Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΡΣΤ΄-ΡΙΑ΄: Η μαρτυρική υποταγή και η τελείωση του ασκητικού βίου

Οι τελικές κατηχήσεις προβάλλουν ως κεντρικό άξονα τη μνήμη των Παθών του Χριστού, την ακρίβεια της μοναχικής πολιτείας και την καρτερία έως τέλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 22 από 22

ΛΟΓΟΣ ΡϚʹ. Τῇ συμμετρίᾳ τῆς διαίτης ἐμμένειν. ΤΕΚΝΑ ΜΟΥ ΗΓΑΠΗΜΕΝΑ ΚΑΙ ΠΕΡΙΠΟΘΗΤΑ, Οἴεσθέ με ἴσως κατατονῆσαι καὶ ὀλιγωρῆσαι πρὸς τὸ κατηχεῖν ὑμᾶς καὶ διανέμειν τὸν τῆς σωτηρίας λόγον. Ἐγὼ δὲ οὐχ οὕτως, ἀλλ’ ὁ αὐτός εἰμι, καὶ ἐλλείπειν μᾶλλον ἢ ἐπικρατεῖν ὑμῖν ἡγοῦμαι καὶ ὀφείλειν, ἢ ἀποπληροῦν τὸ δέον. Νυκτὶ οὖν καὶ ἡμέρᾳ καταμερίζων ὑμῖν τὸν λόγον, καὶ διαδίδων ὑμῖν τὸ τρόφιμον ταῖς ψυχαῖς σιτηρέσιον, οὔπω ἄξιον πεποίηκα· ἀλλ’ ἀπόκειμαι καὶ κεχρεώστηκα δρᾷν τοῦτο, ἀκούων τῆς μεγάλης φωνῆς τοῦ θείου ἀποστόλου πρός τινας λέγοντος· —Οὐκ ἐπαυσάμην τριετίαν νύκτα καὶ ἡμέραν μετὰ δακρύων ἕνα ἕκαστον ὑμῶν νουθετῶν· —καὶ πρὸς ἄλλους. ὅτι—ἀδιάλειπτός μοι ἐστὶ προσευχή· —καὶ πρὸς ἑτέρους—ὅτι ηὐχόμην ἐγὼ αὐτὸς ἀνάθημα εἶναι, ὑπὲρ τῶν ἰδίων φοιτητῶν· —καὶ —ὅτι ἀδιάλειπτός μοι ὀδύνη ἐστὶν ἐν τῇ ψυχῇ. — Ταῦτα γὰρ τῷ ἀληθῶς ὄντι προστάτῃ ψυχῶν ἀνήκουσιν. Εἰ οὖν οὕτως ἐκεῖνος, τί ὁ τάλας ἐγὼ προσεπιδείξαιμι; Ἣ τί ἀπεπλήρωσα πρὸς ὑμᾶς; Οὐδὲν ὡς ἀληθῶς οὖν, ὅλως· ὅτι τὴν καρδίαν μου καὶ τὴν διάνοιαν αἱροῦμαι προτίθεσθαι, εἴπέρ τι χρήσιμον ὑμῖν γίνεται.

Αὐτοὶ οὖν, τέκνα μου, ὡς γῆ ἀγαθὴ ὑετιζομένη ἐκ τῶν θεοχαρίτων ῥείθρων τοῦ ἁγίου Πνεύματος, καρποφορεῖτε καὶ προβάλλεσθε τὰς ἀρετὰς στάχυας ἀειζώους· καὶ νεώσατε ὥσπερ τὰς χώρας, οὕτως καὶ τὴν γῆν τῶν ψυχῶν ὑμῶν ἀποκαθαίροντες τὰς ἀκανθώδεις ἐννοίας, τῷ πυρὶ τοῦ φόβου τοῦ θεοῦ, καὶ τῷ ξίφει τῆς ἀληθείας. Κἂν δυσεργῆσαι θέλητε, πάρεστιν ὑμῖν τὸ τῆς καλλιεργίας ἐποφελὲς ἐκ τῶν ἔξωθεν ὑποδειγμάτων.

Οὕτω γὰρ σπείροντες, πολύχουν ἀναβλαστήσετε τὸν καρπόν. Σπείρατε οὖν, τέκνα μου, κατὰ τὰς ἀποστολικὰς διατάξεις, μὴ εἰς τὴν σάρκα, ἵνα μὴ τὴν ἐκ τῆς σαρκὸς φθορὰν ἀποθερίσητε· ἀλλὰ τὰ κατὰ πνεῦμα, ἵνα τὰ ἀπὸ τοῦ πνεύματος ἀποδραγμεύσησθε, ὑπομονὴν παιδευόμενοι, καρτερίαν, μακροθυμίαν, ταπεινοφροσύνην, τὴν εἰς ἀλλήλους ἀγάπην, μισοῦντες τὸ ἐπίφθονον, τὸ δολερὸν, τὸ ἀποτακτικὸν, τὸ ὑβριστικὸν, τὸ ἐνδιαβλητικόν.

Κτήσασθε οὖν καὶ ἐγκράτειαν· ἐγκράτεια δὲ ἡ κατὰ χρείαν ἐπιδιδομένη τροφὴν ὑπάρχει, μήτε ὑπερπιέζουσα τὸ σῶμα, μήτε ἀνακουφίζουσα παντελῶς, καθάπερ φόρτος σκάφους· ἄν τε γὰρ πολλοστὸς εἴη, κατέδυσε τὴν ναῦν, ἄν τε ἐλαφρὸς, περιέτρεψεν αὐτήν· οὕτως καὶ ἐπὶ ὕπνου μεταλαμβάνειν τὸ χρήσιμον. Ἐντεῦθεν γὰρ οἱ εὐαπάλλακτοι ὕπνοι, ἐπακολουθοῦντες τῷ συμμέτρῳ τῆς διαίτης, ἡ κατὰ τὴν ψαλμῳδίαν ἐγρήγορσις, ἡ ἐπακρόασις τῶν ἀναγνωσμάτων, ἡ σύνεσις καὶ ἡ κατάληψις τῆς ἐφ’ ἑκάστῳ λόγῳ τῶν ψαλλομένων θείων ἀσμάτων.

Ἐν τούτοις οὖν γλυκαινομένη ἡ ψυχὴ τρυφᾷ καὶ τέρπεται, ἀφορμὰς καλημερίας ἀποτιθεμένη. Ἐκ γὰρ τῆς πολυϋπνίας, ὕπνοι δυσάγωγοι, ἐπισκοτώσεις ἐννοιῶν, ἀδιάγνωστοι ὑμνολογήσεις, πεπηγμένα χείλη, ἀφώτιστοι ὀφθαλμοὶ καὶ ψυχῆς καὶ σώματος· σὺν τοῖς ἔξω γὰρ μύουσι καὶ οἱ ἔσω. Καὶ ὁ κλέπτης τῶν ψυχῶν ἐπιδραμὼν, ἀποσυλᾷ ὅσα βούλεται. Διὰ τοῦτο γὰρ καὶ ὁ κύριος εἴρηκε· —Γρηγορεῖτε. — Γρηγορεῖτε οὖν, τέκνα μου, γρηγορεῖτε· ἵνα μὴ δυσθυμήσητε, ἵνα μὴ ἀπαρασκεύαστοι ἔρχησθε εἰς τὸ πρὸς ἡμέραν, καὶ ἐν τούτῳ δυσκολῆσθε ἐπὶ πᾶσι τοῖς ἔργοις. —Ἱλαρὸν λόγον ἀγαπᾷ ὁ θεὸς, —ὑποπίπτουσαν ἀπόκρισιν, εὐκατάστατον πρόσωπον, ἥμερον ἦθος, ὁμιλίαν τεταπεινωμένην. Οἱ δὲ καυχοῦντες μεγάλα καὶ κατακαυχώμενοι καὶ ἀποθηριούμενοι τῷ προσώπῳ διὰ τῶν ἀποδεικνυμένων λόγων καὶ διὰ βλεμμάτων, οὗτοι ἐμπαίζουσι καὶ τὸν θεὸν καὶ ἑαυτούς.

Τίς φέρει ὑπὲρ τοὺς ἄλλους κακουχεῖσθαι; Τίς εὐχαριστεῖ ἐλλειπόμενος τοῦ κατὰ χρείαν ἱματίου, ὑποδήματος, κουκουλίου, σκεπάσματος; Οὗτος ἐργάτης θεοῦ τοῖς μέλλουσιν ἀγαθοῖς ἀνταλλασσόμενος τὰ πρόσκαιρα καὶ μηδαμινά.

Ἐγὼ μὲν οὖν πάντας θέλω καὶ καταθάλπεσθαι καὶ πληροῦσθαι ἐνδυμάτων, βρωμάτων, εἴ τινων ἄλλων τῶν πρὸς τὴν χρείαν· εὐθυτέρως γὰρ ἡ σωματικὴ γίνεται ἐργασία. Λέγω δὲ οὕτως, ἵνα ὅτε οὐκ ἐπιφθάσουσι τὰ πράγματα, μὴ καταπληττώμεθα, μηδὲ ἀπεχθανώμεθα, μηδὲ γογγύζωμεν. Εἰσὶ δέ τινες πόθῳ θεοῦ ἐκπυρούμενοι, ὡς καὶ ἑκόντες, ταῦτα αἱροῦνται· ἕκαστος δὲ εὖ ποιεῖ, τὸ διδόμενον μετ’ εὐχαριστίας λαμβάνων ὅτε καὶ ὁποῖον δ’ ἂν εἴη.

Ὄντως, τέκνα μου ἠγαπημένα, οὐ μὴ μεταμεληθῶμεν ἐπὶ τῇ στενώσει ταύτῃ· οὐδὲ ἐπὶ μικροῖς κέρδεσιν ὁ κόπος. Ὁρᾶτε ὅτι θεὸς θεραπεύεται. Βλέπετε ὅτι βασιλεία οὐρανῶν πρόκειται· γινώσκετε ὅτι ζωῆς ἀθανάτου ἀντάμειψις ἐστί. Καὶ τίς οὐκ ἐπειχθείη; τίς οὐκ ἐπιδράμῃ; τίς οὐκ ἀφαρπάσει θησαυροὺς διδομένους; τίς οὐκ αὐτοθελὴς γένηται καὶ κακουχῆσαι καὶ ἀπεκδύσασθαι, καὶ αἴθριος γενέσθαι, καὶ κρυμωθῆναι, καὶ ἑαυτὸν θανατῶσαι διὰ ἀσκήσεως, τηλικούτων ὄντων τῶν ἀγαθῶν;

Ἀλλ’ οὖν ὑμεῖς οὐκ ἐστὲ ἄμοιροι, ὧν εἰρήκαμεν· διὰ γὰρ τῆς ἐκκοπῆς τῶν θελημάτων καὶ τῆς ἐπὶ πᾶσιν ἀποταγῆς, καὶ τῆς κατὰ πάντα ὑπομονῆς καὶ θνήσκετε καθ’ ὥραν, καὶ ψύχεσθε, καὶ ἀπαλλάττεσθε τοῦ κόσμου, ἔχοντες κεκρυμμένην τὴν ζωὴν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. —Ὅταν δὲ φανερωθῇ ἡ ζωὴ ἡμῶν ὁ Χριστὸς κατὰ τὰ λόγια, τότε καὶ ὑμεῖς χαρήσεσθε αἰωνίως. — Μὴ οὖν ζητεῖτε λοιπὸν ἐκ παντὸς τρόπου τὸ ἐνταῦθα ἄνετον καὶ ἀναπαυστικόν· ἀλλ’ ἀπόδειξιν τῆς ἐκεῖθεν ἀναπαύσεως, τὴν ἐνταῦθα ἔχετε κακοπάθειαν. Ὑμεῖς μου ἐστὲ ἐν πᾶσιν ἡ χαρὰ καὶ στέφανος, ἡ εὐελπιστία· καὶ οὐκ ἔχω τινὰ ἄλλο προκριτέον ὑμῶν· μάρτυς μου ὁ θεός· οὔτε ἐν ἀγάπῃ, οὔτε ἐν μερίμνῃ, οὔτε ἐν εὐδοκιμήσει· οὐ πατέρα, οὐ μητέρα, οὐκ ἀδελφὸν, οὐ γένος, οὐ φιλίαν, οὐκ εὐδοξίαν κοσμικὴν, οὐκ ἄρχοντας, οὐ δυνάστας, οὐ βασιλεῖς, οὐκ ἄλλο τι, οὐ μικρὸν, οὐ μέγα τῶν ἐνταῦθα· ἀλλ’ ἐν πᾶσι καὶ διὰ πάντα καὶ ἐπὶ πᾶσιν ὑμᾶς καὶ ζωὴν καὶ τροφὴν καὶ ἔλεος καὶ εἰρήνην καὶ σωτηρίαν καὶ ἄφεσιν ἁμαρτιῶν.

Καὶ λογίζομαι, καὶ κατακτῶμαι ἐνώπιον θεοῦ τοῦ πάντα ἐφορῶντος τοῖς ἀλαθήτοις αὐτοῦ ὀφθαλμοῖς. Χαίρεσθε ἐν κυρίῳ λυπούμενοι τὸ κατὰ σάρκα· αὕτη γὰρ χαρὰ θεόδεκτος, καὶ ταύτην διδασκόμεθα χαίρειν. Ἀγαλλιᾶσθε, ὅτε μιμνήσκεσθε τὸν θάνατον· ὅτι ἐκεῖ εὑρίσκετε τὴν ζωήν. Τρυφᾶτε τὴν ὀλιγαρκείαν καὶ τὴν ὁπωσδήποτε ἡτοιμασμένην τράπεζαν, κἂν ἀπὸ ἄρτου μόνου καὶ ὕδατος καὶ λαχάνων ἐστίν, ὅτι διὰ ταύτην μέλι καὶ γάλα ζωήῤῥυτον καὶ ἀφθαρτόδοτον καταπολαύετε διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΡΖʹ Τὴν μαρτυρικὴν ὑποταγὴν στερεωτέον. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Κεκοπιακότες ἐστὲ ἤδη ἐκ τῆς προελθούσης ἀγρυπνίας τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς Σάβα· ἄρτι δὲ καὶ ἐκ τοῦ παρόντος κανόνος τοῦ ἐν ἁγίοις καὶ θαυματοποιοῦ πατρὸς ἡμῶν Νικολάου· καὶ ὁ κόπος ὑμῶν ὅσιος καὶ ψυχωφελὴς, οὐκ ἀπολλύμενος, ἀλλὰ σωζόμενος, τηρούμενος εἰς ἡμέραν ἀνταποδόσεως δικαιοκρισίας θεοῦ. Καὶ τάχα ἀποκνεῖ πως ἡ ἀκοὴ δέχεσθαι λόγον· ἀλλ’ ἵνα μὴ ἐγκόψωμεν τὴν συνήθειαν καὶ τὸ παρὸν, βραχέα τινὰ διαλεξόμεθα, ὑπομιμνήσκοντες ὑμᾶς καὶ προθυμοποιούμενοι, ὅτι τὸ ἔργον χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν προκοπῇ ἐστι, καὶ καθεκάστην, ὡς εἰπεῖν, προστιθέμενον καὶ ἐπαυξάμενον τὴν ἡμέραν, καὶ τελειούμενον οὐκ ἐξ ὑλῶν φθαρτῶν καὶ ἐπικήρων, ἀλλ’ ἐξ ἐργασίας τῶν ἁγίων καὶ ζωοποιῶν αὐτοῦ ἐντολῶν.

Καὶ εὖγε εὖγε· ὅτι τοιοῦτον καὶ τηλικοῦτον τὸ πραγματευόμενον ὑμῖν καὶ ἐνεργούμενον καὶ σπουδαζόμενον καὶ ἐπὶ σωτηρίᾳ τῶν τιμίων ὑμῶν ψυχῶν. Ἄλλοι μὲν ἀλλαχοῦ αἱροῦνται τῶν ἀνθρώπων· καὶ ὁ μὲν περὶ τοῦ οἰκοδεσποτῆσαι καὶ πλουτῆσαι· ὁ δὲ περὶ τοῦ εὐπραγῆσαι καὶ δοξασθῆναι ἐκ τῶν τοῦ αἰῶνος τούτου ὀνειροπολουμένων ἀξιωμάτων· ἕτερος δὲ περὶ τοῦ παιδοποιῆσαι ἢ πολυκτηματῆσαι ἐν ἀγροῖς ἢ δούλοις· πλεῖστα γὰρ καὶ ποικίλα τὰ τοῦ κόσμου τούτου ἐπιθυμήματα.

Ὑμεῖς δὲ τούτοις πᾶσι χαίρειν προσειπόντες εἰς ἄλλον κόσμον διὰ τῆς ὑψηλῆς πολιτείας μετενεχθέντες τὰ ὑπερκόσμια καὶ οὐράνια καὶ ἐφίεσθε καὶ ἐπιζητεῖτε· καὶ ἐν τούτοις ἡ καρδία ὑμῶν καὶ ἡ μέριμνα καὶ ἡ ἀδολεσχία.

Μή τι γὰρ ἄλλο ἢ ἵνα καθαρθῆτε τελείως ἐκ τῶν παθῶν· καὶ κτήσησθε καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, προσευχήν τε ἄοκνον, σπουδήν τε ἀνένδοτον, κατανύξεως δάκρυα, ἀμεριμνίαν παντελῆ, οὐ λέγω φίλων καὶ συνήθων, ἀλλ’ ἤδη καὶ αὐτῶν τῶν τεκόντων, καὶ πάσης σχεδὸν τῆς ματαιοπόνου ἀδολεσχίας.

Ναὶ οὕτως ἐστὶν εὐδοκία θεοῦ· καὶ γὰρ ὁρῶ ἕνα ἕκαστον ὑμῶν πῶς ἀεὶ ἐνίσταται καὶ ἐναθλεῖ καὶ ἐκβιάζεται ἑαυτὸν ἀποῤῥαγῆναι παντὸς πάθους ἐνοχλοῦντος, καὶ μετὰ θεοῦ μόνου γενέσθαι τῇ διαθέσει. Οὕτω τοιγαροῦν ὑπομένουσιν ἐν τῇ μαρτυρικῇ ταύτῃ ὑποταγῇ δώσειεν ὑμῖν Χριστὸς ὁ θεὸς ἡμῶν ἰσχὺν καὶ κραταίωσιν ἀποτρέψασθαι ὑμᾶς πᾶσαν ἐμπαθῆ καὶ σατανικὴν ἀντιπαράστασιν, καὶ εὐμαρῶς διανῦσαι τὸν προκείμενον ὑμῖν τρισμακάριστον ἀγῶνα· καθάπερ καὶ τοῖς προβεβιωκόσιν ἁγίοις ἀνδράσι καὶ θεοφόροις πατράσιν ἡμῶν.

Μὴ γὰρ κἀκεῖνοι σῶμα περικείμενοι καὶ ὁμοιοπαθεῖς ἡμῖν ὄντες, δίχα πόνων καὶ ἀγώνων διεξῆλθον τὸν τῇδε βίον; Οὐ μὲν οὖν· ἀλλὰ πολλὰ πολυτρόπως ἐνηθληκότες καὶ διαγωνισάμενοι καὶ διὰ πάσης ὑπακοῆς καὶ ταπεινώσεως ἐγκρατείας τε καὶ τῆς λοιπῆς ἀρετῆς ὑποτάξαντες τὴν σάρκα τῷ πνεύματι, ἀνέδραμον εἰς τὸ τῆς πολιτείας ὕψος, καὶ ἐκτήσαντο τὸ δοξασθῆναι αὑτούς.

Ἐπιμνησθῶμεν τοίνυν τὰ τοῦ πανοσίου πατρὸς ἡμῶν Σάβα κατορθώματα εἰς ἐφόδιον τῶν ψυχῶν ἡμῶν, καὶ μὴ ἀμνημονήσωμεν τὰ τοῦ ὁμοταγοῦς ἡμῶν προτερήματα. Ὑποτακτικὸς γὰρ ὢν, ὡς ἴστε, ὑπήκοος ἦν ἄκρος, εὐπρόθυμος, εὐδούλωτος, καὶ τὰς ἐσχάτας διακονίας λαμβάνων ἔχαιρεν, ὡς δοξαζόμενος· κοπιῶν μὲν ταῖς χερσὶ νύκτωρ καὶ μεθ’ ἡμέραν, ὑδροφορῶν, ξυλοφορῶν, πρῶτος ἐρχόμενος εἰς τὴν ψαλμῳδίαν καὶ ἔσχατος ἐξερχόμενος, καὶ εἴ τι ἄλλο περὶ αὐτοῦ ὅσιον γέγραπται· οὐ γὰρ σχολὴν μακρηγορεῖν διὰ τὴν ὥραν.

Μιμησώμεθα οὖν τοῦτον, τέκνα, καὶ ἡμεῖς· δυνατὸν γάρ ἐστι, ὁ μὲν ἐν τούτῳ, ὁ δὲ ἐν ἄλλῳ πλεονεκτήματι συντρέχοντες. συναμιλλώμενοι ἀλλήλοις ἐν τοῖς κατορθώμασι· καὶ πρὸ πάντων γε ἐκεῖνο φυλαξώμεθα τὸ μή τι οἰκειοβούλως πράσσειν· μηδὲ αὐτὰ τὰ δοκοῦντα ἡμῖν καλὰ ἄνευ τῆς κατηκούσης διερωτήσεως. Πρὸς δὲ τούτοις οὐδὲ ἐκεῖνο σιωπῆσαι ἄξιον, εἰ καὶ μέμψεως ἔχει αἰτίαν, ὅτι οὐκ οἶδ’ ὅπως τοῦτο πράττεται καὶ ἐνεργεῖται παρά τισι ἀμυήτοις καὶ καταφρονηταῖς· λέγω δὴ τὸ γενέσθαι ἀπωλείας, μᾶλλον δὲ κλοπὰς συχνοτέρως. Ἐπὰν γὰρ ἐάσῃ τις τὰ οἰκεῖα καλίκια, ἢ τὰ ὀρτάρια, ἢ τὰ γραφεῖα, ἢ ἄλλα τινὰ ἢ ἐν τῷ κοιταρίῳ, ἢ ἐν ἄλλῳ τόπῳ ἀσφαλείας ἀπιὼν εἴς τινα ἀπόκρισιν, ἢ καὶ μακρότερον ἀποδημῶν, ὑποστρέφων οὐκ εὑρίσκει ἃ κατέλειπε.

Καὶ τοῦτο ὅλον διαβόλου ἔργον, καὶ τοῦτο ὀλέθριον καὶ ταρακτικὸν ἐν ἀδελφότητι. Πρῶτον μὲν λύπαι καὶ ἔχθραι, ὑποψίαι τε καὶ καταλαλιαὶ διὰ τοὺς ὑπευθύνους καὶ εἰς τοὺς ἀνευθύνους. Ἔπειτα καὶ κατὰ τὴν ἀπόφασιν τοῦ μακαρίου Ἀποστόλου. —Κλέπται βασιλείαν θεοῦ οὐ κληρονομήσουσι. —Κλέπται δὲ εἰπὼν, οὐ προσέθηκε χρυσίου ἢ ἀργυρίου ἢ ἱματισμοῦ πολυτελοῦς, ἀλλ’ ἁπλῶς τὴν φωνὴν ἐξέδωκε, ἐφ’ ὁτιοῦν καὶ τοῦ τυχόντος πράγματος.

Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, μὴ κλέπτεσθε σακκοῤῥάφια, βελόνια, πινακίδια, κηρούλια, λωρίδια, ἐγχείρια, μαχαίρια, ζωνάρια· προσθήσω δὲ καὶ κρομύδια, συκίδια καὶ ἀρτίδια, καὶ λαχανίδια καὶ τὰ τούτοις ὅμοια.

Οἱ γὰρ τὰ τοιαῦτα κλέπτοντες καὶ πάλιν λέγω, —τὴν βασιλείαν τοῦ θεοῦ οὐ κληρονομήσουσι. —Οὐ φοβεῖ ὑμᾶς ὁ ἀποστολικὸς ὅρος; Μή τι ἐγὼ εἰμὶ ὁ τάλας, ὁ ἐπαπειλῶν; Γνωρίζετε τὰ ἀναγινωσκόμενα. Διὰ τοῦτο οὖν παρακαλῶ ὑμᾶς· ἀξίως περιπατήσωμεν τῆς κλήσεως, ἧς ἐκλήθημεν καθαρῶς ὁσίως καὶ δικαίως, τῶν προειρημένων πάντων ἀπηλλαγμένοι· ἵνα κληρονόμοι ἐσόμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΡΗʹ. Λιπεῖν τὰ κόσμου, καὶ τυχεῖν τῶν ἀφθίτων. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ὡς γῆ πίων καὶ ἀγαθὴ, δεχόμενοι τὸν τῆς ταπεινώσεώς μου λόγον καρποφορεῖτε ἑκάστοτε καὶ ἀεὶ βλαστάνετε ὡς παράδεισος πεποικιλμένος διαφόροις τῶν ἀρετῶν κάλλεσι. Ὁρῶ γὰρ καὶ ἐπιγινώσκω τὰ ἐν ὑμῖν πραττόμενά τε καὶ σπουδαζόμενα· καὶ ὑποδέχομαι τοῦ μὲν τὸ πρᾷος, τοῦ δὲ τὸ θερμόν· ἄλλου τὸ ἡσυχαστικὸν, ἑτέρου δὲ τὸ στιχολογικὸν, καὶ τοῦ μὲν τὸ ἐργατικὸν, τοῦ δὲ τὸ ἀγρυπνητικὸν, καὶ ἄλλου ἄλλα, καὶ ἑτέρου ἕτερον. Καὶ ἐν πᾶσι τὸ ἀκαταγώνιστον καὶ ἀνένδοτον καὶ ἀκαταμάχητον τῆς πρὸς τὴν ἐν τῇ κοινοβιακῇ ζωῇ τελειότητα ἐνστάσεως ὑμῶν.

Καὶ ἀποθαυμάζω· πῶς οἱ μὲν τῆς προτέρας εὐπαθοῦς συνηθείας ἐπιλαθόμενοι τῇ κατὰ μικρὸν διὰ κύριον ἐπιβιάσει· ὡς ἄλλοι τινες γεγόνατε φέροντες τὰ παρόντα γενναίως, καὶ ἰσοσταθμούμενοι καὶ ταυτοδιαιτούμενοι πρὸς τοὺς πρὶν ἀλιτημένους. Ἀλλ’ ὄντως πάντα ἰσχύει ἡ Χριστοῦ ἀγάπη πείθουσα καὶ ἕλκουσα καὶ τοὺς ὑψηλοὺς ταπεινοῦσθαι, καὶ τοὺς ἁβροδιαίτους ὀλιγαρκεῖσθαι, καὶ τοὺς πολυκτήμονας καταπτωχεύειν.

Οὐ μὴν ἐπὶ τούτοις μόνον εἰμὶ θαυμαζόμενος, ἀλλὰ καὶ ἐπὶ πᾶσι τοῖς διὰ τὸ εὐαγγέλιον τοῦ κυρίου καταλελοιπόσιν ἅπαντα· καὶ πῶς οἱ μὲν γονεῖς. οἱ δὲ ἀδελφοὺς, οἱ δὲ γυναῖκας, οἱ δὲ ἰδίους, οἱ δὲ πατρίδα· ἄλλοι οἰκίας, ἕτεροι συνηθείας. Ἔστι γὰρ, ἔστιν ἐν ἅπασιν ἡ ἀποταγὴ, καὶ πολλάκις ὁ δοκῶν μικροπρεπὴς εἶναι καὶ οὐκ ἀξιολογούμενος πρός τινα τῶν μεγάλων πλείονα ἢ μείζονα πόνον ἐσχηκέναι ὁμολογεῖται. Εἰ γὰρ καὶ μηδέν τι ἄλλο, ἀλλ’ οὖν ὅτι τῆς φύσεως τυραννικῆς καὶ βιαίας καὶ γονικῆς ἀπεσπάσθη ἢ καὶ θεληματικῆς· ἀρκετὸν αὐτῷ εἰς μαρτύριον καὶ εἰς τὸ ἐπιλέξαι, ὡς κορυφαῖος τῶν ἀποστόλων πρὸς Χριστόν· —Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἡμῖν ἔσται; —Καὶ ἀντακοῦσαι—Ἐν τῇ παλιγγεννησίᾳ καθήσεσθε ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώδεκα φυλὰς Ἰσραήλ. — Τοιούτων καὶ τηλικούτων εὐτρεπιζομένων ἡμῖν τῶν μισθῶν, ὢ ἀδελφοὶ καὶ πατέρες, τί ἵνα μὴ μᾶλλον ἢ παρόντος ἐκβιασώμεθα, ἔτι καὶ πρᾶξαι καὶ τελέσαι τὰ ὅσια;

Τί ἵνα μὴ ἐνέγκοιμεν ἅπαν θλιβερὸν καὶ ἐπαχθὲς τῶν ἐν κυρίῳ· ἀλλ’ ἐγκράτειαν; ἀλλ’ ἐπιτίμησιν; ἀλλ’ ὑποταγήν; ἀλλὰ πρόσταξιν; ἀλλ’ ἐξάγγελσιν; ἀλλ’ ἀνύπνησιν; Ναὶ καὶ εἴ τι ἄλλο, ἐπιλέγοντες καὶ τὸ προφητικὸν ἐκεῖνο· —Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. —Καί γε, τέκνα μου, οὐδὲ πόῤῥω ἐστὲ τῆς φωνῆς ταύτης; —Οὐχὶ γὰρ καὶ ὑμεῖς σφάξεσθε—ταῖς κοπαῖς τῶν θελημάτων καὶ ταῖς πληγαῖς τῶν ἐλέγχων καὶ τῇ ἀλλεπαλλήλῳ διαγωγῇ τῆς ὑπακοῆς;

Καὶ τὸ αἷμα κἂν οὐκ αἰσθητῶς, ἀλλὰ νοερῶς ῥεῖ ἐκ τῶν καρδιῶν ὑμῶν; Ἀλλὰ χαίρετε καὶ ἀθλοφορεῖτε, καὶ τὸν ἀμάραντον τῆς δόξης στέφανον κομιεῖσθε, ὡς ὁ ἀπόστολος λέγει. Οὔπω, τέκνα, ἀπατῶ ὑμᾶς· οὐδὲ φρενακίζω ἐν τούτοις τὰ φρονήματα ὑμῶν. Μὴ γένοιτο. Ἀλλὰ καὶ μᾶλλον ἀπολιμπάνομαι τῆς ἀληθεστέρας ἀποδείξεως· ἢ μόνον εἰκονίζω τὰ πράγματα ἀμυδρότητί πως τοῦ σκοτεινοῦ λόγου. Λέγω δὲ ὑμῖν ὅτι μεγάλων μισθῶν ἐστὲ ἄξιοι τελειοῦντες τὸν βίον· καὶ μακάριος ὅστις οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ ποιητὴς τῶν ἀναγινωσκομένων καὶ λεγομένων ἐστί. Καλὸν δὲ ἦν ἐμοὶ τῷ παναθλίῳ πρὸς τὸ τυχεῖν με τῆς λύσεως τῶν πταισμάτων καὶ δόξης οὐρανίου ἀπεντεῦθεν ἤδη καὶ ὑβρισθῆναι καὶ ῥαπισθῆναι, χλευασθῆναι καὶ μυκτηρισθῆναι εἰς τὰ καλὰ καὶ χριστομίμητα πάθη. Ἐπεὶ καὶ διωχθῆναι καὶ ἀπαχθῆναι καὶ θανατωθῆναι καὶ κατακαυθῆναι, καὶ εἴ τι ἄλλο παθεῖν τῶν θλιβερῶν καὶ οὐ φοβερῶν· τῶν δειλιαστικῶν καὶ οὐ δειλιαστικῶν. Τὸ μὲν ὅτι ὁ κόσμος φιλεῖ τὸ ἴδιον σῶμα· τὸ δὲ ὅτι ἡ ψυχή ἐστι ἡ προτρεπτέα καὶ τιμητέα, μεθ’ ἧς καὶ τὸ σῶμα ἀπολαύσεται τῶν ἐπηγγελμένων ἀγαθῶν·

Ἐπιλαμφθείη οὖν ὑμῖν, τέκνα, διὰ ταῦτα φῶς γνώσεως ἀπλανοῦς, καὶ ἔρως θεοῦ χωρίζων κόσμου· καὶ ἐπιθυμία ζωῆς αἰωνίου ἀπονεκροῦσα τὰς ἡδονάς. Καὶ ἄξοι ὁ θεὸς καὶ ἐπανάξοι πάντας ὑμᾶς εἰς στάσιν ὑψηλὴν, καὶ εἰς σκοπὸν εὐσεβείας ἐν ἑδραιότητι καρδίας καὶ ἐν κραταιότητι λογισμοῦ.

Καὶ μηδένα ὑμῶν ἀπόλοιπον ποιήσοι τῆς καλῆς μερίδος καὶ κληρουχίας ἐκείνης, ἧς ἔλαχον οἱ προκοιμηθέντες ἀδελφοὶ ἡμῶν. Ὅτι πάντες πάντως ἐκεῖσε ἀπελευσόμεθα, καὶ γνωριοῦμεν ἀλλήλους, καὶ θεασώμεθα γνώσει ἑτεροτρόπῳ· Εἴη δὲ εἰπεῖν, ὅτι καὶ ἀπολαύσοιμεν ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἐν Χριστῷ Ἰησοῦ τῷ θεῷ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΡΘʹ. Ἐξαγορεύειν τοῦ δράκοντος τὰς πλάνας. ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Εἰ μήτηρ φιλεῖ τὰ ἑαυτῆς ἔκγονα διατρέφειν, φύσεως γάρ ἐστιν ἰδίωμα ἐπὶ τὰ ἑαυτῆς τέκνα καταγίνεσθαι, πῶς οὐχὶ καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ποθοῦμεν ὑμᾶς διατρέφειν;

Καὶ εἰ ἐκείνη ὧδε κακεῖσε περιαθροῦσα καὶ περιαθροίζεται περιτρέχουσα, καὶ ἐρανίζεται τὰ τροφῆς ἐπιτήδεια· πῶς οὐχὶ καὶ ἡμεῖς οἱ πένητες συνεισοίσομεν ὑμῖν τὰ χρήσιμα; Ἄχθομαι δὲ ὅτι μὴ πλουσίως δυναίμην ὑμᾶς ἐκτρέφειν· μηδὲ ὅσον ἐπιζητεῖ ἡ ἔφεσις. Τίς δὲ ἡ τροφή; αὐτὸς ὁ χορηγὼν αὐτὴν ἔφησε· —Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. — Ὢ ἀδελφοὶ, ἔδωκεν καὶ ἡμῖν ἐξουσίαν καλεῖν αὐτὸν πατέρα. Ἀγαπήσωμεν τὸν ἀγαπήσαντα ἡμᾶς θεόν· καὶ τοσοῦτον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δοῦναι λύτρον ὑπὲρ πάντων ἡμῶν. Πῶς δὲ ποιήσωμεν; καὶ πῶς πράξομεν; Ἐδείξατε μὲν οὖν τοῦτο καὶ διὰ τῆς τοῦ προτέρου ὑμῶν βίου ὁμολογίας.

Τίνος γὰρ ἕνεκεν ἀπεφύγετε κόσμον, καὶ τὰ τοῦ κόσμου ἀπαρνήσασθε, γονεῖς, καὶ τὰ γονέων, ἀπαλλοτριωθέντες ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ τἄλλα ὅσα ἐν τῇ ματαιότητι τοῦ βίου ἐπιφαίνεται; Ἀλλὰ καὶ ἔτι ἐπεδείξατε, παρακαλῶ, διὰ τοῦ ὑποφέρειν ὑμᾶς τὴν θλιπτικὴν ὑποταγὴν, τοὺς πόνους καὶ τοὺς κόπους τῆς ἐγκρατείας, τὸ ἄχθος καὶ τὸ βάρος τῆς διακονίας, τὰς ἀτονίας, τὰς ὀλιγοψυχίας τῆς ἐγκρατείας, καὶ μέν τοι τὰ τόξα καὶ τὰ βέλη τῶν ἀοράτων λογισμῶν, τὸ πῦρ τῆς ἐπιθυμήσεως, τὸ σκότος τῆς ἀκηδίας, τὴν τηκεδόνα τοῦ φθόνου, τῆς ἀθετήσεως τὸν ὄλεθρον, τῶν ἄλλων ἁπάντων, δι’ ὧν πειρᾶται κατενεγκεῖν ἡμᾶς εἰς ἅδου ταμεῖα ὁ ὀλοθρευτὴς τῶν ψυχῶν ἡμῶν, διάβολος.

Ἀλλὰ θαρσεῖτε, τέκνα· βάλλεται γὰρ ἐκεῖνος καὶ καταβάλλεται δυνάμει θεοῦ ἐν ἡμῖν, ἀλλ’ οὐχ ἡμᾶς καταβάλλων φαίνεται· τρίζει τοὺς ὀδόντας καὶ βρύχει, ἡνίκα ὁρᾷ ἡμᾶς εἰρηνικὴν καὶ ἀστασίαστον ζωὴν διεξάγοντας.

Βούλεται εἰσπηδῆσαι καὶ ἁρπάξαι ψυχὴν εἰς ἀπώλειαν, καὶ οὐχ ἕξει. Ὅθεν εἰσελεύσεται, ἐπειδὰν βλέπει ὑμᾶς πεφραγμένους καὶ τετειχισμένους τῷ νόμῳ κυρίου, ἵστησι παγίδας καὶ θήρατρα ὑπενεγκεῖν ὑμᾶς ἐν αὐτοῖς γλιχόμενος καὶ ἀποτυγχάνων· ὀδύρεται δὲ ὁπηνίκα αἰσθάνεται ἡμᾶς δι’ ἐξαγορεύσεως τὰ αὐτοῦ μηχανήματα διαλύοντας.

Οὐ γὰρ ἔχει χώραν, οὐ τόπον ἐκεῖ, οὗ ἐστι φόβος θεοῦ, οὗ ὑπάρχει ἐντολῶν τήρησις, κανόνων ἐνέργεια, ἐπιτιμιῶν ὑποδοχή. Διὰ τοῦτο χαίρετε καὶ προθυμεῖσθε, εὐψυχεῖτε καὶ εὐσθενεῖτε· κραταιοῦσθε καὶ δυναμοῦσθε, μηδόλως παραχωροῦντες παρασυρίττειν εἰς τὸ οὖς τῆς ψυχῆς ὑμῶν τὸν σκολιὸν ἐκεῖνον ὄφιν. Ὁπόταν ἔλθη, ἀποκρουέσθω· ἀποπεμπέσθω. Ἴστε ὅπως ἐξηπάτησε τὸν πρῶτον ἄνθρωπον· ὅπως τε ἐξαπατᾷ νῦν τοὺς ἠπατημένους. Ἐκεῖνα φθέγγεται καὶ συμβουλεύει ἃ εἰς ἀθέτησιν φέρει, ἃ εἰς ὑπερηφανίαν ἐνίησιν, ἃ εἰς φθόνον παροτρύνει, εἰς ἐπιθυμίαν ἔλκει, εἰς ἀκρασίαν ἐνάγει, εἰς πᾶν ὁτιοῦν τῶν τὴν ψυχὴν μολυνόντων καὶ ἀπολλύντων. Φεῦ τῆς συμβουλίας τοῦ δράκοντος!

Ἀλλ’ ὑμεῖς ἐκεῖνα ἀεὶ μελετᾶτε καὶ ἀπακούετε, ἃ ὁ φύλαξ τῆς ζωῆς ἡμῶν καλῶς ὑπομνήσκει καὶ ὑποβάλλει τὰ περὶ σωφροσύνης, τὰ περὶ ἀνδρείας, τὰ περὶ πολιτείας τῶν ὁσίων πατέρων ἡμῶν, τὰ περὶ θανάτου, τὰ περὶ μεταστάσεως, τὰ περὶ ἀπολογίας τῶν βεβιωμένων, τὰ περὶ τῶν μελλόντων ἀγαθῶν, καὶ μέν τοι τῶν ἐναντίων κολαστηρίων.

Πῶς καὶ ποίοις τρόποις ἐστὶ τῶν μὲν ἐπιτυχεῖν, τῶν δὲ ἀποφυγεῖν· ἵν’ ἐν τούτοις καταγινόμενοι καὶ ἐναδολεσχούμενοι, ἔτι καὶ ἔτι εὐπραγήσοιτε, συνετίξοισθέ τε καὶ εὐθυπορήσοιτε τὴν ὁδὸν κυρίου τοῦ θεοῦ ἡμῶν, ἕως ἂν τὸ διωρισμένον τῆς ζωῆς ἡμῶν τέλος δέξηται· καὶ μεταστήσοι ἡμᾶς ἐκ τῶν ἐνταῦθα ὀδυνηρῶν πρὸς τὴν μέλλουσαν ἀΐδιον ἀνάπαυσιν ὁ καλῶς ὑφ’ ὑμῶν λειτουργούμενος καὶ θεραπευόμενος δεσπότης.

Ἡμεῖς μὲν οὖν ταῦτα ἠρανισάμεθα ὑμῖν εἰς τροφὴν, καὶ τὰ νῦν ὀλιγοστῶς πως· ὑμεῖς δὲ ἀμείψασθέ με καὶ ἀντιθρέψατε τὸν ταπεινὸν, ὢ τέκνα, ταῖς προσευχαῖς, ταῖς δεήσεσι, ταῖς ἐναρέτοις εὐπραγίαις καὶ εὐδοξίαις ὑμῶν· ἐν τῷ ἑνὶ στοιχειούμενοι θελήματι, ἐν τῇ μιᾷ συναγόμενοι καρδίᾳ, διὰ τῆς εἰς ἀλλήλους ἀφθόνου ἀγαπήσεως, διὰ τῆς ἐπ’ ἀλλήλοις συμπαθητικῆς εὐσπλαγχνίας, διὰ τῆς ἀνολιγώρου ἐν ταῖς διακονίαις λειτουργίας· διὰ τῆς ἔτι εὐτονίας τῆς ἐνισταμένης ἁγίας τεσσαρακοστῆς· ἵνα καὶ εὐμαρῶς τελειοῦντες, τελέσητε· καὶ διανύοντες διανύσητε, ῥωννύμενοι καὶ ψυχῇ καὶ σώματι, χαιρόμενοι διὰ τῆς ἐλπίδος τῶν καταβαλλομένων ὑμῖν πόνων, ἀξιούμενοί τε καὶ ἐπ’ αὐτῆς τῆς ἁγίας τοῦ Χριστοῦ γεννήσεως ἀκατακρίτως φθάσαι, χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ· μεθ’ οὗ τῷ Πατρὶ δόξα. κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΡΙʹ. Ἔχειν ἑτοίμως πρὸς πάλην τῶν δαιμόνων. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ὁ κοπιῶν γεωργὸς ἐν τῷ ἀγρῷ αὐτοῦ, οὐ τὸ ἐπαχθὲς τοῦ κόπου λογιζόμενος ὀκνεῖ καὶ ἀναδύεται· ἀλλὰ πρὸς τὰ μέλλοντα κέρδη ἀποσκοπεύων, εὖ μάλα ἑαυτὸν ἐπιδίδωσι πρὸς τοὺς ἱδρῶτας καὶ μόχθους τῶν σωματικῶν ταλαιπωρημάτων. Ἐπεὶ οὖν καὶ ἡμεῖς ὥσπερ ἀγρόν τινα ἕκαστος τὴν οἰκείαν ψυχὴν κεκτήμεθα ἐν τῷ παρόντι αἰῶνι· καὶ δεῖ ἡμᾶς πάντως ἐργασίαν ἐν αὐτῇ πνευματικὴν ποιήσασθαι, ἵνα ἔχωμεν τὰ ἐφόδια τῆς ἐκεῖσε καὶ ἀπολαύσεως. Τοῦτο γὰρ ἀπαιτήσει δηλονότι ὁ δημιουργήσας ἡμᾶς θεὸς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Παρακαλῶ κἀγὼ καὶ ἀντιβολῶ καὶ δυσωπῶ. Πάντες ὁμοῦ κοινῇ ἐργασώμεθα τοὺς ἀγροὺς ἡμῶν· νεώσωμεν νεώματα εὐσεβείας· σπείρωμεν, ἀλλὰ μὴ ἐπ’ ἀκάνθαις τῶν παθῶν, ἀλλὰ κεκαθαρμέναις ταῖς ἀρούραις πάσης ὕλης ἁμαρτίας. Οὕτω τὸν σπόρον ἐγκαταθώμεθα, ὕσωμεν ὄμβρους πνευματικοὺς ἐν ταύταις, τὰ θεοκατάνυκτα, φημὶ, δάκρυα· περιθώμεθα φραγμοὺς ὀχυροὺς, τὸν φόβον τοῦ θεοῦ πρὸς τὸ μὴ λυμήνασθαι αὐτὰς τοὺς νοητοὺς θῆρας· ἡλιολαμπήσωμεν αὐτὰς τῇ θάλψει τῆς πνευματικῆς ἀγάπης, ἵνα εὕρωμεν πληρῶσαι τὰς λογικὰς ἡμῶν χεῖρας δραγμάτων· καὶ ἀμησώμεθα πολὺν τὸν σῖτον τῶν ἁγίων ἐντολῶν τοῦ Χριστοῦ.

Ἐν τούτῳ οὖν κέκληκε κύριος ὁ θεὸς πᾶσαν ψυχὴν ἐν τῷδε τῷ βίῳ· μάλιστα δὲ ἡμᾶς ἐν τῷ ἀγγελικῷ σχήματι τούτῳ. Δειξάτω ἕκαστος ὑμῶν, δέομαι, ἐκ τῆς καλῆς ἀναστροφῆς αὐτοῦ τὰ οἰκεῖα ἔργα εὐθαλῆ, εὔκαρπα, κυπρίζοντα εἰς ὀσμὴν εὐωδίαις τῷ κυρίῳ. Τοῦτο μὲν διὰ τῆς παντελοῦς τῶν κατὰ σάρκα σχέσεων ἀπαλλαγῆς· τοῦτο δὲ, διὰ τῆς εὐηνίου ὑπακοῆς καὶ χριστομιμήτου ταπεινοφροσύνης. Ἡμέρᾳ τῇ ἡμέρᾳ βελτιούμενος καὶ μεταγόμενος, καὶ ἀπὸ δόξης εἰς δόξαν μεταφερόμενος διὰ τῆς λαμπροφορίας τῶν ἀγαθῶν πράξεων, πᾶσαν παρακοὴν ἀποθούμενος, καὶ πᾶν νόημα αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· στοιχῶν τῷ κοινῷ κανόνι τῆς ἀδελφότητος, καὶ τὸ αὐτόμεμπτον ἀεὶ κατέχων· δι’ οὗ δυνήσεται εὐμαρῶς τὸν πολυκέφαλον δράκοντα τῆς ὑπερηφανίας καὶ ἰδιορυθμίας συντρίψαι καὶ ἀποκτεῖναι.

Εἰς ἐργασίαν τοίνυν ἐκλήθημεν, ὡς εἴρηται, ἀδελφοὶ· εἰς πόλεμον, εἰς μάχην τὴν οὐ τυχοῦσαν· ἀλλὰ καθώς φησιν ὁ θεῖος ἀπόστολος. —Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. —Μηδεὶς οὖν λοιπὸν ἀπαρασκεύαστος ἔστω τῆς μάχης, μηδὲ ἄοπλος, μηδὲ ἀπευδοκείτω ἐν ταῖς πολεμικαῖς συμβολαῖς· ἀλλ’ οὖν μηδὲ ξενοπαθείτω τιτρωσκόμενος, ἢ κεντούμενος, ἢ συγκρουόμενος. Ταῦτα γὰρ ἰδιώματα τῶν πολεμούντων τυγχάνει.

Θνήσκει δὲ ἐκεῖνος, οὐχ ὁ ἅπαξ πληττόμενος ἢ καταπίπτων, οὐδὲ ὁ πολλάκις οὐδ’ ὁ μυριάκις· ἀλλ’ ὃς ἑαυτὸν παραδίδωσιν ἐθελοντὶ πρὸς τοὺς αὑτοῦ ἐχθροὺς εἰς τὸ σφάζεσθαι. Διὸ, ἀδελφοὶ καὶ πατέρες, προσέχωμεν καὶ ἐνιστάμεθα κραταιῶς τῷ πολέμῳ, ὡς στρατιῶται Χριστοῦ. Πᾶς δὲ στρατιώτης, ὡς ἴστε, ἐν τῷ ἐνστρατεύειν καὶ φωσσατεύειν πολλὰς τὰς ἐπαχθείας ἔχει ἢ τὰς ἐκ τοῦ καύσωνος, ἢ τὰς ἐκ τῶν ὄμβρων, ἐπεὶ καὶ τὰς ἐκ χειμῶνος. Οὐχ ἁβροδίαιτον ἐκεῖσε ζωὴν διεξάγει, ἀλλ’ ἐσθλός τε καὶ ἄρτου ἐπιδεής ἐστι, καὶ ψυχροῦ ποτηρίου γλίχεται ἀπολαύειν· ὅλην τε τὴν ἡμέραν ἢ καὶ τὴν νύκτα συγκλονούμενος, καὶ λειποθυμούμενος.

Ἵνα τί; —Ἵνα τῷ στρατολογίσαντι ἀρέσῃ· —ἵνα μὴ λειποταξίου καταγραφὴν λάβῃ· ἵνα ἐν καιρῷ τῶν ἀμοιβῶν πληροφόρος γένηται. Τοιοῦτον τοιγαροῦν καὶ τὸ καθ’ ἡμᾶς, ἀλλ’ οὐκ ὁμοίως· ἐκείνοις γὰρ πρόσκαιρα καὶ μηδαμινὰ καὶ ῥέοντα καὶ εὐτελῆ· ἡμῖν δὲ ἀθάνατα καὶ αἰώνια καὶ ἄφθαρτα δίδοται παρὰ τοῦ βασιλεύοντος τῶν ἁπάντων θεοῦ.

Διὸ, ἀναγκαίως ἐπιμείνωμεν, τέκνα μου· ἐπιμείνωμεν· ἀγωνισώμεθα καὶ ἐπαγωνισώμεθα ἕκαστος κατὰ τὴν ἐνοῦσαν αὐτῷ διακονίαν καθαρῶς καὶ ἀνολιγώρως δουλεύων τῷ κυρίῳ. Ὁ ἐντελλόμενος ἐν τῷ ἐντέλεσθαι νουνεχῶς καὶ νηφαλέως· ὁ διακονῶν ἐν τῷ διακονεῖν ἀγογγύστως καὶ εὐπροθύμως.

Φέρωμεν καὶ ἡμεῖς πείνης καιρὸν καὶ δίψης καὶ ὀνειδισμοῦ καὶ ὕβρεως καὶ συγκρούματος, καὶ κεντήματος, καὶ ἐπαγωγῆς καὶ διακελεύσεως· καὶ μάλιστα ἐν ταῖς νυκτεριναῖς ψαλμῳδίαις καὶ προσευχαῖς ὀλίγα ῥήματα καὶ δυσθυμήματα τὰ ἀοράτως καὶ ὀράτως συμπίπτοντα ἡμῖν καὶ συντρίβοντα καθεκάστην ἡμέραν διὰ τῶν προσόντων ἡμῖν ἐργοχείρων καὶ διακονιῶν· ἵν’ οὕτως τὸν καλὸν ἀγῶνα ἀγωνισάμενοι, καὶ τὸν δρόμον τελέσαντες, τὸν τῆς δικαιοσύνης στέφανον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποληψώμεθα ἐν Χριστῷ Ἰησοῦ· ᾧ τιμὴ καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΡΙΑʹ. Συνεδριάζειν ἐν τόποις μὴ κρυφίοις. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Πάλιν πειρασμὸς, πάλιν σκάνδαλον· πάλιν ἐγὼ ἐλεεινὸς πενθῶ καὶ σκυθρωπάζω· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι· ὅτι ἐβλήθησαν κάτω οἱ ὑψηλοπολίτευτοι· ὅτι οἱ πολὺν καὶ πολυχρόνιον ἐπιφερόμενοι τὸν ἀγῶνα καὶ τὸν ἱδρῶτα τῆς εὐσεβείας, μιᾷ καιροῦ ῥοπῇ ἐξεκένωσαν ἅπαντα. Καὶ ἐγενήθησάν μοι ἀντὶ ἀμπέλου ἄκανθαι, καὶ ἀντὶ εὐφροσύνης πικρία, καὶ ἀντὶ προσδοκίας ἀποτυχία. Καὶ οὐκ οἶδα τί εἴπω, ἢ τί λαλήσω ἐπὶ τῷ πτώματι, καὶ τῇ συντριβῇ τῶν ἀδελφῶν ἡμῶν; Ἢ καθήσομαι καὶ κλαύσομαι μόνος, καὶ λέξω ἐκεῖνο. —Εἰ ταῦτα οὕτως, τίς ἄρα κύριε σωθήσεται; — Καὶ ὄντως—οὐκ ἔστιν ἄνδρα ἐπαινέσαι ἕως τῆς ἐξόδου αὐτοῦ· —καὶ ὄντως δυσδιεξάνυστος ἡ ὁδὸς τῆς σωτηρίας ἡμῶν. Καὶ τίς ἐκφεύξεται τὰς τηλικαύτας μεθοδείας τοῦ διαβόλου; Καὶ τίς οὐ μεριμνήσει μέχρις αὐτῆς τῆς ἐξόδου αὐτοῦ; Τοῦτο καλῶς εἰδὼς ὁ ἅγιος ἐκεῖνος πατὴρ, ἤδη ἐπὶ θύραις ὢν τοῦ θανάτου, καὶ εἰπόντος πρὸς αὐτὸν τοῦ διαβόλου, ὅτι—Ἐξείλησάς με—Οὐκ οἶδα—ἐκεῖνος ἀντεπεκρίνετο· Τοσοῦτον ἦν τὸ ἐναγώνιον αὐτῷ, ὅτι μηδὲ ἐν τῇ μιᾷ ὥρᾳ ἐκείνῃ ἐδόκει ἔχειν τὸ ἀσφαλὲς τῆς σωτηρίας αὐτοῦ κατὰ τὸ πολὺ τῶν εὐσεβῶν πόνων αὐτοῦ μέτρον.

Ἡμεῖς δὲ ἐπειδὰν πενταχρονίσωμεν, ἢ δεκαχρονίσωμεν, ἢ τὰς καταστάσεις τοῦ μοναστηρίου ἐκμάθωμεν, ἢ βραχέα τῆς γραφῆς ῥήματα ἐκστηθίσωμεν· ἢ τόσον καὶ τόσον γονυκλιτίσωμεν ἢ προσευξώμεθα, ἢ νηστεύσωμεν, ὡς τὸ πᾶν τετελεκότες οἰηματιζόμεθα καὶ μεγαλοφρονοῦμεν. Διὰ τοῦτο ὡς τὰ φύλλα πίπτομεν, καὶ τὰ ὀστᾶ ἡμῶν συντρίβονται παρὰ τὸν ᾅδην· πρὶν ἐκσπασθῆναι ξηραινόμεθα· καὶ ἐσμὲν σοφοὶ ἐν ἀμαθίᾳ, καὶ ἐλλόγιμοι ἐν ἀλογίᾳ· καὶ χειροτονοῦμεν ἑαυτοὺς διδασκάλους ζηλωτάς τε καὶ ἀκριβευτὰς, καὶ ὡς ἐν ἡμῖν μόνοις τὴν ἀλήθειαν γνωρίζομεν ἑστῶσαν.

Διὰ τοῦτο ταῦτα ἡμῖν συνέβη· διὰ τοῦτο σκότος ἀντὶ φωτὸς δεχόμεθα· διὰ τοῦτο ὡς ἐκ παραδείσου ἐξόριστοι γινόμεθα τῆς αὐλῆς τοῦ Χριστοῦ καὶ τοῦ ποιμνίου αὐτοῦ. Προσέχετε τοιγαροῦν, ἀδελφοί μου, παρακαλῶ· καὶ μὴ κατ’ ὀλίγον ἐκδαπανᾶτε τὴν ἀρετὴν ὑμῶν καὶ τὴν εὐπιστίαν· καὶ τοσοῦτον πτωχεύετε, ὥστε κατεσθίειν τὴν οὐσίαν ὑμῶν πᾶσαν τῆς ψυχῆς ἀλογίστως, καὶ ἔρχεσθαι ἐπ’ αὐτὸ τὸ τῆς μεταβάσεως πτῶμα. Ἐν γὰρ τῷ λέγειν καὶ ἀκούειν ὑμᾶς τοὺς περὶ τῶν τοιούτων λόγους, καὶ συγκαταβαίνειν ἀλλήλοις ἐπισφαλῶς καὶ ὑποστέλλεσθαι, ἢ αὑτοὶ ἑαυτοὺς διορθοῦν, ἢ ἀναφέρειν ἡμῖν τὰς αἰτίας, ἵνα καὶ θᾶττον τὰ ἰάματα δίδωνται, πίπτετε καὶ συμπίπτετε καὶ συγκόπτεσθε, καὶ οὐκ οἶδά τι τέξεται ἡ ἐπιοῦσα ἐπὶ πᾶσιν ὑμῖν τοῖς οὕτω πορευομένοις. Καλῶς ταῦτα; Οὕτως συνεδριάζετε; οὕτως καθέζεσθε; οὕτως συμβουλοκοπεῖτε, ἵνα ἕως κατάλυσιν τῶν ψυχῶν ὑμῶν φθάνητε; Τί ἡνίκα ἀκούετε τὰ τοιαῦτα, οὐκ ἀποστρέφεσθε καὶ καταφοβεῖτε τὸν ἐπιλέγοντα, καὶ νουθετεῖτε ἀποφεύγειν αὐτὸν, ὡς ἀπὸ πυρὸς καὶ ὡς ἀπὸ ὄφεως; Ἀλλὰ τῇ ὁμαλότητι καὶ τῇ δῆθεν χρηστότητι, καὶ τῇ δῆθεν ἀδιαβλησίᾳ καὶ ἀγάπῃ τοῦ ἀδελφοῦ εὑρίσκεσθε ἀνθρωποκτόνοι καὶ μισάδελφοι, καὶ αἷμα ἀθῶον ἐκχέοντες ἐκζητηθησόμενον ἐκ τῶν χειρῶν ὑμῶν.

Ἤδη λελάληκα, ἀδελφοί μου, καὶ ἤδη προμαρτύρομαι, ὡς καὶ προεμαρτυράμην μετὰ πόνου καὶ ἀγῶνος καὶ ὀδύνης. —Ἄκουέ φησιν, οὐρανὲ, καὶ ἐνωτίζου γῆ· —Μηδεὶς μηκέτι προφασιζέσθω· μηδεὶς λεγέτω ὅτι οὐκ οἶδα· οὐδὲ δέδεγμαι· οὐδὲ ἀκήκοα.

Καὶ οἴδατε, καὶ ἐδιδάχθητε καὶ ἀκούσατε καὶ—πάντα καθαρὰ τοῖς καθαροῖς. —Ἢ εἰς τὴν ἐμὴν ἀπώλειαν τρέχετε καὶ ἡγεῖσθε ἀτιμώρητοι εἶναι ἐν ἡμέρᾳ κρίσεως σχιζόμενοι καὶ ἀποχωριζόμενοι ἀπὸ θεοῦ διὰ τῆς ἀρνητικῆς ὁμολογίας ὑμῶν. Οὐχ οὕτως ἔχει. Ὁ θεὸς κριτὴς δίκαιός ἐστιν, ἐμὲ μὲν τιμωρήσων κατ’ ἀξίαν, πάντως γε· ἀλλ’ οὐδὲ οἱ τοιοῦτοι ἐκφεύξονται τοῦ κρίματος τῆς κολαστικῆς τιμωρίας· ἀλλ’ ἀποπίπτουσι δίκην τῆς παραβάσεως αὐτῶν.

Παραβάται γὰρ νόμου θεοῦ γεγόνασι, καὶ οὐκ ἐνέμειναν ἐν τοῖς ὁμολογηθεῖσιν ἐνώπιον τοῦ βήματος αὐτοῦ, μεθ’ ἃ καὶ ἡ ἀπόκρισις καὶ ἡ ἄφεσις τῶν ἁμαρτιῶν αὐτῶν γέγονε διὰ τοῦ τῆς μετανοίας ἁγίου καὶ καθαρτικοῦ βαπτίσματος.

Τί δὲ φῶσιν ἡμῖν οἱ ταπεινοὶ καὶ ἐλεεινοὶ οἱ ἐργασάμενοι τὸ πτῶμα ἑαυτῶν; Ποίαν αἰτίαν εὐλογοφανῆ καὶ δικαίαν προβαλοῦνται; Ἀλλ’ οὐκ ἔχουσιν εἰπεῖν, κἂν, ὅτι ἂν ἐπινοήσωσιν, ἐφ’ ὅσον γέγραπται. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· —Ἵνα τί σὺ ἐκδιηγῇς τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου ἐπὶ στόματός σου; — Καὶ ἐφ’ ὅσον γέγραπται· —Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. — Οὐ γὰρ χρεία περισσοτέρως ἐκφαίνειν τὸν τρόπον, δι’ ὅνπερ ἔδοξαν εὖ ἔχειν τὴν λαθραίαν αὐτῶν ἀναχώρησιν. Πλὴν ἐκεῖνο ἐπὶ πᾶσιν ἐρῶ· ὅτι ἐπισφαλὴ καὶ ὀλεθρία αὐτῶν ἐστιν ἡ ἔξοδος· οὐκ οἶδα δὲ εἰς ὅτι ἂν ἀποτελέσειε διὰ τὴν εὐαπολόγητον πρόφασιν. Εὐξώμεθα οὖν ὁμοθυμαδὸν ἅπαντες, παρακαλῶ, ὑπὲρ τῶν πλανηθέντων, ἵνα ὑποστρεφῶσιν, ἵνα φανερωθῶσι· καὶ τὸ τρίτον, οὐχ’ ὅπερ ἡμεῖς, ἀλλ’ ὅπερ θεὸς θέλει γένηται ἐν αὐτοῖς· καὶ ἢ ἄρτι ἢ μετὰ ταῦτα, ὅπως ἀποληψόμεθα αὐτοὺς σώους. Τότε γὰρ ἐκφανθήσεται τὸ τί, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, κἄν τε θεϊκὸν, κἄν τε σατανικόν.

Ὑμᾶς δὲ ἔτι ἀσφαλίζομαι, τέκνα, πρὸς τὸ εὐεξαγόρευτον, πρὸς τὸ ὑπομονητικὸν, ἵνα ἀνέχησθε ἀλλήλων, βαστάζητε ἀλλήλους, παραχωρῆτε, συμβιβάζησθε, εἰρηνεύητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.