Προσέχωμεν λοιπόν, ἀδελφοί μου, ἑαυτοῖς καὶ σκοπῶμεν, μήπως ἐμπηδήσῃ τις ἐν τῇ πόλει τῆς ψυχῆς ἡμῶν ὡς ἐπίβουλος καὶ ἀλλότριος, ἢ νοῦς ὑπερήφανος, ἢ λογισμὸς ἐμπαθής, ἢ ἡδονὴ ὑποσύρουσα κλέπτρια, ἢ παρακοὴ ἐξοστρακίζουσα, ἢ ἰδιοῤῥυθμία ἐξαπατῶσα καὶ ἀπολλύουσα, ἢ σκληρότης ἀκατάνυκτος, ἢ ἀπείθεια ἀπαράκλητος, ἢ δικαιολογία ἀσυμβίβαστος, ἢ εἴ τι ἄλλο τῶν δυναμένων ταράξαι ψυχήν· ἀλλ’ ὡς ἐπάλξεσί τισι περιτειχίσωμεν ἑαυτοὺς ταῖς θείαις ἐντολαῖς καὶ σῶοι πάντοτε διαμένοιμεν. εἰ δὲ καὶ συμβῇ λῃστὴν τοιοῦτον εἰσελθεῖν, θᾶττον ὑφοράσθω καὶ δεσμείσθω καὶ ἀποπεμπέσθω πόρρω που ἀφ’ ἡμῶν, καὶ ἀναλαβώμεθα, εἰ βούλεσθε, παρακαλῶ, ἕξιν μᾶλλον πρὸς τὰ πάθη καὶ στιβαρότητα καρδίας καὶ κραταίωσιν πνεύματος, ἵνα βαλλόμενοι μὴ καταπίπτωμεν, ἀλλὰ ἀντικρούωμεν καὶ ἀντιπεμπώμεθα τοὺς ἀοράτως ἡμῖν ἐπανισταμένους ἐχθρούς. σήμερον οὗτος ὁ δαίμων βάλλει, αὔριον ὁ ἕτερος ἐξανίσταται, εἶτα πάλιν ὁ ἄλλος, [ὁ] τῆς πορνείας φημί, τῆς γαστριμαργίας, τῆς ὑψηλοφροσύνης, τῆς ὑπερηφανίας, τῆς δειλίας, τῆς θρασύτητος, τῆς ἰδιοπραγμοσύνης, τῆς ἀβουλίας, τῶν ἄλλων μυρίων παθῶν, ὧν τὰ ὀνόματα οὐ καιρὸς λέγειν. πρὸς ἅπαντας ὑπαντᾶν ὀφείλομεν, τοὺς πάντας πολεμεῖν, καταργεῖν ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος ἡμῖν ἀποδιδεῖν τὸ βραβεῖον τῆς νίκης ἐν ἡμέρᾳ ἀνταποδόσεως.