Μεγάλαι τοίνυν καὶ θεριναὶ ἡμέραι εἰσῄεσαν, καυματηρὸς ὁ χρόνος· μὴ ἀκηδιάσωμεν, μὴ κατολιγωρήσωμεν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται, φησὶ, ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· καὶ γὰρ παρυφίστανται καὶ παρεξίστανται, καὶ ὥσπερ τις ῥοῦς ποταμιαῖος, οὕτως ἡ ζωὴ ἡμῶν ἐξυποσύρεται καὶ προσεγγίζει τῷ θανάτῳ. Καὶ μακάριοι ἐστὲ, ὅτι διὰ μηδαμινὰ καὶ πρόσκαιρα κτᾶσθε τὰ αἰώνια καὶ ἐπουράνια. Ἐλεύσεται οὖν ἡμέρα, ὅτε καθιεῖται ὁ θεὸς ἐπὶ θρόνου δόξης αὐτοῦ παρεστώτων τῶν ἁγίων ἀγγέλων, καὶ προσκαλέσεται ἡμᾶς, καὶ κατατάξει ἐν τῇ μερίδι τῶν δικαίων. Ἀλλὰ τίνας; Τοὺς ὑπηκόους, τοὺς εὐπειθεῖς, τοὺς εὐλαβεῖς, τοὺς φιλαρέτους, τοὺς φιλάγνους, τοὺς καθαροκαρδίους, τοὺς εὐκατανύκτους, τοὺς δακρυτικοὺς, τοὺς φιλεργοὺς, τοὺς εὐεξαγορεύτους, τοὺς φιλοπάτορας, τοὺς φιλαδέλφους, τοὺς φιλησύχους, τοὺς εὐκτικοὺς, τοὺς πρὸς τοὺς συγγενεῖς ἀσχέτους, τοὺς πᾶσαν ἄλλην ἐργασίαν διαπραττομένους. Εἰσὶ γάρ τινες ἐν ὑμῖν οὐχ ἑνὶ, πλείστοις δὲ κατορθώμασι κατακεκοσμένοι· καὶ ὡραῖος ἐστι ὁ τοιοῦτος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ταῖς τοῦ Πνεύματος χάρισι κατηγλαϊσμένος.