Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΞΑ΄-ΞΕ΄: Ο νοητός πόλεμος και η αληθινή ταπεινοφροσύνη

Νουθεσίες για την απόκρουση της οίησης και της υπερηφάνειας, τη σημασία της βασιλικής οδού των αρετών και τον αδιάλειπτο νοητό πόλεμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 13 από 22

ΛΟΓΟΣ ΞΑʹ. Ἐπευχαριστεῖν πᾶσι συμβεβηκόσι. Ἐπευχαριστεῖν πᾶσι συμβεβηκόσι. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἡ μὲν εὐσταχὺς χώρα τὸν γεωργὸν προβάλλοντα εὐφραίνειν εἴωθεν· ἡ δὲ τῶν ἀρχομένων πνευματικοὶ καρποφορία τὸν τῶν ψυχῶν προεστῶτα πλεῖον μᾶλλον γάννυσιν.

Εὐφραίνετε τοίνυν κἀμὲ τὸν ἁμαρτωλὸν, ὦ τέκνα, καὶ ὑμεῖς τὸ ἐμὸν γεώργιον, ἡ τοῦ θεοῦ φυτεία ἐν τῇ τῶν ἀρετῶν ὑμῶν ἐπιδόσει, καὶ οἱονεὶ ἀναβλαστήσει. Καὶ χαίρω τὸ ἑκάστου ὁρῶν περὶ τὰ προσήκοντα σπουδαῖον καὶ ἐγερτικὸν καὶ ἐπιμελητικὸν τῆς σωτηρίας, καὶ τοῦ μὲν τὸ πρᾷον τοῦ δὲ εὐκάματον ἢ πολυκάματον, καὶ τοῦ μὲν τὸ αἰδεστικὸν ἢ καὶ εὐλαβητικὸν, καὶ ἄλλου τὸ πρὸς τὰς προσβολὰς τῶν ἐναντίων ἀντιῤῥητικὸν, καὶ ἀνένδοτον καὶ ἀκαταπόνητον· καὶ τοῦ μὲν τὸ πρὸς τὴν ἐμπεπιστευμένην αὐτῷ διακονίαν ἀπερικάκητον καὶ ἀναστικὸν· τοῦ δὲ τὸ εἰρηναῖον καὶ γαληνὸν τῆς ψυχῆς καὶ ἄπλαστον τοῦ ἤθους· καὶ διὰ τοῦτο ἀκάματον πρὸς τὰ πάθη. Ἄλλου τὸ εὔπιστον πρὸς τὴν ταπείνωσίν μου, καὶ τὸ ὑπὲρ ὅ εἰμι καθ’ ὑπερβολὴν ἀποδεικτικὸν καὶ λογιστικὸν αὐτοῦ, καὶ τοῦ μὲν τὴν ἀπροσπαθῆ διάθεσιν καὶ ἀφιλόκοσμον ἕξιν· καὶ συνελόντι φάναι, τὴν πάντων ὁμοῦ κατὰ πάντα τρόπον πνευματικὴν αὔξησιν καὶ τελεσφόρησιν. Καὶ οὕτως πῶς ὅτι συμβιβαζόμενοι καὶ συγκρατούμενοι τῇ τε θείᾳ ἄνωθεν ῥοπῇ, καὶ τῇ τοῦ πατρός μου ἱερᾷ προσευχῇ;

Θαυμάζω μὲν οὐκ ὀλίγον· καὶ γὰρ θαύματός ἐστιν ἄξιον· δέδια δὲ ὑπερβαλλόντως κατὰ πᾶσαν ἡμέραν· ὅτι μή τί γε οὐ φέρων ὁ θεὸς τὴν ἀπροσεξίαν καὶ τὸ τῶν ἀμαρτιῶν μου παροργιστικὸν, ἐπαίρῃ τὴν προνοητικὴν αὐτοῦ δεξιὰν ἐκ μέσου ἡμῶν, καὶ ἔλθῃ ἃ μὴ θέμις μήτε λέγειν, μήτε ἐννοεῖν, ἤγουν διάστασις, ἢ διάλυσις τινὶ ψυχῆς, ἢ πτῶσις ἀφανής τε καὶ ἐμφανής;

Ἵνα οὖν κᾀμὲ τὸν πανάθλιον, καὶ ὑμᾶς αὐτοὺς ἐν τῷ μέρει τῶν ἁγίων καὶ ἐν τῷ κλήρῳ τῶν δικαίων, καὶ ἐν πολλῷ ἐγκωμίῳ καταστήσητε, ἔχεσθε τῶν αὐτῶν, ὦ τέκνα, μᾶλλον δὲ καὶ προσεκτείνεσθε καὶ ἀνατάσσεσθε καὶ ὑπερβάλλεσθε καὶ μετεωρίζεσθε ἐκ λαμπρότητος εἰς λαμπρότητα καὶ ἐκ θεωρίας εἰς θεωρίαν καὶ ἐκ πολιτείας εἰς πολιτείαν θεοπρεπῆ· ἀμετάβατοι ὄντες κατὰ τὰ πρὶν συμβουλευθέντα καὶ ὁμολογηθέντα ὑμῖν ἐνώπιον θεοῦ καὶ ἀγγέλων καὶ τῆς ἐμῆς ταπεινώσεως. Μὴ δὴ λοιπὸν ἐκλυθῶμεν καὶ ἐξατονήσωμεν ἐν τῇ δοκούσῃ μακρημερεύσει, οὐκ οὔσῃ δὲ ἀληθῶς· ὄναρ γὰρ καὶ σκιὰ ὁ βίος ἡμῶν· μηδὲ ἀνθότου προσθήσειν ὀφείλοντες τὴν ταπείνωσιν καὶ τὴν ὑπακοὴν ἐκ τῆς ἐγγινομένης ἐμπειρίας ἡμῖν τῶν θεοπνεύστων γραφῶν· κουφισθῶμεν ἐν ματαιώσει τοῦ νοὸς ἡμῶν· κέντρον εὑρίσκοντες κακίας τὴν γνῶσιν, τὸν λόγον, τὴν λέξιν, τὴν ἐμπειρίαν, τὴν πείραν, τὴν εὐστομίαν, τὴν προφορὰν, τὴν ἀνάγνωσιν, ἢ τυχὸν τὴν ἐπιβουλίαν, τὴν ἐργασίαν, τὴν ψαλμωδίαν, τὴν εὐμάθειαν, τὴν μελουργίαν, τὴν εὐφυΐαν καὶ τὰ τούτοις ὅμοια. Ἀλλ’ ἡ τούτων δωρεὰ μᾶλλον ἔστω ὑμῖν εἰς φόβον καὶ συστολὴν πρὸς θεὸν τὸν δωρησάμενον. Οὕτω γὰρ τὸν θεὸν ἵλεων ἕξομεν, καὶ μᾶλλον εὐμετάδοτον, καὶ εὐποριστικώτερον· καὶ πληθυνθησόμεθα ἐν τοῖς ἀγαθοῖς· καὶ ἅγιος ναὸς τοῦ θεοῦ ἐσόμεθα, δωρεὰς ἐπὶ δωρεαῖς περικοσμούμενοι.

Εἰ δὲ ἑτέρως τραχηλιῶντες κατὰ θεοῦ τοῦ δεδωκότος καὶ ὑπερηφανευόμενοι κατὰ τῶν ἀδελφῶν· ὑψοῦντες οἱονεὶ τὸν αὐχένα τῆς ψυχῆς, καὶ ἀνασπῶντες τὰς ὀφρῦς καὶ ἀναταννύοντες τοὺς ὥμους, καὶ τὸ βάδισμα ἀλαζονικὸν φέροντες ἐκ τοῦ ζητεῖν τοῦτο κἀκεῖνο, καὶ ἀδολεσχεῖν καὶ κριματίζειν. Διὰ τί τοῦτο οὕτως κἀκεῖνο ἀλλοίως γέγονε; καὶ τί δὴ μὴ κἀγὼ προέστην τῆς δὲ τῆς διακονίας· καὶ εἵνεκα τινὸς ὁ δεῖνα πρωτεύει ἐν τῷδε τῷ πράγματι ὄντως ἐν τοῖς τοιούτοις ματαιοκοποῦμεν καὶ ἀδολεσχοῦμεν· καὶ εἰς πίθον τετρημένον τὸ δὴ λεγόμενον ἀντλοῦμεν.

Μὴ οὕτω ταῦτα, ἀδελφοί μου, μὴ οὕτω· μὴ δὲ ποιῶμεν τὸν καιρὸν ἀπωλείας· μηδὲ τὸν καιρὸν τῆς ἐργασίας καιρὸν ζημίας· μηδὲ ἐξὸν τὸ ἀναπηδᾷν εἰς τὰ τῆς ἀρετῆς τείχη, καταπίπτωμεν εἰς κακίας ὄλισθον. Ὁ καιρὸς γλυκύτατος, αἱ ἡμέραι ποθειναί. Εἰσὶ γὰρ τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ θεοῦ, τῆς ἐπιτυχίας τῶν αἰωνίων ἀγαθῶν, τῆς ὠνήσεως βασιλείας τῶν οὐρανῶν. Δράμωμεν, διώξωμεν· ναὶ παρακαλῶ ὑμᾶς, ναὶ δέομαι· ναὶ πίπτω πρὸς αὐτῶν τῶν γονάτων ὑμῶν, καὶ ἀντιβολῶ τὰ ἐμὰ σπλάγχνα, τὴν ἐμὴν χαρὰν καὶ ζωὴν, τὸ ἐμὸν καύχημα καὶ στεφάνωμα, τὸ περὶ ἐμὲ κλέος καὶ ἐγκώμιον· οὕτως ὡς ἐξεζητήσατε· οὕτως ὡς ἠρνήσασθε· οὕτως ὡς προεπολιτεύσασθε παλαιοί τε καὶ νέοι, οἱ ἑτερόποιμνοι καὶ αὐτόχθονες· ἀλλ’ οὖν πάντες νῦν τῆς αὐτῆς ἀγέλης καὶ τῆς αὐτῆς ποίμνης καὶ τῆς αὐτῆς αὐλῆς καὶ τοῦ αὐτοῦ ποιμένος καὶ θρέμματα καὶ γεννήματα.

Ἐάσθω γὰρ τὰ ἀσύμφορα ἐπινοεῖν· οὕτως καὶ ἐπιβιώσατε καὶ ἐπείχθητε καὶ τελειώθητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΞΒʹ. Τρέμειν διεξάγοντα τὴν προστασίαν. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἀλλός τις πόλεμος ἀκήρυκτος ὁ καθ’ ἡμᾶς ὑπὲρ τὸν σωματικῶς ὁρώμενον, ὡς οἴδατε, γνωρίζεται. Εἰ τοίνυν ἐν τῷ κοσμικῷ χρεία ἐπιστήμονος στρατιάρχου ἵνα προφθάζῃ ὑπερμαχεῖν καὶ προπολεμεῖν τοῦ οἰκείου λαοῦ, βάλλειν τε τοὺς ὑπεναντίους, καὶ συγκόπτειν τὰς φάλαγγας· πόσῳ γε μᾶλλον ἐν τῷδε δέον τοῦ ὑπερμαχοῦντος καὶ ὑπερείδοντος τοῦ πνευματικοῦ ταξιάρχου καὶ ἡγουμένου, ἵνα μιμήσει τοῦ θεράποντος τοῦ θεοῦ Μωσέως ἐν ὅπλοις τῆς δικαιοσύνης ἐκτυπώσει τε τῶν χειρῶν καὶ προσευχῆς ἐπικουρίᾳ παραθαῤῥύνῃ ἡμᾶς τὸν τοῦ κυρίου περιούσιον λαὸν καὶ ὡς ἀληθῶς νεὸν Ἰσραὴλ καταπολεμῆσαι καὶ ἀποστρέψαι τὸν νοητὸν Ἀμαλὴκ καὶ τὴν ὑπ’ αὐτοῦ δαιμονικὴν πανστρατιάν.

Εἰμὶ τοίνυν ἐγὼ, τέκνα μου, μικρὸς μὲν τῇ πνευματικῇ ἡλικίᾳ, ἄοπλος δὲ τῇ τῶν ἀρετῶν παντευχίᾳ οὐκ ἔχων τρεῖς λίθους καρτερίας καὶ ἁγνείας, ἵνα εἰσβάλλω τὸν ἀλιτήριον. Πῶς οὖν δυναίμην λοιπὸν ὑμῶν ὑπερμαχεῖν;

Πῶς ὑπερασπίζεσθαι; πῶς προκαταλαμβάνειν τὰς ἐνέδρας καὶ εἰσόδους τῶν πολεμίων; Οὐδαμῶς· ἀλλὰ μία μοι ἐλπίς ἐστι καὶ ἓν ὅπλον ἀήττητον, καὶ ἓν τρόπαιον ἀκαταμάχητον, ἡ τοῦ κυρίου βοήθεια, ἡ τοὺς ἀσθενοῦντας περιζωννύουσα δύναμιν, καὶ τὸ ὑμῶν εὐπρόθυμον καὶ ὁλοσχερῶς πιστότατον καὶ θερμότατον πρὸς τὴν τοῦ θεοῦ ἀγάπην.

Καίομαι, τέκνα, καὶ περιέλκομαι ὡς ἀσθενὴς ἐφ’ ἑνὶ ἑκάστῳ ὑμῶν, καὶ εἰς ἕνα καθ’ ἕνα διαμερίζεται ἡ ταλαίπωρός μου ψυχὴ, εἰς τοὺς ἔξω, εἰς τοὺς ἔνδον, εἰς τοὺς εὐδρομοῦντας, εἰς ὀλισθαίνοντας. Εἴπω δὲ καὶ εἰς τὰ νήπια, καὶ εἰς τοὺς γέροντας, καὶ εἰς τοὺς ἀρτιπαγεῖς καὶ ἀρτιγεννήτους· καὶ τούτους διαφόρως· πρός τε τοὺς σχηματαρίους καὶ ἀσχηματίστους, τοὺς κακοέκτους τε καὶ δυστρόπους, καὶ τοὺς ἤδη ἐξ ἀπροσεξίας ἀνατρεπομένους, καὶ πάντοθεν πολύς μοι φόβος καὶ τρόμος ἐπισείει, καὶ ὄχλος λογισμῶν καὶ δέος ἄμετρον· τὸ τί καὶ πῶς καὶ τίνι δυνάμει διεξάξω ὑμᾶς κατὰ τὸ βούλημα τοῦ θεοῦ. Οὐαί μοι τοίνυν ἐστὶν ἑκατέρωθεν· οὐαί μοι τοίνυν ἐστὶν μὴ ἀναγγέλλοντι· καὶ ὁ θρόνος ὑψηλὸς καὶ ἡ προστασία φοβερὰ, καὶ ἡ τέχνη δύσληπτος καὶ δυσμάχητος, καὶ τὸ ἔργον ἀπαθοῦς· μᾶλλον δὲ θεοῦ. Καὶ τί ὅτι ἐγὼ κατελήφθην ὁ ἄσωτος καὶ πανάθλιος εἰς τὰ ὑπὲρ ἐμὲ, μέσος θεοῦ καὶ ἀνθρώπων ἱστάμενος, καὶ πρὸς τὰς ἀρχὰς καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου ἀντιπαραταττόμενος;

Καὶ ἵνα πόσον ὀφείλω ἔχειν τὸ φῶς πρὸς τὸ φωτίζειν, ἵνα πηλίκως ἐγγίζω θεῷ πρὸς τὸ προσάγειν πάντας ὑμᾶς; Συνορᾶτε τοίνυν, ἀδελφοί μου, τὸ κατ’ ἐμὲ πάθος καὶ τὸ ἀψευδὲς τοῦ λόγου μυστήριον. Καὶ εἴθε τις εὑρέθη ἐξ ὑμῶν αὐτῶν ἢ ἄλλοθεν θεοδώρητος ἀνὴρ, ὡς ἀληθῶς ἐπιθυμιῶν, καὶ ἄγγελος κυρίου παντοκράτορος, ὅπως προηγήσατο, καὶ διέσωσεν ὑμᾶς ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος καὶ τῆς πολυκρήμνου πλάνης τῶν δαιμόνων πρὸς τὴν ἐνάρετον καὶ οὐράνιον ζωήν. Ὅμως τὸ κατ’ ἐμὲ, οὐκ ἀμελήσω, τέκνα, ἀλλ’ ἕως ἂν ἐμπνέω προσδαπανήσω ταύτας αὐτὰς τὰς ταπεινάς μου σάρκας ἐπὶ τῇ φροντίδι τῆς ἀγάπης ὑμῶν· ὅτι ζηλῶν ἐζήλωσα ὑμᾶς, καὶ ἀγάπῃ ἠγάπησα ὑμᾶς· διότι τέκνα μοι ἐγεννήθητε ἀναξίῳ ὄντι, μᾶλλον δὲ τέκνα θεοῦ· καὶ ὁρῶ τὸ παντελὲς τῆς ὑποταγῆς ὑμῶν ἀνεπίληπτον, καὶ τὸ ἀκοινώνητον καὶ κεχωρισμένον τῆς ἀπὸ τοῦ κόσμου καὶ τῶν συγγενῶν καὶ ἰδίων καὶ φίλων ἀκραιφνοῦς πολιτείας ὑμῶν, καὶ εὐγενὲς τοῦ τρόπου τῆς πεφωτισμένης ὑμῶν ψυχῆς· καὶ ἀλγῶ καὶ ποτνιῶ καὶ οἱονεὶ σφαδάζω, ἐὰν μήπως τελείως ἐπιτεύξησθε. Ἀλλὰ διὰ τῆς ἐμῆς δυσχρηστίας καὶ ἀπειρείας παραπλανηθῆτε τῆς ὁδοῦ τοῦ θεοῦ.

Θέσθε, τοίνυν, τέκνα μου, τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν, τοῖς ἐγκαταλείμμασι τῶν ἀρετῶν· ὅτι οὗτός ἐστιν ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ γὰρ ποιμανεῖ ὑμᾶς καλῶς πολιτευομένους ὑπὸ ὕδωρ ἀναπαύσεως ἐκτρέφων ὑμᾶς, εἰς τόπον χλόης ἀθανάτου κατασκηνῶν, καὶ μηδὲν ὑμᾶς ὑστερῶν τῶν αἰωνίων ἀγαθῶν.

Ἀγωνίσασθε οὖν, τέκνα μου ἠγαπημένα· ἀγωνίσασθε, κύριοί μου καὶ δέσποται· τοῦτο γὰρ ἀξιῶ προσεπεῖν ὑμᾶς. Ἀγωνίσασθε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, πρὸς τὰς ἐπαγομένας ὑμῖν καθεκάστην ἐπηρείας αὐτοῦ, πρὸς τὸ πῦρ τῆς ἐπιθυμίας, πρὸς τὸ σκότος τῆς ἀκηδίας, πρὸς τὸν ὄλεθρον τῆς μεταβασίας, πρὸς τὸ θηρίον τῆς βασκανίας, πρὸς τὰς διαλύσεις τῆς ἀκαιρολαλιᾶς καὶ γελωτοποιΐας, πρὸς πᾶν πάθος τὸ ἀντιστατοῦν καὶ ἀντιμαχόμενον ὑμῖν. Οἱ πρῶτοι τοῖς ἐσχάτοις, οἱ δυνατοὶ τοῖς ἀδυνάτοις, οἱ πεπειραμένοι τοῖς ἀπειράστοις, οἱ εὐποροῦντες τοῖς πενομένοις, οἱ προβιβασθέντες τοῖς εἰσαγομένοις, οἱ πολυχρονήσαντες τοῖς ὀλιγοχρονίοις ἐπικουροῦντες, ἐπιβοηθοῦντες, χεῖρα ὀρέγοντες, λόγον παρέχοντες, ὑποδεικνύντες τὰ κράτιστα, ὑποποιούμενοι τὰ συμφέροντα, ἵνα οὕτως ἅπαντες σωθείητε, καὶ σώσητε κᾀμὲ τὸν ἄσωτον, οἱ Χριστοῦ μαθηταὶ καὶ τὰ παιδάρια τοῦ κυρίου καὶ ἀρνία τοῦ Χριστοῦ καὶ υἱοὶ καὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν. Νῦν παρῆλθον ὅτι ὁπόσα ἔτη τῆς ἀσκήσεως ὑμῶν, ὁπόσοι καὶ πηλίκοι πειρασμοί. Ἀναμνημονεύσατε ἕκαστος ὑμῶν ποδαπῶς περιεσχέθη, κατενάρκησεν, ὠλιγοψύχησεν, ἀπεῖπεν, ἀπολιγώρηκεν· εἶτα αὖθις ἐνεδυναμώθη, κατηρτίσθη, ἐνισχύθη, ἔλαβε πνεῦμα ζωτικὸν εἰς ἀναψυχὴν, εἴτε δι’ ἐξαγγέλσεως, εἴτε δι’ εὐχῆς ἀδελφικῆς, οὐ γὰρ ὑπ’ ἐμοὶ πατρικῆς λεχθείη.

Καὶ ἔστη πάλιν ἐπὶ τοῦ ἀγῶνος καὶ ἐνεδυναμώθη ἐν τῇ κραταιώτητι τοῦ θεοῦ.

Τοῦτο, τέκνα, καὶ πρὸς τὸν ἑξῆς ἀγῶνα τοῦ χρόνου ὑμῶν, καὶ μᾶλλον ἄρτι διελευσόμεθα διὰ πυρὸς καὶ ὕδατος, καὶ εἰσελευσόμεθα εἰς τὴν τῆς ἀπαθείας ἀνάπαυσιν. Μηδεὶς οὖν ἀκηδιάτω, μηδεὶς καταπιπτέτω· ἀλλήλους ἀντιβολῶμεν, ἀλλήλους παρακαλῶμεν ἐν ἀγάπῃ, ἐν μακροθυμίᾳ, ἐν ἀνοχῇ, ἐν σπουδῇ ἀόκνῳ τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἀληθινὸς θεὸς ἡμῶν, ἡ ἰσχὺς τῶν ἀπηλπισμένων, καὶ τῶν καταπιπτόντων ὑποστηριγμὸς, καὶ τῶν νοσούντων ἰατρὸς, καὶ τῶν βαδιζόντων πρόθυμος συνοδοιπόρος καὶ ἀνακουφισμὸς· καὶ τέλος εἰπεῖν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν, εὐμαρίσοι, καταλεάνοι, κατευοδώσοι πᾶσαν ἡμῶν πράξιν καὶ κίνησιν εἰς ὁδὸν εὐθείαν καὶ εἰς σωτηρίαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου αὐτοῦ· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΞΓʹ. Τηρεῖν ἐπιτίμια τῶν ἀσπασίων. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐπειδὴ συμβαίνει ἐπιτιμητικῶς με διεξέρχεσθαι ἔν τισι τῶν κατηχήσεων, μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δυσφορείτω, πεπεισμένοι, ὅτι εἴτε ἐπιτιμῶ, εἴτε παρακαλῶ, εἴτε ἀπειλῶ, εἴτε νουθετῶ, εἴτε τι ἄλλο ποιῶ, οὐ δι’ ἕτερον τρόπον, ἢ διὰ τὸ μόνον περισώζεσθαι ὑμᾶς τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐγὼ δὲ οἶδα, ὅτι ἐν πᾶσι ἀποδέχεσθέ με τὸν ἀνάξιον, καὶ μᾶλλον ἀγαπᾶτέ με ἢ μισεῖτε ἐλεγχόμενοι· καὶ πληροῦτε ἐνταῦθα·

Ἔλεγξον σοφὸν, καὶ ἀγαπήσει σε, Καὶ πάλιν· Ἀξιοπιστότερα τραύματα φίλου, ὑπὲρ ἑκούσια φιλήματα ἐχθροῦ. Ἐὰν οὖν ἐπιμείνητε δεχόμενοι τὸν λόγον τῆς ταπεινώσεώς μου ὦ τέκνα, εἰ καὶ ἄκαρπός ἐστιν οὐκ ἐκ θησαυροῦ ἀγαθοῦ τῆς καρδίας φερόμενος, ἀλλ’ οὖν πιστεύω, ὄτι τῷ ἐλέει τοῦ θεοῦ, σωτήριος ὑμῖν γενήσεται καὶ ἐφόδιον ζωῆς αἰωνίου· πέποιθα δὲ ὅτι περ τῷ ὑμῶν σώματι, κᾀγὼ σωθήσομαι, καὶ τῇ ὑμῶν εὐπραγίᾳ κᾀγὼ εὐπραγήσω, καὶ τῇ ὑμῶν εὐδοξίᾳ κᾀγὼ εὐδοξήσω.

Λοιπὸν ἰδοὺ καιρὸς, εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας, ὡς φησὶν ὁ ἀπόστολος. Ἀδελφοί μου οὖν τιμιώτατοι, ἀγωνισώμεθα ἀμφότεροι, ἐργασώμεθα, πραγματευσώμεθα, ἐμπορευσώμεθα καλῶς καὶ ἐπικερδῶς· ἐν τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κτώμενοι, ὠνησώμεθα τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τῶν ἀσκητικῶν ἡμῶν πόνων.

Ἔτι καὶ ἔτι παρακαλῶ, ἐπιμείνωμεν μικρὸν ὅσον ἐνστησώμεθα πρὸς τοὺς πόνους τῆς ἐργασίας τῶν ἀρετῶν. Δὸς κόπους, φησὶν, ἐκ νεότητός σου, ἵνα εὐφρανθῇς ἐν τῷ γήρει σου. Καὶ ὁ νεώτερος τοίνυν ἐπειγέσθω, καὶ ὁ πρεσβύτερος ἐπειχθήτω, καὶ ὁ παῖς ἀνδιζέσθω, καὶ ὁ προβεβηκὼς παιδευέτω, καὶ ὁ γηραλέος τρεχέτω, καὶ μηδεὶς ἀμελείτω μηδὲ καταφρονείτω μηδὲ δισταζέτω· ὅτι ἡ ἡμέρα ἤγγικεν, ἀδελφοί μου, καὶ ὁ καιρὸς συντελεῖται τῆς ἑκάστου ζωῆς ἡμῶν. Τί γὰρ καὶ ὅσον ἔτι βιωσόμεθα χρόνον; Ποῦ καὶ πόσον ἐπιζήσομεν, ἵνα ἐκφευξώμεθα τὸ κοινὸν ἐπιτίμιον;

Οὐδαμῶς· οὐκ ἔστι γὰρ ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. Καὶ εἰ ὅλως θνήσκομεν, τί ἡ ζωὴ αὕτη ἡ παίγνιος καὶ σκιοδρόμος καὶ ὀνειρόπολος; εἰ καὶ τοῖς πολλοῖς ἀσπαστὴ καὶ μακαριστή. Ἀλλ’ ἡμῖν γε εὖγε, εὖγε, καλῶς φρονήσασι, καὶ πρὸ θανάτου θανατωθεῖσι διὰ τῆς ἀποτακτικῆς ἀπονεκρώσεως.

Καὶ πρὸς ταῦτα τῷ ὄντι ἐφρονήσατε, ἀδελφοί μου· καὶ πρὸς ταῦτα ἤδη ὑμεῖς ἐκερδήσατε καὶ ἐπραγματεύσασθε τῶν πραγματειῶν τὴν μεγίστην. Ἀληθῶς θεόκλητοι γεγόνατε, οὐκ ἐξ ἀνθρώπων οὐ δι’ ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς χάριτος κληθέντες καὶ φωτισθέντες, καὶ ἀνυψωθέντες ἐν τῷ ἁγίῳ τούτῳ τάγματι.

Τί λοιπόν ἐστι τὸ ζητούμενον; ἵνα ἀμέμπτως καὶ ὁσίως καὶ δικαίως τὰς ὑπολοίπους ἡμέρας τῆς ζωῆς ὑμῶν διαβιώσαντες, κληρονομήσητε ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.

Ἃ οὖν λαλῶ οὐ κατὰ ἄνθρωπον λαλῶ, οὐδὲ ἐμπαίζων, οὐδὲ φρεναπατῶν ὑμᾶς. Αὐτοὶ ὑμεῖς οἴδατε, ὅτι ἀλήθεια τὰ λεγόμενα· καὶ οὐδὲ ἐφικνούμεθα δεόντως τὴν τῶν πραγμάτων ὁλοτελῶς ἀποκαλύπτειν ἀλήθειαν τῇ ἀσθενείᾳ τοῦ νοὸς ἐπὶ τῶν ῥημάτων μου· ἐπεὶ ἀφ’ ὧν ἐστι χωρῆσαι διάνοιαν ἀνθρωπίνην ἰδεῖν τὴν ἀλήθειαν, εἰ κατανοήσαμεν, πολὺ ὅτι βελτιωσόμεθα ἑαυτοὺς, καὶ πολλὰς πηγὰς δακρύων ἐκχέομεν, καὶ πολλὴν σπουδὴν ἐπιδειξόμεθα, καὶ χαριούμεθα ἐπιτιμώμενοι καὶ προσπλησσόμενοι, εὐφρανθησόμεθα· καὶ ἀτιμαζόμενοι, ἀγαλλιασόμεθα, καὶ τοῦτο μᾶλλον ἀνάπαυσιν ἡγησόμεθα, ὅτι στερόμεθα καὶ παραθεωρούμεθα καὶ παραλογιζόμεθα. Καὶ τί ἔτι λέγω; ἐὰν ὁ σπινθὴρ τῆς ἀγάπης τοῦ θεοῦ ἀνάπτοι καθ’ ἑκάστην ἡμέραν ἐν τῇ καρδίᾳ ὑμῶν, ἐπιθυμήσομεν καὶ τὰς σαρκὰς καταξαίνεσθαι, καὶ τὰ μέλη κατακόπτεσθαι, καὶ τὸ αἷμα καταῤῥαίνεσθαι.

Ταῦτα γὰρ οἱ μάρτυρες ἀγαπήσαντες αὐτὰ πεπόνθασι· καὶ οὕτως οἱ ὅσιοι φιλήσαντες αὐτὸν ὑπομεμενήκασι· μεθ’ ὧν καὶ ὑμεῖς εἴητε, τέκνα μου, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΞΔʹ. Πρώτας καθέδρας μὴ θέλειν, ἀλλ’ ἐσχάτας. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Οἱ στρατηγοὶ τοῖς στρατιώταις, τοῖς παισὶν οἱ διδάσκαλοι, οἱ χειροτέχναι τοῖς παιδευομένοις, καὶ ἡμεῖς ὑμῖν χρεωστοῦμεν προφθέγγεσθαι ὡς τέκνοις τὰ δέοντα. Στῆτε οὖν, τέκνα μου, πρὸς τοὺς ἀγῶνας καὶ πρὸς τὴν ὑποτακτικὴν ἄθλησιν ὑμῶν, καὶ πρὸς τὴν μαρτυρικὴν ὑπακοὴν ὑμῶν· καὶ ἡμέραν ἐξ ἡμέρας παραβιβάζοντες τὸν χρόνον τῆς παραυτίκα ζωῆς κτήσασθε τὰς ψυχὰς ὑμῶν ἐν ἀρεταῖς, καὶ ἀῤῥαβωνίζεσθε τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ θησαυρίζετε τὰ ἐν ἐπαγγελίαις ἀναποκείμενα ἀγαθά. Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τοῦ θεοῦ, σύμφημι κἀγώ· ἀλλὰ πλατεῖα καὶ εὐρύχωρος ἡ μέλλουσα ἀπαντᾶ ἡμῖν ἀνάπαυσις· οἱ δαιμονικοὶ πειρασμοὶ ἀλλεπάλληλοι οἷον ἐμπιπρῶντες τὴν ψυχικὴν ὑμῶν οἰκίαν· ἀλλ’ ἡ δρόσος τοῦ Πνεύματος κατασβεννύουσα τούτους προευτρεπίζει ὑμῖν τὸ ἀλλόμενον ὕδωρ εἰς ζωὴν αἰώνιον. Στενοχωρία καὶ θλίψις, ἀκηδία καὶ ὀλιγωρία, ἐργασία καὶ ἀγρυπνία, ἐπιθυμία καὶ ἀποτυχία, ῥυπαροφορησία καὶ φθειροποιΐα, κόπος καὶ μόχθος, τόνος καὶ πόνος, πνιγμὸς καὶ ἱδρὼς, ἐλεγμὸς καὶ παραπληκτισμὸς, ἀφορισμὸς καὶ ἀπεξορισμὸς· ἀλλ’ ὅμως ὑπὲρ τούτων ἁπάντων χαρὰ ὑμῖν ἀνεκλάλητος ταμιεύεται καὶ εὐφροσύνη ἀπέραντος.

Δεῦρο δὴ λοιπὸν, τέκνα μου, τὰς ὀλιγοστὰς, μᾶλλον δὲ παλαιστὰς ἡμῶν ἡμέρας ταύτας γενναίως ὑπομείνωμεν, καὶ τὸν τῆς δικαιοσύνης στέφανον ἀναδησόμεθα. Πόσα ἐπόνησαν οἱ τρισμακάριοι πατέρες ἡμῶν ἐν νηστείαις, ἐν δάκρυσιν, ἐν ἀγρυπνίαις, ἐν προσευχαῖς, ἐν πάσῃ τῇ ἀσκητικῇ ταλαιπωρίᾳ, καὶ ἄρτι οὐδεμία αὐτοῖς ἀλγηδὼν τῶν προλαβόντων. Διεδέξατο δὲ ἡ ἀγαλλίασις ἀνεκλάλητος· καὶ ἀπόλαυσις ἀειμακάριστος.

Ὡσαύτως καὶ ὑμεῖς, παρακαλῶ, ἐλαφρόνως ὡς μηδαμινῶν οὐσῶν τῶν παραυτίκα θλίψεων, καὶ ὡς θᾶττον παρερχομένων καθάπερ ὄναρ καὶ σκιὰ, καὶ μηδὲν ὑποπτήξωμεν, μηδὲ κατακλάσωμεν· ἀλλὰ νεαζούσῃ προθυμίᾳ τὰς ἐντολὰς τοῦ κυρίου ἐργασώμεθα.

Μὴ λυπείτω ὑμᾶς ὕβρις, μὴ ἐκτρεπέτω ὑμᾶς ὀνειδισμὸς, μὴ ἀποβουκολείτω ὑμᾶς ἐλεγμὸς, μὴ ῥιπτέτω ὑμᾶς παροξυσμὸς, μὴ ἀποτυμπανιζέτω ὑμᾶς ὑπερηφανία· κάτω νενευκότες ὦμεν τοὺς ὀφθαλμοὺς, ἄνω δὲ τὴν ψυχὴν, εἰς ἀλλήλους χρηστοὶ καὶ ἐπιεικεῖς, ὑπομονητικοὶ, ἀνεκτικοί· Ἔτυχε καὶ ἐλάλησε σκληρότερόν τι, παρὰ τοῦτο τί ὑβριοπαθεῖς τέκνον; Ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, —Δαιμόνων ἔχεις, —ἤκουσε, καὶ σεσιώπηκε· καὶ—ἐν Βεελζεβοὺλ ἐκβάλλεις τὰ δαιμόνια· —ὠνειδίσθη καὶ οὐκ ἐταράχθη, καὶ ἡμεῖς φύσει τεταπεινωμένοι, καὶ ἀξιώματι ὑπάρχοντες, ἀνακανθαρούμεθα ὥσπερ σύες· Τί μὴ τρυγῶμεν μᾶλλον τὴν γλυκύτητα τῆς ταπεινοφροσύνης; Τί μὴ μανθάνομεν τὴν πεῖραν καλῶς τῆς ὑποταγῆς;

Τί μὴ κτώμεθα τὰ ἐργαλεῖα τῶν ὄντως μοναχῶν; Ταῦτα δὲ οὐ τὸ γράφειν ἐστὶν, οὐ τὸ ψάλλειν, οὐ τὸ νίπτειν τὰ χειρίδια, οὐ τὸ ἀνατείνειν τὴν ἡλικίαν, οὐδὲ τὸ καλὰ περιβεβλῆσθαι ἱμάτια· οὐδὲ τὸ θρύπτεσθαι καὶ ἀκκίζεσθαι, οὐδὲ τὸ σεμνύνεσθαι καὶ ἠθικεύεσθαι κοσμικῶς· οὐδὲ τὸ μεγαλοῤῥημονεῖν καὶ αὐθαδειάζειν καὶ ἀντιτείνειν, καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. Ἀλλὰ τὸ ἔχειν πρόθεσιν ἐσχατίζουσαν, καὶ ἡγεῖσθαι τοὺς πολλοὺς ὑπερέχοντας, καὶ μὴ προχείρως ἐκφέρειν λόγον καὶ μάλιστα σκληρότερον· τὸ μὴ πέρπερον εἶναι καὶ εὐπερίβλεπτον, μᾶλλον δὲ δύσβλεπτον, ἀλλὰ τὰ ταπεινὰ, ὡς εἴρηται, διώκειν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι τὸ ἐξαγγελτικὸν εἶναι τὸ ἀγαπητικὸν, τὸ ἄμαχον εἶναι καὶ ἄφθονον.

Πάντα οὖν ἐξεδιδάχθητε, ὡς διδακτοὶ θεοῦ· τὰ ἀρεστὰ αὐτῷ πράττετε· καὶ τέλος κατὰ τὰς παρούσας ἡμέρας φέρετε γενναίως, τέκνα μου, καὶ τὴν παροῦσαν ἀσθένειαν· νοσηλεύεσθε γὰρ οἱ πολλοὶ, εὐχαρίστως δέχεσθε τὰ διδόμενα· εἰ δὲ καὶ χρεία γένηται ἄλλου, ἐν ὑπομονήσει ταπεινῇ· καὶ κατὰ πάντα ἐστὲ ἄρτιοι καὶ εἰλικρινεῖς καὶ εὐπρόσωποι, πληροῦντές μου τὴν χαρὰν, ἵνα τῷ αὐτῷ στοιχῆτε κανόνι ἐν μιᾷ τῇ ἐλπίδι τῆς κλήσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΞΕʹ. Τὴν ἰδίαν φρόνησιν εἶναι μωρίαν. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐλλιπής ἐστιν ὁ λόγος πρὸς τὴν ταπεινὴν ἡμῶν πρόθεσιν· ὅτι ἡ μὲν πολλὰ ἐπιφέρει, ὁ δὲ στενὸς ὢν, ἐπ’ ὀλίγον τι καὶ κατὰ μικρὸν διαγορεύει τὰ διανοήματα. Οὐ τοίνυν διὰ τοῦτο καταναρκήσομεν, οὐδὲ ἀμελήσομεν τοῦ ἐπιμελητικοῦ καθήκοντος· ἀλλὰ νύξομεν καὶ ἑαυτοὺς ἐπεγείρομεν, τὰ τῆς δυνάμεως ἡμῶν ποιεῖσθαι· οἶδα δὲ ὅτι καὶ αὐτοὶ εὐαίσθητοι ὄντες καὶ συνειθισμένοι τὰς ἀκοὰς, ἐξ ὀλίγων ἀρκεσθήσεσθε, τὰ πολλὰ ἀφ’ ἑαυτῶν συνεισφέροντες. Ἄνω τοίνυν τὸ ὄμμα τῆς διανοίας, τέκνα· ὧδε γάρ εἰμι λέγων, καὶ τὸν τοῦ μακαρίου ἐκείνου πατρὸς ἀοίδιμον λόγον ἐπιφῶμεν· Ἀρσένιε δι’ ὃ ἐξῆλθες· διὸ τοιγαροῦν ἐξήλθομεν καὶ ἐληλύθαμεν ἐνταῦθα, τέκνα, κατανοοῦντες καὶ ἐρευνῶντες, μὴ πεσώμεθα· διὰ τοῦτο δὲ πάντως, ἵνα θεὸν κτησώμεθα, ἵνα βασιλείαν οὐρανῶν κληρονομήσωμεν, ἵνα υἱοὶ ὑψίστου χρηματίσωμεν· ἵνα μηκέτι ὦμεν σὰρξ καὶ αἷμα, ἃ οὐ κληρονομεῖ βασιλείαν οὐρανῶν· ἀλλ’ ὅλοι θεοειδεῖς καὶ πνευματικοὶ· πατέρα καὶ μητέρα μὴ καλέσητε ἐπὶ τῆς γῆς φησιν ὁ κύριος· εἷς γάρ ἐστιν ὑμῶν πατὴρ καὶ διδάσκαλος· Ταῦτα δέ μοι εἴρηται, ἵνα μὴ ἀναμνημονεύωμεν καὶ λυπώμεθα ἐν ταῖς τυχούσαις ἀκοαῖς· καὶ ὅτι οὕτως δὲ καὶ τοιῶσδε διαφέρεται ὁ γεννήτωρ ἢ ἡ τεκοῦσα ἢ ὁ σύναιμος· κλήσει ἁγίᾳ κέκληκεν ὑμᾶς ὁ θεὸς κατὰ τὴν κλῆσιν αὐτοῦ τὴν ἐπουράνιον.

Διαμείνωμεν, ἀδελφοὶ ἠγαπημένοι· ἐβεβαιώθητε, ἐστηρίχθητε, ἐδυναμώθητε ἐλευκάνθητε ὡς χιὼν τῇ ἀγγελικῇ καὶ καθαρᾷ ὑμῶν πολιτείᾳ· καὶ τολμῶ εἰπεῖν, φωστῆρες ἐστὲ ἐν τῇ βασιλευούσῃ πόλει, οὐ μόνον τοῖς ἐν κόσμῳ, ἀλλὰ καὶ τοῖς ὁμοσχήμοις τῷ καλλίστῳ ἐπιτηδεύματι τῆς ἀγωγῆς ὑμῶν, καὶ τῇ πατρομοίῳ ἀρχαιοτάτῃ ἐπιζηλώσει, καί γε μακαρίζεσθε ὑπὸ πολλῶν, καὶ νεόκτιστόν τι ἐστὲ σύναγμα καὶ καινότατον ἄθρισμα παρὰ τὴν παροῦσαν γενεὰν καὶ ἀκουόμενοι, καὶ ὁρώμενοι. Ἀλλ’ οὐκ ἐμὸν τὸ κατόρθωμα τῆς δὲ ὑμετέρας πρὸς θεὸν, εἰλικρινοῦς ἐπιποθήσεως.

Ἄραντες οὖν ἤρατε τὸν σταυρὸν τοῦ κυρίου, καὶ οὐ παικτῶς καὶ ἐπιπλάστως αὐτῷ ἀκολουθεῖτε κόσμῳ καὶ αὐτῷ μεμερισμένοι· ἀλλὰ τὸ πᾶν ἀνεθήκατε καὶ ἀφιερώσατε τῷ πνεύματι καὶ συνήχθητε καὶ συνωμολογήθητε πρὸς τὴν ταπείνωσιν ἡμῶν καὶ πρὸς ἀλλήλους, ὡς οὐκ ἂν ὀστοῦν πρὸς ὀστοῦν ἑνὸς τινὸς καὶ ὁλοκλήρου σώματος· καὶ ἐπὶ πᾶσι ψυχὴ μία, ὅτι καὶ ἓν θέλημα. Ἀγωνίζεσθε· λοιπὸν, ὦ τέκνα, τὸν καλὸν ἀγῶνα ἀγωνίζεσθε· καὶ διατελεῖτε τὸν δρόμον ὑμῶν φέροντες τὰ συμπίπτοντα· γενναίως εὐφραινόμενοι καὶ κουφιζόμενοι, τοῖς ἐλπιζομένοις ἀγαθοῖς.

Πνεύματα πολλὰ τῆς πονηρίας προσρήσσουσι, προσπαίουσιν ἔνδοθεν καὶ ἔξωθεν· Ἐκ γὰρ τῆς ψυχῆς, φησὶν, ἐξέρχονται διαλογισμοὶ πονηροὶ, πορνεῖαι, μοιχεῖαι, φόνοι καὶ τὰ ὅμοια. Πρὸς τὰς πνεύσεις τὰ ἱστία τῆς ψυχῆς ἀναπετάσωμεν, ἐξουρίας πλεῖν· ἀλλὰ μὴ κατὰ ποδὸς συναρπασθῆναι εἰς κίνδυνον· βράχη καὶ ὕφαλοι πέτραι οὐ μόνον ἡ ἄγνοια, ἀλλὰ καὶ ἡ ἀνεξάγγελτος ἐπίκρυψις· τοὺς προδεδηλωμένους καὶ βλαπτικοὺς τόπους φυλάττεσθε εὖ μάλα, ἐφ’ οἷς τίς προσρήσσεται καὶ προσαπόλλεται· δεξιὰ καὶ ἀριστερὰ μὴ προσθετέον, τὴν δὲ μέσην καὶ βασιλικὴν ὁδόν. Διὰ τοῦτο μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν ὥσπερ τι ναρκῶδες κίνημα, μηδ’ αὖ διὰ θερμότητος ἀλόγου πόῤῥῳ τῆς νύσσης θέωμεν· δεξιοῦ δεξιώτερον ἐξευρίσκοντες καὶ ἀγαπῶμεν φαίνεσθαι τῶν ἄλλων κρείττους. Καὶ οἰήσει περιπειρόμενοι καὶ τὸ προφητικὸν οὐαὶ κληρονομοῦντες τῆς ταυτοσυνεσίας καὶ ταυτεπιστήμης. Σὺ οὖν τοίνυν ὦ ἄνθρωπε, φεῦγε τὴν ἀμφίκρημνον πλάνην καὶ ὀφθαλμὸν ἔχων, μὴ ζητεῖ ἄλλοθεν ἐμβλέπειν καὶ ὁδηγὸν κεκτημένος μὴ σπούδαζε παρατρέχειν· ἐνεχθήση γὰρ ἀμφοτέρωθεν εἰς βάραθρον ἀπωλείας.

Ἐμοὶ τοίνυν τὸ λαλεῖν, τέκνα, καὶ ὑπομιμνήσκειν πρόσεστιν· ὑμῖν δὲ τὸ ἀσφαλὲς, εἴπερ προσέχετε· καὶ μὴ ἐξῆτε λέγειν, ὅτι ἰδοὺ πάλιν ὁ λάλος καὶ φλύαρος περιττολογεῖ τῷ συνεχεῖ τῆς ὑπομνήσεως καὶ τῇ ταυτολογίᾳ πλήττων ἡμᾶς. Οὐ τοίνυν παύσομαι εὐκαίρως ἀκαίρως ἐλέγχων, παραχαλῶν, νουθετῶν· εἴγε ἄρα καὶ καταξιωθῶ τὸ ἀποστολικὸν πληρῶσαι ἕως ἂν ἐμπνέω· ἄλλως τε καὶ τὸ τῆς σιωπῆς φοβερὸν κρῖμα τὸ ὅσον εἰς δύναμιν ἀποσκευαζόμενος· ἀλλ’ εὖ οἶδα ὅτι καὶ προκόψετε μᾶλλον, καὶ οἱ καλοὶ καλλιωτέρως, καὶ οἱ χθαμαλοὶ διαναστικωτέρως, καὶ οἱ πάντες εὖ πράττοντες σωθησώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.