Τὸ πῦρ γὰρ αὐτῶν οὐ σβεστήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.
Διὰ τοῦτο βοῶ, ἀντιβολῶ, ἐπιδέομαι, προσκυλινδοῦμαι τοῖς ἴχνεσιν ὑμῶν, μὴ καταφθασθῶμεν ἀνετοίμως, μὴ συγκλείσῃ ἡμῶν τὸν τῆς ζωῆς ὅρον ἡ ἀμέλεια. Ἤδη γὰρ πεφθάκαμεν, καὶ τὸ τοῦ θανάτου ἡμῖν μυστήριον ἐνεργούμενον ἔστιν ἀδιαλείπτως. Ἐκ προσώπου ἡμῶν προπορεύονται, ὡς ὁρᾶτε, ἀδελφοὶ ἡμῶν, καὶ λάβετε ἐπὶ λογισμοῦ ἕνα ἕκαστον, καὶ τί ἡμεῖς, μὴ οὐχ οὕτως; Μὴ ἐπιμενοῦμεν ἔτι; Εἰ δὲ ἐπιμενοῦμεν, ἀλλ’ ἕως ποτε βιωσόμεθα; οὐχ ὁ μικρὸς λίθος ἡμᾶς ἀναμένει, καὶ ὁρώμενός ἐστιν ὁ τάφος, ἀπόθεμα ἡμῶν τὸ κοιμητήριον ἡμῶν, τὸ πολλῶν σκωλήκων ἐμπεπλησμένον καὶ δυσωδίας ἀφορήτου πεπληρωμένον. Οὔκ ἐστι γὰρ ὃς ζήσεται καὶ οὐ ὄψεται θάνατον, ἀκούομεν τοῦ Δαυῒδ λέγοντος. Ἄνθρωποι τὸ αὔριον μὴ προσδοκήσομεν φθάσαι, καὶ πάντως τὴν ἐνεστῶσαν ἡμέραν θεοπρεπῶς διαπεραιωσόμεθα. Ὡς δέ τινες μάχονται καὶ διαπληκτίζονται, ἐρίζουσι καὶ ἀντερίζουσι, λογομαχοῦσι καὶ διαβασκαίνουσιν, ἀπέθεντο τοῦ μεριμνᾷν οὐχὶ περὶ τῆς αὔριον, ὅτι ἀποθνήσκουσιν, ἀλλ’ ὡς ἀθάνατοι ἡμῖν φαίνονται. Ὀκνηρὲ καὶ ἀσύνετε καὶ λιθοκάρδιε, ἕως πότε οὐ λαμβάνεις αἴσθησιν, καὶ φέρεις δι’ ὑπομονῆς τὰ ἐπερχόμενα, ἀλλὰ ζημιοῖς σεαυτὸν τὰ αἰώνια ἀκαταστατῶν ψυχῇ τε καὶ σώματι;