Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ϞΑ΄-ϞΕ΄: Η εγρήγορση κατά του διαβόλου και το μυστήριο της σωτηρίας

Οδηγίες για τον πνευματικό εξοπλισμό απέναντι στις ενέδρες του διαβόλου, έμφαση στη συνεχή μνήμη της τελικής κρίσεως και στην υπεροχή της ταπεινοφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 19 από 22

ΛΟΓΟΣ ϞΑʹ. Τρέπειν τὸν ἀσύριον ἀρετῆς ὅπλοις. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Καὶ κυβερνήτης τοὺς πλωτῆρας, καὶ στρατηγὸς τοὺς στρατιῶτας προσφθέγγεται καὶ προθυμοποιεῖται, ὁ μὲν πρὸς τὴν δυσκολίαν τῶν ἀνέμων καὶ τὴν ἐπανάστασιν τῶν κυμάτων, ὁ δὲ πρὸς τὴν τῶν ἐναντίων παράστασιν καὶ τὴν συμβολικὴν τοῦ πολέμου πεῖραν, διεγείροντες ἑκάτεροι ἀμφοτέρους καὶ θαρσοποιοῦντες πρὸς τὰ παριστάμενα.

Καγὼ τοίνυν ὁ ταπεινὸς καὶ ἐλάχιστος τὸ αὐτὸ ποιούμενος πρὸς ὑμᾶς τοὺς στρατιῶτας τοῦ Χριστοῦ παρακαλῶ καὶ δέομαι στῆναι γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη, ὡς ὁ λόγος, πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὸν πικρὸν καὶ πολέμιον καὶ ἀσύριον νοῦν, διάβολον, πρὸς τὸν ἀρχέκακον καὶ σκολιὸν ὄφιν ἐκεῖνον· ὃς εὐθὺς κατ’ ἀρχὰς τῆς κοσμοποιΐας ἐν παραδείσῳ εἰσδύσας κατὰ τοῦ προπάτορος ἡμῶν Ἀδὰμ ἐκινήθη, καὶ τοῦτον δελεάσας τῇ γεύσει τῆς παρακοῆς τῆς ἀθανάτου τρυφῆς ἐξωστράκισεν, οἴκτιστον καὶ ταλαίπωρον βίον παρασχόμενος αὐτῷ τὴν ἐνταῦθα διατριβήν. Αὐτὸς οὖν κατὰ γενεὰν καὶ γενεὰν ἐμπορευόμενος καὶ συμπλεκόμενος τῷ γένει τῶν ἀνθρώπων, οἷα καὶ ἡλίκα ἐξετέλεσε καὶ ἐκτελεῖ, ἴσμεν ἅπαντες ἀναγινώσκοντες τὰς γραφάς.

Αὐτός ἐστι καὶ νῦν, ἀδελφοί μου, ὁ ἐφεδρεύων ἡμῖν, ὁ συρίζων καὶ ἕρπων, ὁ σαίνων καὶ κολακεύων, ὁ ὑποδυόμενος τὰ ποικίλα καὶ πολύτροπα πρόσωπα τῆς ἀπάτης, καὶ λανθανόντως εἰσερχόμενος καὶ ἐξερχόμενος καὶ θηρεύων ψυχὰς τὰς ἀστηρίκτους.

Πολλῆς οὖν δεῖ πρὸς τοῦτον νήψεως λοιπὸν, πολλῆς ἀγρυπνίας, πολλῆς ἐπισκέψεως καὶ ἐπιμελείας, ἵνα μὴ βάλλῃ καὶ τιτρώσκῃ, ἀλλ’ ἵνα γινώσκηται οἷός ἐστι τοῖς νοήμασι καὶ τοῖς δελεάμασι· καὶ πρὸς τούτοις τὰ τρόπαια ἱστῶντες τῆς εὐσεβείας πολεμοῦμεν καὶ ἀποτρεπώμεθα αὐτόν.

Μὴ κατοκνοῦντες, μηδὲ καταῤῥαθυμοῦντες, ὁσάκις ἂν καὶ ὑποπίπτωμεν ὑπὸ τὸ πταιστὸν τυγχάνοντες· ἀλλ’ ὥσπερ ἐκεῖνος οὐκ ἐνδίδωσιν οὐδ’ ἀποκάμνει ἀποτυχὼν τῆς ἀπωλείας ἡμῶν, ἐὰν καὶ πλειστάκις τῆς ἡμέρας ἐπιδράμει. Ὁ αὐτὸς δέ ἐστι ὡς μήδ’ ἀρξάμενος, ἐπεμβαίνων αὖθις καὶ δριμύτερον, ἴσως συμπαραλαμβάνων μεθ’ ἑαυτοῦ καὶ ἕτερα πνεύματα τῆς πονηρίας.

Οὕτω παρακαλῶ· καὶ ἡμεῖς μηδαμῶς ἀποστῶμεν τῇ ῥαθυμίᾳ ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἐλλείψεσι, κἂν πολὺ τὸ ἐπιμελὲς ἐνδεικνύμεθα. Ἀλλ’ εἰσαεὶ κατὰ τὸ ἴσον ἐκείνῳ ἀναφέρωμεν καὶ τὸ πρόθυμον καὶ τὸ διεγερτικὸν, τὸ εὐμετάμελον καὶ τὸ ὑπαρκτικὸν, τὸ ἀνανεωτικὸν, καὶ τὸ ἀνατακτικόν· ὡς ἂν ἀντιῤῥόπου οὔσης τῆς πρὸς τὸν ἐναντίον δυνάμεως ἡμῶν.

Ὁρᾷ θεὸς καὶ εὐφραίνεται, ἐπικουροῦσιν ἡμῖν θεοκινήτως οἱ ἄγγελοι· οὐ γὰρ ἐφθάσαμεν, ἀδελφοί μου, εἰς τὸ μέτρον τῆς ἀπαθείας, εἰ γοῦν ἀπολεμησίας, ἵνα ἡσυχάζῃ ὁ νοῦς ἀπὸ τῆς πρὸς ἐχθροὺς πάλης. Τοῦτο γὰρ ἤδη τοῖς πολλοῖς ἄθλοις καὶ ἱδρῶσι, καὶ ἀγῶσι σὺν τῇ θείᾳ χάριτι ἀπεκληρώσαντο καὶ ἀποκληροῦνται οἱ ἀποκληρωσάμενοι· ἡμῖν δ’ οἷς τὸ ἐμπαθὲς ἔτι ἐπικρατεῖ, χρεία τοῦ μὴ κατολιγορεῖν τοῦ ἀγῶνος καὶ τῆς καθεκάστην ἡμέραν τε καὶ ὥραν μεταποιήσεως τῶν βελτιόνων.

Καὶ τοῦτο τῶν ἀγωνιζομένων, καὶ οὗτος τῶν ἀθλούντων ὁ στέφανος, καὶ ἅγιον μὲν τὸ ἐν ὄροις φθάσαι τῆς ἀπαθείας, μακάριον δὲ καὶ τὸ δεύτερον, τὸ μὴ ἡττηθῆναι ἐν τοῖς πολέμοις· ἀλλ’ ἐν τῷ ἀεὶ διανίστασθαι· οὕτω φθασθῆναι καὶ τελειοποιηθῆναι.

Τοῦ μαρτυρίου γὰρ καὶ οὗτος ἀπολήψεται τὸ στέφος, ἐπειδὴ οὐδεὶς στρατιώτης οἴκαδε ἐκ τοῦ πολέμου ἀναστρέφων καὶ τῷ βασιλεῖ ἐπιδεικνὺς τὰ ἐκ τῶν βελῶν στίγματα, τὰς ὠτειλάς τε καὶ τὰ τραύματα καταισχύνεται ἢ κατακρίνεται· τοὐναντίον δὲ ἐπαινεῖται καὶ ἐσοικίζεται καὶ δωροφορεῖται καὶ στεφανηφορῶν προπορεύεται.

Ἀγωνισάμεθα τοίνυν λοιπὸν, ὡς στρατιῶται Χριστοῦ, καὶ τὸν καιρὸν μὴ ἄλλό τι ἡγησώμεθα ἢ καιρὸν συμβολῆς, ἐχθρῶν, τόξων καὶ βελῶν· —ἐπανέστησαν ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους—καθὼς γέγραπται, —ὅλην τὴν ἡμέραν παρατάσσοντες πολέμους, —παγίδα ἱστῶντες, ἐνεδρεύοντες, ὀρύσσοντες βόθρον, μυρία μηχανώμενοι, ἀπλήρωτα διατιθέμενοι καὶ ὑποκρινόμενοι.

Τίς οὖν αὐτοὺς φύγῃ; Τίς διαδράσει; Τίς οὐ προσκόψει τὸν πόδα; Τίς οὐ περισχεθήσεται τοῖς σχοινίοις αὐτῶν, ταῖς παγίσι, ταῖς ἐπιβουλαῖς, τοῖς ὀλέθροις; Τίς ἄλλος ἢ καθὼς τῷ μεγάλῳ Ἀντωνίῳ ἀπεκαλύφθη, ἡ ταπεινοφροσύνη, ἡ σύζυγος ὑπακοὴ, ἡ ἄοκνος προσευχὴ, ἡ τοῦ ἔργου προθυμία, ἡ ἀναντίλογος εὐπείθεια, ἡ ἀγόγγυστος εὐκινησία, ἡ ἔπειξις τοῦ ἀνυστάκτου λογισμοῦ πρὸς ἀποτροπὴν τῶν αἰσχρῶν ἐννοιῶν, πρὸς εἰσδοχὴν τῶν ἀγαθῶν θεωρημάτων, ἢ καταγρήγορσιν ὕπνου, εὐχῆς, ψαλμοῦ, ἀγρυπνίας, γονυκλισίας, ἐργασία καὶ σπουδὴ, ἡ πρὸ τούτων καὶ μετὰ τούτων ἐξαγόρευσις τῶν κρυπτῶν, φυγὴ παῤῥησίας, συμμετρία λόγου. Τούτοις γὰρ τοῖς τοιούτοις ἠσφάλισται ὁ ἔνδον ἡμῶν ἄνθρωπος, ἀποτρέπεται ὁ δι’ ἐναντίας μηδὲν ἰσχύων καθ’ ἡμῶν.

Τοιγαροῦν, τέκνα καὶ ἀδελφοὶ, πρόσχωμεν· μὴ διαβιβάσωμεν τὰς ἡμέρας ἡμῶν ἀκερδῶς. Ἤδη ἡ ἡμέρα παρῆλθεν αὕτη, καὶ ποῦ ποτε αὐτὴν ἔτι ὀψόμεθα· καὶ τὸ ἔργον, ὃ εἰργασάμεθα, ἀπογέγραπται. Καὶ εἰ μὲν καλόν· —Εὖγε—. Εἰ δ’ οὐχ οὕτως· —Ἄβαλε—.

Φυλαττώμεθα οὖν τὰς αἰσθήσεις ἀσύλους· κάτω νενευκότες, ὡς τὰ πολλὰ, ὁ ὀφθαλμὸς ἔστω σύννους, μὴ διαχεόμενος, μηδὲ παρελκόμενος ὧδε κακεῖσε· ὃ γάρ ἐστιν ὁρᾶν ἐν ὀφθαλμῷ, βλέπειν ἐστὶν ἐν ψυχῇ· εἰκονίζει γὰρ ταύτην ὁ ἔξω ἄνθρωπος.

Τὸ πρόσωπον μήτε σκυθρωπὸν, μήτε διακεχυμένον· ἀλλ’ οἷον εὔκρατόν τε καὶ ἥμερον τῇ κατηφείᾳ, τὰ πολλὰ λαμπρυνόμενον ἐκ δακρύων, καὶ κατανύξεως ἐπιλαμπόμενον. Τὸ βάδισμα ὑμῶν ταπεινὸν καὶ ἀνέκπληκτον, μὴ σοβαρευόμενον διὰ τῆς ἀναστάσεως τῶν ὤμων καὶ τῆς συνδήσεως τῶν ὀφρύων, τῆς γε στρεπτικῆς βηματίσεως, καὶ τῆς σεισματικῆς ἀντιτάξεως. Ἡ λαλιὰ ὡσαύτως κεχαριτωμένη ἐν συμμετρίᾳ τοῦ λόγου καὶ ἐν συντονίᾳ τῆς φωνῆς, καὶ ἐν καταστάσει τῶν ὀφθαλμῶν καὶ τῶν λοιπῶν μελῶν· οὐχὶ ἐν ἀνοίξει μυκτήρων, οὐδ’ ἐν κινήσει χειρῶν καὶ συστροφῇ προσώπου.

Ἄρτιος γάρ ἐστι ὁ τοῦ θεοῦ ἄνθρωπος κατὰ πάντα· ὄργανόν τι ὢν καὶ ὑπὸ τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος κινούμενον καὶ πρὸς τὸ λέγειν καὶ πρὸς τὸ ὁρᾷν, καὶ πρὸς τὸ ἐσθίειν καὶ πρὸς τὸ πίνειν. Μηδὲ γὰρ ὧδε λυσσωδῶς ὅλον τὸν νοῦν εἰς τὸ βρῶμα ἐνιλυσπῶντες, ἀλλ’ ἐν ἀκροάσει τῆς προσοχῆς τῶν ἀναγνωσμάτων, ἢ καὶ εὐσεβοῦς ἐννοίας τοὺς δηγμοὺς ἡμῶν ποιώμεθα, μὴ πεντοδακτυλοῦντες, μηδ’ ἐπαλλήλως, μηδὲ γοργῶς αἴροντες καὶ φέροντες ἐν τῷ στόματι, μηδὲ ὑπερμεγέθη τὰ δακμία λαμβάνοντες· ἀλλὰ κἂν ἐκ καμάτου τις εἴη, κἂν ἐκ κόπου τοῦ τυχόντος αἰρέτω μὲν τὰ μείζονα τυχὸν πρὸς τὸν ἕτερον· τοσοῦτον δ’ ὅσον καθήκει· ἵνα μὴ αἰσχύνην ἑαυτῷ ἐνεργάζηται διὰ τῆς ἀσχήμου ἑστιάσεως.

Πάντα γὰρ εὐσχημόνως διδασκόμεθα καὶ κατὰ τάξιν ποιεῖν· Οὕτως δέον παρατηρεῖσθαι ταῦτα, ὥσπερ καὶ ἐν ἐνδύμασι καὶ ὑποδήμασι μὴ παραχρᾶσθαι, μηδ’ ὡς ἀλλοτρίων καταφρονεῖν· ἀλλ’ ὡς δεσποτικοῖς προσέχειν καὶ περὶ πάντα.

Ἔστω κύριος ὁ θεὸς μεθ’ ἡμῶν, ἵνα μὴ εἰς μακρὸν ἐντείνωμεν τὴν κατήχησιν, εὐλογῶν καὶ κατευοδῶν καὶ συνετίζων ὑμᾶς εἰς ἀνάληψιν τῶν ἀγαθῶν ἐπιτηδευμάτων, εἰς διόρθωσιν τῶν ἐσφαλμένων, εἰς καταρτισμὸν τῶν ἐγκεκριμένων, εἰς πᾶσαν εὐστάθειαν καὶ ἀγαθωσύνην, πληρῶν καὶ ἀποπληρῶν ὑμᾶς τῶν θείων αὐτοῦ δωρημάτων· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ϞΒʹ. Πίστιν ἀκραιφνῆ τοῖς προεστῶσι τρέφειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Θεία τίς ἐστι δύναμις ἡ περικρατοῦσα καὶ συμβιβάζουσα καὶ διεξάγουσα πᾶν τὸ πλήρωμα τῆς συνοδίας ὑμῶν· τοῦτο μὲν δι’ ἐντεύξεως τῶν προπατόρων ἡμῶν· τοῦτο δὲ καὶ διὰ τὴν ὑμῶν αὐτῶν πρὸς θεὸν ἀγάπην καὶ ὁλοκάρδιον καὶ ὁλόψυχον διὰ τῆς τοῦ κόσμου ἀναχωρήσεως καὶ ἀδιάσπαστον πρὸς Χριστὸν ἀκολούθησιν. Ἐπεὶ, ὡς ἀεὶ λέγω, οὐχ ὁ βίος μου ὁ πονηρὸς, οὐχ ὁ λόγος μου ὁ σκοτεινὸς, οὐδέ τι ἄλλο τῶν περὶ ἐμὲ καὶ ἐξ ἐμοῦ ἐστι τὸ συγκρατοῦν ὑμᾶς. Πάλαι μὲν οὖν διὰ τὸν θεράποντα αὑτοῦ Μωσῆν οὐκ ἐξαλείφειν τὸν Ἰσραηλίτην λαὸν καθυπέσχετο ὁ θεὸς ἐκ βίβλου ζώντων, πολλάκις πταίοντα καὶ ἀπωθούμενον τὸν παραδοθέντα αὐτῷ νόμον.

Ὧδε δὲ ἐναντίως ἔχει· Δι’ ὑμᾶς γὰρ τάχα οὐχ ἀπωθήσεταί με κύριος, καὶ ἀποδοκιμάσει ἐκ παίδων αὐτοῦ. Τί γὰρ ἐν ἐμοὶ ὁρᾶτε τῶν εἰς εὐδοκίμησιν ἐναρέτου πολιτείας ὀφειλόντων διαδεικνῦσθαι; Ἀλλ’ οὔτε καθαρότητα ψυχῆς, οὔτε καταστολὴν ἠθῶν· εὐδόλως ἐγκράτειαν, εὐδόλως ῥύθμησιν λόγου· οὐ διαγωγὴν εὐλαβοῦς ἕξεως, ὅθεν τι τῶν ἄλλως ἐπαινουμένων· οὐδὲ γὰρ πολιά μοι θρὶξ, οὐδὲ γῆρας αἰδέσιμον, οὐδὲ σύνεσις καταστάσεως. Ἀλλὰ ταῦτα μὲν ἔξωθεν· ἔνδοθεν δὲ πολλὰ τὰ κοινοῦντα τὴν ἀθλίαν ἐμὴν ψυχὴν, καὶ καταρυποῦντα πρακτικά τε καὶ ἐννοηματικά. Πλὴν γινώσκετε, ὅτι θέλω ὑμᾶς σώζεσθαι· ἡ καρδία μου καιομένη ἐστὶ ἐν ὑμῖν· καὶ περιτρύζω καὶ ἀντιβολῶ ἐν τούτῳ.

Ἐὰν οὖν διὰ τὸ ἀνάξιόν μου ἀπιστίαν κτήσεσθε ἐν ἐμοὶ, κίνδυνος οὐχ ὁ τυχὼν ὑμῖν. Παρακαλεῖ δὲ ὑμᾶς μᾶλλον ὁ κύριος διὰ τῆς ταπεινώσεώς μου· ἵνα καμμύσαντες μὴ βλέπητε τὸ ἐκ τῆς εὐτελείας μου τικτόμενον ὑμῖν βλαβερόν· καὶ ἀναλάβοιτε πίστιν κρατύνουσαν τὰς καρδίας ὑμῶν· ἐν ᾗ πᾶς ὁ ἱστάμενος ἵσταται, καὶ ὁ καυχώμενος ἐπ’ ἐλπίδι τῆς δυνάμεως αὐτοῦ κεκαύχηται.

Θεμέλιος γὰρ τῷ ὑποτακτίτῃ ἀκραιφνοῦς βιώσεως αὕτη ἐστὶν, ἡ πρὸς τὸν καθηγούμενον αὑτοῦ εἰλικρινὴς ἀποδοχή. Καὶ ἐπὶ τὸν θεμέλιον τοῦτον ἐποικοδομεῖ οἱονεῖ χρυσὸν, ἀργυρὸν, λίθους τιμίους, τὰς τοῦ κυρίου ἐντολάς. Καὶ εἰ μηδὲ ταῦτα ἔχει, μόνον δὲ τὸν θεμέλιον, ὀψέ ποτε προθυμηθήσεται τὴν καλὴν προσθήσεσθαι οἰκοδομήν· πίστεως δὲ δίχα, κἂν ὁ— τιοῦν γένηται, ἕωλον· —Πᾶν γάρ, φησιν, ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. —Ὁ τοιοῦτο καὶ τὸ ἐν τῷ προεστῶτι τυχὸν σκότος, φῶς πολλάκις βλέπει, καὶ τὴν ἐν αὐτῷ πικρότητα γλυκήτητα νομίζει.

Καὶ τὸ ἐναντίον πρόδηλον, κἂν ἡμεῖς μὴ λέγωμεν, ὡς φωτεινός ἐστιν ὁ ὀφθαλμὸς τῆς διανοίας τοῦ πίστιν κεκτημένου πρὸς τὸν καθηγούμενον, ὡς ἀμέριμνος καὶ ἀδιάκριτος πρὸς πάντα τὰ προκείμενα. Κρίσιν γὰρ ἀληθινὴν τὸν ἐκείνου σκοπὸν ὁρᾷ· καὶ γὰρ γαληνιᾷ πάντοτε, καὶ γλυκαίνεται περὶ ψυχὴν, καὶ ὅλος ἐκδημεῖ πρὸς θεὸν, καὶ ὅλος ἀλλοιοῦται τὴν καλὴν ἀλλοίωσιν διὰ ταπεινώσεως, καὶ ὅλος πληροῦται χάριτος θεοῦ διὰ τῆς πρὸς αὐτὸν ἀγάπης, κατὰ μικρὸν μικρὸν εἰς τὸ τῆς ἀπαθείας ὕψος ἀνίων.

Ἐγὼ οὔπω πέφθακα εἰς μέτρον τοιοῦτον, κἂν ἐδοκίμασα ὑποταγῆναι τῷ πατρί μου. Ἤκουσα δὲ παρὰ τῶν θεοπνεύστων πατέρων καὶ παρ’ ἄλλων τῶν ἐν γενεᾷ ταύτῃ ὄντων τὴν τοῦ πράγματος δύναμιν· ἅπερ καὶ ἐξ ὑμῶν αὐτῶν οἱ ὑποταγέντες γινώσκετε.

Πλῆθός ἐστε· καὶ οὐ καταφθάνει ὁ ἔξω ὀφθαλμός μου πάντας ὁρᾷν πάντοτε· ὁ γὰρ ἔσω ἀκοίμητός ἐστι. Φιλεῖτε ἕκαστος πρὸ προσώπου ἵστασθαι τῆς ταπεινώσεώς μου. Οἶδα γὰρ ὡς ἐξ ἐμαυτοῦ, ὅτι σχοινία ἀγάπης ἐπέπεσαν ὑμῖν ἐν τῇ ταπεινώσει μου, καὶ οὐκ ἐνδέχεται· συντυγχάνειν μοι ζητεῖτε πολλὰ καὶ πολλαχῶς, καὶ οὐ παραχωρεῖ· οὐδὲ ὁ τρόπος, οὐδὲ ὁ καιρός.

Μὴ οὖν ἐν τούτοις, τέκνα, νομίζητε ὡς ἀπολωλεκότες τι τῆς ἀγάπης μου. Μὴ δὲ λυπῆσθε, ὡς ἄλλως μου διακειμένου πρὸς ὑμᾶς. Ὁ αὐτός εἰμι· καὶ οὐκ ἀλλοίωμαι· καὶ στέργω καὶ φιλῶ ἔνα ἔκαστον ὑμῶν· καὶ πάλιν εὐκαίρως καὶ ὁρῶ καὶ ὁμιλῶ ὑμῖν. Οὐκ ἀρκετὸν ὑμῖν ὅτι περιώρισα ἐμαυτὸν ἀπρόσϊτον διὰ τὸ ἔχειν με ὑμᾶς ὁλοτελῶς;

Προφρονῶν λέγω· πλὴν ἵνα ἀναμιμνήσκησθε, ὅτι οὐκ ἐγκρατοῦμαι, οὐδὲ εἰς συγγενῶν οἰκειότητα, οὐδὲ εἰς φιλικὰς σχέσεις. Καί περ εἰσελθὼν εἰς τήν ποτε πατρίδα μου· ἀλλ’ οὔτε εἰς ἀρχοντικὰς συντρίβω θύρας· οὐδὲ ἐπιθυμία μοι βασιλικὰς αὐλὰς πατεῖν καὶ βασιλεῦσι συμποσιάζεσθαι. Οὐδὲν, κἂν ἤθελον, ἴσως ἠδυνάμην. Πλὴν ὅτι ἀπεῤῥιψάμην ταῦτα ἐθελουσίως προκρίνων μόνους ὑμᾶς, μεθ’ ὧν καὶ ζωὴ καὶ θάνατος, καὶ δόξα καὶ ἀτιμία, καὶ χαρὰ καὶ θλίψις, καὶ ἀπόλαυσις καὶ στενοχωρία, καὶ κληρονομία καὶ ἀκληρία, γῆ τε καὶ οὐρανὸς, καὶ ἡ προκειμένη σωτηρία τῶν ἀθανάτων ἡμῶν ψυχῶν.

Κἂν δὲ πολλάκις οὗτος ἢ ἐκεῖνος προσκέκληται, ἢ ἐπιτετίμηται, ἢ παρίσταται, ἢ θεραπεύηται, ἢ ἐγγίζῃ, ἢ οἰκειῶται, τοῦ ἔξωθεν μόνον φανέρωσις, ἀλλ’ οὐ τοῦ ἔνδοθεν. Πολλάκις γὰρ ὁ ἀνυπονόητος πλεῖον ἀγαπᾶται, καὶ πλεῖον πιστεύων προτερεύει τοῦ τοιούτου· εἰ δὲ καὶ προτετίμηται ἢ καὶ παρακαλεῖται. Τί τοῦτο; Ἀδελφός σού ἐστιν ὁ παθαίνων· μέλος σού ἐστι τὸ ἀφοσιούμενον.

Εἰ θέλεις, ἔχεις σὺ τὸ μεῖζον χάρισμα καὶ γνησιώτατον οἰκείωμα, τὴν ἀφθονίαν, ᾗ θεραπεύεις θεὸν καὶ ἀγγέλους καὶ ἀνθρώπους. Οὐ πάντες τοίνυν ὀφθαλμὸς, ἵνα τὸ ἔξοχον ἔχοιεν· οὐδὲ γὰρ πάντες δεξιὰ χεὶρ, ἵνα προκατατελῇ καὶ προκρατῇ τοῦ πράγματος· ἕκαστον ἔργῳ καὶ τρόπῳ καὶ δοκιμασίᾳ τῇ δεούσῃ γίνεται.

Καὶ χαίρετε τῇ εἰς ἀλλήλους τιμῇ· τὴν τοῦ πλησίον ἕκαστος τιμὴν ἰδιοποιούμενος, ἐν οἷς οὐκ ἔρις, οὐ ζῆλος, οὐδέ τι τῶν βλαβερῶν παθῶν χώραν λήψεται· ἀλλὰ δυνάμει θεοῦ δυνηθείημεν ἔτι τὰς ὑπολοίπους ἡμέρας καὶ ὥρας τῆς παροικίας ἡμῶν, εὐαρέστως ἐν κυρίῳ πολιτευόμενοι, μεταβῆναι ἀπὸ φυλακῆς εἰς ἐλευθερίαν, καὶ ἀπὸ κόπου εἰς ἀνάπαυσιν, καὶ ἀπὸ προσκαίρου ζωῆς εἰς αἰωνίαν ἀθανασίαν, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ϞΓʹ. Ἀπροσπαθῶς τι διδόναι καὶ λαμβάνειν. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΤΕΚΝΑ ΗΓΑΠΗΜΕΝΑ, Τίς ἀνοίξει μου τὸ ταπεινὸν στόμα ἐν λόγῳ ἀληθείας, ἵνα ἀξίως δυναμώμην ὑμῖν ἠχεῖν ἀμφότερα τὰ ὦτα, τὰ περὶ θεοῦ καὶ τῶν θείων ἐντολῶν καὶ δικαιωμάτων; Τίς περιζώσει με δύναμιν τῇ ἀσθενείᾳ, ἵνα κατισχύσω δικαιολόγως καὶ συμπροθυμεῖσθαι καὶ συναμιλλᾶσθαι ὑμῖν· καὶ μὴν καὶ ἐπαλείφειν πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας, πρὸς τὸν ἀσκητικὸν δρόμον; Πολύς μοι ἐν τούτῳ φόβος θέλοντι καὶ οὐ κατισχύοντι ἐκ τοῦ σκοτεινοῦ ὀφθαλμοῦ τῆς ψυχῆς, καὶ ἐκ τῶν περιεχουσῶν με πολλῶν καὶ ποικίλων ἁμαρτιῶν. —Τίς γάρ, φησι, λαλήσει, τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; —Τίς περιήγαγεν ἐκ τοῦ μὴ ὄντος τόδε τὸ πᾶν, οὐρανὸν καὶ γῆν καὶ θάλασσαν; Πῶς διοικεῖ ἐν προνοίᾳ, τοῖς ἀλαλήτοις καὶ ἀθεωρήτοις αὐτοῦ κρίμασι, ὅλον τὸν κόσμον; Ἐπὶ ποίας ὑμᾶς θείας τιμῆς κατατάξας ἀρχῆθεν καὶ ἐκπεπτωκότας, πάλιν ἐπανήγαγε πρὸς τὸ πρότερον μετὰ λαμπροτέρου τοῦ ἀξιώματος; οἷον τὸ τοῦ θανάτου ἐπάγει μυστήριον; Πῶς μεταβιβάζει ἡμᾶς ἐκ τῆς ἐνθένδε ζωῆς πρὸς τὸν ὑπερκόσμιον;

Τί τὰ ἐκεῖ, ἀδελφοὶ, ἐννοηθῶμεν; Ἐπιμνησθησόμεθα τὴν ἀήθη καὶ ξένην ὁδοιπορίαν ἐκ τῆς διαζεύξεως; Ἐπιμνησθησόμεθα τὰς ἀγγέλων φοβερὰς θεωρίας, τοῦ μέλλοντος αἰῶνος τὴν κατάστασιν; Τίς καὶ ποία καὶ πηλίκη; Τί ἐκεῖ ὀψόμεθα; καὶ τί ἐκεῖ συλλαλήσωμεν; Ἐπὶ ποίοις καὶ ποδαποῖς αὐλισθησόμεθα τόποις; Μᾶλλον δὲ πρὸ τούτων, πῶς παρασταθῶμεν ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος τοῦ δεσπότου;

Καὶ τίς ἀπὸ κτίσεως παντὸς τοῦ κόσμου καὶ πνοῆς ἀποδώσει λόγον τῶν ἔργων ἡμῶν; Θεὸν οὖν ἐγὼ βούλομαι ἰδεῖν, καὶ τῷ κτίστῃ καὶ δημιουργῷ τῶν ἁπάντων παραστῆναι, καὶ μετὰ τοῦ ἔχοντος ἐξουσίαν πάσης σαρκὸς συνᾶραι λόγον. Καὶ τίς μοι ἐν τούτῳ δύναμις, ἢ τίς ἰσχὺς, ἢ ποία βασταγή;

Ὢ, ὢ, τέκνα μου, ἵνα ὑμῖν τέως τὸ ἐμὸν ἐξείπω, ὅταν ταῦτα ἐπιλογίσωμαι, ἡνίκα μικρὸς πῶς ποτε κατὰ βραχείαν ῥοπὴν ἀπολακῶ τῶν τῆς κακίας σειρῶν, καὶ διάρω εἰς οὐρανὸν τὸν ἐσκοτισμένον μου νοῦν, φρίκης πληροῦμαι καὶ ἐκστάσεως καὶ δακρύων;

Καὶ εἴθε κατὰ τήνδε τὴν ὥραν, ἵνα τις λάκκον ὀρύξας καὶ ἀνασκάψας, ἐκεῖ με συνέχωσε διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου. Ταῦτα ἐν νῷ λαμβάνων πάλιν μετατρέπομαι, καὶ πάλιν ἀλλοιοῦμαι, ἐπὶ τὴν ἐμπάθειαν τρέχων, καὶ ἀσπάζομαι τὰς ἡδονὰς καὶ ἐκταράσσομαι τὴν ψυχὴν, καὶ ὁ κλύδων με τῶν παθῶν καὶ αἱ σφοδραὶ καταιγίδες τῆς ἁμαρτίας ἰλλιγγοποιοῦσαί πως καταδύουσί με εἰς τὰ ἄβυσσα τῶν ἀβύσσων τῶν πολλῶν μου κακῶν. Δότε οὖν χεῖρα βοηθείας· καὶ συναγάγετέ με ὑμῖν.

Καὶ δεῦρο δὴ πάλιν ὡς ἀρχόμενοι δράμωμεν ὁμοῦ· δράμωμεν δὲ οὕτως· ὁ μὲν ἐπὶ τὴν ἀδιάκριτον ὑπακοήν· ὁ δὲ ἐπὶ τὴν ἀνένδοτον ὑπομονήν· ὁ δὲ ἐπὶ τὴν χριστομίμητον ταπείνωσιν· ὁ δὲ ἐπὶ τὴν φιλοκρινίαν τῶν λογισμῶν· ὁ δὲ ἐπὶ τὴν ἄφθονον φιλαδελφίαν· ὁ ἄλλος ἐπὶ τὴν εὐμετάδοτον, ἣν ἐκ θεοῦ εἴληφε, χάριν, κατὰ διδαχὴν λόγου, κατὰ διδαχὴν ψαλμῳδίας, κατ’ ἐπίδειξιν ἔργου. Οἱ πάντες τὰ πάντα ἀναλαμβανόμενοι, κἂν ποσῶς καὶ ἐν ἀλλήλοις συγκιρνώμενοι· κἂν ὁ μὲν λαμπρότερος ἀστὴρ, ὁ δὲ στυγνότερος· ἐπέστησαν ἄρτι ἐπιτεταμέναι νύκτες· ἀπὸ τοῦ κανόνος ὁ δυνάμενος μανθάνειν μανθανέτω· εἰ δὲ στιχολογεῖν, στιχολογείτω· ἐὰν δὲ καὶ εὔχεσθαι εὐχέσθω, μόνον μεθ’ ὑπομνήσεως.

Ταῦτα δὲ λέγω οὐ μόνον διὰ τὸ ὠφέλιμον, ἀλλὰ καὶ διὰ τὸ ἀπὸ τῶν δαιμονικῶν ἐνυπνίων ταῖς τοῦ κανόνος κοιμήσεσιν ἀποφεύγειν ἡμᾶς· ἔπειτα καὶ ὕπνον μεταλαμβάνειν. Μηδεὶς τὸ ἑαυτοῦ παντάπασι ζητείτω, μηδὲ οἰκείας ἐφέσεις ἐχέτω· ἀλλοτριοῖ γὰρ ἑαυτὸν τῆς καλλίστης ὑποταγῆς.

Τὰς βίβλους καὶ ὁ κρατῶν, καὶ οἱ λαμβάνοντες, κατὰ ἀποδοχὴν θεοῦ, ἵνα μὴ φθονερῶς ὁ διδοὺς διδοῖ, ἢ ἀποτόμως καὶ ἀδιακρίτως. Ἔπειτα καὶ ὁ λαμβάνων καταγογγύζῃ· ἢ ἕτερον ἀνθ’ ἕτερον ζητῇ ἐν ἐπείξει καὶ ἀντιλογίᾳ. Ἀρκεῖ σοι, ὦ ταλαίπωρε, ὅτι οὐδὲν ἐνεγκὼν λαμβάνεις τὰ θεόσδοτα· μὴ ἐν τούτοις τοῦ πονηροῦ δούλου τὸ κατάκριμα σχῇς. Ἡ ἀκριβὴς εὐπείθεια, μάλιστα πρὸς τὸν οἰκονόμον, οὐκ ἔχει τὸ—οὐ δύναμαι· καὶ, οὐχ ὑπαντᾷ μοι· καὶ, ἀδυνατῶ. —ἵνα καὶ ἀληθεύῃ ὁ λέγων· ἀλλ’ εἰ καὶ τοῦτο, ἐσχάτως μεθ’ ὑπομνήσεως.

Λόγον οὖν δίδωμι ὑμῖν βεβαιοτικὸν ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων· ὅτι βιαζόμενοι κατὰ τὸ βιαστὴν εἶναι τὴν ὁδόν. Ἀπὸ θανάτου εἰς ζωὴν μεταβήσεσθε, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ δουλείας εἰς υἱότητα πατρικὴν, ἀπὸ ἀδοξίας εἰς εὐδοξίαν, ἀπὸ κακουχίας εἰς εὐρυχωρίαν, ἀπὸ νηστείας εἰς τρυφὴν, ἀπὸ ἀκτημοσύνης καὶ ἀγνότητος εἰς ἀθανασίαν καὶ πολυολβίαν καὶ βασιλείαν οὐρανῶν ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ϞΔʹ. Βιοῦν ἀρίστως τοῦ τυχεῖν σωτηρίας. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Ὁρῶ καὶ σκοπῶ, ὅτι ἑτέρωθεν οὐκ ἔστιν ἡμῖν μέθοδος ὠφελείας, ἢ ἐκ τοῦ ἀνακινεῖν ἡμᾶς τοὺς περὶ τῆς σωτηρίας ἡμῶν λόγους, καὶ τοῦτο σχεδὸν εἰπεῖν κατὰ πᾶσαν ἡμέραν καὶ ὥραν. Ἐντεῦθεν γὰρ ἐλεγχομένη ἡμῶν ἡ ψυχὴ, καὶ οἷον μαστιζομένη τοῖς ἐλέγχοις, ἀποδιδράσκει πως τῆς περὶ τὰ πάθη ἀσχολίας· καὶ εὑρίσκει ὁδὸν ἀληθείας καὶ ἀπλανίας.

Ἀλλὰ θαῦμα· ὄντως θαῦμα· πῶς ἐπὶ μὲν τῆς κακίας καὶ μὴ λαλούντων ἡμῶν, ἀλλὰ κωφευόντων καὶ συστελλομένων ὅσον εἰς δύναμιν· ὅμως διὰ τῆς τοῦ ἀλλοτρίου ἐπιβουλῆς λογιζόμεθα τὰ κακὰ, καὶ ἐμπειρόμεθα εἰς τὰς ἡδονάς. Ἐπὶ δὲ τῆς ἀρετῆς τοσοῦτον κατατρίβοντες καὶ καταγινόμενοι μόλις μικρὸν, πῶς ἀνανεύομεν; Καὶ τοῦτο κατ’ αὐτὴν τὴν ὥραν τῆς ὑπομνήσεως. Εἰθούτως μετὰ τὴν πλήρωσιν τοῦ λόγου ἢ τῆς ὥρας, πολλοῦ γε εἰπεῖν τῆς ἡμέρας, πάλιν ὡς μὴ ἀκηκοότες, ἐπιλανθανόμεθα τῶν δογμάτων τῆς εὐσεβείας. Καὶ οἷον ἁρπάζει ὁ πονηρὸς τοὺς καλῶς καταβληθέντας λόγους τῆς ὠφελείας, καὶ ἀντεισάγει τὰ ζιζάνια τῆς ἁμαρτίας. Φεῦ τῆς μοχθηρίας! Φεῦ τῆς ἐπὶ τὰ πονηρὰ ἐπιῤῥεπτῶς ἐγκειμένης φύσεως ἡμῶν ἐλεεινοτάτης!

Τί δὴ λοιπὸν, ἀδελφοὶ, φῶμεν πρὸς ταῦτα; ἀλλ’ ἢ τὸ ἀεννάως κινεῖν ἡμῶν τὴν γλῶτταν ἐπανοίγειν ὑμῶν τὰ ὦτα· λαλεῖν τοῦτο καὶ ἐκεῖνο, ἀναλογίζεσθαι τὸ δέον καὶ ἁρμόζον, ὅπως τῇ συνεχείᾳ τοῦ λόγου κατεχομένη ἡμῶν ἡ ψυχὴ, δυνηθῇ πως τῶν πολυμηχάνων πειρατηρίων τοῦ διαβόλου ἀπολυτρωθῆναι. Διὰ τοῦτο καὶ τὸ νῦν ὑπομνησθῶμεν, παρακαλῶ· ἐννοηθῶμεν, ἀναλογισώμεθα, διασκοπήσωμεν τί ἐσμεν καὶ διὰ τί ἐσμεν, καὶ ποῦ ἐσμεν, καὶ ποῦ πάλιν πορευσόμεθα. Ἐσμὲν τοιγαροῦν πλάσμα θεοῦ, ἔργον χειρῶν αὐτοῦ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος, τὸ κράτος πάντων τῶν ὑπὸ τὸν οὐρανὸν ἔχοντες. Πάντα γὰρ ὑποτέτακται ὑπὸ τοὺς πόδας ἡμῶν, ὡς γέγραπται, ἀγγέλων δεύτεροι, ὡς αὐτοὶ τῆς πρώτης φύσεως. Διὰ τί δέ ἐσμεν; ἀλλ’ ἢ πρὸς τὸ εἶναι εἰς δόξαν τοῦ κράτους αὐτοῦ ἐφαμίλλως τῶν ἀγγέλων διὰ τῆς κατὰ πάντα φυλακῆς τῶν ἐντολῶν αὐτοῦ; Ἠλαττώμεθα γὰρ μικρόν τι παρ’ ἀγγέλους ὡς πάλιν γέγραπται· μᾶλλον δὲ οὐδὲ μικρὸν ὁπηνίκα τὴν φθορὰν ἀποθέμενοι πρὸς τὴν ἀφθαρσίαν χωρήσομεν.

Ποῦ δέ ἐσμεν; ἀλλ’ ἢ ἐν τῷ ἐξορίστῳ χωρίῳ, ἐν τῷ σκοτεινοτάτῳ κατοικητηρίῳ κατὰ τὴν διὰ τοῦ προπάτορος ἡμῶν ἀβουλίαν καὶ παρακοὴν καὶ φιληδονίαν, φθάσασαν εἰς ἡμᾶς τοὺς αὐτοῦ ἐγγόνους ἀπόφασιν. Ἐφ’ οἷς δέον κλαίειν καὶ πενθεῖν, σκυθρωπάζειν τε καὶ στυγνάζειν κατὰ μίμησιν τῶν παραυτίκα πεπονθότων παρὰ βασιλέων τὰ ὅμοια ἀναλογιζομένους, ὁπόθεν ἐξεπτώθημεν, ἐξ οἵας εὐπρεποῦς ἐνδιαίτης ἀγγελικῆς διαγωγῆς, τῆς μακαρίας τοῦ παραδείσου τρυφῆς. Καὶ τὸ, πότε κελευσθησόμεθα, εἰς ὃν προσεκρούσαμεν δεσπότην ἀγαθὸν, παραγενέσθαι πρὸς τὸ λογοτεθῆναι κατὰ τὴν ἐν ἐξορίᾳ πολιτείαν καὶ ζωὴν ἡμῶν.

Ποῦ δὲ πορευσόμεθα; ἀλλ’ ἢ εἰς τὸν ἐκεῖθεν κόσμον, εἰς τὸ τρισμακάριστον τῶν ἀγγέλων ἐνδιαίτημα, εἰς τὴν φωτεινὴν χορείαν, εἰς τὴν ἀνέσπερον ζωὴν, εἰς τὸ φοβερὸν καὶ παγκόσμιον κριτήριον, ἔνθα ὁ τῶν πάντων κριτὴς καὶ κύριος καθίσας ἐπὶ θρόνου δόξης ἐν ῥιπεῖ ὀφθαλμοῦ κρινεῖ τὰ σύμπαντα, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῖς μὲν φυλάξασι τὰς ἐντολὰς διδοὺς στάσιν δεξιὰν, χαρὰν ἀνεκλάλητον, ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν, βασιλείαν οὐρανῶν, καὶ ὧν οὐκ ἐφικνεῖται νοῦς ἐμβαθεῦσαι.

Τοῖς δὲ παρακούσασι καὶ διὰ ῥαθυμίας καὶ φιληδονίας καὶ ἀναλγησίας ἐνεργήσασι τὰ πονηρὰ, μοιχείαν, πορνείαν, κλοπὴν, φθόνον, φόνον, ἀσελγείαν, ἀκαθαρσίαν, ἀθέτησιν, ἀποστασίαν, ὑπερηφανίαν, κενοδοξίαν, τὰ λοιπὰ ἕτερα τῆς κακίας εἴδη, ἀπονέμων τὰς αἰωνίας τιμωρίας, τὸ πῦρ τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὸν ζόφον, τὸν τάρταρον, τὸ χάσμα, τὸ βρυγμὸν, τὸν ὀλολυγμὸν, τὸν κοπετὸν, ἑκάστῳ κατὰ ἀναλογίαν τῶν οἰκείων ἁμαρτημάτων.

Καὶ τίς φρονήσας ἐντεῦθεν; Τίς καλῶς βιασάμενος τὴν φύσιν ἐνέγκοι γενναίως, εἰ δέοι καὶ τεθνᾶναι ὑπὲρ τοῦ καλοῦ, ἵν’ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλάμψῃ ὡς ἥλιος· γένηται ἐν τῇ μερίδι τῶν ἁγίων, ἐν τῇ χοροστασίᾳ τῶν ἀγγέλων, ἐν τῇ εὐφροσύνῃ τῶν μαρτύρων, ἐν τῇ ἀπολαύσει τῶν προφητῶν καὶ ἀποστόλων.

Φεῦ δὲ, εἰ διὰ τὴν παραυτίκα ἡδονὴν τῆς σαρκὸς, διὰ τὴν ὀλίγωρον καρδίαν, διὰ τὴν φιλοκόσμον ἕξιν, διὰ βραχέα καὶ βδελυρὰ καὶ οὐδενὸς ἄξια καταντῆσαι εἰς ἐκείνην τὴν ἐλεεινὴν μερίδα τῆς εὐωνύμου στάσεως, εἰς τὴν ὀδυνηρὰν ἐπαγωγὴν, εἰς τὴν ἀνεπίστροφον ἐξορίαν, εἰς τὴν ἀπαράληκτον τιμωρίαν, εἰς τὰ δεσμὰ τὰ ἄλυτα, εἰς τὰ Οὐαί. Καὶ Οὐαὶ τῷ μέλλοντι ἐμπίπτειν· ὅτι οὐκ ἔστιν ἀνάνευσις, οὐκ ἔστι παλιμβουλία, οὐκ ἔστι μετανάστασις, οὐκ ἔστι φιλανθρωπία, οὐκ ἔστι τροπολογία οὐ παρὰ θεοῦ, οὐ παρ’ ἀγγέλων, οὐ παρὰ ἁγίων· οὐκ ἐλεῶν, οὐ συγχωρῶν, οὐχ ὑποχαλῶν τὰς τιμωρίας διὰ τὸ ἀπέραντον εἰς αἰῶνας αἰώνων.

Ταῦτα οὖν, τέκνα, πάντες οἱ δοκοῦντες εὐδρομεῖν καὶ οἱ ὀχλάζοντες, καὶ οἱ προθυμούμενοι, καὶ οἱ ἀθυμοῦντες, καὶ οἱ προὔχοντες· καὶ οἱ δευτερεύοντες, οἱ θερμοὶ καὶ οἱ ψυχροὶ, οἱ πλούσιοι καὶ πένητες τῶν ἀρετῶν, καὶ μὴν πᾶς ἄνθρωπος ἐσωτικὸς καὶ ἐξωτικὸς, καὶ πᾶσα φυλὴ καὶ γλῶσσα λογιζέσθω. Καὶ φροντίσωμεν· εὖ διαθώμεθα· δράμωμεν· κατεπειχθῶμεν· ἐνεργήσωμεν· ἀποῤῥίψωμεν τὰ πάθη ὡς μίασμα.

Ἐκτείνωμεν χεῖρας ἡμῶν εἰς θεὸν τὸν σώζοντα· εὐπροθετήσωμεν τὸ καὶ ἑκάστην ἡμέραν μαρτυρεῖν, τὸ αἷμα κενοῦν, τὰ μέλη τέμνεσθαι, τὰς σάρκας καταξαίνεσθαι, τὰ ὀστὰ συντετρίφθαι· οὐχ ὅτι βρώματος στερηθῆναι ἢ πόματος ἡδύτατον, ἱματίου τε ψιλοῦ, ὑποδήματος καλοθέτου, τιμῆς τε καὶ στάσεως καὶ κλήρου· ἅ τινα γελοῦν ἐστι καὶ λέγειν πρὸς τὰ κείμενα· ἵνα καλῶς ἐνταῦθα βιώσαντες, κατὰ λόγον διαζήσαντες κατὰ τὸ ἐπάγγελμα ἡμῶν τὸ ἅγιον, ἀκριβολογησάμενοι τὴν ὑπακοὴν, τὴν ταπείνωσιν, τὸ πιστὸν καὶ ἀμετάθετον καὶ ἀνεξάρνητον τῶν ὁμολογιῶν φυλάξαντες.

Ἐξέλθωμεν τῆσδε τῆς φυλακῆς χαίροντες, ἀπιόντες μετὰ παῤῥησίας, μετὰ ἐλπίδος χρηστῆς, εἰς τὸ κομίσασθαι τὰς παρὰ θεοῦ ὑποσχέσεις, τὰς αἰωνίους ἀμοιβὰς, ὡς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ϞΕʹ. Γλυκὺς ὁ καρπὸς τῶν τεταπεινωμένων. {τεταπεινωμένων.} ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Τὰ ῥήματα τῆς ταπεινώσεώς μου πρὸς ὑμᾶς οὐ νομοθετικὰ, οὐδ’ αὐθεντικὰ, οὐδὲ καινολεκτικὰ, ὡς οἶμαι· ἀλλὰ παραινετικὰ τῆς τῶν θείων πατέρων ἡμῶν διδασκαλίας καὶ διαβιώσεως ὑπόμνησιν φέροντα· ἤδη γὰρ ἀπεκάλυψεν ὑμῖν ἡ θεία χάρις τὰ ὅσια καὶ δίκαια, καὶ εὐαγῆ· καὶ οἴδατε ἀραρότως ὅπη καὶ ὅπως πορευόμενοι τεύξεσθε τῶν οὐρανίων ἀγαθῶν.

Ἀναμιμνήσκεσθε τοιγαροῦν καὶ ἀναμνημονεύετε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ θεοῦ, καὶ τὰ θειότατα πρακτήρια τῶν ὁσίων πατέρων, καὶ ἐκ τῆς εἰκόνος ἐκείνων τὰς ψυχὰς ὑμῶν διαζωγραφοῦντες χρώμασιν εὐσεβείας μιμήματα τοῦ βίου αὐτῶν γένοισθε.

Ἐκεῖνοι γὰρ πρῶτον καὶ τελευταῖον τοῦτο ἐξήσκησαν, τὸ φοβεῖσθαι τὸν κύριον εὐαισθήτως· καὶ ἐκ τούτου ἀνέτειλεν αὐτοῖς ἡ θεοΰψιστος ταπεινοφροσύνη· δι’ ἧς ἁπάσας τὰς σατανικὰς παγίδας οὐ μόνον εἰς οὐδὲν ἐλογίσαντο, ἀλλὰ καὶ δήσαντες τὸν τούτων ἀρχιτέκτονα ὑποπόδιον ἔθεντο καταπατούμενον, καὶ καταπαιζόμενον κατὰ τὸ ἐν εὐαγγελίοις ᾀδόμενον.

Καὶ ἵνα τῶν πολλῶν ἁγίων ἕνα λάβω, τῆς χθὲς ὀρθρινῆς ὑμᾶς ἀναγνώσεως ἀναμνήσω. Σιλβανὸς ἦν ὅσιος ἀναγινωσκόμενος, καὶ ὁ λόγος εὔηχος τοῖς ὠσὶν ἡμῶν. Οἴδατε ὅπως οὗτος μετὰ τὴν ἐγγυητικὴν ὁμολογίαν ἐβελτιώθη κράτιστα, καὶ τῷ τῆς ταπεινώσεως ὅπλῳ, καὶ τῷ τῶν δακρύων πελάγει κατεπόντισε τὸν διάβολον, εἰς ὕψος ἀρίστης πολιτείας ἀναβεβηκώς. Ὁ μόνος τὴν εἰκόνα τοῦ μεγάλου πατρὸς Παχωμίου διαδεικνὺς ἐν ἑαυτῷ· καίπερ ὀλιγοχρόνιος ὢν ἐν τῷ σχήματι καὶ ὠκύμορος μετὰ τὴν βελτίωσιν, καὶ τὸ ξένον, ὅτι καὶ θυμελικὸς, καί γε ὅτι Θεοδώρου τοῦ ἡγιασμένου καὶ Πετρωνίου τοῦ τρισολβίου, καὶ Ὀρσισίου τοῦ πανυμνήτου, καὶ τῆς ὅλης ἐκείνης ἱεροσυλλέκτου ἀδελφότητος, πρόκριτος ἀνεδείκνυτο, ἀγγελικαῖς ὑμνολογίαις ἐκ τῶν ἐνθένδε πρὸς τὰ οὐράνια μετακεχωρηκώς.

Οὕτω μέγα, ὦ τέκνα, τὸ τῆς ταπεινοφροσύνης θεῖον χάρισμα, καὶ οὐκ ἔστι ὁστισοῦν τῶν ἁγίων ὁ μὴ τούτῳ τῷ ἀξιώματι εὐηρεστηκὼς θεῷ. Ταύτην καὶ ὑμεῖς ἐγκομβώσασθε, ὦ ἀδελφοί μου, καὶ χαίρειν εἰπόντες, καὶ ταῖς εὐγλωττίαις καὶ ταῖς μελουργίαις καὶ ταῖς ἐκστηθέσεσι καὶ ταῖς ἀναγνώσεσι καὶ ταῖς λυπαῖς εὐφυίαις τε καὶ εὐχειρείαις ἐχώμεθα τοῦ προκειμένου. Οὐ μὴν ἀποπεμπτέα τὰ προῤῥηθέντα πάντη· δευτεραῖα δὲ καὶ ἀκόλουθα τῆς τῶν ἀρετῶν κυρίας. Ἐπείπερ διὰ τὰ προλαβόντα εἰ πρὸς τοὺς κακοφώνους ἐπαιρόμεθα, ἢ πρὸς τοὺς ἀμαθεῖς αὐθαδειαζόμεθα, ἢ πρὸς τοὺς οὐκ εὖ ἀναγινώσκοντας κατεξανιστάμεθα, ἢ πρὸς τοὺς ἀστόμους καὶ ἀμαθολέκτους ὀφρυούμεθα, εἰς μάτην ὄντως κοπιῶμεν, οὐ κατὰ σκοποῦ βάλλοντες, ἀλλὰ καθ’ ἑαυτῶν τοξεύοντες καὶ θηριάλωτοι γινόμενοι τῷ διαβόλῳ.

Μὴ οὖν οὔτως, τέκνα· ἀλλὰ ταπεινώσει καὶ ἐργαζώμεθα· ταπεινώσει καὶ ἀναγινώσκωμεν, ταπεινώσει καὶ ψάλλωμεν, ταπεινώσει καὶ βαδίζωμεν, ταπεινώσει καὶ ἐσθίωμεν, ταπεινώσει καὶ ἀπολογώμεθα. Καὶ οὕτως ὀψόμεθα, πηλίκος ὁ καρπὸς αὐτῆς, γλυκὺς καὶ ἐπέραστος καὶ πάμφωτος, μιμητὰς θεοῦ ἡμᾶς ἐργαζόμενος· —Μάθετε γάρ, φησιν, ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν—.

Τῇδε γὰρ ὡς ἀληθῶς ἀνάπαυσις· ἐνταυθὶ τὰ κύματα τῆς χάριτος ἐν ταῖς ψυχαῖς ἀναβάλλεται· ἐνταυθὶ κάθαρσις καὶ τῇ σαρκὶ ἀνατέλλουσα· ἐνταυθὶ δακρύων χύσις ἐπιπολάζουσα· ἐνταυθὶ κατανύξεως πηγὴ ἀναβλύζουσα· ἐνταυθὶ σοφία καὶ σύνεσις καὶ εὐλάβεια καὶ ἐγκράτεια καὶ ἡσυχία καὶ ἀπερπερία καὶ ἀγελασία, καὶ εἴ τι ἄλλο τῶν καλῶν καί ἐστι καὶ λέγεται καὶ δωρίζεται· οὕτω μὲν περὶ τῆς ὁσίας ταπεινοφροσύνης ἡ διάλεξις.

Ὑμεῖς δὲ, τέκνα θεοῦ καὶ τέκνα τῆς ἡμετέρας ταπεινώσεως, δεχόμενοι τὰ σπέρματα καρποφορεῖτε ὡς γῆ ἀγαθὴ ἀνὰ τριάκοντα, καὶ ἀνὰ ἑξήκοντα, καὶ ἀνὰ ἕκατον ταῖς ἀναλόγοις τῶν χαρισμάτων εὐπραξίαις. Καὶ φυλάξατε ἑαυτοὺς ἀπὸ παντὸς κακοῦ καὶ πονηροῦ ἐπιτηδεύματος, φεύγοντες τὴν παῤῥησίαν, διώκοντες τὴν φιλαδελφίαν, ἀποστυγοῦντες τὴν πονηρίαν, φιλοῦντες τὴν ἀπραγμοσύνην· —ἄκακοι γὰρ καὶ εὐθεῖς ἐκολλῶντό μοι—.

Μή τίς τινα ἀγαπάτω ἢ καλῶς ἔχει πλέον τῶν ἄλλων· μηδὲ διδότω παῤῥησίαν ἀγένειος ἀγενείῳ· μηδὲ εὑρισκέσθω ἐν ἀποκρύφοις τόποις καὶ ἀνεπισκόποις· ἀλλὰ στῆτε οἱ πάντες πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ἀκαταπόνητοι, τὴν πυρκαϊὰν τῶν παθῶν κατασβεννῦντες ταῖς θείαις προσευχαῖς καὶ ἐπικλήσεσι. Φυσικὸν τὸ ἔρχεσθαι τὰ πάθη· ἀλλ’ ἡμῶν τὸ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἀποκρούεσθαι. Ἦλθεν, ἐῤῥίπισεν, ἀπεδράθη μᾶσσον τοὺς τῆς ψυχῆς σου ὀφθαλμοὺς, ἡνίκα προσαγάγῃ ὁ πειράζων τὴν ἀπρεπῆ θέαν. Ἀπόῤῥιψον τὸ ἄγκιστρον τῆς ἡδονῆς πόῤῥω· ἐπειδὰν τὸ δέλεαρ καταχαλάσῃ εἰς τὴν καρδίαν ὁ πικρὸς ἁλιεὺς τῆς ἁμαρτίας. Βῦσόν σου τὰ ὦτα, ὁπηνίκα προσλαλεῖν ἄρξεται ὁ ψιθυρίσας θάνατον εἰς τὰ τῆς Εὔας ὦτα. Μὴ ἅψῃ, μὴ θίξῃ, μὴ ὀσφρύσῃ, ὁπότε ὁ τῶν ληκυθίων ἐκείνων κατασκευαστὴς καὶ ἐπιφορεὺς παραβάλῃ σοι καθημένῳ ἢ περιπατοῦντι. Μὴ δέξῃ ἐπεὶ ὡς ἀνέμῳ περιστρεφθήσῃ, καθὰ γέγραπται.

Ἀσφάλισαι οὖν πανταχόθεν, τέκνον. Γενοῦ πόλις ὀχυρὰ καὶ τετειχισμένη· γενοῦ τεῖχος χαλκοῦν καὶ πέτρα ἀκίνητος, ἵνα ὁσάκις προσρήσσωσί σοι αἱ καταιγίδες, ἀπαρασάλευτος διαμένῃς. Δρῶμεν μᾶλλον διὰ τῆς ἀντιπέμψεως κατὰ τῶν δαιμόνων ἢ παθῶν διὰ τῆς χαυνώσεως τῆς ψυχῆς σου· καὶ οὕτως ἀνεδείχθης στρατιώτης τοῦ κυρίου, ἀθλοφόρος Χριστοῦ, μάρτυς τῆς χάριτος· καὶ φθέγξῃ σὺν τῷ Παύλῳ. —Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος—ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.