς δὲ ἀκηδιῶσι διεγερτήριον· καὶ ἀπλῶς τοῖς πᾶσι τὰ πάντα, εἴπερ καὶ ἔχετε, σωτήριον.

Δι’ ὑμᾶς γὰρ καὶ τὸ λέγειν με ὅλως καὶ ἀναπνεῖν πάρεστιν· ἐπεὶ τὸ τῆς ἀλογίας μου καὶ ἀπανθρωπίας μου ἐπίσταμαι. Ὁ δὲ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐσφαλμένα διορθώσεται καὶ τὰ κατωρθώματα ἐπιβεβαιώσει, καὶ τὰ ἐλλιπῆ ἀναπληρώσει· καὶ ὡς ἐξήγαγεν ἡμᾶς τῆς κοσμικῆς Αἰγύπτου, καὶ διήγαγε τῆς ἁμαρτητικῆς ἐρήμου διαβιβάσειε καὶ τῆς τῶν παθῶν πονηρᾶς θαλάσσης, σχίσας αὐτὴν καὶ ἀποξηράνας, καὶ ποιήσας ἡμῶν βάσιμον τὴν ἀρετὴν, καὶ καθὼς ὠνόμασεν ὀνομάσειεν ἔτι λαὸν αὐτοῦ ἐκλεκτὸν καὶ ἔθνος ἅγιον· καὶ κατασκηνώσειεν εἰς τὴν γῆν τὴν ἀγαθὴν τῶν ἀρετῶν, μᾶλλον δὲ διὰ θανάτου εἰς τὴν τῶν πρᾳέων χώραν.

Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΠΗʹ. Πρὸς τὴν μοναχῶν εὐδρομεῖν θείαν τρίβον. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Καλὸν μὲν καὶ τὸ λαλεῖν καὶ ὑπομιμνήσκειν τὰ δέοντα· ἤθελον δὲ μᾶλλον πρακτικῶς ὑμᾶς διδάσκειν καὶ συνετίζειν. Ἐγὼ δὲ, ὡς ὁρᾶτε, εἰμὶ πτωχὸς καὶ πένης τῶν ἀρετῶν, οὐδὲν κεκτημένος ζηλωτὸν, εἰς τὸ μιμεῖσθαι ὑμᾶς ἐπικαλῶ. Ἐρῶ δὲ τῆς βελτιώσεως, καὶ ἐπιθυμῶ τῆς διορθώσεως· τοῦτ’ ἂν γένοιτο δι’ εὐχῶν τῶν προπατέρων μου· οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς ὑμῶν αὐτῶν ἱκετηρίας· πιστεύω γὰρ ὅτι ἰσχύει πρὸς σωτηρίαν μου. Καὶ πόθεν γὰρ καὶ ὅς εἰμι μικρός πως εἰμὶ, ἐκ τῶν προσευχῶν ὑμῶν στηριζόμενος;

Δεῦρο δὴ λοιπὸν, καγὼ καὶ ὑμεῖς ἐκτιναξάμενοι τὸ ῥάθυμον τῆς ψυχῆς καὶ ὀκνηρὸν, ἀσπασώμεθα τὴν δέουσαν σπουδὴν καὶ ἐπιμέλειαν, κατορθοῦντες τὰς ἐντολὰς τοῦ κυρίου μᾶλλον καὶ μᾶλλον. Δεῦρο κατεπειχθῶμεν εἰς τὸ νικᾶν ἀλλήλους, οὐκ ἐν τῷ λέγειν, οὐδὲ ἐν τῷ λυπεῖν, οὐδὲ ἐν τῷ ἱστᾶν τὸν οἰκεῖον λόγον. Πονηρὰ γὰρ ταῦτα καὶ τῆς ἐναντίας μερίδος, ἀλλὰ ἐν τῷ ἡττᾶσθαι καλῶς καὶ ὑποφέρειν ῥῆμα ἐμπαικτικὸν, ὀνειδιστικὸν, χλευαστικόν· ἀγαθὰ γὰρ ταῦτα καὶ τῆς μερίδος τῶν ἁγίων.

Δεῦρο συναμιλληθῶμεν ἀλλήλους· οὐκ ἐν τῷ ταράσσειν καὶ ταράσσεσθαι, οὐδὲ ἐν τῷ αἴρειν ὀφρὺν κατὰ τῶν εὐτελεστέρων, οὐδὲ ἐν τῷ ὑψαυχενεῖν κατὰ τῶν βελτιόνων. Ταῦτα γὰρ τοῦ τραχηλιάσαντος κατὰ θεοῦ παντοκράτορος, καὶ ἐξ οὐρανίου ὕψους εἰς τὰ τῆς γῆς κατώτατα ὀλισθήσαντος· ἀλλ’ ἐν τῷ εἰρηνεύειν καὶ εἰρηνεύεσθαι, πρᾳΰνειν καὶ πρᾳΰνεσθαι, συνεσταλμένα τε ἔχειν τὰ ἤθη, καὶ καταβεβλημένον τὸ φρόνημα.

Ταῦτα γὰρ τοῦ Υἱοῦ τοῦ θεοῦ τοῦ δι’ ὑπακοῆς καὶ ταπεινώσεως ἀνθρωπισθέντος καὶ τὸ ἀνθρώπινον σώσαντος διὰ σταυροῦ καὶ θανάτου. Δεῦρο μιμησώμεθα ἀλλήλους, οὐκ ἐν τῷ ὀκνεῖν καὶ ἀναδύσθαι καὶ παραλείπειν ἐν ταῖς θείαις καὶ ἡμεριναῖς λειτουργίαις, οὐδὲ ἐν ταῖς νυκτεριναῖς ψαλμῳδίαις καὶ παραστάσεσι.

Ταῦτα γὰρ τῶν ῥαθύμων καὶ νηπιαζόντων· ἀλλ’ ἐν τῷ εὐκινήτους εἶναι προκαταλαμβάνοντας καὶ τὸν ναὸν τοῦ θεοῦ καὶ τὰς ἀπάρξεις τῆς ὑμνῳδίας· ταῦτα γὰρ τῶν σπουδαίων καὶ ἐναρέτων· καὶ, ἵνα μὴ ἓν καθ’ ἓν λέγων μηκύνω τὴν κατήχησιν· οἱ πάντες ἐν καλῷ ζηλώσωμεν ἀλλήλους, συμφραχθῶμεν τῇ ἀπαῤῥησιάστῳ ἀγάπῃ, τῇ εἰρηνικῇ καταστάσει, τῇ εὐζωϊκῆ ταπεινοφροσύνῃ.

Φευξώμεθα τὰς πονηρίας, διαδράσωμεν τὰς καταλλήλων ὑπονοίας· κραταιώσωμεν ἐν πίστει τὰς ψυχὰς τῇ πνευματικῇ συναφείᾳ. Μή τις Ἰούδας· μὴ δ’ αὖ προδότης, μὴ μὴν δίψυχος καὶ ἀκατάστατος, μηδὲ ἀκρατὴς καὶ φιλόπορνος, μηδὲ σοβαρὸς καὶ καυχηστιάριος, μηδὲ σκληροτράχηλος καὶ ἀπίθανος, μήτε μὴν ζητῶν ἡμέραν ἀπωλείας καὶ καιρὸν ἀσωτίας καὶ τρόπον κακουργίας· μὴ οὖν παρακαλῶ.

Μηδαμῶς ταῦτά τις ἡμῶν ἐνεργείτω καὶ πραττέτω· ἀλλὰ τὰ καλά τε καὶ ὅσια καὶ εὐάρεστα, ἡμέρας ἐξ ἡμέρας ἀναμένων τὴν ὥραν τῆς τελευτῆς αὐτοῦ καὶ προσαπεκδεχόμενος τὴν ἡμέραν τῆς ἀποκαλύψεως τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐν ᾗ τὸ πᾶν μεταποιηθήσεται· οὐρανὸς ἑλισσόμενος, ὁ ἥλιος σκοτιζόμενος, οἱ ἀστέρες πίπτοντες, ἡ γῆ μεταλλασσομένη, πάσης πνοῆς ἐξισταμένης καὶ διδούσης λόγον ἐπὶ τοῦ φοβεροῦ καὶ ἀπαραλογίστου βήματος ἐκείνου κατέναντι πάντων ἀπείρων ταγμάτων τῆς ἀγγελικῆς τάξεως ὑπὲρ λόγων, ὑπὲρ ἔργων, ὑπὲρ ἐνθυμημάτων, ὡς γέγραπται.

Ἀλλὰ τίς σοφὸς, καὶ φυλάξει ταῦτα; τίς συνετὸς, καὶ μεριμνήσει ταῦτα; Καὶ διὰ τοῦτο ἐν ἀνενδοιάστῳ καὶ ἀληθινῇ πίστει, ἐν ἀκλινεῖ ὁμολογίᾳ, ἐν σεμνῇ καταστάσει, ἐν πολιτείᾳ καθαρᾷ φυλάττων φυλάττει ἑαυτὸν, καὶ θησαυρίζων θησαυρίσει τὰς θείας ἀρετάς. Μακάριος οὗτος ἐμοὶ τῆς καλῆς ἀναβάσεως, κἂν μήτε εὐανάγνωστός ἐστι, μήτε εὐλαλήστατος, μήτε μελουργόψαλτος μήτε λεξίλογος, μήτε γράμματα ὅλως εἰδὼς ἐξ ἀδυναμίας φύσεως.

Τί δὲ ὠφελήσει ἄνθρωπος εἴπερ τὰ προειρημένα εὐφυῶς κέκτηται· μᾶλλον δὲ ἵνα κερδήσῃ ὅλον τὸν κόσμον, κατὰ τὸ λόγιον, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ διὰ τῶν ἐναντίων πράξεων; Οὐαὶ, οὐαί· Ἄβαλε, ἄβαλε τῆς τηλικαύτης τυφλώσεως, ὅπερ μὴ δώῃ θεὸς γενέσθαι ἔν τινι ἡμῶν· ἀλλὰ καὶ αὐτὰ τὰ φυσικὰ διά τε γλώττης καὶ χειρὸς καὶ γνώσεως θεοδώρητα κατορθώματα.

Οὐ γὰρ ἔχομέν τι ἐξ αὐτῶν, τὸ γὰρ μὴ οὕτω λογίζεσθαι φέρει τὴν πτῶσιν. Μετὰ ταπεινώσεως κατέχωμεν καὶ κοινωφελῆ ποιώμεθα, ἐφόδια οὐ μᾶλλον δι’ ἑαυτοὺς, ἢ διὰ τοὺς πλησίον λογιζόμενοι λαβεῖν ἡμᾶς παρὰ θεοῦ. Ὁ γὰρ οὕτως ὑπολαμβάνων θεόσωστός ἐστι, ἄπτωτος, περικαλλὴς, ἀμφικαλλὴς, πειθήνιος, ἐράσμιος, χρησιμώτατος τῷ ἰόντι, στόμα τῶν βραδυγλώσσων, γλῶσσα τῶν ἀγροικοτέρων, ψαλμὸς τῶν ἀφωνοτέρων, μέλος τῶν ἀμελουργοτέρων, λέξις τῶν ἀμαθεστέρων, χεὶρ εὐφυὴς τῶν ἀφυεστέρων, διοίκησις τῶν ἀπειροτέρων, φρόνησις τῶν ἀπλουστέρων, γνῶσις καὶ παίδευσις τῶν ἐλλιμπανομένων.

Τοιγαροῦν τοιαῦτα ἀποδυόμενοι γνωρίζετε ἑαυτοὺς υἱοὺς φωτὸς, φίλους θεοῦ ἄνδρας ἐναρέτους, ἀνθρώπους θεομακαρίστους ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΠΘʹ. Μὴ παλινοστεῖν πρὸς τὰ φαῦλα σπευστέον. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Τὴν ἐμαυτοῦ δύναμιν καὶ νῦν καταλαμβανόμενος οὐκ ἀποκνήσω τὴν μικρὰν καὶ εὐτελῆ καὶ συνήθη ὑπόμνησιν τῆς κατηχήσεως ποιεῖσθαι ὑμῖν· ἐρῶν μὲν πολλὰ καὶ συμφέροντα ὁμιλεῖν καὶ ποικίλλειν τὸν λόγον εἰς θεωρίας πνευματικὰς καὶ πράξεις εὐσεβεῖς, καὶ ἐντεῦθεν ἀναζωπυρεῖν ὑμᾶς τῷ πνεύματι καὶ πτεροῦν πρὸς τὸν θεῖον ἔρωτα.

Ἀποτυγχάνω δὲ τοῦ σκοποῦ διὰ στενότητα νοῦ καὶ ἀπορίαν γλώσσης καὶ ἔργων μου ἐρημίαν. Ὑμεῖς δὲ, ὡς κελεύετε, φάσκετε καὶ ἀποσεμνύνειν με ἀλόγως ἐξ ἀγάπης μὴ παύσησθε, παραβιαζόμενοι πρὸς ὃ δὲ ὑμῖν ὁ λόγος.

Τέκνα μου ἠγαπημένα, ὁρῶ καὶ περιβλέπομαι ἕνα δι’ ἑνὸς καὶ κατανοοῦμαι, πῶς εὐσταθῶς πορεύεσθε καὶ ἐνθέως βιοτεύετε καὶ ταπεινοφρόνως ὑποτάσσεσθε· καὶ δοξάζειν προῆγμαι τὸν θεὸν ἀκαταπαύστως, τῆς ἐμῆς ἀναξιότητος εἰδὼς τὸ ἀλυσιτελέστατον.

Εἶτα μετὰ τὸ δοξάζειν καὶ χαίρειν ἀγωνιῶ τὸ εὐμετάτρεπτον καὶ παλίμβολον τῆς ἀνθρωπίνης ἀσθενείας καὶ ἐλαφρότητος· Οὐ γὰρ ὁ ἐναρξάμενος ἔργου μακαριστός· ἀλλ’ ὁ ἀπ’ αὐτοῦ παρειωθεὶς καὶ κατὰ μικρὸν ἐν ἕξει γεγονὼς καὶ ἀνατρέχων εἰς τελειότητα.

Ἐπεὶ δὲ καὶ ἐργῶδες τὸ ὡσαύτως ἀεὶ ἔχειν καὶ μὴ ὑπαχθῆναι ταῖς παρατροπαῖς τῆς μοχθηροτάτης κακίας, παρακαλῶ καὶ δέομαι· βαδίσωμεν τὴν ἀληθινὴν ὁδὸν τοῦ θεοῦ, τὴν βασιλικὴν καὶ μεσαιτάτην· μήτε εἰς τὰ δεξιὰ, μήτε εἰς τὰ ἀριστερὰ ἀποκλίνοντες, ὥς φησι τὰ λόγια, ἀλλὰ τῷ κανόνι καὶ τῇ ἐντολῇ καὶ τῷ νόμῳ τῆς κοινοβιακῆς καταστάσεως διαπραγματευσώμεθα τὸ τῆς παραυτίκα ζωῆς ἐπίκηρον.

Ἡ δὲ κοινοβιακὴ ζωὴ πάντα εὐμαρῶς θεωρεῖ καὶ βουλεύεται· οὐκ ἔχει τὸ ἰδιοθελὲς καὶ μονοῤῥεπὲς, οὐδὲ τὸ αὐτοσύνετον καὶ ἰδιοπροαίρετον· οὐκ ἔχει τὸ λαθροκακοῦργον, οὐδὲ τὸ πολυπονήρευτον καὶ ἐκζητητικὸν καὶ πανεξερεύνητον· οὐκ ἔχει τὸ εἰς πολλὰ ἕλκεσθαι καὶ φέρεσθαι κἂκ τούτου ἀδημονεῖν τε καὶ ἐκτήκεσθαι ἐγκράτειαν ὀρεγομένη, ἔντευξιν, κατάτηξιν, χαμευνίαν, ἐπίδοσιν ἄλλην τινὰ τῶν ἀγαθῶν· ἢ μόνον τὸ μονοειδὲς τῆς μακαρίας καὶ ὁσίας ὑπακοῆς κατόρθωμα. Δι’ ἐκείνου πάντα περιλαμβάνουσα καὶ ἐν πᾶσι κατευθυνομένη, ὡς οἱ πατέρες διηγορεύουσιν.

Ἀντιβολῶ οὖν ὑμᾶς ἀποληγόρως, στήκετε ἐν τῇ πέτρᾳ τῆς πίστεως ὑμῶν, καὶ ἀπροσκόπως βαδίζετε τὴν τρίβον τῆς ἀρετῆς ὑμῶν· καὶ μὴ ἴδοιμι κατὰ πρόσωπον τῆς ἁμαρτίας μου ἕνα ἐξ ὑμῶν θήραμα γενόμενον τῷ διαβόλῳ κατὰ πάντα ἁμαρτητικὸν τρόπον· εἴτε δι’ ἐπιθυμίαν σαρκὸς, εἴτε διὰ φιλαρχίας νόσον, εἴτε δι’ ὑπερηφανίας ἔνστασιν, εἴτε διὰ κενοδοξίας νεωτερικῆς, εἴτε δι’ ἄλλης τινὸς συμπτωματικῆς συμβάσεως.

Ἐκάμετε οὖν, τέκνα μου, καὶ προεκάμετε καὶ συνηγάγετε εἰς τὰ ταμεῖα τῶν ψυχῶν ὑμῶν τὸν πλοῦτον τῶν ἀρετῶν. Καὶ ἀναμνήσθητε, ἕκαστος ἧς ἡμέρας ἐλήλυθεν εἰς τὸ μοναχικὸν ὁποίους καὶ πόσους ὑπέστη καὶ ὑπέμεινε πειρασμοὺς, ἀθυμήσας καὶ ἀπειπὼν καὶ ἐξαπορήσας τὸ ζῇν, ἀλώμενος καὶ κατατιτρωσκόμενος, εἴτε ὑπὸ τῶν σατανικῶν λογισμῶν, εἴτε ὑπὸ τῶν κοινοβιακῶν ὑπαγωγῶν, καὶ πῶς ὁ ἀγαθὸς θεὸς ἡμῶν, ὡς τρικυμίας τινας καὶ ἀλλεπαλλήλους κινδύνους, παρήγαγε καὶ παρεβίβασεν ἐξ ἐκείνων ἁπάντων. Καὶ ἔδωκεν ἡμῖν τὸν ἐκ τῆς ὑπομονῆς μισθὸν κατακερδήσασθαι πρὸς τοὺς ἀγῶνας ἐκείνους ἀποδιδόντες καὶ πρὸς τὰ κεκμηκότα καὶ προκαματωθέντα ἡμῖν συνάρωμεν καὶ τὰ περιστάμενα καὶ τὰ μέλλοντα· καὶ μὴ κατενέγκῃ ἡμᾶς σύμβασις θλιπτικὴ, πονηρικὴ, ἀνθρωπικὴ ἀπὸ τῆς προθέσεως ἡμῶν τῆς ἀγαθῆς.

Ναὶ τέκνα μου, ναὶ δυσωπῶ· ἀλλ’ ὡς ὁρῶντες θεὸν, ὡς ἐκδημοῦντες ἔτι ἐν σαρκὶ ὄντες, ὡς ὁρῶντες τὰς ἀγγελικὰς τάξεις καὶ χοροστασίας· καὶ πρὸ τούτου, ὡς ἀποψύχοντες ὡς ἐν τῇ ἐσχάτῃ ὥρᾳ τοῦ θανάτου· ἔπειτα ὡς λόγους ποιούμενοι πρὸς τὸν κριτὴν, ὡς ἀπολαμβάνοντες τὰ αἰώνια ἀγαθὰ ἀγωνίζεσθε.

Καὶ διακόπτετε πάντας τοὺς πειρασμοὺς, καὶ ἐκβάλλετε τὰ σκῶλα καὶ τὰ προσκόμματα ἐκ τῆς ὁδοῦ ὑμῶν, καὶ ἀναβαίνετε εἰς τὸ ὄρος τῆς οὐρανίας πολιτείας, ἕως ἂν ἡ ἐπιζητουμένη ἥκῃ ἡμέρα· κτήσασθε τὸ πανεξάγγελτον, τὸ ἀφιλόπρωτον, τὸ ἀλληλότιμον, τὸ ὁμόψυχον, τὸ διεγερτικὸν ἐν ταῖς διακονίαις, ἐν τοῖς ἐργοχείροις, ἐν ταῖς ψαλμῳδίαις, ἐν ταῖς ἀγρυπνίαις, ἐν πᾶσι τοῖς καλοῖς καὶ ὁσίοις.

Μακάριοι οἱ ἐν τούτοις καταλαμβανόμενοι· τρισμακάριοι οἱ ὑπὸ πολλῶν μαρτυρούμενοι, ὁλομακάριστοι οἱ ὑπ’ οὐδενὸς καταγινωσκόμενοι. Ταῦτα ἔχετε χάριτι Χριστοῦ· ἀλλ’ ἵνα μᾶλλον ἔχητε, λέγομεν καὶ κέκτησθε· ἀλλ’ ἵνα μᾶλλον ἐπικτήσησθε ἐν Χριστῷ Ἰησοῦ· ᾧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

Ἀμήν.

ΛΟΓΟΣ Ϟʹ. Τὴν ὑποταγὴν μακαρίζειν εὐτόνως. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Τῷ ὄντι ἀξιομακάριστοί ἐστε καὶ εὐλογημένοι ὑπὸ κυρίου φυγόντες κόσμον, ἀγαπήσαντες θεὸν ὑπὲρ γονεῖς, ἀγαπήσαντες τὰ οὐράνια ὑπὲρ τὰ ἐπίγεια, ἀπαλλοτριωθέντες ἀδελφῶν καὶ συγγενῶν, καὶ κολληθέντες τῷ Υἱῷ τοῦ θεοῦ, καταλιπόντες πατρίδα, δήμους, ἀγορὰς, πόλεις, θορύβους, φροντίδας, πάντα τὰ τῆς ματαιότητος γήϊνα καὶ ἐπίκηρα, καὶ ἐκλεξάμενοι τὴν μετ’ ἀγγέλων, καὶ ἐπὶ τὸ αὐτὸ ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀγαθὴν καὶ πολυύμνητον ἁγίαν ζωήν. Τίς γὰρ ὑμᾶς οὐκ ἐπαινέσειε; πάλαι μὲν ὁ προφήτης τάδε φησί. —Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ. —Καὶ ἕτερος αὖθις· —Ἀγαθόν ἐστιν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ—. Ὁ δὲ θεῖος Δαυῒδ τὸ σεμνὸν καὶ εὐπρεπέστατον τῆς συναφείας ἡμῶν μελῳδῶν τοιάδε ἀνέκραξε· —Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν;

ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. — Τί ζητοῦντες ἐν τούτῳ ἢ θεὸν θεραπεῦσαι καὶ ἀναδραμεῖν εἰς τὸ τοῦ πρωτοπλάστου Ἀδὰμ πρῶτον ἀξίωμα, καὶ ἀγγελοείκελοι γενέσθαι, καὶ θεοῦ υἱοὶ χρηματίσαι· ῥίπτοντες τὸν διάβολον, μαχόμενοι τὰ πάθη, καὶ ἀντιπαλαίοντες τὰς ἡδονάς· καὶ ὧδε μὲν ἀγῶνας καὶ πόνους ἔχετε καὶ ἄθλα ὡς ἐν χωνευτηρίῳ δοκιμαζόμενοι, καὶ ὡς ἐν παλαίστρᾳ ἐκτινασσόμενοι καὶ ὡς ἐν σταδίῳ καταικιζόμενοι· ἀλλὰ γινώσκετε ὅτι ἡτοίμασται ὑμῖν ἐκεῖθεν ἀνάπαυσις τῶν αἰωνίων ἀμοιβῶν τῆς ἀπροσίτου βασιλείας τῶν οὐρανῶν· καὶ ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, κατὰ τὸ προφητικὸν λόγιον, σκιρτήσετε, τότε ὑμεῖς καὶ χορεύσετε ἐκεῖ τὴν αἰωνίαν χορείαν. Καὶ κατὰ τὸν λόγον τοῦ κυρίου· τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.

Ὑμεῖς τοιγαροῦν μόνον ἐφρονήσατε τὰ δέοντα καὶ ἃ καθ’ ὑμᾶς· καὶ ἀναβλέψατε εἰς φῶς ἀληθείας διακρίνοντες τὸ καλὸν ἐκ τοῦ κακοῦ· καὶ ἀπὸ τοῦ γλυκέος τὸ πικρόν. Καὶ εἴ γε κατανοῆσαι ἐνῆν βασιλεῖς μὲν τὰ διαδήματα αὐτῶν ῥίπτοντες πρὸς τοῦτο ἔτρεχον, ὡς καί τινες προέδραμον· ἄρχοντες δὲ καὶ τὰς λαμπρὰς ἀξίας ἀποτιθέμενοι καὶ τὰς χρυσίνους ζώνας τὰ καθ’ ὑμᾶς ῥάκια ἐνεδιδύσκοντο ὑπὲρ πορφύραν καὶ βύσσον παρὰ θεῷ τετιμημένα. Ἀλλὰ καὶ στρατευόμενοι παρ’ ὅσον ταλαιπωροῦσι καὶ ἀέρι καὶ χειμῶνι καὶ κρυμῷ καὶ παγετῷ καὶ λιμῷ καὶ δίψῃ καὶ ἀλλοδαπίᾳ καὶ ἀποδημίᾳ πατρίδος, μετὰ καὶ τὸ ἴσως ἀπόλλειν καὶ τὰ σώματα διὰ τὸ βάλλειν καὶ βάλλεσθαι κατὰ τῶν ὁμογενῶν τόξοις καὶ μαχαίραις, ἀποτιθέμενοι τὰ κράνη, τὰς ἀσπίδας, καὶ τὰ πολεμικὰ ὄργανα, τὸν τοῦ κυρίου σταυρὸν ἀνελάμβανον σὺν ἡμῖν ὀπίσω αὐτοῦ κατατρέχοντες.

Οὕτως θανατοῦντες τὸν ἀληθῶς πικρὸν διάβολον καὶ πολέμιον, καὶ τὰ τούτου ὀλέθρια στρατεύματα. Εἴπω δὲ ὅτι καὶ συζυγίας ἐπιγνοῦσίν πως τὸ ἀκερδές· πῶς φθορᾷ δουλεύουσι γεννηθέντες καὶ γεννῶντες, τεκνοτροφοῦντές τε καὶ διατρέφοντες, ἐγγαμίζοντες καὶ ταλαιπωρούμενοι τοῖς ἐπαρκέσιν ἐπιτηδείοις τοῦ σώματος αὐτῶν τε καὶ τῶν ἐγγόνων μετὰ τοὺς πολλοὺς πόνους καὶ κόπους, ἀποθνήσκοντας καὶ τεθνεῶτας ὁρῶντες τοὺς ἑαυτῶν φιλτάτους, ᾑροῦντο ἂν πρὶν τῆς θανατικῆς λύσεως ἑαυτῶν διΐστασθαι καὶ συνάφειαν ἔχειν πρὸς θεόν.

Ἐπειδὴ παρθενία ἦν ἐν τῷ παραδείσῳ πρὸ τῆς παραβάσεως, καθὼς Χριστὸς παρέδειξε γεννηθεὶς ἐκ παρθένου, ὁ δεύτερος Ἀδὰμ, καὶ ἐκεῖ τὸν κόσμον ἕλκει ὁ λόγος τῆς χάριτος. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ Πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου αὐτοῦ Πνεύματος· καὶ οὕς, φησι, προέγνω τούτους καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ γενέσθαι. Οὐκ ἐξ ἔργων τοιγαροῦν ἡμετέρων· ἀλλ’ ἐκ τῆς αὐτοῦ ἀγαθοῦ φιλανθρωπίας.

Οὕτως κατὰ τὰ ἀθεώρητα αὐτοῦ κρίματα τῆς σοφίας ᾠκονομήθητε εἰς τὴν μερίδα τῶν ἁγίων καταταγῆναι, καὶ ἐν τῷ κλήρῳ τῶν δικαίων καταγραφῆναι, οἱ ὄντως μετὰ τῶν ἄλλων ἀληθῶς Χριστιανοὶ καὶ λεγόμενοι καὶ βιοτεύοντες.

Βλέπετε λοιπὸν τῆς κλήσεως μὴ ἁμάρτητε, ἧς ἐκάλεσεν ἡμᾶς ὁ τῶν ὅλων θεός· μηδὲ παρυβρίσητε τὸ εὐεργέτημα τῶν μεγάλων αὐτοῦ δωρεῶν· δι’ ὃ ὀφείλομεν πάντα στέγειν, πάντα ὑπομένειν ἐπ’ ἐλπίδι τῆς δυνάμεως αὐτοῦ εἰς σωτηρίαν ἡμῶν αἰωνίαν.

Βλέπετε τὴν παρακαταθήκην τῆς παρθενίας πῶς φυλάσσομεν τῷ θεῷ· βλέπετε τὰς πάσας αὐτοῦ ζωοποιοὺς ἐντολὰς, πῶς παρατηρῇτε ἀπαρατρόπους σχολάζοντες ἐν τῷ φόβῳ αὐτοῦ, ὑπακοὴν παιδευόμενοι, ἐγκράτειαν μετερχόμενοι, ταπείνωσιν ἐγκομβούμενοι, ἡσυχίας καταγλυκόμενοι, ἐργασιῶν ἀναλαμβάνοντες, πᾶν εἴ τι ἄλλο τῆς σεμνῆς ἡμῶν πολιτείας κατόρθωμα.

Προσευχόμενοι δὲ καὶ ὑπὲρ ἐμοῦ τοῦ τάλανος, ἵνα δι’ εὐχῆς ὑμῶν κἀμὲ καὶ ὑμᾶς ὁδηγήσῃ ἀπλανῶς, καὶ φωτίσῃ ψυχικῶς ὁ θεὸς ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.