Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ϞΣΤ΄-Ρ΄: Ποιμαντική καθοδήγηση και αποβολή της ραθυμίας

Έλεγχος της πνευματικής χαλαρότητας, καθοδήγηση για τη συνειδητή εκτέλεση των διακονημάτων και ανάδειξη της αξίας της συνεχούς κατήχησης για τη σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 20 από 22

ΛΟΓΟΣ ϞϚʹ. Μὴ φυσιοῦσθαι, μὴ γένει μὴ δυνάμει. ΠΑΤΕΡΕΣ ΜΟΥ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐπείπερ ἐστὲ φυτεία θεοῦ εἰς καρποφορίαν πνευματικὴν γεννηθέντες, χρεία μοί ἐστι νύκτωρ καὶ μεθ’ ἡμέραν τὴν ὀφειλομένην καλλιεργίαν ποιεῖσθαι εἰς ὑμᾶς, καὶ ποτίζειν, καὶ οἷον διακόπτειν, καὶ τέμνειν, καὶ ἀποκαθαίρειν, ἵνα γένησθε ἄμπελος εὐκληματοῦσα πολὺν φέρουσα τὸν καρπὸν τοῦ Πνεύματος. Οὐαὶ δέ μοί ἐστιν, ὅτι οὐκ εἰμὶ τῶν τοιούτων γεωργῶν, ἵνα κατὰ τὸ θέλημα τοῦ δεσπότου Χριστοῦ, τὸν ἐκδοθέντα μοι ἀμπελῶνα περιποιῶμαι, πλὴν τὸ κατὰ δύναμιν ἐκβιάσομαι, πάντοτε καὶ νῦν ποιεῖσθαι.

Ἐπιβλέπων ἐπιβλέπω καὶ ἰλιγγιῶ πρὸς τὴν διέξοδον τῆς ζωῆς ὑμῶν, ὁπόση καὶ ἡλίκη ἐστὶ πολυειδής τε καὶ διεξάγωγος. Οὐ γὰρ οἱ πάντες ἐν τοῖς αὐτοῖς ἤθεσί τε καὶ πράγμασι χαίρετε· οὐδὲ τῷ αὐτῷ λόγῳ καὶ κανόνι ἐμπεριέχεσθε· ἀλλὰ κατὰ τῶν σωμάτων ὑμῶν ἰδέας, πλειοτέρας καὶ τὰς ψυχικὰς διαθέσεις φερόμενοί ἐστε· ὁ μὲν ἐπιτιμήσεως χρήζων, ὁ δὲ ἐγκρατείας, ὁ δὲ ἁπλουστέρας τροφῆς, καὶ ὁ μὲν ἐν τῷ στυφῷ λόγῳ μᾶλλον ἁλιζόμενος, ἕτερος δὲ ἀπεχθανόμενος καὶ συγκαταβαίνοντι· οὐ πάντες μοι φαίνεσθε ὠφελούμενοι διὰ τὴν καταφρόνησιν καὶ τὴν ἀναίδειαν. Καί τινα οὖν πλήττειν με δεῖ, ἄλλον νύσσειν, ἕτερον ἄγχειν; καὶ πολὺς μὲν ὁ ἀκάματος καὶ ὀλίγη παντελῶς ἡ δύναμις· ἀλλ’ ἔργον θεοῦ καὶ εὐχὴ πατρικὴ εἰς τὴν τοιαύτην ἐγχείρησιν.

Ἐγὼ ἐπιμεριμνῶ καὶ καταζέομαι, καὶ διαλογίζομαι, καὶ ἀνατυπῶ, καὶ ἀναθεωρῶ, καὶ ἀντιλαμβάνομαι. Πῶς εἷς ἕκαστος ὑμῶν περὶ τῶν κρυπτῶν ἔσω ἄνθρωπον διαγίνεται εἰς πᾶσαν πρᾶξιν καὶ κίνησιν καὶ ἐνθύμησιν· ὅτι τὸν ἐν τούτοις ἅπασι λόγον ὑφέξω ἐν ἡμέρᾳ κρίσεως, μὴ ἀρκούντως καὶ δεόντως καὶ ζεόντως, ἀλλὰ ἐλλιπῶς καὶ ἀπροσφόρως διαγγείλας καὶ διαστήσας ἑκάστῳ ὑμῶν. Ἔνθεν μοι τὸ δακρύειν πικρῶς καὶ τὸ ἀπολέγεσθαι τὴν ψυχὴν τὴν ἐλεεινήν.

Καὶ ὑμεῖς, οἵ τινες λέγω, ἵσως παίγνια ἡγεῖσθε τὰ ῥήματά μου· δεικνύει γὰρ τὸ πρᾶγμα. Εἰ γὰρ ἐγὼ περικόπτομαι καὶ σὺ γελᾶς καὶ νυστάζεις πρὸς τὴν ἀκρόασιν καὶ ἀμελεῖς πρὸς τὴν προκειμένην σου ἐργασίαν, καὶ περιπατεῖς ἀέργως ὧδε κακεῖσε, καὶ ψιθυρίζεις καὶ ἀργολογεῖς. —Τίς ὠφέλειά, φησι, ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;

Μὴ οὕτω, τέκνα· μή· παρακαλῶ· ἀλλὰ διανάστητέ μοι ἅπαντες· Ἰδοὺ τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγέλλων ὑμῖν οὐ παύσομαι· καὶ ἐπιλέγων τὸ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν· οὐ παρασιωπήσομαι· οὐ γὰρ ὑποστέλλομαι, κἂν ἀνάξιός εἰμι, οὐδὲ ὑπεστάλην τὴν ἀλήθειαν τοῦ θεοῦ ἀναγγέλλειν ὑμῖν. Καθ’ ὃ οὖν τις τέτακται, κατὰ τοῦτο καὶ ἐπιμελείσθω ἑαυτοῦ. Εἰς τὸ ἐργάζεσθαι, ὡρίσθης ἐργάζου ἄνθρωπε τοῦ θεοῦ σπουδαίως· Χριστὸς γάρ σου τὸν πόνον ὁρᾷ καὶ δέχεται. Φείδου τοῦ σκεύους τοῦ χρησιμεύοντός σοι εἰς τὸ προκείμενον ἔργον· ὅτι οἱ μὲν διασυντρίβετε τὰ ἐργαλεῖα καὶ γελῶντες ἔρχεσθε πρὸς συγχώρησιν βάλλοντες τὴν μετάνοιαν. Βλέπεις ἀφοβίαν ψυχῆς καὶ καταφρόνησιν; Ἀλλὰ μὴ οὕτως. Ἀπετάγης εἰς τόδε τὸ πρᾶγμα· τί μεταβαίνεις καὶ μετατιθεὶς ὅρια, ἃ ἔθεντο οἱ πατέρες σου; Ὁ θεῖός σοι λόγος λέγει· —Ἐν ᾧ ἐτάγης, ἐν τούτῳ μένε—. Βλέπε πῶς διακρατεῖς τοὺς ὑπὸ σὲ ἀπαθῶς καὶ κατὰ λόγον καὶ τὸ σπουδαίως διανοεῖν τὰ κατὰ χρείαν.

Ταῦτα γὰρ συμπέπλεκται τοῖς πνευματικοῖς, ὡς τῇ θατέρου ἀπολείψει θάτερον πίπτειν. Σὺ διωρίσθῃς ἐπαγοράζειν τὰ τοῦ μοναστηρίου, σκέπτου, ἀδελφὲ, μὴ ἀσυνέτως, καὶ ἐπιστενώσεις τὴν ἀδελφότητα· μηδὲ ὁ κελλαρίτης παραθεωρείτω τὸν κόκκον· μηδὲ ὁ ὀψοποιὸς παρακαιέτω ἀκαίρως τὸ ξύλον· καὶ ὅς ἐστι τὰ δεύτερα μετ’ ἐμὲ φέρων μὴ ἀπροσέκτως διδότω τι, ἀλλ’ ὡς οἰκονόμος θεοῦ ἀποδώσειν μέλλων λόγον τῷ θεῷ καὶ κριτῇ ἐν ἡμέρᾳ ἀνταποδώσεως, οὕτω φροντιζέτω.

Καὶ ἁπλῶς εἰπεῖν, μηδεὶς παραβλεπέτω τι τῶν ἐν τῇ συνοδίᾳ, μὴ ἐκζητείτω τὰ ὑπὲρ ἀξίαν· εἴ τε νοσηλευόμενος εἴη τις, εἴ τε ὁδηπορήσων, εἴ τε κεκοπιακὼς, εἴ τε ἐπιδεὴς ὑποδήματος, ἱματίου, κουκουλίου, ἢ ἄλλου τινός. —Δός μοι, φησὶ τόδε πάτερ· καί μοι τοῦτο ἀπροσφυὲς τὸ ὑπόδημα, καὶ πιέζει με μικρὸν τὸ ψύχος. — Ἕτερός φησιν ὑπαντῶν πρωΐθεν τάδε· —Κύρϊ. ὁ οἰκονόμος, σφίγγει με τὸ καλίκιον, καὶ οὐ πάρεστί μοι ἀλλαγὴ ὀρταρίων ἑτέρων. καί τε τοῦ βιασμένου· ὡς ὁ ἄλλος ὀφείλων εἶναι καὶ—ἅπερ, φησὶ, ἔχω, οὐκ εἰσὶ πρόσμαλα.

Πάλιν ἄλλος—εἰ μὴ ἔχω τόσα μαλωτάρια, ἢ καὶ προσκεφάλαιον, ἢ καὶ ἄλλαγμα καθαρόπλυτον, οὐκ ἀναπαύομαι. — Καὶ ἕτερος· —ὁ οἶνος τρισμὸν ἔχει, φησὶ, καὶ τὸ ἕψημα ἀνάλατον· ἢ καὶ ἀγορασθήτω τόδε, καὶ ἐξοδιαζέσθω ἄλλο.

Εἰ φοβήθητε τὸν θεὸν οἱ ταῦτα φάσκοντες; Εἴπατε πόθεν τὸ χρυσίον καὶ τὸ ἀργύριον, ἐξ ὧν εὕρομεν ταῦτα; Ἀλλ’ ἐκ τῶν πατρικῶν ὑμῶν κλήρων; Καὶ μὴ λυπηθῆτε λέγοντός μου. Ἀλλ’ ἐξ ὧν εἰσηνέγκατε ἀποταξάμενοι· ἀλλ’ ἐκ τῶν βασιλικῶν καὶ τηλικούτων εἰσόδων; Ναὶ, μικρὸν ἐκεῖθεν καὶ ἔκ τινος ἄλλου φιλοχρίστου ἀνδρός. Ἀλλ’ ἄνθρωπε, ἐκενώθησαν τὰ προσκαταχθέντα, εἰ καὶ μικρὸν ἐπικρατεῖ διὰ τὸν ἑξῆς χρόνον.

Ἐμοῦ τοίνυν πιέζεται ἡ καρδία· ἀλλὰ καὶ τοῦ οἰκονόμου, ἀλλὰ καὶ τῶν φροντιζόντων· καὶ αὐτοὶ ἐν γελοίῳ, καὶ ὡς μοδισμὸν χρυσίου ἔχοντες· οὕτως ἀπατεῖτο τὰ πράγματα καὶ ἀπεχθάνεσθε. Εἰ μὴ ἔχετε πᾶσαν ὑμῶν ἀπάτειαν· καὶ ταῦτά τινες ὄντες γινώσκετε.

Οὐκ ὀνειδιστικῶς λέγω ὑμῖν. —Τὸ πρότερον οὐκ εὐταρκεῖ σε, ὦ ἄθλιε, ὅτι ὅλως ζῇς, ὅτι ὅλως ἀνανέεις ἀέρα; Οὐκ ἀναμιμνήσκῃ τὸ φορτίον τῶν ἁμαρτιῶν σου, ὃ ἐσκόρπισε καὶ σκορπίσει ὁ κύριος, εἰ καλῶς περιπατοίῃς. Ἑξάστιχά μοι ζητεῖς;

Πότε οἵ τινες οἶνον οὐκ ἔπινον, ἀλλὰ πολλάκις καὶ ὀλιγοστόν. Καὶ ἄρτι ὅτε ὑδροποτεῖν ὤφειλον, διαφορὰς οἴνων ἐκζητοῦσι. Ποτὲ νοσοῦντες ἰατρικῆς ὅλως οὐκ ἀπήλαυνον, οὐδὲ ἰατρὸν εὐπόρουν θεάσασθαι· καὶ νῦν ἐκλογὴν ἐπιζητοῦσι, καὶ τὸν ὄντα ἀποπέμπονται. — Βαβαὶ τοῦ φρυάγματος! Ποτὲ οὐκ ἀκέραιον ὑπόδημα, ἢ ἱμάτιον περιεβαλόμην, εἴπω ἐγώ· καὶ ἄρτι ὡς οὐδ’ ὁπωσοῦν στενοχωρεῖσθαι ἐν τοῖς τοιούτοις θέλω. Ὑβριζόμην δὲ τὸ πρότερον καὶ πολλάκις καὶ ἐῤῥαπιζόμην, καὶ ἄρτι, εἴ με παραβλέψειέ τις τῶν ἀδελφῶν, συνιάζομαι· Καὶ οὔπω λέγω ὅσα καθεκάστην ἡμέραν γίνονται· ἀλλ’ ἐξ ὀλίγων λάβετε τὰ πλείονα. Ταῦτα, τέκνα, εἰ καὶ εἰς ἐμαυτὸν ἐσχημάτισα, μὴ θαυμάσητε, ἵνα γὰρ μὴ ὑπερφρονῆτε παρ’ ὃ δεῖ φρονεῖν, τοῦτο πεποίηκα. Σὺ δὲ τί ὑψώθης τῷ φρονήματι ὡς πομφόλυξ; ὡς ὅτι φησι—τοῦ δεῖνος γέγονα· καὶ ἔνθεν ὁρμῶμαι, κἂκ τούτου κατάγομαι τοῦ μητρώου γένους· καὶ ἦν μοι τόσα πλέθρα γῆς καὶ κτήματα, περιουσία τε ἄλλη παντοδαπή· ἡ δὲ τροφή μου ἁβροδίαιτος καὶ ἐσθής μοι περικαλλὴς καὶ ἁπαλωτάτη.

Ὡς ἄφρων καὶ ἄνους ταῦτα διαλογίζῃ. Φεῦ γὰρ τὸ καὶ διὰ στόματος ταῦτα φάσκειν. Χάρις σοι μεγάλη, ἵνα λύτρον ἐπ’ ἐκείνοις λάβῃς, οἷς κακῶς προεβιότευσας, ὡς ἐν ἀσωτίᾳ ἔζησας. Ὧδε φρόνει, ὅπου καὶ ἦλθες ἐκ τοῦ αὐτοῦ φυράματος εἶ, καὶ εἷς πατὴρ ὁ θεὸς πρῶτον πάντων, ἔπειτα ἡ ἐμὴ ταπείνωσις· οἱ δὲ πάντες ὑμεῖς ἀδελφοὶ ὁμότεκνοι· Εἰ δὲ μὴ οὕτως ἦτε, οὐκ ἐγεννήθητε ἐκ πνεύματος, οὐδὲ χρηματίζετε τέκνα θεοῦ, οὐδὲ ἐμοῦ τοῦ ἀναξίου· ἀλλ’ ἐν τῇ τῶν σωμάτων ζωῇ γνωρίζεσθε.

Ἀλλ’ οὔ τι τῶν τοιούτων γίνεται χάριτι Χριστοῦ ἐνταῦθα! Λέγεται δὲ οὖν ὅμως, ἵνα ἀσφαλιζώμεθα. Δάκρυσις δέ μοι πολλὴ, καὶ ὡς ἂν ὑπονοῶ τὸ θέλημα τοῦ θεοῦ εἶναι, διαπράττομαι. Σὺ σιώπα καὶ πρόσεχε, ὅπου τάττῃ καὶ πῆ σε φέρω, καὶ ποῦ σε ἱστῶ. Εἰ δὲ ὁ ἀδελφὸς ἄνω ἰσοστάσιός σοι ἀπολαυστικὸς, τρόφιμος, πολύποτος, περὶ τούτου λόγον οὐχ ἕξεις, οὐδὲ ἡμῖν, οὐδὲ θεῷ.

Συγχωρήσατε, τέκνα, εἰ κακῶς λέγοιμι· εἰ δὲ καλῶς συμφήσατε, συμπράξατε, συνεγέρθητε· τί μοι; Προσέρχεσθε ἀπὸ τῆς πρώτης σωρηδὸν, καὶ οὐχ ἕκαστος τρέχει πρὸς ἐργασίαν. Μὴ ἂν ὑπόλειψις γένηται τῆς σαρκικῆς ὑμῶν ζωῆς· ἀποπνίγετέ με;

Οὐ λέγω, εἰ θέλετε, ἀπεμπολήσετέ με, ἀλλ’ οὐ πρέπει. Ἰδοὺ πῶς φλυαρολογῶ· ἀλλὰ πονῶν λαλῶ, ἵνα συμπονήσητε, ἵνα μὴ εἰς τὰ πράγματα ὑποπέσωμεν. Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δώῃ ὑμῖν οὐ μόνον ἀκούειν, ἀλλὰ καὶ πράττειν, ἵνα κληρονομήσωμεν τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ϞΖʹ. Ἔχειν συνειδὸς καθαρὸν τοῖς πρακτέοις. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ, Εἰ ὁ σπορεὺς χαίρει καταβαλλόμενος τὰ σπέρματα τῇ γῇ, πόσον οὐ μᾶλλον εὐφρανθήσομαι κἀγὼ ὁ ταπεινὸς σπερματίζων ὑμῖν τὸν λόγον τῆς κατηχήσεως· ἀλλ’ ἐκεῖνος μὲν ἀμᾶται τοὺς στάχυας σώματος ἐπικήρου τροφὴν, ἐγὼ δὲ τὰ κατορθώματα ὑμῶν ψυχικὴν ἀπόλαυσιν αἰωνίαν.

Διὰ τοῦτο χαίρω, τέκνα, καὶ ἀγάλλομαι, ἓν λυπούμενος καὶ μόνον, τὰς ἁμαρτίας μου καὶ τὸ μὴ κατ’ ἀξίαν τῶν τιμίων ὑμῶν εὐπορεῖν με λέγειν. Ἀλλὰ δέχεσθε τὰ τῆς πτωχείας καὶ ταπεινώσεώς μου, καὶ τῇ οἰκείᾳ ὑμῶν εὐπορείᾳ πλουτίζετέ με τὸν πτωχὸν καὶ πένητα τῶν ἀρετῶν. Οὐ γὰρ ὡς πατὴρ ἔχω θησαυρίζειν ὑμῖν τοῖς τέκνοις κατὰ τὸν ἀπόστολον. Ἐν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἀπολογίας· δεύτερον δὲ, ἐπειδὴ γεωργίας παράδειγμα, ἀεὶ τὰς χώρας ἐπισκέπτεσθαι τὸν γεηπόνον, καὶ φιλοκαλεῖν αὐτὰς ἀπὸ πάσης ἀκανθώδους καὶ ὑλώδους παρεκφυήσεως, ἀναγκάζομαι, τέκνα μου, κἀγὼ ἐπιβλέπειν τὰς ψυχὰς ὑμῶν διὰ τῶν ἔξωθεν ἐπιτηδευμάτων ὑμῶν, καὶ τὰ ἔνδον καταστοχάζεσθαι.

Βλέπετε τοίνυν πῶς αὐξάνεσθε, πῶς τελειοῦσθε· πῶς καρποφορεῖτε θεῷ καὶ ἡμῖν τὴν ἀρίστην πολιτείαν ὑμῶν. Ἐν τῇ ὑποταγῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· ἐν τῇ ταπεινώσει ὑμῶν ὑψώσατε τὸ κέρας τῆς διαβιώσεως ὑμῶν· ἐν τῇ ὑπακοῇ ὑμῶν ἐνδείξασθε τὸ μαρτύριον τῆς συνειδήσεως ὑμῶν ἀδόλως καὶ ἀκαπηλεύτως τὰς διακονίας ὑπεξερχόμενοι, οἷόν τι ἀποτέτακται, ὁ μὲν εἰς τήνδε, ὁ δὲ εἰς τήνδε τὴν χρείαν.

Μὴ προσπαθῶς, μηδὲ ἐχθρωδῶς, μηδὲ καταφρονητικῶς ἐνεργείτω, παρακαλῶ· ἀλλ’ ὡς ἐν ἐποψίᾳ θεοῦ εὐκρίτως καὶ εὐσυνειδήτως καὶ ἀξιολόγως, ἢ διδότω, ἢ λαμβανέτω ἕκαστον παρισταμένων, ἵνα ἀκούσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· —Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. — Οὐ γάρ εἰσι τῆς φωνῆς ἄξιοι, συγχωρήσατε, οἱ ἱμάτιον, ἢ ὑπόδημα, ἢ δαπάνημα, ἢ ἀνάγνωσμα, ἢ διάταγμα, ἢ ἀπάντημα, ἢ ἐπιτίμημα, ἢ τόδε, ἢ ἐκεῖνο δέλτιον λέγω, ἢ ἄλλό τι ἐπιδιδόντες ἀθεοφόβως τῷ ἀδελφῷ· μᾶλλον δὲ ἐκείνης τῆς λεγούσης· —Ἴδετε οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, λέγει κύριος. —Καὶ —ὅτι ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς. —Τί γὰρ καὶ ἐντεῦθεν οὐκ ἀναφύεται; δουλοπάθειαι· ὁρῶντος τοῦ ἑτέρου τὸν ἕτερον καὶ σκανδαλιζομένου, ὡς τὸ εἰκὸς κατὰ τοῦ δεδωκότος.

Τοῦτο δὲ λέγω οὐχ’ ἵνα ἐξαναστῆτε οἱ λαμβάνοντες πρὸς ἐπιζήτησιν σφαλερὰν, καὶ διάκρισιν πονηρὰν, καὶ ἐπίβλεψιν δολερὰν τοῦ φορήματος, ἢ τοῦ ὑποδήματος ἐκείνου ἢ τοῦδε τοῦ ἀδελφοῦ· στέργειν γὰρ ἐπὶ πᾶσιν ἀναγκαῖον ὑμῖν τὸ κρῖμα, κατὰ τὸν μέγαν Βασίλειον, τῶν τὴν ἐξουσίαν ἐχόντων· ἀλλ’ ἵνα ὑμεῖς οἱ διανομεῖς τῶν τοιούτων φόβῳ θεοῦ καὶ πόθῳ ἐξανύητε καλλίστως τὰς ἐγχειρισθείσας ὑμῖν ἀρχάς.

Καὶ διδίη ὁ διδοὺς ἀπροσπαθῶς καὶ κατ’ ἀξίαν, ἢ τὸ ἱμάτιον, ἢ τὸ ὑπόδημα, ἢ τὸ ἀνάγνωσμα, ἢ τὸ καλλιγράφημα, ἢ τὸ δαπάνημα, ἢ ἀλλοτιοῦν, ἵνα μὴ λεπτολογῶμεν τὰ πράγματα. Καὶ οὕτως ποιούντων ὑμῶν, εὐστάθεια καὶ γαλήνη ἔτι καὶ ἔτι ἀναφανήσεται ὑμῖν τοῖς ἠγαπημένοις μου.

Ναὶ, ναὶ παρακαλῶ καὶ δέομαι, ἀδελφοί μου ἡγιασμένοι, πληρώσατε τὰς καρδίας ὑμῶν παντὸς ἀγαθοῦ ἐπιτηδεύματος. Δότε ἀλλήλοις δι’ ἀγάπην ἑαυτούς. Χαίρετε ἀλλήλων τῇ εὐδοκιμήσει. Λυπεῖσθε ἐπὶ τῇ τοῦ πέλας καταπτώσει. —Οἷος ὁ χοϊκὸς, οὗτοι καὶ οἱ χοϊκοί, φησι· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. —Ὁ δὲ θεὸς ἡμῶν ἐπουράνιος ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, καὶ τοῦ ἐλέους αὐτοῦ πλήρης ἡ γῆ, ὡς ψάλλει Δαυΐδ.

Ὁμοιωθῶμεν αὐτῷ καὶ ἡμεῖς, κἂν νῦν μὲν τοῦτο κατορθώσωμεν· νῦν δὲ πρὸς τὸ ἑξῆς ἐπειχθησόμεθα· καὶ μηδὲ ἐν τῇ ἐλλείψει ἀθυμήσωμεν· μηδὲ ἐν τῇ ἐπικτήσει κενοδοξήσωμεν· ἀλλ’ ἐπὶ μὲν τῷδε εὐχαριστήσωμεν τῷ κυρίω· —Οὐ γὰρ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντός, φησι, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. —Ἐπὶ τῷδε ἐπιμένωμεν, καὶ γενήσεται· —ὁ ζητῶν γάρ, φησιν, εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. — Οὕτως οὖν, τέκνα μου, ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τῶν ψυχῶν ὑμῶν ἐργάζεσθε ἀναβιβαζόμενοι ἐπὶ τὰ ὑψηλότερα. Χαρᾶς οὖν καιρὸς ἐπὶ τῆς ἀληθινῆς πραγματείας τῆς οὐκ ἀπολλυμένης· δρόμου καιρὸς, ἀλλὰ τοῦ πνευματικοῦ· πλουτισμοῦ καιρὸς, ἀλλὰ τῶν αἰωνίων ἀγαθῶν. Μακάριος ὁ τρέχων· τρισμακάριος ὁ ὑπομένων· παμμακάριστος ὁ πῦρ πυρὶ ἐπιθυμίας καὶ ἀγάπης θεοῦ ἀνάπτων ἐν ἑαυτῷ καθεκάστην.

Οὐκ ἀποθανεῖσθε, τέκνα μου, ἀλλὰ ζήσεσθε· οὐ χωρισθήσεσθε, ἀλλὰ συναφθήσεσθε· οὐκ ἀτιμασθήσεσθε, ἀλλὰ δοξασθήσεσθε, ἐάνπερ τὴν ὁμολογίαν ὑμῶν βεβαίαν καὶ ἀκλινῆ μέχρι τέλους τῆς ὁσίας ὑποταγῆς ἀραρότως κατέχητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ϞΗʹ. Πολλοὺς ἱδρῶτας πρὸς τῷ σωθῆναι χέειν. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Πᾶσα μάθησις καὶ τέχνη πρὸς τὸ οἰκεῖον τέλος ἀφορῶσα τοὺς διδασκομένους διανίστησι· καὶ γὰρ ὁ γεωργὸς οὐ πρὸς τὰ παρόντα ἐπαχθῆ καὶ ὀδυνηρὰ τῆς γεωργίας βλέπων ἀθυμεῖ, ἀλλὰ πρὸς τὸν μέλλοντα καρπὸν ἀναδίδοσθαι σκοπῶν, προθυμότερον ἀναλαμβάνει τὰ τῆς γῆς ταλαιπωρήματα.

Καὶ ὁ πλευστικὸς οὐ πρὸς τοὺς ἐκ τῆς θαλάσσης ἀναῤῥιπιζομένους κινδύνους ὁρῶν τῆς ἐμπορίας ἀπολιμπάνεται· ἀλλὰ πρὸς τὸ μέλλον κέρδος ἀναθεωρῶν, κατατολμᾷ πολλῆς ὁδοῦ κυμάτων τε καὶ καταιγίδων. Πάλιν ὁ πραγματευτὴς πρὸς μακρὰν ὁδὸν στέλλεσθαι μέλλων, οὐ καταπίπτει, οὐκ ἀποῤῥαθυμεῖ· ἀλλὰ πρὸς τὸ πέρας τοῦ κέρδους κατεπειγόμενος, ἐγχειρίζεται τὰς προκειμένας ταλαιπωρίας. Καὶ ἁπλῶς εἰπεῖν ἐφ’ ἑκάστης μεθόδου τῶν ὑπὸ τὸν οὐρανὸν πᾶν ὁτιοῦν ἐφευρίσκει τις, εἴ τε βασιλεὺς, εἴ τε ἄρχων, εἴ τε πλούσιος, εἴτε δυνάστης, εἴ τε ἔγγαμος, εἴ τε ἄγαμος, μετὰ πόνου καὶ ἱδρῶτος, μετ’ ἐπιμελείας καὶ σπουδῆς, μετ’ ἀγρυπνίας καὶ νήψεως, μετὰ βουλῆς καὶ συνδιασκέψεως, μεθ’ ὑπομονῆς καὶ μακροθυμίας, καὶ τῶν ἄλλων, ὅσα εἰς τὴν προκειμένην θεωρίαν, συντείνει.

Οὕτω τοιγαροῦν καὶ ἐπὶ τῆς τέχνης τῶν τεχνῶν, τῆς καθ’ ἡμᾶς λέγω πολιτείας, ἔργον ἐστὶν οὐ τὸ τυχόν· ἀλλὰ πολλοῦ δεόμενον κόπου καὶ πόνου εἰς τὸ τελεσθῆναι καὶ ἀπαρτισθῆναι. Καθὼς γὰρ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τὸ διαφέρον ταύτης πρὸς ἐκείνας· ὅτι αἱ μὲν ἀπὸ τῆς γῆς καὶ πρὸς τὰ τῆς γῆς, καὶ ὁρῶσι καὶ συντελοῦνται, ἡ δὲ ἀπὸ θεοῦ καὶ πρὸς οὐρανὸν ἐφορῶσα. Εἰ τοίνυν ἐπ’ ἐκείνων ἀγῶνες καὶ ἱδρῶτες, ὡς εἴρηται, πόσον ἐφ’ ἡμῖν πλεονάζειν ὀφείλουσι;

Διὰ τοῦτο στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἐπάγουσα εἰς τὴν ζωὴν τὴν αἰώνιον· διὰ τοῦτο· —τίς ἀναβήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; — Ἀποῤῥητικῶς ὁ ἅγιος Δαβὶδ ἀνακέκραγε, καὶ πάλιν ἐν ἐκείνοις· —Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι καὶ καταπαύσω. —Διὰ τοῦτο πᾶσαν ἡμέραν σχεδὸν καὶ πᾶσαν ὥραν καὶ ἡμεῖς οἱ ταπεινοὶ πρὸς τὴν τούτων συζήτησιν καταγινόμενοι, φθεγγόμεθα καὶ ἀκούομεν, βουλευόμεθα καὶ σκεπτόμεθα, ἀγρυπνοῦμεν καὶ φροντίζομεν· καὶ οὔπω εὐμαρῶς εὑρίσκομεν τὸ ζητούμενον· ἀλλὰ κοπιῶμεν ἀσυστροφοῦντες, καὶ περιελκόμενοι πανταχόθεν εἰς τὰ πρὸς σωτηρίαν συντείνοντα.

Πόθεν δὲ ἄλλοθεν, ἢ διὰ τὸν κωλυτὴν τῆς σωτηρίας καὶ ἐμποδιστὴν τῆς κατὰ ψυχὴν ὁδοιπορίας διάβολον; Ἐκεῖνος γάρ ἐστιν ὁ ἐξ ἡμερῶν αἰῶνος ἕως τοῦ παρόντος κατὰ τοῦ γένους ἡμῶν κινούμενος καὶ διακωλύων ἡμᾶς τῆς πρὸς οὐρανὸν πορείας, καὶ τῆς ἐκεῖσε ἀποκειμένης ἡμῖν ἐλπίδος, διὰ τὴν ἀπ’ ἐκείνου ἐξεπάρσεως ἐνταῦθα καταδίκην αὐτοῦ.

Ἀλλὰ μηδαμῶς, ὢ ἀδελφοὶ, ἀθυμήσωμεν ἐν τῇ τοῦ μακαρίου βίου τούτου δυσχερείᾳ· θεὸν γὰρ ἔχομεν τὸν ἐπίκουρον, τὸν συλλήπτορα, τὸν ἐγείροντα ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψοῦντα πένητα, τὸν περιζωννῦντα δύναμιν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν, καὶ νικῶντα τὸν πειραστὴν ἡμῶν ἐχθρόν. Μόνον τὰ τῆς δυνάμεως ἡμῶν ἐπιβαλλόμενοι μὴ παυσώμεθα· μόνον τὸ τῆς προθέσεως ἡμῶν ἐπιδεικνύμενοι μὴ ὀλιγωρήσωμεν. Οὐχ οὕτως ἐραστὴς ἐρωμένης ἐπιθυμεῖ· οὐχ οὕτως γονεὺς τὰ οἰκεῖα ἔγγονα φιλεῖ, ὡς ἡμᾶς στέργει καὶ ἀγαπᾷ ὁ δεσπότης τῶν ἁπάντων θεός. Θέλγεται ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν· ἀνοίγει τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, ἀποδείκνυσι τὸν φωτισμὸν τοῦ κάλλους αὑτοῦ, τὴν ὡραιότητα τῆς ἐπιθυμίας αὑτοῦ· ἀνάγει τὸν νοῦν ἡμῶν δι’ ἀγγελικῆς φωταγωγίας ἐπὶ τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς· περιφυλάττει ἀπὸ τῶν ἀοράτων ἐχθρῶν ἐν τῇ σκέπῃ τῶν πτερύγων τῆς προνοίας αὑτοῦ ὡς ἐπὶ καλιᾶς.

Τί δεῖ πολλὰ λέγειν; Τοσοῦτος καὶ τηλικοῦτός ἐστιν εἰς ἀγάπην καὶ φίλτρον ἡμῶν τῶν ἁμαρτωλῶν, ὥστε τῶν πατρικῶν κόλπων ἐξαναστῆναι, κλῖναί τε τοὺς οὐρανοὺς καὶ κατελθεῖν διὰ ταπεινώσεως πρὸς ἡμᾶς, καὶ γενέσθαι ἄνθρωπος ὁ πάντων κύριος, ὁ τὸ πᾶν λόγῳ συστησάμενος, ὁ δεδοξασμένος καὶ ὑπερύμνητος, βρέφος γενέσθαι κατεδέξατο, ἐξ εὐτελοῦς μητρὸς γεννηθεὶς τὸ φαινόμενον ὁ πλουτίζων τὰ σύμπαντα· καὶ πέρας τοῦ μυστηρίου, τὸν διὰ τοῦ σταυροῦ θάνατον καταδεξάμενος. Ἐν προλαβοῦσι πολλοῖς μυκτηρισμοῖς καὶ ὀνειδισμοῖς, καὶ μαστιγώσεσι καὶ ῥαπισμοῖς ἀνέστη τριήμερος, ἀφαρπάσας ἡμᾶς ἐκ χειρὸς τοῦ δράκοντος, καὶ δοὺς ἡμῖν τὴν κατ’ αὐτοῦ δύναμιν καὶ ἰσχὺν εἰς τὸ καταπαίζειν αὐτὸν, καὶ καταπατεῖν, ὡς στρουθίον καὶ ὄφιν σκολιάζοντα.

Τίς τοίνυν οὕτως ἠγάπησεν ὁ πατὴρ υἱὸν, ἢ μήτηρ θυγατέρα, ἢ ἀνὴρ γυναῖκα, ἢ φίλος τὸν φιλούμενον, ὡς αὐτὸς ὑπὲρ ἡμῶν τῶν φιλουμένων τοιαῦτα δράσας καὶ πεπονθώς; Ἀλλ’ οὐκ ἂν ἔχοι τις εἰπεῖν καὶ λόγῳ μετρῆσαι τὸ ὑπερβάλλον τῆς ἀγάπης καὶ ἀγαθότητος αὐτοῦ. Ὁ τοίνυν οὕτως φιλήσας, καὶ ὑπὲρ ἡμῶν παθὼν, μὴ οὐχὶ βοηθὸς ἡμῶν ἐστι πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν, ἀντιλήπτωρ καὶ καταφυγή; Καὶ εἴπερ αὐτὸν μὴ ἀπωσόμεθα ἀφ’ ἡμῶν διὰ τῆς τῶν παθῶν ἐνεργείας;

Διὰ τοῦτο γινώσκοντες δράμωμεν, ἀδελφοί· δράμωμεν, ἐπιχθῶμεν καὶ σπουδάσωμεν φέροντες πάντα τὰ λυπηρὰ καὶ ἐπαχθῆ, εἴτε ὁρωμένως εἴτε ἀοράτως ἡμῖν ἐπισυμβαίνοντα. Στῶμεν γενναίως πρὸς τὴν πάλην τοῦ ἐχθροῦ. Μὴ δῶμεν νῶτα πρὸς τὰ σκάμματα τῆς ὑποταγῆς· μὴ πρὸς τὰ παρόντα σκοποῦντες ἀλγεινὰ τὰ δι’ ὑπακοῆς καὶ ἐργοχείρων, ψαλμωδίας τε καὶ ἀγρυπνίας, νηστείας τε καὶ κοπῆς θελημάτων, ἀποπέσοιμεν τῆς ἀνεκλαλήτου χαρᾶς τῶν ἐπὶ τῇ ὁμοίᾳ ζωῇ ἐπιτυχόντων βασιλείας οὐρανῶν.

Οὐδεὶς ἐκείνων τῶν ὁσίων οὔτε ἐπεζήτησεν, οὔτε ἐξεζήτησεν ἄλλο τι, ἢ τὸ δι’ ὑπακοῆς ὁδεύειν, καὶ δι’ ἐκκοπῆς τοῦ θελήματος ζῆν ἐν κυρίῳ, χαίρειν ἐάσαντες πάντα εἰς οἰκείαν ἔφεσιν καὶ δόξαν· μαθητεύματα λέγω καὶ σπουδάσματα, τὸ δὴ λεγόμενον, ἐργοχειρίδια καὶ καλλιγραφήματα, τροπαρίσματα καὶ μελουργήματα, ἀναγνώσματα καὶ λογοτριβήματα καὶ λογοφορήματα καὶ προτιμήματα, καὶ ὅσα τῶν ἀπολλυμένων, ἀλλ’ οὐ σωζομένων ἐστί. Τὸ γὰρ ποιεῖν καὶ λέγειν ἐν διακονίᾳ, οὐ δι’ ἄλλο τι, ἢ δι’ αὐτὸ τὸ καλὸν καὶ τὴν τοῦ καθηγουμένου πρόσταξιν ἦν αὐτοῖς.

Σκοπήσωμεν δὲ καὶ ἡμεῖς, εἰ οὕτως ἐσμέν. Καὶ εἰ οὔτως· εὖ ἂν ἔχοι· καὶ μακαρία ἡ ὁδὸς ἡμῶν, καὶ τρισμακαρία ἡ ζωὴ ὑμῶν· καὶ τί ἄλλο ἐπιζητοῦμεν εἰς δόξαν καὶ ἔπαινον ἐντεῦθέν τε καὶ ἐν τῷ μέλλοντι αἰῶνι; Οὐδὲ γὰρ ἐνταῦθα ἄλλως πως τετίμηταί τις καὶ δεδόξασται, ὡς ἐγὼ σκοπῶ, ἢ ἐκ τῶν τοιούτων ἐπιτηδευμάτων.

Εἰ δέ γε μὴ οὔτως (φεῦ τῆς ζημίας! μᾶλλον δὲ τῆς ἀπωλείας!) ὅτι πρὸς τῷ μηδὲν ἐνταῦθα κερδαίνειν, ἔτι ἀπόλλυμεν καὶ τὰ αἰώνια ἀγαθά. Καὶ εἴθε μόνον τοῦτο· ἦν γὰρ ἂν ἔλαττον κακοῦ κακὸν· ἀλλ’ ὅτι καὶ πρὸς τιμωρίαν παραδίδωσιν αἰωνίαν τοὺς ἀπόλλυντας τὴν ἑαυτῶν καρδίαν διὰ ἀσυνεσίας τῶν ὀφειλόντων ἐπὶ σωτηρίᾳ πράττεσθαι.

Ὧν μὴ γένοιτο, μήτε παθεῖν, μήτε ἀκοῦσαι ἡμᾶς· ἀλλὰ πάντας τὴν καλλίστην ὁδὸν μεταχειριζομένους πράττειν τὰ θεοφιλῆ καὶ ἐνάρετα, καὶ διαζῇν μετὰ εἰρήνης καὶ ἀγάπης, μεθ’ ὑπομονῆς καὶ ταπεινώσεως, στέργειν τε πάντα τὰ προστασσόμενα, μηδαμῶς ἀντιλέγειν, μηδὲ ἀφηνιάζειν, μηδέ τι τῶν ἄλλων παθῶν ἐνεργεῖν, ἵνα τούτοις καὶ τοῖς τοιούτοις ἐπερειδόμενοι καὶ ὑψούμενοι καὶ εὐκλεούμενοι, φθάσωμεν εἰς μέτρον τελειότητος καὶ κατάστασιν εὐταξίας, εἰς ἐπαινετὴν πολιτείαν, εἰς παράδειγμα ἀρετῆς τοῖς ἐγγύθεν τε καὶ πόῤῥωθεν, εἰς ὑπόμνημα ἀγαθὸν τοῖς παροῦσι καὶ τοῖς μετέπειτα, εἰς καύχημα ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀχρείου ὑμῶν ποιμένος εἰς ἐπιτυχίαν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ϞΘʹ. Φιλεῖν ἀπαράθραυστα τοὺς ἡγουμένους. ΠΑΤΕΡΕΣ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἡ καρδία μου τετάρακται ἐν ἐμοὶ, καὶ δειλία καὶ φόβος ἐπίπτει ἐπ’ ἐμὲ ὁρῶντα τὸ πλήρωμα ὑμῶν πληθυνόμενον ταῖς καθημεριναῖς προσθήκαις τῶν ὑπὸ θεοῦ πεμπομένων καὶ ἡκόντων ἐν ταύτῃ τῇ μονῇ.

Καὶ τίς περιζώσει τὴν ἀσθενείαν μου δύναμιν πνευματικὴν περικρατῆσαι καὶ κυβερνῆσαι ἡμᾶς σωτηριωδῶς; Ἢ τίς καθαρίσει τὴν καρδίαν μου ἀπὸ τῶν βρυόντων ἐν αὐτῇ παθῶν, ἵνα ἐλλαμφθεὶς θείᾳ χάριτι, φωτίσω ὑμᾶς φῶς γνώσεως, καὶ ἐνάξω εἰς τὴν ἀπλανῆ ὁδὸν τῶν ἐντολῶν τοῦ θεοῦ;

Καὶ ταῦτά μοι ὡς πολλάκις εἴρηται, συνέχει τὴν ψυχὴν καὶ τήκει τὰ ὀστὰ, καὶ οὐκ ἐᾷ ἀνεθῆναι τὸ καθόλου. Διὸ στενάζω ἐκ βάθους καρδίας μου· βοῶ πρὸς τὸν δεσπότην μου θεόν. Δάκρυα ἐνίοτε ἐκχέω ἐκ μέσης τῆς καρδίας μου θερμὰ, ὅπως οἱ αὐτοῦ οἰκτιρμοὶ προκαταλάβωσιν εἰς βοήθειαν ἡμῶν καὶ ἀντίληψιν.

Καὶ γοῦν ὁρῶ ὅτι εἰσί τινες ὧδε, κατὰ τὸν προφήτην, δυνάμενοι ὡς νεφέλαι πετᾶσθαι, εἰ εὕρωσι τὸν πτεροῦντα αὐτοὺς κατὰ ψυχήν· καὶ ὡς λίθοι τίμιοι ἄλλοι κυλίονται ἐν μέσῳ ὑμῶν ἐπὶ τῆς γῆς, ὡς πάλιν λέγει, εἰ ἐπιτεύξονται τοῦ ἐποικοδομοῦντος ἐπιστήμονος. Τί γὰρ καὶ οὐ βλέπεται καλὸν ἐν ὑμῖν; Οὐχὶ καθημέραν μαρτυρεῖτε διὰ τῆς ἀθλητικῆς ὑποταγῆς ὑμῶν;

Οὐχὶ καθαροί ἐστε διὰ τῆς ἐξαγγέλσεως ἐνώπιον θεοῦ καὶ ἡμῶν τῶν ἁμαρτωλῶν; Οὐχὶ ἡ καρδία ὑμῶν καιομένη ἐστὶ ἐν τῇ ἀγάπῃ τῆς ἀναξιότητός μου διὰ τὸν φόβον τοῦ κυρίου; Οὐχὶ ἡ ψυχή μου ἐν ταῖς ψυχαῖς ὑμῶν; Καὶ αἱ ψυχαὶ ὑμῶν ἐν τῇ ταπεινῇ μου καρδίᾳ; Καὶ εἰμὶ φιλῶν καὶ φιλούμενος, συνεχῶν καὶ συνεχόμενος, βλέπων καὶ βλεπόμενος.

Διὸ καὶ τῇ ὑμῶν μόνῃ θεωρίᾳ ἀρκοῦμαι, σχεδὸν εἰπεῖν, καὶ οὐκ ἐπιθυμῶ προβλέψαι ἄλλο πρόσωπον· καὶ μεθ’ ὑμῶν μᾶλλον ἑορτὴ καὶ πανήγυρις καὶ φαιδρότης καὶ ἄνεσις καὶ εὐζωΐα, ἢ μετὰ τῶν διαδήματα φορούντων, καὶ τῶν τὰς λαμπρὰς τραπέζας ἀπαρτιζόντων. Πατέρα γὰρ καὶ μητέρα, καὶ συγγενεῖς καὶ ἀδελφοὺς ὡς οὐκ ἔχετε, οὐκ ἔχω, πλὴν θεοῦ καὶ τοῦ πνευματικοῦ πατρός.

Τοὺς γὰρ κατὰ σάρκα παρίημι λέγειν. Ἐὰν τοίνυν ἐπιμένωμεν καὶ προσκαρτερήσωμεν, στεφάνους ἀφθαρσίας κληρονομήσομεν παρὰ τοῦ μισθαποδότου θεοῦ· καὶ ὁ χορὸς ἡμᾶς εἰσδέξεται τῶν ἁγίων. Ἐδόθησαν οὖν τὰ ἐπιτίμια, καὶ, ὡς φιλάρετοι, θερμῶς ὑπεδέξασθε, καὶ ὁσίως διεγέρθητε εἰς τὰ ὀφειλόμενα. Καὶ βλέπων ὑμᾶς ἐπειδὰν γένησθε ἂν ἐν ἐπιτιμίοις πῶς φέρετε γενναίως, δοξάζω τὸν ἐνδυναμοῦντα ὑμᾶς θεὸν, καὶ αἰδοῦμαι ὡς ἐνεργοῦντας ἰάματα.

Ταῦτα δὲ ἐπὶ τῶν σπουδαιοτέρων εἴρηται· εἰσὶ γάρ τινες ἀμελῶς διακείμενοι, ὧν ἅψοιτο ὁ θεῖος φόβος, ἵνα δράμοιεν κἀκεῖνοι καλῶς μετὰ πάντων τῶν ἐπαινετῶν. Ἔχει τοίνυν ἡ ὑποταγὴ, ὡς γέγραπται, καὶ τοῦτο καλὸν, τὸ τῆς προκοπῆς ἀδιάγνωστον, καὶ οὐχ ὁρᾶται τὰ κατορθώματα. Ἐν τούτῳ γὰρ καὶ ταπεινοῦσθε, ἐπεὶ πολὺς κάματος ἐξέρχεται ἀφ’ ὑμῶν, καὶ βρύει χάρις ἐκ τῶν μελῶν ὑμῶν ἁγιαστική. Καὶ ἐπιτελεσταί ἐστε ἐνεργημάτων καὶ δυνάμεων, καὶ οὐκ οἶδ’ ὅπως τρέχουσιν οἱ λαϊκοὶ εἰς τοὺς νῦν κιονίτας· ἐπεὶ εἰ ἔβλεπον καλῶς, πάντας εἴων καὶ πρὸς ὑμᾶς ηὐτομόλουν τὰς εὐχὰς ὑμῶν ἐξαιτούμενοι.

Τίς οὖν λοιπὸν ἐν ὑμῖν εὐπροθυμούμενος περισσότερα; Τίς ὁ βαδίζων εὐσθενέστερα; Τίς ὁ καθημέραν ὑπεραθλῶν ὑπομονητικώτερα; Τίς ὁ μὴ προβλέπων ἀλλαχοῦ, εἰ μὴ εἰς θεὸν καὶ εἰς τὴν ταπείνωσιν ἡμῶν; Τίς ὁ πάντα στέργων καὶ πάντα φίλων τὰ ὑφ’ ὑμῶν γινόμενα, ὁ μὴ φιλονεικῶν διὰ σαρκικόν τι καθῆκον; Οὗτος μετ’ ἀγγέλων χορεύει ἀπεντεῦθεν ἤδη. Ἐστὲ δὲ τῶν τοιούτων ἀνδραγαθημάτων οἵ τινες κάτοχοι.

Ἀλλὰ προτρέχει καὶ Ἰωάννης Πέτρον, καὶ Παῦλος ὑπερτερεῖ ὀψισθεὶς τῇ κλήσει τῶν πρώτων. Καὶ ἕκαστος, ὁ θέλων ἐν ὑμῖν ἐν ταπεινώσει εἶναι, ὑπερανίσταται τῶν λοιπῶν. Πολλὰ ἐφίεμαι λέγειν· ἀλλ’ οὔτε ἐγὼ εὐπορῶ, οὔτε ὁ καιρὸς παραχωρεῖ. Ταῦτα δὲ ὑπομιμνήσκω μικροπρεπῶς. Ὑμεῖς δὲ καὶ παρ’ ἑαυτοῖς ἔχοντες τὰς ὑποθήκας τοῦ πνεύματος συναγείρεσθε καὶ συναμιλλᾶσθε ἀλλήλοις. Καὶ γίνεσθε καὶ τῆς ἐμῆς νοθρότητος προτρεπτικοὶ, ἵνα ἐν ταῖς μικραῖς ταύταις ἡμέραις ἀγωνισάμενοι καλῶς, βασιλείαν οὐρανῶν ἀνταλλαξώμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ Ρʹ. Ἐκ τοῦ κατηχεῖν ὠφελεῖσθαι πλειόνως. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ, Ὡς ἕκαστος ὑμῶν ἐπέχει διακονίας ἐν ταύτῃ τῇ ἁγίᾳ συνοδίᾳ, κἀγὼ ὁ τάλας λαχὼν ἀναξίως τὸ ἄρχειν καὶ λέγειν οὐκ ὀφείλω ἀμελεῖν τῆς διακονίας μου· ἀλλ’ ἀεὶ μετὰ τῶν ἄλλων καὶ τρὶς ἑβδομαρήσιον κατήχησιν ποιεῖσθαι, ὅπως ἂν ἔχω δυνάμεως· ἴσως δέ τινες φήσαιεν, ὅτι· τί γὰρ καὶ κερδαίνομεν ἐκ ταύτης, ἐφ’ ὅσον εἰς ἔργον τὰ λαλούμενα οὐ προάγομεν; Πολλάκις γὰρ ἀκούονται περὶ τοῦ μὴ δεῖν γελᾷν, οὔπω τοῦτο κατωρθώκαμεν· καὶ πλειστάκις διδασκόμενοι περὶ τοῦ μὴ δεῖν ἀργολογεῖν, ἔτι ἀργολογοῦμεν· καὶ πολλάκις νουθετούμενοι περὶ τοῦ μὴ δεῖν φθονεῖν ἢ βασκάνειν τῷ πλησίον, ἔτι ὑπὸ τοῦ πάθους διοχλούμεθα. Καὶ ἁπλῶς ὑπομιμνησκόμενοι περὶ τοῦ μὴ δεῖν ἀμελῶς διακεῖσθαι ἔν τε ταῖς νυκτεριναῖς καὶ ἡμεριναῖς ψαλμῳδίαις, καὶ προσευχαῖς, ἔτι ἀπομετεωριζόμεθα· καὶ ἀπονυστάζομεν καὶ αἰσθητῶς καὶ νοητῶς· καὶ τὰ τούτοις ὅμοια ἐπιφθεγγόμεθα.

Ἀλλ’ οὐκ εἰκότως ταῦτα οἱ λέγοντες λέγουσι· πρῶτον μὲν ὅτι οὐ ῥάδιον τὸ ἀνώτερον τῶν παθῶν γενέσθαι, ἀλλὰ καὶ τῶν ὅλων κόπων καὶ σπουδῶν κοπωδέστερον καὶ σπουδαιότερον. Δεύτερον δὲ ὅτι, ὥσπερ ἐπί τινος κλίμακος οὐκ ἔστιν εὐθύς τινα ἐπιβάντα ἀπὸ τῆς πρώτης βαθρείας ἐπὶ τὴν ὑστάτην ἀναπηδᾷν, τῇ δὲ καθεξῆς ἀνόδῳ ἐπὶ τὸ ἄκρον ἀνέρχεσθαι, οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς ταῖς κατὰ μικρὸν αὐξήσεσι φθάνομεν, εἰ θέλοιμεν τῆς κορυφῆς ἐπιλαβέσθαι.

Ὥστε συμφέρουσα καὶ ἡ κατηχητικὴ ὑπόμνησις, ἐμοί τε καὶ ὑμῖν, μετάγουσα καὶ μεταφέρουσα κατὰ μικρὸν ἐπὶ τὸ ἀνάντες, μᾶλλον δὲ ἐκ τῶν χαμόθεν ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ τὰς τιμίας ὑμῶν ψυχάς. Καὶ ἄλλως δὲ, ἐννοῆσαι χρὴ, ὅτι εἰ οὕτως λαλουμένων καὶ ἀκουομένων τῶν ὀφειλόντων γενέσθαι καὶ κατορθωθῆναι εἰς δόξαν θεοῦ, οὐ γίνηται ἐπικράτησις τῶν παθῶν.

Τί δ’ ἂν ἔμελλεν συμβαίνειν καὶ εἰς πόσον ἐφθάζομεν κατόπιν εἶναι σιωπῶντες καὶ μὴ διευκρινοῦντες καὶ ὑποφαίνοντες τὰ ὀφειλόμενα; Ἐγὼ δεδίδαγμαι παρὰ τῶν ἁγίων πατέρων ὅτι περ οἱ λόγοι ὁδὸς ἐπὶ τὰ πράγματά εἰσιν, εἴτε χρηστοὶ εἴτε ἑτέρως ἔχοντες.

Καὶ εὖ οἶδ’ ὅτι τὸ λαλεῖν τὰ κρείττονα, εἰς πρᾶξιν ἡμᾶς ἑκάστοτε φέρει. Καὶ ὁμολογῶ, τέκνα μου, ὅτι ἐκ τῶν θεοπνεύστων ἀναγνωσμάτων μικρόν τι, καὶ ἐκ τῆς ταπεινώσεως ἡμῶν κατηχήσεως πάντοτε ἐπανέρχεσθε, καὶ πάντοτε ἐπιτείνεσθε. Ἀλλὰ κατὰ μὲν τὸ πρῶτον οἱ ἐμπαθεῖς πρὸς ἀνάνηψιν καὶ βελτίωσιν, κατὰ δὲ τὸ δεύτερον οἱ ἐνάρετοι πρὸς τελείωσιν.

Καὶ ὁμολογοῦμεν τὴν χάριν τοῦ θεοῦ καὶ τὴν εὐεργεσίαν, καὶ οὐ κρύπτομεν τὸ ἔλεος. Βλέπετε γὰρ σχεδὸν ὅτι οὔτε μάχαι γίνονται, οὔτε συκοφαντίαι, οὔτε κατηγορίαι, οὔτε λοιδορίαι, οὔτε παρακοαὶ, οὔτε σφετερίσεις καὶ λαθροφαγίαι· ἀλλὰ, καὶ εἰ γίνονται ἐπείπερ ἐσμὲν εὐολίσθῳ ταύτῃ σαρκὶ, θᾶττον καταστέλλονται τοῖς ἐπιτιμίοις τῶν ἁλόντων θεραπευομένων. Καὶ γὰρ οἱ μὲν ἀφορίζονται, οἱ δὲ ξηροφάγουσιν, οἱ δὲ παρίστανται, οἱ δὲ ῥητὰς γονυκλισίας βάλλουσι προσφορῶς, κατὰ τὸ ἐπιβάλλον τῇ θεραπείᾳ τοῦ πάθους μέτρον.

Διὸ μηδεὶς λεγέτω, ὅτι οὐκ ὠφελούμεθα κατηχούμενοι· μηδὲ πάλιν, ὅτι οὐ προκόπτομεν διδασκόμενοι. Καὶ ὠφελούμεθα, καὶ προκόπτομεν χάριτι Χριστοῦ. Καὶ ἀναβαίνοντες ἀναβαίνομεν ταῖς καλαῖς ἀναβάσεσιν ἐπὶ τὸ ὅρος τῶν ἀρετῶν, φωτιζόμενοι καὶ ἱερούμενοι καὶ θεοποιούμενοι. Ἀλλ’ ἐπεὶ κόπῳ πολλῷ καὶ μόχθῳ, ὡς εἴρηται, κατορθοῦτε.

Παρακαλῶ, καὶ ἀντιβολῶ, καὶ δέομαι· ἐπιμείνωμεν τῇ καλῇ ὑμῶν ταύτῃ προθέσει, καὶ τὰς διψυχίας ἀεὶ περικόπτομεν, καὶ τὰς ὀλιγωρίας ἐξοστρακίζοιμεν· καὶ νεύρωμεν ἑαυτοὺς ταῖς ἀγαθαῖς ἐλπίσι καὶ ταῖς μελλούσαις ἀνταποδόσεσι τῶν αἰωνίων ἀγαθῶν.

Καὶ τοῦτο ἕως ἂν ἐμπνέομεν, ἵνα ἐκ τῶν παρόντων ὀχληρῶν καὶ ἐπιπόνων ἀπάραντες διὰ θανάτου, κληρονόμοι καταξιωθῶμεν γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.