Μὴ, ἐπὶ τούτῳ συνήλθετε, τέκνα μοῦ;
Μὴ, διὰ τοῦτο ὡμαδεύθητε, μεμέρισται ὁ Χριστός; ὡς τὰ θεῖα λόγια· ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Τούτοις γὰρ παρεοίκασιν οἱ συμφοραζόμενοι ταῖς ἰδίαις ὀρέξεσι· καὶ μὴ πρὸς ἓν βλέποντες καὶ ἓν σκοποῦντες τὸ παρὰ τῆς ταπεινώσεώς μου μετὰ πολλῆς διασκέψεως ἀποφανερούμενον. Οὐ στύλος, οὐδὲ κίων, οὐ λάκκος, οὐκ ὄρος, οὐκ ἄντρον, οὐκ ἐρημίαι, οὐχὶ ὀπαὶ γῆς, οὐ λόχμαι, οὐχ ἡ μετὰ θηρίων διαγωγή, οὐχ ἡ μετὰ ἑνὸς καὶ δύο συμβίωσις, οὐχ ἡ μετὰ πέντε καὶ δέκα διάζησις, οὐχὶ ἐσωτικὸν κάθισμα, οὐδὲ ἐξωτικὸν, οὐκ ἀστικὸν, οὐκ ἐγχώριον, οὐχ Ἁγιοπολιτικὸν, οὐ Ῥωμαϊκὸν, οὐκ Αἰγυπτιακὸν, οὐ Κωνσταντινοπολιτικὸν, οὐκ ἄλλο οὐ μικρὸν οὐ μέγα, οὐ ταπεινὸν, οὐχ ὑψηλὸν, οὐκ ἐπαινετὸν, οὐδὲ θαυμαστὸν ἐκζητῶν ἐκζητεῖ παρ’ ἡμῶν ὁ θεὸς, ἢ θέλων θέλει· ἀλλ’ ἢ μόνον εἰς ὃ ἐκάλεσεν ὑμᾶς κοινόβιον. Οὐ τολμῶ εἰπεῖν καὶ εἰς ὃν ἔδωκεν ὑμῖν ποιμένα, διὰ τὸ ἡμῶν ἀνάξιον καὶ πολυαμάρτητον· καὶ ἵνα ἐν αὐτῷ ζῆτε καὶ μένητε καὶ ἐστὲ πολιτευόμενοι εἰς δόξαν τοῦ προσκυνητοῦ αὐτοῦ ὀνόματος. Τοῦτο γὰρ τὸ μέγα σημεῖον, καὶ τοῦτο τὸ ὡς ἀληθῶς θαυματουργίας ἔργον· μᾶλλον δὲ τὸ ὄντως μαρτύριον, καὶ ἀθλητήριον τῶν τιμίων ὑμῶν ψυχῶν.