Ἐκ γὰρ τοῦ ὀλιγωρεῖν καὶ ἀνοικείως τοῦ ἐπαγγέλματος πορεύεσθαι, ἤγουν τοῦ ἄρχεσθαι, σκληρύνεσθαι, τραχύνεσθαι, αὐταδειάζεσθαι, ἀλαζονεύεσθαι, ὑπερηφανεύεσθαι· εἴτ’ οὖν ἐκ τοῦ γογγύζειν, ἐκ τοῦ λαθροφαγεῖν, ἐκ τοῦ ψιθυρίζειν, ἐκ τοῦ περπερεύεσθαι, ἐκ τοῦ ἰδιορυθμεῖν, ἐκ τοῦ μὴ ἐξαγορεύειν, ἢ ἐκ τοῦ ἀφιέναι σαπρὸν λόγον, ῥῆμα ὑβριστικὸν, ἢ ἐκ τοῦ μὴ ἐπιδέχεσθαι εὐπειθῶς τὰ προστεταγμένα, τὰ διδόμενα κατὰ χρείαν, ἐπὶ ἐνδύματος, βρώσεως, ὑποδήματος· ἀλλὰ ζητεῖν καὶ ἀναζητεῖν ἐκ τοῦ—Δός μοι τοῦτο καὶ ἐκεῖνο— καὶ—οὐκ ἀρέσκει μοι τόδε παρὰ τόδε—καὶ, —οὕτινος χάριν οὐκ ἔλαβον παρὰ δεῖνα τὸ κάλλιον καὶ χρησιμώτερον; — Ἐπεὶ, πρότερός εἰμι τῷ σχήματι καὶ πηλίκος καὶ τηλικοῦτος, ἐκ τούτου κατὰ μικρὸν ὥσπερ ἀπὸ κλίμακος τινὸς ὑψηλῆς τῆς ἀρετῆς καταβιβαζόμενος, καὶ οὐχὶ ἀναβιβαζόμενος, ἀποπίπτω εἰς τὸν βόθρον τῆς ἀποστασίας. Ὥστε εἰ μὴ βούλεσθε, μηδὲ θέλετε ἀποστῆναι, τὰ ἐφόδια αὐτῆς φεύγετε· ἅπερ εἰσὶ τὰ προειρημένα. Ὁ γὰρ μὴ ἐκεῖνα φυλαττόμενος, πάντως κᾂν μὴ παρευθὺ, ἀλλὰ μικρὸν ὕστερον κρημνισθήσεται καὶ ἀπολεσθήσεται, καὶ ἰουδαΐσει· ὅπερ μὴ γένοιτο τινί.