Ταῦτα τοίνυν τὰ ἡμέτερα, ὦ ἀδελφοί, ἐγκαυχήματα, ἃ ὁ θεὸς ἐδωρήσατο ἡμῖν, ἀγαπήσασιν αὐτὸν καὶ ποθήσασι τὰ μέλλοντα, φῶς ἀπρόσιτον, δόξαν αἰωνίαν, χαρὰν ἀνεκλάλητον, εὐφροσύνην ἀδιάλειπτον, κληρονομίαν αἰώνιον, βασιλείαν οὐράνιον, χοροστασίαν ἀκατάλυτον, θεωρίαν τρισμακάριστον, πλοῦτον ἄρρευστον, πᾶν εἴ τι καλὸν καὶ τερπνὸν τῶν τοῖς ἁγίοις ἀγγέλοις καὶ μακαρίοις ἀπ’ αἰῶνος πατράσιν ἐπηγγελμένων. ἐπεὶ οὖν ταῦτα οὕτως, βλέπωμεν καὶ προσέχωμεν, μήποτε ἀνθαιρώμεθα τὰ ἐναντία καὶ φθάσωμεν κατόπιν τῶν βιωτικῶς διαζώντων. διὸ ἁγνίσωμεν ἑαυτοὺς ἔτι καὶ παρθενεύσωμεν ἔτι καὶ φροντίσωμεν ἀπὸ νοὸς καὶ αἵματος καὶ καρδίας καὶ σώματος, καὶ μηδόλως δῶμεν παῤῥησίαν τῷ δαίμονι. λόγος λόγον καταπιέζει, καὶ βλέμμα βλέμμα σκαμβάζει, καὶ ἀμέλεια ἀμέλειαν περιέπει, καὶ κατὰ μικρὸν μικρὸν γωνιάζοντες καὶ ἰδιάζοντες καὶ ὡς νυκτικόρακες εὑρισκόμενοι ἀποκυοῦμεν τὸν τῆς ἁμαρτίας θάνατον. μὴ οὖν, τέκνα, οὕτως, μή, δέομαι καὶ ἀντιβολῶ· προσέχετε ἀπ’ ἀλλήλων. ἐκ τοῦ πλησίον ἡ ζωὴ καὶ ὁ θάνατος, κατὰ τὸν εἰπόντα, ἐλεεινὸν τὸ βάραθρον, τοῦ αἰωνίου πυρὸς τὸ ἀνταπόδομα. μὴ εἴπῃς “ἐπανελθὼν ἐπανῆκα”, μὴ φθέγξῃ “χρονιῶν ἐχρόνισα”, μὴ λογίσῃ “δυναμωθεὶς ἐνεδυναμώθην”. μικρὰ ἀμέλεια, καταφρόνησις, ἐπὶ τὸ αὐτὸ ἀφυλάκτως σε προσλαμβάνουσα καὶ χειραγωγοῦσα, εἰς τὸ βάραθρον τῆς ἁμαρτίας καταβάλλει.