Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΡΑ΄-ΡΕ΄: Εκπλήρωση των μοναχικών υποσχέσεων και εσχατολογική προσδοκία

Ενθάρρυνση για σταθερότητα στην ομολογία των μοναχικών υποσχέσεων και ισχυρές εσχατολογικές προειδοποιήσεις περί της θείας Κρίσεως με αφορμή φυσικά φαινόμενα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 21 από 22

ΛΟΓΟΣ ΡΑʹ. Θεῷ τελειοῦν καθαρὰς ὑποσχέσεις. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Τί διδάσκει ἡμᾶς ὁ θεῖος ἀπόστολος; Τί παραινεῖ λέγων· «Ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ ἡμέρα σωτηρίας· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν». Ὡς ἀγαθὸς τοίνυν πατὴρ καὶ διδάσκαλος, διεγείρει ἡμῶν τὸ ῥάθυμον· τὸν τῆς ψυχῆς νυσταγμὸν ἐπιτινάσσων ἐκ τῶν νοητῶν ἡμῶν ὀφθαλμῶν, καταρτίζει ἡμῶν τὰ κατὰ θεὸν διαβήματα, ἐμβιβάζων ἡμᾶς εἰς τὴν τρίβον τῆς ἀγαθοεργίας.

Ὑπακούσωμεν τοιγαροῦν τῆς θείας διδασκαλίας· διανυστῶμεν προθύμως· ἐκνήψωμεν ἔτι καὶ ἔτι· βαδίσωμεν προθυμότερον· ὅτι ἤδη ἡμέρα κέκλικε τῆς ἑκάστου ἡμῶν ζωῆς· καθὼς ὁρῶμεν τοὺς ἀδελφοὺς ἡμῶν προαρπαζομένους, καὶ τὸ ὀλίγοστον διάστημα τοῦ βίου ἡμῶν ἐν ἑκάστῃ ἡλικίᾳ ἐνθεωροῦμεν. Ἁρπάζονται γὰρ οὐ μόνον πρεσβύται, μεσηλικιοῦντές τε καὶ νεάζοντες· ἀλλὰ καὶ παῖδες καὶ βρέφη. Καὶ εἰ μὲν ἕως ἔτι ὁ καιρὸς ἐνδέει, καὶ ὁ τῆς ζωῆς ἡμῶν ἐλλείπει χρόνος, σπουδάσωμεν καὶ ἀγωνισώμεθα εὖ ἂν ἔχοι. Ζησώμεθα γὰρ εἰς αἰῶνας, καὶ ἀπολαύσωμεν χαρᾶς ἀνεκλαλήτου.

Εἰ δ’ ἀπαρασκευάστοις τῶν ἀγαθῶν ἔργων καὶ ἀνετοίμοις τοῦ κατὰ ψυχὴν εὐπρεπισμοῦ, ἐπισταίῃ ἡμῖν τὸ πέρας τοῦ παρόντος βίου, καὶ ἐπιδύσει ἡμῖν ὁ τῆς ζωῆς ἥλιος. Οὐαὶ ἐπὶ Οὐαὶ ὄντως. Καὶ σκότος ἐπὶ σκότει, καὶ ἀγγελία πονηρὰ ἐπὶ ἀγγελίᾳ πονηροτέρᾳ. Καὶ τί ἐξαιρήσεται ἡμᾶς ἐκ τῶν χειρῶν τοῦ δράκοντος; ἢ τίς ἐστι ἄνεσις ἡμῖν κολαζομένοις ὑπὲρ τῆς ἀπροσεξίας, ἐν ᾗ κακῶς τὸν παραυτίκα βίον μετηλλαξάμεθα;

Λοιπὸν—ὁ ἀθετῶν ἀθετείτω· ὁ ἀνομῶν ἀνομείτω—καθὼς γέγραπται πρὸς τοὺς ἀποδράσαντας ὁ λόγος. Μᾶλλον δὲ προσευκτέον ὑπὲρ αὐτῶν, καὶ ἀνακλητέον. —Οὐ γάρ τοι θέλει ὁ θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιτρέψαι καὶ ζῇν αὐτόν. — Ὑμεῖς δὲ χάριτι Χριστοῦ οἱ ἐν τῇ ἀθλητικῇ ὑμῶν ὑποταγῇ ὑπομεμενηκότες, καὶ ἀδιαψεύστους ὑμῶν τὰς ὁμολογίας καὶ συνθήκας διαφυλάξαντες ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, χαίρετε καὶ εὐφραίνεσθε· ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀποθησαυρίζεται.

Εἴπερ προσέχετε καὶ ἐμμένετε, ἀκούετε, καὶ πράττετε. Τηρεῖτε καὶ φυλάσσετε πάντα τὰ διατεταγμένα ὑμῖν ἐν κυρίῳ· καὶ πρὸς τὴν ὠφέλειαν ἀπὸ τῆς ἡμῶν ταπεινώσεως ἡμῖν ὑπομιμνησκόμενα. Οὐ γὰρ ὀφείλουσιν οἵ τινος δεσπότου πιστοὶ θεράποντες ταῖς ἐπί τινων ὁμοδούλων ἀθετήσεσι πτοεῖσθαι καὶ παρασαλεύεσθαι τοῦ δέοντος· τοὐναντίον δὲ καὶ προσεκτικώτεροι καὶ φιλοδεσπότεροι καὶ στερεώτεροι τῷ φόβῳ καθίστασθε· ὥσπερ οὐδὲ πιστοὶ στρατιῶται κατολιγωρεῖν ἐκ τῆς βασιλικῆς παραστάσεώς τε καὶ δουλείας, ἐσθ’ ὅτε τῶν τινῶν συστρατιωτῶν κακοβουλίαις, φατρίαις τε καὶ ἀθετηκαῖς συσκευαῖς εἰσβληθέντων. Εἰδ’ ἐπὶ τῶν κάτω καὶ λυομένων ταῦτα· τί ἐπὶ τοῦ μεγάλου καὶ πρώτου καὶ μόνου καὶ ἀληθινοῦ δεσπότου τε καὶ βασιλέως τῶν βασιλευόντων;

Ἐκείνῳ γὰρ ἐστρατεύθητε, τέκνα καὶ ἀδελφοὶ, καὶ ὑπ’ ἐκείνου τάττεσθε, καὶ αὐτῷ δουλεύετε νύκτωρ τε καὶ μεθημέραν· καὶ —ὁ ἀθετῶν εἰς αὐτὸν ἀθετεῖ· καὶ ὁ ἀνομῶν εἰς αὐτὸν ἀνομεῖ. —Εἴπερ μὴ παρέργως ἀναγινώσκετε τὰ παρὰ τοῦ θείου καὶ μεγάλου Βασιλείου νομοθετούμενα, ἢ καὶ τὰ κατὰ τὴν ὁσίαν Κλίμακα κυρηττόμενα.

Ἀλλ’ ὅμως καίπερ τηλικούτων ὄντων φοβερῶν τῶν κριμάτων τῆς ἀποστασίας κατὰ τὰς ἁμαρτίας μου, οὐ παύονταί τινες ἀποῤῥήγνυσθαι τῆς συναφείας οὐχ ὑμῶν, ἀλλὰ δι’ ὑμῶν τοῦ ἁγίου Πνεύματος· ὥς φησιν ὁ αὐτὸς μέγας Βασίλειος. Εἶτα καὶ τὸν Ἰούδαν μιμούμενοι καθ’ ἡμῶν καὶ καθ’ ὑμῶν κινοῦντές τινας, οὐκ οἶδ’ ὅτι εἰπὼν, φύγω τὸ κατηγόρημα· ἵνα εἰ οἷόν τε ὅσον τὸ κατ’ αὐτοὺς διὰ τὸ μὴ λύεσθαι καὶ συμπαρανομεῖν ἡμᾶς, ἄρωσι καὶ τὸ μνημονεύεσθαί με ἐν ζῶσιν.

Ἀλλὰ καὶ ταῖς ἐμαῖς ἁμαρτίαις ἐπιγραφέσθω τὸ αἴτιον. Ἐγὼ γὰρ ὁ κακὸς ποιμὴν, καὶ ἐγὼ ἀποτίσω τὸ κρῖμα πλὴν ὅτι ἀπήγγειλα τὴν ῥομφαίαν ἐρχομένην· ἀλλ’ ὡς δοκῶ, οὐδ’ ὀλιγάκις, οὐδὲ χαύνως. Καὶ βλέπετε πῶς οἱ δοκοῦντες στήκειν στήκετε· πῶς οἱ λογιζόμενοι ἑαυτοὺς ἀκινήτους εἶναι ἐν τῷ καλῷ, ἀπαρασάλευτοι διαμένετε, πῶς οἱ ὁμολογοῦντες τὴν ψυχὴν ὑπὲρ ἐμοῦ τιθέναι ἔνεκεν ἀγάπης θεοῦ, τὰς ἐπηρείας ἐπιφέρετε· —οὐ γὰρ ὁ λέγων μοί, φησι, Κύριε Κύριε· ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἐκεῖνος μοῦ ἐστιν. — Ἃ ἐπιφέρεται, ἐσαλεύθητε ἀκηκοότες; ἀλλὰ μηδαμῶς· στηρίζοισθε ἐν κυρίῳ, μᾶλλον καὶ μένοιτε ἀδιάπτωτοι, βεβηκότες ἐν τῷ τῆς ταπεινοφροσύνης ἐρείσματι· πλὴν προσέχετε καὶ γνωρίζετε οἵοις τρόποις ἁλίσκονται οἱ ἁλισκόμενοι. —Θέλεις γάρ, φησι, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον παρ’ αὐτοῖς. — Θέλετε καὶ αὐτοὶ μὴ φοβεῖσθαι τὸ πτῶμα; τὸ μαρτύριον διασώσασθε τῆς ὁμολογίας ὑμῶν· τὰ κατ’ αὐτὴν διατεταγμένα πράττετε, καὶ μηδαμῶς εἰς τὰ ὀπίσω ὑπονοστήσετε, κατὰ τὰς ἐπιφορὰς τῆς πολυθλιψίας αὐτῆς.

Ἐκ γὰρ τοῦ ὀλιγωρεῖν καὶ ἀνοικείως τοῦ ἐπαγγέλματος πορεύεσθαι, ἤγουν τοῦ ἄρχεσθαι, σκληρύνεσθαι, τραχύνεσθαι, αὐταδειάζεσθαι, ἀλαζονεύεσθαι, ὑπερηφανεύεσθαι· εἴτ’ οὖν ἐκ τοῦ γογγύζειν, ἐκ τοῦ λαθροφαγεῖν, ἐκ τοῦ ψιθυρίζειν, ἐκ τοῦ περπερεύεσθαι, ἐκ τοῦ ἰδιορυθμεῖν, ἐκ τοῦ μὴ ἐξαγορεύειν, ἢ ἐκ τοῦ ἀφιέναι σαπρὸν λόγον, ῥῆμα ὑβριστικὸν, ἢ ἐκ τοῦ μὴ ἐπιδέχεσθαι εὐπειθῶς τὰ προστεταγμένα, τὰ διδόμενα κατὰ χρείαν, ἐπὶ ἐνδύματος, βρώσεως, ὑποδήματος· ἀλλὰ ζητεῖν καὶ ἀναζητεῖν ἐκ τοῦ—Δός μοι τοῦτο καὶ ἐκεῖνο— καὶ—οὐκ ἀρέσκει μοι τόδε παρὰ τόδε—καὶ, —οὕτινος χάριν οὐκ ἔλαβον παρὰ δεῖνα τὸ κάλλιον καὶ χρησιμώτερον; — Ἐπεὶ, πρότερός εἰμι τῷ σχήματι καὶ πηλίκος καὶ τηλικοῦτος, ἐκ τούτου κατὰ μικρὸν ὥσπερ ἀπὸ κλίμακος τινὸς ὑψηλῆς τῆς ἀρετῆς καταβιβαζόμενος, καὶ οὐχὶ ἀναβιβαζόμενος, ἀποπίπτω εἰς τὸν βόθρον τῆς ἀποστασίας. Ὥστε εἰ μὴ βούλεσθε, μηδὲ θέλετε ἀποστῆναι, τὰ ἐφόδια αὐτῆς φεύγετε· ἅπερ εἰσὶ τὰ προειρημένα. Ὁ γὰρ μὴ ἐκεῖνα φυλαττόμενος, πάντως κᾂν μὴ παρευθὺ, ἀλλὰ μικρὸν ὕστερον κρημνισθήσεται καὶ ἀπολεσθήσεται, καὶ ἰουδαΐσει· ὅπερ μὴ γένοιτο τινί.

Διὰ τοῦτο γὰρ προλέγω, καὶ οὐ ψεύδομαι· ὡς αὐτοὶ ἐπίστασθε· καὶ ὡς οὐκ ἔστιν ἄλλως διὰ λείας ὁδοῦ καὶ εὐπόρου καὶ ἀγαθῆς ὁδεῦσαι ἐπὶ βασιλείαν οὐρανῶν, ἢ διὰ τῆς ἐναντίας τῆς προειρημένης, ἤτοι δι’ ὑπακοῆς, εὐπειθείας, μακροθυμίας, καὶ ὑπομονῆς, εὐχαριστίας ἐπὶ τοῖς διανεμομένοις, καὶ ἀποδοχῆς κἂν εὐτελές ἐστι τὸ διδόμενον, κἂν πενιχρὸν, κἂν παρ’ ἀξίαν πρὸς τὴν τοῦ πέλας θεωρίαν. Ἄλλος γάρ ἐστιν ὁ κριτὴς καὶ ὁ διανομεὺς, καὶ ἀποδώσει κύριος κατὰ τὰ ἔργα αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως.

Σοῦ δὲ ἔστω τὸ ὑπομνητικὸν, ἀδελφέ· τὸ εὐχάριστον, τὸ ἀτάραχον, τὸ ἀγόγγυστον· κἂν παραθεωρηθῇς πρὸς τοὺς ἄλλους· κἂν ἀπρονόητος ὅλως διαμείνῃς, ὥστε εἰ καὶ ἄμανδυς περιπτοίης, εἰ καὶ ἀκούκουλος εἰ καὶ μονοχίτων κατὰ τὸν παρόντα καιρὸν τοῦ κρύους· ὥστε σε τρομάσσειν ἐκ τοῦ ψύχους, καὶ μὴ συγκρατεῖσθαι τοῖς μέλεσι.

Μηδαμῶς ἀγανακτήσῃς, παρακαλῶ, μηδαμῶς ἐπιφθέγξῃ ῥῆμα βλάσφημον. Τοῦτό σοι ἐγκελεύεται ὁ Χριστὸς διὰ τῶν ἁγίων αὐτοῦ· τοῦτο καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ἐπιφθεγγόμεθα. Ταῦτα γὰρ τὰ ἄθλα τῶν ὑποτακτικῶν. Διὰ ταῦτα μάρτυρες. Διὰ ταῦτα συστεφανῖται τῷ πρωτάθλῳ τοῦ κυρίου.

Εἰ δὲ μὴ ταῦτα, κενὸν τὸ ὄνομα, ματαία ἡ ἐλπίς. Καὶ ὡς προεῖπον, ἐκ τῶν ἐνοικείων λόγων καὶ τρόπων ταῖς κατὰ μικρὸν ὑποβάσεσιν, ἀντὶ μάρτυρος ἀρνητὴς ἀποδειχθήσῃ, καὶ ἀντὶ ἀθλητοῦ λειποτακτίτης, ἀντὶ στεφανίτου κατῃσχυμμένος, οὐ μόνον ἐν τῷ νῦν αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

Ἀλλ’ ἀπείη πᾶς κακίας ἀφ’ ἡμῶν τρόπος καὶ λόγος. Εἴη δὲ ἐν ὑμῖν πᾶν παράδειγμα καὶ ὑπόδειγμα πατροπαράδοτον, εἰσέτι πατρικὸν ὑμῶν θησαύρισμα εἰς ψυχῆς ἀγαλλίαμα, εἰς πλοῦτον περιουσίας ἀρετῶν, εἰς ἐφόδιον ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοῦς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΡΒʹ. Δεῖν εὐαρεστεῖν τῷ θεῷ καθημέραν. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Οὕτω πρέπον ἡμῖν ἐστι καὶ ἀναγκαῖον καθ’ ὅσον οἷόν τε πᾶσαν μέριμναν καὶ σπουδὴν καὶ ἐπιμέλειαν ποιεῖσθαι εἰς ὑμᾶς λόγῳ, ἔργῳ, ὑπομνήσεσι, παρακαλέσεσι, νουθεσίαις, προτροπαῖς, οἰκείοις ὑποδείγμασιν, ἑτέρων ἀρεταῖς, ἵν’ οὕτως δυνηθῶμεν ῥιθμῆσαι ἡμᾶς πρὸς ἔνθεον βούλημα καὶ σκοπὸν τὸν προκείμενον ἡμῖν τῆς πρὸς θεὸν εὐαρεστήσεως. Καὶ ἐγὼ μέν εἰμι ὀλίγος καὶ οὐκ ἀρκῶν οὐδ’ ἐμαυτῷ· πρὸ προσώπου γάρ μού ἐστι ἡ ἁμαρτία μου ἀπὸ γῆς ἕως οὐρανοῦ· ἀναγκάζομαι δι’ οὖν ὅμως τοῦ φορτίου μου ἐπικειμένου τῆς πάντων ὑμῶν ὁδηγίας ἐπιβάλλειν ἑαυτὸν ἐπ’ ἐλπίδι τῆς βοηθείας τῶν εὐχῶν ὑμῶν.

Πρὸς ταῦτα δυσωπησάτω ὑμᾶς ὁ θάνατος τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτὸς τὸ αἷμα ἐξέχεεν, ἀθάνατος ὤν· ὅτι αὐτὸς ἐδεσμεύθη ὑπὸ στρατιωτικῆς χειρὸς, ὁ τῆς τῶν ἀγγέλων στρατιᾶς ποιητής· καὶ ἤχθη εἰς κρίσιν, ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς· κατεψεύσθη, ὁ ἀλήθεια· συκοφαντήθη, ἐτύφθη, ἐνεπτύσθη, ἐκρεμάσθη ἐπὶ ξύλου ὁ κύριος τῆς δόξης.

Πάντα τὰ ἐπονείδιστα καὶ θλιπτικὰ ὑπήνεγκεν, οὐκ αὐτὸς τούτων δεόμενος. Πῶς γὰρ, ὁ καὶ ὡς ἄνθρωπος ἀναμάρτητος, ἀλλ’ ἡμᾶς ἐξαιρῶν τῆς τυραννούσης ἁμαρτίας, δι’ ἧς ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, καὶ ὕφειλε δι’ ἀπάτης τὸν προπάτορα ἡμῶν.

Τοίνυν, ἐπειδὰν πάθοιμέν τι τῶν τοιούτων, οὐδὲν ξένον, οὕτω γὰρ συνεθέμεθα, καὶ διὰ τοῦτο ἤλθομεν εἰς τὸ μοναστήριον, καὶ τοιαύταις συνθήκαις ἀπεκειράμεθα. Χρὴ οὖν ἡμᾶς καὶ ὑβρισθῆναι καὶ πειρασθῆναι, καὶ λυπηθῆναι διὰ τῆς ἐκκοπῆς τῶν θελημάτων ἡμῶν. Αἱματοεκχυσίαν γὰρ τοῦτο οἱ πατέρες ὁρίζονται· οὕτως γὰρ ὁ μοναχός· καὶ οὕτω μέλλομεν ἐξωνεῖσθαι τὴν βασιλείαν τῶν οὐρανῶν, καθ’ ὁμοίωσιν τοῦ κυρίου διαβιοῦντες. Οὐ γὰρ τῶν ἀναπεπτωκότων ἐστὶν ἡ σωτηρία, οὐδὲ τῶν ἡδονευόντων, οὐδὲ τῶν ἐκπληρούντων τὰ θελήματα. Ἀπεταξώμεθα τῷ κόσμῳ· οὐδὲν κοινὸν ἡμῖν πρὸς τὸν κόσμον. Ληθαργῆσαι ὀφείλομεν τὸν πρότερον βίον, ἀποβδελύξεσθαι τῶν σαρκικῶν ματαιότητα, μὴ τέρπεσθαι ἐπί τινι τῶν ἐν τῷ παρόντι βίῳ· ἀλλὰ τοῦτο ἔχειν τὸ ἀγαλλίαμα, καὶ ἐντρόφημα, καὶ σπούδασμα, καὶ μέριμναν, πῶς εὐαρεστήσωμεν τῷ κυρίῳ.

Πῶς δὲ ἡ τελευταῖα ἀποκατάστασις; Ποταπὴ ἡ τῶν ἁγίων ἁπάντων διαγωγή; Ποῖον τὸ ἄφραστον φῶς ἐκεῖνο καὶ τὸ ἀμήχανον κάλλος τοῦ παραδείσου· ἡ ἀπερινόητος δόξα τοῦ κυρίου; Ὥσπερ καὶ τὰ ἐναντία· τὸ ἐξώτερον πῦρ, ἡ ἀτελεύτητος τοῦ σκώληκος τιμωρία· τὸ ἄφεγγες σκότος, τὸ διεῖργον δικαίους καὶ ἀδίκους· αἱ δικάσεις· χειρῶν καὶ ποδῶν δέσεις καὶ ἐκ θεοῦ ἀποῤῥιφή.

Καὶ ὅσα ἄλλα μυρία ἐστὶ καὶ ἐπινοεῖσθαι καὶ λέγειν, ἵνα ἐν τούτοις τὸν λογισμὸν περιστρέφοντες, συναποσπῶμεν αὐτὸν ἀπὸ τοῦ γηΐνου φρονήματος, καὶ ἄσχετον καὶ καθαρὸν παραστήσωμεν. Ὁ γὰρ ἐντεῦθεν ὑπολάβῃ ἑαυτόν τις εἶναι, τοῦτο καὶ πρὸς τὸ μέλλον πάντως ἕξει.

Ἔχεσθε τῶν διακονιῶν ὑμῶν σπουδαίως, ὡς θεῷ ἐν ταύταις λατρεύοντες, καὶ οὐκ ἀνθρώποις δουλεύοντες· πρὸς τὰς λειτουργίας τὰς πνευματικὰς εὐπρόθυμοι, εὐφραινόμενοι ταῖς θείαις ὑμνῳδίαις, πρὸς τὰ ἔργα εὐκίνητοι, ἵνα ἐπαρκῶμεν καὶ ἑαυτοῖς καὶ τοῖς ἀσθενοῦσι καὶ ξένοις. Ὅτε καιρὸς ἥκει τινὶ ὕβρεως, παραπληκτισμοῦ, παραθεωρήσεως, ἐπαγωγῆς περισσοτέρας, ἦχθε καιρὸς κέρδους, χαρᾶς, προκοπῆς. Χαίρωμεν μᾶλλον ἀτιμαζόμενοι ἤπερ τιμώμενοι· νηστεύοντες ἤπερ τρυφῶντες.

Διὰ τοῦτο μὴ ἑλκώμεθα εἰς μικροψυχίαν παρὰ καιρὸν ἐσθίοντες προφασιζόμενοι ἀσθενείας· μάλιστα ἐπὶ ταῖς τετραδοπαρασκευαῖς. Ὁ γὰρ θεὸς καὶ ῥήματος καὶ βρόχθου ἑνὸς γραφεύς ἐστιν, καὶ ἐξεταστὴς, καὶ μισθαποδότης.

Ὑμῶν αὐτῶν οὖν ἡ προκοπὴ ἐμοῦ προκοπή· ὑμῶν ἡ προθυμία ἐμοῦ ἀνδρείωσις. Ναὶ παρακαλῶ, ναὶ δέομαι πάντοτε ὑμῶν· πληρώσατέ μου τὴν χαρὰν, ἵνα πάντες τὸ αὐτὸ φρονῶμεν, τῷ αὐτῷ στοιχῶμεν κανόνι, τοῖς ἴχνεσι κατακολουθοῦντες τῶν μακαρίων πατέρων ἡμῶν· ὅπως καὶ τῆς συναγαλλιάσεως αὐτῶν καταξιωθῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΡΓʹ. Χρεὼν ἐλέγχειν καὶ διδάσκειν πλειστάκις. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Τί δή ποτε σπείρει ὁ γεωργὸς· ἀλλ’ ἵνα πάντως θερίσῃ; Καὶ τινὸς ἕνεκεν κοπιᾷ ὁ πραγματευόμενος, ἀλλ’ ἵνα πάντως κερδήσῃ; Οὕτω καὶ ὁ τὸν λόγον τῆς διδασκαλίας διανέμων, τί ἄλλο ἐκ τοῦ πόνου ἐλπίζει, ἀλλ’ ἢ τὴν τῶν ἀκουόντων πάντως προκοπὴν καὶ βελτίωσιν; Ἐφ’ ὑμῖν δ’ οὐκ οἶδ’ ὅπως αἱ ἁμαρτίαι μου ποιοῦσιν, ἀνενέργητος γίνεται ὁ λόγος· καὶ πολλὰ σπείροντες καὶ κοπιῶντες ἀμώμεθα, ὡς εἰπεῖν, οὐδέν. Λέγομεν γὰρ καὶ κατηχοῦμεν καὶ ὑπομιμνήσκομεν· καὶ μέχρι ψιλῆς ἀκοῆς ὑμῶν κατὰ τὴν ὥραν ἢ μέχρι τῶν ῥημάτων ὑπεισῆλθε δύναμις· καὶ θᾶττον εὐθὺς ἀπολανθάνοντες ἐπὶ τοῖς αὐτοῖς ἐστε πλημμελήμασι.

Καὶ θρηνῶ ἐπὶ τούτῳ καὶ κόπτομαι, μὴ δυνάμενος ὑμῶν τὴν ἀταξίαν ἀνακόψαι· ἀλλὰ πάντως παρὰ τῶν ταπεινῶν μου λόγων ἡ ἀσθένεια καὶ ἡ ἀποτυχία γίνεται. Ἀλλ’ εἰ καὶ παρ’ ἐμοῦ τὸ ἀσθενὲς, οὐκ ἀκούετε τῆς θεοπνεύστου γραφῆς; Οὐκ ἐνηχοῦνται ὑμῶν τὰ ὦτα ἑκάστοτε τὰ σωτήρια δόγματα;

Τί ἐμβοῶσι οἱ ἅγιοι πατέρες; τί ἀναγγείλουσι; τί διαμαρτύρονται; τί ἀπειλοῦσιν; Οὐχὶ ἄγουσιν ὑπ’ ὄψιν ὑμῖν τὸ φοβερὸν δικαστήριον καὶ ἀπαραλόγιστον; ἐκεῖνο τὸ βῆμα τὸ φρικτὸν καὶ ἀδίκαστον; τὴν μεγάλην ἀπόφασιν ἐκείνην τοῦ θεοῦ καὶ ἀνείκαστον; τὰ κριτήρια καὶ βασανιστήρια τὰ αἰώνια; τὸ πῦρ τὸ ἄσβεστον τὸ ἐνδότερον καὶ τὸ ἐξώτερον; τὸν σκώληκα τὸν ἰοβόλον, τὸ χάσμα τὸ μέγα, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ ταρταρώδη καταχθόνια, τὰ δεσμὰ τὰ ἄλυτα, τὰ ἄλλα ὅσα κατονομάζεται; Εἶτα ἄντικρυς τὴν βασιλείαν τῶν οὐρανῶν οὐχ ὑποδεικνύουσι; τὴν ζωὴν τὴν ἀτελεύτητον; τὴν χαρὰν τὴν ἀνεκλάλητον· τὴν δόξαν τὴν ἀπρόσιτον· τὸ ἄφραστον φῶς; Τὰ ἀμήχανα καὶ ἀπερινόητα κάλλη τοῦ παραδείσου; τοὺς κόλπους τοῦ Ἀβραὰμ, τὰς σκηνὰς τῶν ἁγίων, τὰς ἐπαύλεις τῶν δικαίων, τὰς χοροστασίας τῶν ἀγγέλων, τὰς εὐφροσύνας τὰς ἀκαταλήκτους, καὶ οἷα ἄλλα ἀναφανοῦσι. Καὶ οὐδεμία πρὸς ταῦτα διόρθωσις, οὐδὲ καταμέλεια.

Ἀλλ’ οἷον ἁπλοῦς λόγους καὶ διακένους ἀκούομεν καὶ παρακούομεν, ζητοῦντες τὰς ἡδονὰς καὶ τὰς προσπαθείας τῆς σαρκὸς ὑμῶν ἐκτελεῖν· καὶ οἷον μυωπάζομεν, κάτω νενευκότες καὶ βρίθοντες· ὥσπερ τὰ ἄλογα ζῶα ζητοῦμέν τι φάγωμεν καί τι πίωμεν, τήνδε τὴν ἡμέραν, καὶ τήνδε. Καὶ ποῖον λόγον γελοιώδη κινήσομεν εἰς χαύνωσιν τῆς οἰκείας ψυχῆς, καὶ τοῦ ἀκούοντος; Καὶ πῶς προφασισόμεθα τὴν ὑπακοὴν διακρούοντες, καὶ τὴν ἐργασίαν διαλύοντες, καὶ τὸ ψεῦδος εἰσδεχόμενοι, καὶ τὴν ἀλήθειαν ἀπαρνούμενοι, ἐξερευνῶντες ἐξερευνήσεις πονηρὰς καὶ οὐ προσηκούσας, καὶ ἐργαστήριον οὐχ ὁσιότητος καὶ δικαιοσύνης, ἀλλ’ ἀνομίας καὶ ἀδικίας τὴν ἑαυτῶν ψυχὴν ἀπεργαζόμενοι.

Δέον ἄνω βλέπειν, τὰ ἄνω φρονεῖν, τὰ ἄνω ζητεῖν, εἰδέναι ἡμᾶς ὁποῖον καὶ ἡλίκον ἐπάγγελμα ἐνδεδύμεθα, καί τινι συντετάγμεθα καὶ καθυπεθέμεθα, ὅτι τῷ δεσπότῃ τῶν ὅλων θεῷ. Ἡλίκων δὲ καὶ ὅσων ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν τῶν κακῶς πεπραγμένων ἡμῖν διὰ τοῦ προτέρου βίου, ὅσης ἄλλης διὰ τῆς μετὰ τὸ ἅγιον σχῆμα παραμελήσεως ἡμῶν, συγχωρήσεως ἀπηλαύσαμεν.

Καὶ ἐν τούτῳ στένειν καὶ τρέμειν, συστέλλεσθαι καὶ κατανύσσεσθαι, ἀδιάχυτον ἔχειν τὴν καρδίαν καὶ τὴν ὄψιν, μεμελετημένην τὴν ὥραν τοῦ θανάτου, τὴν πρὸς τὸν κριτὴν ἀπολογίαν, τὴν ἐκ τοῦ σώματος συναχώρησιν, τὴν τῶν φοβερῶν ἀγγέλων θεωρίαν κατὰ μίμησιν τῶν ἁγίων πατέρων ἡμῶν. Καὶ γὰρ ἐκεῖνοι μέχρι καὶ λόγου τοῦ τυχόντος ἀκρίβειαν ἕλκοντες, ὅλοι δι’ ὅλου σεμνοὶ, καὶ ἐπιεικεῖς ὑπῆρχον, φωτεινοὶ καὶ εἰλικρινεῖς, εὐσταθεῖς, ἄκακοι, πρᾷοι, εἰρηνικοὶ, ἄμαχοι, ἀφιλόσαρκοι, ἀφιλόκοσμοι, ἡσυχασταὶ, ὑμνολόγοι, εὐχάριστοι, εὐήκοοι, ταπεινόφρονες· σκεύη ὄντως ἐκλελεγμένα, κατηρτισμένα εἰς πᾶν ἔργον τὸ ἀγαθὸν, ἔνοικον ἔχοντες τὸ Πνεῦμα τὸ ἅγιον.

Τί οὖν λοιπὸν ἀμελοῦμεν ἡμεῖς οἱ ἄθλιοι; Τί νοθρευόμεθα; Τί ἐκλελύμεθα; Τί οὐχ ἅπτεται ἡμῶν λόγος θεοῦ τῶν ψυχῶν; Τί οὐ κινοῦμεν δάκρυα; Τί οὐ μαλασσόμεθα τὰς λιθίνας καρδίας; Τί οὐ καθ’ ἑκάστην ἡμέραν εἰς τὸ μεῖζον ἀνατρέχομεν; Τί οὐκ ἀλλοιούμεθα τὴν καλὴν ἀλλοίωσιν, καὶ εἶδος, καὶ σχῆμα, καὶ φωνὴν, καὶ κίνημα ξένον, καὶ παρηλλαγμένον παρὰ τοὺς ἐν τῷ βίῳ ὄντας ἐνδεικνύμενοι· ὡς ἂν φαινοίμεθα ἀπὸ κόσμου φυγόντες, καὶ ὑπεράνω τῶν φρονημάτων τῶν ἀνθρώπων ὄντες διὰ πάσης εὐλαβείας καὶ ἡσυχίας διεξαγόμενοι πᾶσαν ἡμῶν πρᾶξιν καὶ ἐνέργειαν; Ἥξει, ἥξει, καὶ οὐ χρονιεῖ ἡ φοβερὰ ἐκείνη καὶ φρικτὴ ἡμέρα καὶ ὥρα τῆς μεταστάσεως· ὁ ἄγγελος ὁ φοβερὸς καὶ ἀπότομος· ἡ λύσις τῆς πανηγύρεως. Καὶ τότε στενάξομεν πικρὰ καὶ ὀδυνηρὰ καὶ ἀνόνητα οἱ ἠμεληκότες, καὶ μὴ ἔχοντες λέγειν· —Ἑτοίμη ἡ καρδία μου, ὁ θεός· ἑτοίμη ἡ καρδία μου. — Ἀλλὰ—Δεῦτε, εἴπερ ἀκούετέ μου, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ θεῷ ἡμῶν. —Στενάξωμεν τῷ ὄντι ἐν καρδίᾳ· καὶ ἐγγὺς κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Καὶ δίδωσι βοήθειαν, ἐκτινάξασθαι ἡμᾶς τὴν πονηρὰν συνήθειαν· καὶ εἰσδέξεται ἡμᾶς εἰς τὴν ἐνάρετον διαγωγήν.

Οὐ λέγω μὴ φαγεῖν, μηδὲ πιεῖν, μηδὲ συντυχεῖν, μηδὲ συνομιλῆσαι ἀδελφῷ. Οὐ λέγω μὴ κοιμηθῆναι, μηδὲ ἀναπαυθῆναι. Οὐ λέγω μὴ λαβεῖν ἄνεσιν, μηδὲ συνελθεῖν ἐν ἀλλήλοις εἰς ὁμιλίαν τινά. Ἀλλὰ τὸ εὐτάκτως ταῦτα πάντα ἐνεργεῖν καὶ μετρίως καὶ κατὰ τὸν δέοντα καιρὸν καὶ τόπον· ἵν’ ἐντεῦθεν ἀρετὴν ἐπ’ ἀρετῇ προλαμβάνοντες, καὶ προκοπὴν ἐπὶ προκοπῇ ἐξευρίσκοντες, εἰρηνικὸν τὸν βίον διατελῶμεν, ἀστασίαστον, ἄμαχον, ἀγγελοειδῆ, ὡς ἂν καὶ ἐγὼ ὁ τάλας προθυμέστερος γένοιμι περὶ τὸ λέγειν· οἵ τε τὰ πρῶτα φέροντες λάβοιεν ἄνεσιν τοῦ ἐλέγχειν καὶ ἀντιφθέγγεσθαι· οἱ διδάσκαλοι ἀπὸ τῶν μαθητευομένων, οἱ προέχοντες ἀπὸ τῶν ὑποδεεστέρων, καὶ πάντες ἐν πᾶσι συγκροτούμενοι ἐν ἀγάπῃ, ὁσίως τε καὶ δικαίως πολιτευόμενοι τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἐστι σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΡΔʹ. Τὴν συντελείαν ἐννοεῖν τε καὶ τρέμειν. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Τοῦ περὶ τὸν σεισμὸν φόβου προσγινομένου ἡμῖν ἐκ τῆς χθὲς ἡμέρας οὐ χρεία περὶ ἄλλου τινὸς ἢ περὶ τούτου μόνον διαλεχθῆναι, πόθεν καὶ οὗτινος χάριν γίνεται.

Καὶ ἄλλοι μὲν τῶν ἑλλήνων ἄλλα ἔφασαν· ποιότητα γῆς, καὶ νηνεμίαν ἀνέμων, καὶ ἄλλα τινὰ ἕτερα ἀλόγως φυσιολογοῦντες, καὶ μηδαμοῦ τὸ ἀληθὲς ἐξευρίσκοντες. Ἡμᾶς δὲ ὁ θεῖος Δαυῒδ πιστοῦται λέγων· —Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. —Οἱονεὶ γὰρ βλέμματί τινι αὐστήρῳ πρὸς δοῦλον δεσπότης χρώμενος, ἔντρομον αὐτὸν καθίστησιν, οὕτως ὁ ἀληθινὸς δεσπότης τοῦ παντὸς καὶ ποιητὴς, δοῦλα τὰ πάντα ἔχων παριστάμενα, ἐπειδὰν τὴν καθ’ ἡμῶν ἐξ ἁμαρτιῶν ἀγανάκτησιν θελήσῃ ἐνδείξασθαι, τὸ παντέφορον ὄμμα τῆς δυνάμεως αὐτοῦ ἐμβριθῶς πρὸς τὴν κτίσιν ὑποβλέψας, ποιεῖ αὐτὴν τρέμειν· ἵν’ ἡμεῖς φοβηθέντες καὶ τρομάξαντες δοῦλοι ὠργισμένοι ἐπαναχθῶμεν πρὸς σωφρονισμὸν καὶ διόρθωσιν τῶν προσταγμάτων αὐτοῦ.

Ἴδετε οὖν, ἀδελφοί μου, οἵα αὐτοῦ φοβερὰ ἡ δύναμις· ἡλίκη ἡ ἔνδειξις τῆς ἀγανακτήσεως, ὁ θυμὸς τῆς ὀργῆς αὐτοῦ· καὶ εἰ ὁ παρὼν τοιοῦτος καὶ τηλικοῦτος, ποταπὸς ἂν εἴη ἐκεῖνος ὁ σεισμὸς τῆς τοῦ παντὸς συντελείας; Κατὰ τὸ—Ἰδοὺ ἐγὼ ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σείω, λέγει κύριος. — Ποῖος φόβος ἕψεται; Ποῖος τρόμος γενήσεται, ὅταν ἀρασσομένη ἡ γῆ ἀναδώσειε πάντας τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους· συμπηγνυμένων ὀστέων πρὸς ὀστέα, καὶ φυομένων ἐν αὐτοῖς σαρκῶν καὶ νεύρων, καὶ πάλιν ψυχουμένων καὶ ἀνισταμένων τῶν σωμάτων; Ὅταν οὐρανὸς ὡς βιβλίον ἑλισσόμενος τοὺς ἀστέρας ἀποβάλληται, καὶ τοὺς φωστῆρας ὑπαλλάττηται; Ἤχου καὶ βροντῆς ἐξακουομένης διὰ τῆς τοῦ ἀρχαγγέλου σάλπιγγος ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν;

Ὁ αὐτὸς ὁ θεὸς ἡμῶν ἐμφανῶς ἥξει μυρίων μυριάδων καὶ χιλίων χιλιάδων ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πασῶν τῶν ἄνω δυνάμεων προηγουμένων καὶ προπορευομένων ἔμπροσθεν αὐτοῦ. Ὅταν θρόνοι τεθῶσι καὶ εἰς κριτήριον καθίσῃ ὁ ἀδίκαστος κριτὴς καὶ δεσπότης· πάντα γυμνὰ καὶ τετραχηλισμένα κρίνων καὶ διευθύνων καὶ ἐξετάζων, βουλὴν καὶ πρᾶξιν καὶ λόγον τῶν βεβιωμένων ἡμῖν. Ὅταν ἐν ῥιπῇ ὀφθαλμοῦ τούτων πάντων τελουμένων, ἐξενεχθῆ ἡ μεγάλη καὶ φοβερὰ ἀπόφασις, καλοῦσα τοὺς μὲν δικαίους εἰς βασιλείαν οὐρανῶν καὶ ζωὴν αἰώνιον, τοὺς δὲ ἁμαρτωλοὺς ἀποπέμπουσα εἰς πῦρ ἐξώτερον καὶ σκώληκα ἰοβόλον, καὶ εἰς σκότος ἀφεγγὲς καὶ εἰς τάρταρα ψύχους ἀνυποστάτου, καὶ εἰς πάσας τὰς ἀπειλουμένας φρικωδεστάτας κολάσεις.

Τίς οἴσει ταῦτα πάντα, ἀδελφοί; Τίς ἐνέγκῃ τὰ φρικτὰ καὶ δεινά; Τίς ὑποστήσεται τὰ φοβερὰ καὶ ἐκστατικά; Ἰδεῖν οὐρανοὺς σχιζομένους, τὴν γὴν ἀναῤῥησσομένην, βλέψαι τὰ πλήθη τῶν ἀγγέλων, αὐτὸν τὸν κύριον καὶ θεὸν ἐρχόμενον ἐπὶ τῶν νεφελῶν κρίναι πᾶσαν τὴν γῆν; Ἀλλ’ οὐκ εἰς μακρὰν ταῦτα· καὶ ἐγγὺς τὸ προσδοκώμενον καὶ κατὰ πόδας. Καὶ ἐπὶ θύραις ὁ κριτής· —Ἰδού, φησιν, ὁ νυμφίος· ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. —Ἀλλ’ εἰ μὲν ἔχομεν τὰς λαμπάδας φαιδρὰς τῆς ἁγνείας, καὶ τὸ ἔλαιον τῆς συμπαθείας καὶ ἀγάπης ἐπ’ αὐταρκείᾳ, εὖ ἂν ἔχοι· ἀσμενέστατα γὰρ ὑπαντήσομεν, καὶ συνεισέλθωμεν εἰς τὸν νυμφῶνα αὐτοῦ.

Εἰ δὲ μήγε, ἀποπεμφθησόμεθα τῆς θείας πύλης ἐκείνης μὴ ἀνοιγομένης ἡμῖν κρούουσι, κακῶς φρονήσασι, καὶ νυστάξασι, καὶ κατευδήσασι, καὶ οὐχ ἑτοίμοις εὑρεθεῖσι. Διὸ ἵνα μὴ ταῦτα συμβῆ ἡμῖν, διεγερθῶμεν οἱ καθεύδοντες ἀπὸ τοῦ ὕπνου τῆς ῥαθυμίας· διαναστῶμεν οἱ ὀλιγωροῦντες ἀπὸ τῆς ἀτόνου ἀκηδίας· νήψωμεν οἱ μεθύοντες ἀπὸ τῆς καρώσεως τῆς λογισμομαχίας· ἁγνίσωμεν τὰς ψυχὰς οἱ χραίνοντες αὐτὰς ταῖς ἀτόποις ἐπιθυμίαις· στερίξωμεν τὰς καρδίας κραταιότητι τῆς πίστεως οἱ ἔχοντες αὐτὰς σεσαλευμένας ἀπὸ τῆς διψυχίας καὶ παλιμβολίας καὶ φιλοσαρκίας. Οἱ εὐδρομοῦντες, ἔτι δράμωμεν ἀκαταπόνητα· οἱ ὑποσκελισθέντες, ἀναστῶμεν διὰ μετανοίας ἐπιπονωτέρας.

Κινηθῶμεν πρὸς ἐργασίαν ἐντολῶν οἱ λιθώδεις καὶ ναρκώδεις καὶ πεπωρωμένοι. Ἐμβλέψωμεν εἰς οὐρανὸν οἱ κοσμοθεάμονες καὶ φιλοθέατροι καὶ φιλοπαιγνεῖς. Ἐκρήξωμεν δάκρυον κατανυκτικὸν ἐκ πεπωρωμένης καρδίας οἱ πετριώδεις καὶ δυσκίνητοι πρὸς τὸ καλόν. Οἱ φωτεινοὶ, ἔτι φωτισθῶμεν· οἱ καθαροὶ, ἔτι καθαρθῶμεν· οἱ διεγερτικοὶ, ἔτι διαναστῶμεν· οἱ φιλάρετοι, ἔτι ἐρασθῶμεν· οἱ πολυεργοὶ, ἔτι ἐργασώμεθα· οἱ σπουδαῖοι, ἔτι σπουδαιολογήσωμεν καὶ σπουδεργήσωμεν· οἱ ταπεινόφρονες, ἔτι ὑψωθῶμεν διὰ τῆς ἁγίας ταπεινώσεως· οἱ φιλάδελφοι, ἔτι ἀνάψωμεν τὸν πνευματικὸν καὶ ἀπαῤῥησίαστον εἰς ἀλλήλους ἔρωτα.

Οἱ προϊστάμενοι τῶν ἔργων καὶ τῶν διακονιῶν καὶ τῶν εὐταξιῶν, ἔτι ἐχώμεθα τῶν φροντίδων ἡμῶν, ἀπαθέστερον καὶ συνετώτερον, ὡς ἐν τάξει φωστήρων καὶ ὀφθαλμῶν καὶ κανόνων. Οἱ ὑπακούοντες καὶ ὑποτασσόμενοι, ἔτι προσθῶμεν τὴν ἀναντίλογον εὐπείθειαν, τὴν ἀγόγγυστον εὐκινησίαν, τὴν εὐμετάφορον διακονίαν, τὴν ἐπίπονον ἐργασίαν, ὡς υἱοὶ φωτὸς καὶ τέκνα εἰρήνης. Οἱ ἱερουργοῦντες καὶ διακονοῦντες, ὡς ἀρχάγγελοι καὶ ἄγγελοι· καὶ πρὸ τοῦ βήματος καὶ ἐν τῷ βήματι, καὶ πρὸ τῶν εὐχῶν καὶ ἐν ταῖς εὐχαῖς, φαίνοισθε τῷ παντοκράτορι κυρίῳ. Οἱ νέοι τὸ δυσκάθεκτον τῶν ὁρμῶν ἀποῤῥίψαντες, ἀναλάβετε τελειότητα. Οἱ φιλοσώματοι καὶ φιλήδονοι ὑποστάλθητε ἀπὸ τῆς παῤῥησίας καὶ ἀλληλοβλεψίας, πρὸς θεῖον ἔρωτα ἀνακαιόμενοι. Οἱ δυνατῶς ἔχοντες κατὰ τὸ σῶμα πρός τε νηστείαν καὶ ἀγρυπνίαν, τοῦ ἐν ὑμῖν χαρίσματος μὴ ἀμελεῖτε, ὃ ἐδόθη ὑμῖν ἀπὸ κυρίου εἰς οἰκείαν σωτηρίαν καὶ ἑτέρων ῥαθυμούντων ἐπαναγωγήν. Οἱ φιλάριστοι καὶ φιλοπόται καὶ φιλοπρόοδοι, σύνετε τὸ ἀλυσιτελὲς, ἐπιθυμίαν ἀσπαζόμενοι τοῦ κατατρυφᾷν κυρίῳ· μὴ ὡς ἀναπεπτωκότες καὶ ὡς ἤδη τὸ πᾶν ἐργασάμενοι ζητεῖτε ἀνάπαυσιν·

Ὁ γὰρ ὄλεθρος αἰφνίδιος· καὶ οὐδὲ ὁ πᾶς τοῦ βίου δρόμος ἐπάρκει πρὸς τοὺς ἀγῶνας. Οἱ μελετῶντες τὸν νόμον κυρίου ἡμέρας καὶ νυκτὸς, ἔτι φροντίζετε τῆς θείας ὑμνήσεως καὶ παραστάσεως καὶ ἀνυσταξίας, νύκτωρ τε καὶ μεθ’ ἡμέραν· Οἱ μεμυκότες, ὡς ἄλογα ζῶα ἐν καιρῷ λειτουργίας παντοίας, ἀνοίξατε τὸ στόμα καὶ ἑλκύσατε πνεῦμα· ψάλατε τῷ κυρίῳ συνετῶς. Οἱ πάντες τὰ πάντα εὖ πράξατε· εὖ διάθεσθε, ἀεὶ φροντίζοντες, ἀεὶ τρέχοντες καὶ συντρέχοντες, ἁμιλλώμενοι καὶ συναμιλλώμενοι, προθυμούμενοι καὶ συμπροθυμούμενοι, συμβιβάζοντες καὶ συμβιβαζόμενοι, ἐπαμύνοντες καὶ συνεπαμυνόμενοι, εἰρηνεύοντες καὶ συνειρηνευόμενοι· ὡς πῦρ ἀναπτόμενοι ἐν τῷ θείῳ ζήλῳ· ὡς ξίφος ἀκονώμενοι πρὸς τὸν πολεμοῦντα δράκοντα· ὡς μάχαιρα ἀνατεινόμενοι πρὸς πᾶσαν ἐκδίκησιν ἐντολῆς θεοῦ. Ὅπως ἐν τούτοις συντηρούμενοι καὶ περιφρουρούμενοι, θεὸν θεραπεύητε, ἀγγέλους ξενίζητε, ἀνθρώπους ἐκπλήττητε, τὸν ἐφάμιλλον δρόμον τῶν ὁσίων πατέρων ἡμῶν διεξερχόμενοι.

Οἷοι γὰρ ἐκεῖνοι τῷ ὄντι φρόνιμοι πραγματευταὶ καὶ κερδαίνοντες τὰ κέρδους ἄξια, ὅτι οὐκ ἐφίλησαν κόσμον, οὐκ ἠγάπησαν σάρκα, οὐκ ἐπόθησαν φθορὰν, οὐδ’ ἐδέθησαν φίλτρῳ τοῦ παρόντος βίου· ἀλλὰ μικρὸν πονήσαντες, μικρὸν ταλαιπωρήσαντες· μικρὸν γάρ ἐστι τῷ ὄντι πρὸς τοὺς ἀπείρους μέλλοντας αἰῶνας, καὶ ἡ ἑκατονταέτης ἐνταῦθα διαβίωσις, ἔτυχον ζωῆς αἰωνίου, ἐπέτυχον χαρᾶς ἀνεκλαλήτου, ἀθανασίας καὶ βασιλείας οὐρανῶν.

Ἧς, καὶ ἡμᾶς, ἀνολιγώρως ἀποπληροῦντας τὴν ἀθλητικὴν ἡμῶν ὑποταγὴν, πιστεύω ἀραρότως μετασχεῖν καὶ ἀπολαῦσαι σὺν πᾶσι τοῖς ἁγίοις, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΡΕʹ. Μηδὲν μόνιμον, ἀρετῆς δίχα, μένειν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ὡς ἤδη ἀρχόμενός εἰμι τὴν κατήχησιν ποιεῖσθαι, ὡς ἤδη ἀνέωγα τὸ στόμα μου τὸ ταπεινὸν πρὸς ὑμᾶς· καὶ τοῦτο, οὐκ ἐκ ταπεινοφροσύνης λέγω. Οὐ γάρ ἐστιν ἐν ἐμοὶ, ἀλλ’ ἐκ συναισθήσεως τῶν τε ἀμυθήτων μου ἁμαρτιῶν, καὶ τῆς ἐκζητουμένης διδασκαλίας ἐν τοῖς ποιμέσι. Πόσον γὰρ καὶ ἡλίκον καὶ πράσσειν καὶ λέγειν ὀφείλεταί μοι ἐπὶ λυσιτελείᾳ τῶν τιμίων ὑμῶν ψυχῶν κατὰ πᾶσαν, ὡς εἰπεῖν, ἡμέραν καὶ ὥραν.

Εἰ γὰρ ὁ μέγας ἀρχιερεὺς τοῦ θεοῦ, ὁ κήρυξ τῆς μετανοίας, ὁ τῆς ἀληθείας ὑπεραθλήσας, τὸν Χρυσόστομον λέγω, μετὰ τὴν ἄπειρον, ὡς εἰπεῖν, καὶ ἀπερίληπτον τῶν ἐκ θείας χάριτος διὰ τῶν χειλέων αὐτοῦ, δίκην ποταμῶν ῥυεισῶν, διδασκαλιῶν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει θείων πατέρων δέδοικε.

Δέδοικε γὰρ τὸ ἔργον τῆς προστασίας καὶ τρέμει· καὶ βοᾷ που ἐν τοῖς ἑαυτοῦ λόγοις, ὅτι τὸ κατ’ ἐμὲ ὡς ἔχω καὶ διάκειμαι, δύσκολόν ἐστιν σωθῆναι τὸν ἡγουμενεύοντα. Τί ἵνα ἐγὼ φθέγξωμαι, ὁ τάλας καὶ ἀκάθαρτος, ἡ κοπρία καὶ ὁ σκώληξ, ὁ ἄνους καὶ ἄφρων, ὁ ἄφωνος καὶ ἄλογος; Οὐκ οἶδα τί εἴπω ἄξιον τῆς ἐμαυτοῦ ἀναξιώτητος;

Ὦ, πῶς εἰς τοῦτο ἐπῆλθον τὸ ἀξίωμα; Ὦ, πῶς ῥυπαρὸς ὢν εἰς τὸ φωτίζειν ἄλλους προῆγμαι; Ὦ, πῶς πόῤῥω ὢν θεοῦ εἰς τὸ προσάγειν τοὺς ἀφεστηκότας ἀποτέταγμαι; Δέον με ἔτι πρόβατον εἶναι, καὶ εἰς ποιμένα κατέστην; Δέον με εἶναι ἀρχόμενον, καὶ εἰς ἄρχοντα ἦλθον; Δέον ὑποτιθέναι τὸ οὖς εἰς ἀκρόασιν διδαγμάτων, καὶ τὰ ῥυπαρὰ χείλη ἀνοίγω εἰς διδασκαλίαν ἑτέρων;

Ἀλλ’ ἴδοι ὁ θεὸς καὶ ἐπιβλέψοι, καὶ κρίνοι κρίσιν. Οὐκ οἶδα ποίαν εἴπω διὰ τὴν καταδίκην μου· ἐφ’ οἶς τρόποις ἤχθην ὑμῖν οὕτως. Τί δεῖ οὖν πρὸς ταῦτα; Ἆρα ἀπογνῶναι; Οὐδαμῶς. Ἆρα σιωπῆσαι εἰς τὸ παντελὲς, εἰ καὶ ἄγλωττός εἰμι καὶ ἄσοφος;

Οὐχ οὕτως. Ἀλλὰ σὺν θεῷ, συνεργουσῶν καὶ τῶν εὐχῶν ὑμῶν, ἐπάρξασθαι αὐτίκα, καὶ πάλιν ἐπαναλαβεῖν, καὶ πάλιν ἀνενεγκεῖν εἰς ἑαυτόν. Καὶ ἴσως ὁ τῶν μεγάλων καὶ παραδοξοποιῶν πραγμάτων τερατουργὸς θεὸς, διὰ τὸ ὑμῶν ἐπωφελὲς θαυματουργήσειε κἀνταῦθα· καὶ ποιήσειέ με τὸν τυφλὸν, βλεπτικόν· καὶ τὸν κωφὸν, ἀκουστήν· καὶ τὸν λεπρὸν, ὑγιῆ· καὶ τὸν χωλὸν στερεόν· καὶ τὸν μογιλάλον, εὔλαλον· δύναται γὰρ ὅσα θέλει. Ὅπως καὶ ὁδηγήσω, καὶ ἐνικήσω, καὶ καταρτίσω, καὶ καθαρίσω, καὶ περιποιήσωμαι ὑμᾶς εἰς λαὸν περιούσιον.

Εἰ καὶ μέγα καὶ ὑπὲρ τὴν ἀξίαν τὸ ἐξαιτούμενον, διὰ τοῦτο, τέκνα, —γνῶτε καὶ ἴδετέ, φησιν, ὅτι ἐγώ εἰμι ὁ θεὸς, ὑψούμενος ἐν τοῖς ἔθνεσιν, ὑψούμενος ἐν τῇ γῇ. —Ὑψωθήτω οὖν καὶ ἐφ’ ὑμῖν, δέομαι, καὶ παρακαλῶ. Πῶς ἂν ἄλλως ὑψωθείη ἢ διὰ τῆς μετεώρου καὶ ὑπερανεστώσης πάντων χαμαιζήλων τῆς γῆς πραγμάτων, διὰ τῆς ἁγίας ὑμῶν πολιτείας; Ἐν ᾗ καὶ ἤρθητε, χάριτι αὐτοῦ τοῦ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους ἐκ τῶν χαμόθεν, ὡς πρὸς οὐρανὸν, αὐτῷ ἀγγελικῶς βιοῦντες, καὶ συναναστρεφόμενοι.

Εἰρήνη γάρ ἐστιν ἐν ὑμῖν καὶ ἀγάπη καθὼς καὶ ἐν τοῖς ἀγγέλοις· μία ψυχὴ καὶ ἓν θέλημα, σύμπνοια καὶ συγκρότησις, ἀνῃρημένων παντάπασι τῶν διαζευκτικῶν καὶ διαιρετικῶν ὑποθέσεων· ἅ τινά ἐστιν, ἰδιογνωμοσύνη, μερικαὶ σχέσεις, σαρκικαὶ φιλίαι, συγγενικαὶ ἀκολουθίαι.

Ἐπεὶ δὲ εὐδοκίᾳ θεοῦ ἐκποδών εἰσιν ἀφ’ ὑμῶν, εὐρίσκεται πάντως τὰ ἐναντία ἡ ὁμοκτημοσύνη· μᾶλλον δὲ, τὸ μηδὲν ἔχειν καὶ πάντα κατέχειν· ἡ ἀγαπητικὴ ἐπὶ πᾶσι διάθεσις, ἡ τῶν σαρκικῶν γονέων ἀδελφῶν τε καὶ συγγενῶν πάντων ἀπαλλοτρίωσις.

Ὁμολογῶ γὰρ καὶ κηρύττω τὸ ἀγαθὸν ὑμῶν, ὅτι καίπερ ἀγχιθύρων ὄντων τῶν βλαβερῶν, καὶ ὡς ἐπὶ μάχης καὶ πάλης, καὶ ὡς ἐπὶ βαλανείων ψυχολέθρων ἐν τῇ πόλει ταύτῃ ἑστῶτες, οὐ καταφλέγεσθε, οὐ καθέλκεσθε. Ἀλλὰ τὸ δὴ μεῖζον, ὅτι καὶ δρᾶτε μᾶλλον ἢ παθαίνεσθε· ὠφελεῖτε γὰρ καὶ τοὺς ἀκούοντας καὶ ὁμοσχήμους καὶ ὁμοταγεῖς ὑμῶν. Καὶ γάρ εἰσί τινες ἐν ὑμῖν οἱ παντάπασι διὰ δεήσεως ἀπέστησαν τοῦ ὅλως ὁρᾷν πρόσωπον μητρικὸν ἢ ἀδελφικὸν, σχεδὸν εἰπεῖν, ἢ συγγενικόν.

Καὶ τοῦτο οὐκ ἔστιν ἀξιέπαινον; Καὶ τοῦτο οὐκ ἔστιν ἀξιομνημόνευτον; Καὶ λέγω ὑμῖν. Καὶ οὔτω φρονοῦντες ἔτι μᾶλλον καὶ μᾶλλον, τέκνα μου, στερεοῦσθε εἰς τὸ βελτιώτερον. Καλὴ γὰρ ἡ πραγματεία, ἧς μείζων οὐκ ἔστιν ἄλλη. Καλὴ ἡ ἀπλανὴς αὕτη πλάνη, ἣν οἱ ζητήσαντες, εὗρον θεόν. Καὶ πρὸς μίαν ὥραν ἢ ἡμέραν ἡ ἐγκράτεια, ἐπί τε θεωρίας, ἐπί τε ἀκοῆς, ἐπί τε ἀπολαύσεως παντοίας ἄλλης, καὶ παρῆλθε, καὶ ἰδοὺ οὐκ ἦν· καὶ μενοῦν γε οὔτε παρέρχεται, οὔτε διαπίπτει· ἀλλ’ εἰς τὸ διηνεκὲς διαμένει· ἀρετὴ γάρ ἐστι.

Πῶς δὲ ἀντὶ τῶν προειρημένων οὐ μικρά τις καὶ ὀλίγη, ἀλλ’ αἰωνία καὶ ἀνείκαστος χαρὰ, καὶ εὐφροσύνη τῆς ἐν τῷ μέλλοντι αἰῶνι ἀγαλλιάσεως; Ὑπομείνατε οὖν λοιπὸν, τέκνα μου, καὶ ἀγωνίζεσθε, καὶ βιάζεσθε προὔχειν ἀλλήλων ἐν τοῖς κατορθώμασι· ἀνεπιφθόνως δέ· πάντων γὰρ τὸ καλὸν εἰς ἕκαστον παραχωρεῖ· καὶ ἕκαστον εἰς ἅπαντας κατὰ θείαν ἀνάκρασιν· Καὶ θώμεθα, εἰ βούλεσθε ἀπαρχὴν, οὐ μόνον ἐκ τῆσδε κατηχήσεως, ἀλλὰ καὶ ἐπὶ πᾶσαν ἡμέραν. Τοῦτο γὰρ δεδιδάγμεθα καὶ κεκελεύσμεθα πατρικῶς· οὐ γάρ ἐστι στάσις τοῦ καλοῦ, καὶ πάντως ἐκ δυνάμεως εἰς δύναμιν πᾶς τις σωθῆναι θέλων αἱρεῖται εἰσέρχεσθαι. Καὶ ἐὰν οὔπω ἀκηδιάσωμεν μέχρις ἂν τελευτήσωμεν συναμιλλώμενοι ἀλλήλοις ἐν τῇ καλῇ ἁμίλλῃ ταύτῃ, εὖ ἴστε, οὐρανῶν ἡμῖν πύλαι ἀνοιγήσονται· ὁ παράδεισος εἰσδέξεται· οἱ χοροὶ τῶν μαρτύρων ἀγκαλίσονται· αἱ ἐπαύλεις τῶν δικαίων εἰσοικίσονται· αὐτὰ τῶν ἀγγέλων τὰ ἄπειρα τάγματα ὁμοχορεύσουσιν ἐν χαρᾷ ἀνεκλαλήτῳ τῇ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.