Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΚΑ΄-Λ΄: Εορτολογικοί κύκλοι, πνευματικοί αγώνες και θεία πρόνοια

Ομιλίες που σχετίζονται με δεσποτικές εορτές, όπως τα Θεοφάνεια και το Πάσχα, συνοδευόμενες από νουθεσίες για την εμπιστοσύνη στη θεία πρόνοια, τον ασκητικό αγώνα και την αντιμετώπιση του γογγυσμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 12

ΚΑΤΗΧΗΣΙΣ ΚΑʹ. Περὶ τοῦ νήφειν καὶ πράττειν τὰ ἀξιάγαστα τῆς μακαρίας ὑποταγῆς καὶ [περὶ] τοῦ προσέχειν ἑαυτοῖς. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, πάλιν ἀρχόμεθα διὰ χρόνου εἰς τὴν κατὰ συνήθειαν κατήχησιν ἔρχεσθαι, ἥκοντες ἀπὸ τῆς ἀποδημίας. καὶ οὗτός μοι πρῶτος ὁ λόγος, ὅτι εἴτε ἀποδημοῦμεν, εἴτε ἐνδημοῦμεν, εὐχὴ ἡμῖν ἐστιν ἀεί, εἰ καὶ ῥυπαρά, περιφυλάττεσθαι πάντας ὑμᾶς σώους καὶ εἰλικρινεῖς καὶ ἀπροσκόπους ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ ἐναρέτῳ πολιτείᾳ ὑμῶν, καὶ μηδένα ὑπὸ τῆς τοῦ διαβόλου ἐπηρείας ὑποσκελίζεσθαι, ἀλλὰ νήφειν καὶ ἐγρηγορέναι ἕκαστον εἰς τὸ πράττειν τὰ δέοντα καὶ ἀξιάγαστα τῆς μακαριστῆς ὑποταγῆς. τούτου γὰρ σῳζομένου, οὐδεμία μοι περὶ τῶν ἄλλων λύπη, εἰ καὶ λυπεῖν εἴωθεν, λέγω δὴ ἐν τῇ στενοχωρίᾳ τῆς σωματικῆς ζωῆς ἡμῶν, ὡς ἤδη κατὰ τὸ παρὸν συνεισήνεκται. ἀλλὰ καὶ τὴν στενοχωρίαν εὐρυχωρίαν λογίζομαι, καὶ τὴν πενίαν πλοῦτον, καὶ τὴν ἀπορίαν εὐπορίαν, καὶ τὴν στένωσιν πλατυσμόν, καὶ τὰ ἄλλα ὡσαύτως, ἔχων τὴν ἐλπίδα χειραγωγοῦσάν με, πεπιστευκώς, ὅτι “οὐ λιμοκτονήσει κύριος ψυχὰς δικαίων”, καὶ ὅτι “οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ”, οἷοί ἐστε ὑμεῖς, χάριτι Χριστοῦ τῇ ἄνωθεν προνοίᾳ διατρεφόμενοι καὶ θαλπόμενοι, οὐ μόνον τῇ κατὰ ψυχὴν θεωρίᾳ, ἀλλὰ καὶ τῇ κατὰ σῶμα ὑπηρεσίᾳ.

τίς γὰρ τοσοῦτον πλῆθος, τὸ πλεῖστον μέρος ἐκ πτωχείας συνιστῶν καὶ οὐκ ἔχων ἀνθρωπίνην συνεισφοράν, δύναιτ’ ἂν ἐκθρέψαι καὶ τὰ δέοντα καὶ αὐτάρκη συμπορίσαι, εἰ μὴ θεοῦ δάκτυλός ἐστιν ὁ κάμνων; ἐπάρατε τοίνυν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, ὅτι καὶ γέροντες καὶ ἀσθενεῖς καὶ κατακείμενοι καὶ παῖδες καὶ νήπια, οὐ μὴν ἀλλὰ καὶ ἀστικοὶ πολλοί, ἐξότε εἰσήλθομεν ἐν ταύτῃ τῇ βασιλίδι πόλει, καὶ τούτοις πᾶσι τὰ πρὸς χρείαν ἐπαρκεῖ κύριος. καὶ οὐκ ἔστιν ἀξιοθαύμαστον; καὶ οὐκ ἔστιν ἀξιομακάριστον; ναί, λέγω ὑμῖν, τέκνα καὶ ἀδελφοί μου, ἀλλ’ ἐὰν καὶ ἡμεῖς ἐν ταπεινοφροσύνῃ πολλῇ μὴ ἀναπεπτωκότες ὦμεν, ἀλλὰ καὶ τὰ παρ’ ἑαυτῶν εἰσάγοντες καὶ μοχθοῦντες ὑπὲρ τῆς εἰς τοὺς ἀδελφοὺς ὀφειλομένης χρείας. τότε γὰρ καὶ θεὸς ἐπικλίνεται, ὁπόταν ὁρᾷ τὰς ἐντολὰς αὑτοῦ ἐνεργουμένας ὑπὸ τοιούτου πλήθους, ἐξ ἀφανῶν τρόπων πόρους αὐταρκείας ἀπεκφαίνων. διὰ τοῦτο παρακαλῶν παρακαλῶ καὶ ὑπομνήσκων ὑπομνήσκω· ἕκαστος, ἐν ᾗ ἐκλήθη διακονίᾳ, σπουδαζέτω πολυκάματος καὶ πολύκαρπος εἶναι, καὶ νοητῶς καὶ αἰσθητῶς, ἐπεὶ καὶ θάτερος ὑπὸ θατέρου διαγινώσκεται, καὶ ὁ κατὰ τὸ σῶμα σπουδαῖος, δῆλον ὅτι καὶ κατὰ ψυχὴν ὑπάρχει, ὥσπερ καὶ ἄκαρπος κατὰ ψυχὴν ὁ ἀμελὴς περὶ τὴν ἔξω θεωρίαν.

Δεύτερος δὲ ἐκεῖνός μοι λόγος, ὅτι κοινά εἰσι τὰ πάντα, καὶ οὐ μόνον τὰ σαρκικὰ καὶ αἰσθητά, ἀλλὰ καὶ τὰ πνευματικὰ καὶ νοητά, αἱ ἀρεταὶ καὶ εὐπραξίαι. ἀλλήλοις κοινωνοῦμεν καὶ εἰς ἀλλήλους περιχωροῦμεν, ὡσὰν ἐπὶ τῆς τοῦ σώματος ὑποδείξεως, καθὼς ὁ ἀπόστολος λέγει, ὅτι “τὸ σῶμα ἕν ἐστι καὶ μέλη ἔχει πολλά· πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα ἕν ἐστι σῶμα, καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη”· καὶ ὡς ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἤρτηται ἡ ἐφ’ ἑκάστῳ μέλει ἐνεργουμένη χρεία, καὶ δεξιὰ καὶ ἀριστερά, οὕτω καὶ ψυχικῶς ἡμᾶς ἐστι θεωρεῖν. ὁ πατήρ μου καὶ πατὴρ ὑμῶν τὸ πρῶτον, ἐγὼ δεύτερον, εἶτα ὁ καθεξῆς μέχρι καὶ τοῦ ἐσχάτου ἕξει καὶ τὸν ἔπαινον καὶ τὸν ψόγον ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως. ἀλλὰ μὴ δοκεῖτέ με εὐφραίνεσθαι τὸ πλεῖον ἔχοντα ὡς πρῶτον τῶν καλῶν· δεδιῶ γὰρ καὶ τρέμω, ὅτι, ὥσπερ ἐπὶ τοῦ ἀγαθοῦ, οὕτω καὶ ἐπὶ τοῦ κακοῦ ἀντείσαξίς ἐστι καὶ τὸ πολλοστὸν τῆς ἐνεργουμένης κακίας. ἐγὼ ὁ ταλαίπωρος ἀποκληροῦμαι κατὰ τὴν ἀντιλογίαν τοῦ τὸ ὀλιγοστὸν ἐσχάτου ἔχοντος. ταῦτα οὖν γινώσκοντες, τέκνα μου, πάντες δράμωμεν, πάντες ἀγωνισώμεθα, πάντες συνεισενέγκωμεν, καὶ μηδεὶς ἐπὶ ζημίᾳ μηδὲ ἐπὶ ἐλαττώσει εἴη τοῦ κοινωνικοῦ ἔργου, κατὰ τὴν ἀνήκουσαν αὐτῷ διακονίαν καὶ δύναμιν.

Ἀλλὰ καὶ τοῦτο ἴστε γινώσκοντες, ὅτι οὐχ ὥσπερ ἡμεῖς τὴν στάσιν τῶν βαθμῶν ὁρίζομεν, καὶ θεὸς τάχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἄλλο γάρ φησι τὸ κρῖμα τοῦ θεοῦ καὶ ἄλλο τὸ τῶν ἀνθρώπων· προάξει γὰρ τυχὸν τὸν τριακοσιοστὸν τρίτον ἢ τέταρτον, καὶ τὸν δέκατον καταβιβάσει εἰς τὸ μεσαίτατον, καὶ τὸν ἔσχατον ἀναβιβάσει εἰς τὸ πρώτιστον, κατὰ τὴν ἑκάστου ἐπιμέλειαν καὶ ἀρετήν. καὶ εἰ καὶ φοβερὸν εἰπεῖν, ἀλλ’ ἐξώσει ἴσως καὶ ἐκ τοῦ συστήματος παντάπασιν, καὶ εἰς κόλασιν παραπέμψει τὸν κἀνταῦθα ἑτερόψυχον καὶ ἀλλόφρονα καὶ γνωμικῶς διασχιζόμενον, ὥσπερ κἀμὲ τὸν ἁμαρτωλὸν διὰ τὰ πονηρά μου ἐπιτηδεύματα καὶ τὴν ἀμέλειαν. τί γὰρ ὑμῖν δοκεῖ; ὅτι μὴ διακενῆς ὁ ἀποδημῶν ἀποδημεῖ καὶ ὁ πραγματευόμενος πραγματεύεται, καὶ ὁ ἀροτριῶν ἀροτριᾷ, καὶ ὁ ὁδοιπορῶν ὁδοιπορεῖ, καὶ ὁ ἁλιεύων ἁλιεύει, καὶ ὁ σκάπτων σκάπτει, καὶ ὁ ἀρτοποιῶν ἀρτοποιεῖ, καὶ ὁ κελλαρεύων κελλαρεύει; καὶ παρίημι τὰ ἄλλα, διὰ τὸ μῆκος τοῦ λόγου. μὴ οὗτοι πάντες ἐλλιμπανόμενοι καθίσματος καὶ ἡσυχίας καὶ στιχολογήσεως καὶ ψαλμῳδίας οὐ διαμερίσονται ἐξίσου τοῖς οἴκοι καθημένοις; πάνυ γε, ὥσπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν κατὰ τὸν πόλεμον σκύλων καὶ λαφύρων. καὶ γὰρ καὶ ἐκεῖ ἴσα τῶν ἔξω πολεμούντων καὶ οἱ ἐναπομείναντες ἐν τῇ παραφυλακῇ διανέμονται.

καὶ ἐπὶ μὲν τῶν ἀνθρώπων ἔστι λαθεῖν καὶ κλέψαι τὸ δίκαιον, ἐπὶ δὲ τοῦ θεοῦ τοῦ ἀδεκάστου οὐδαμῶς, ἀλλ’ ᾧ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν, ὡς γέγραπται.

Διὰ τοῦτο, ἀδελφοί μου, προσέχωμεν τοῖς λαληθεῖσι καὶ μὴ ζημιῶμεν οἱ ἔσω τοὺς ἔξω καὶ οἱ ἔξω τοὺς ἔνδον, οἷον οἱ ψάλλοντες καὶ προσευχόμενοι τοὺς διακονοῦντας, οἱ ἀσθενοῦντες τοὺς ὑγιαίνοντας (ἀλλ’ ἴσως εἴποι τις ἐνταῦθα, ὅτι “καὶ τί δύναιτ’ ἂν ὁ νοσῶν ἐργάσασθαι”; καὶ μάλα τὴν εὐχαριστίαν, τὴν ἀγογγυσίαν, τὴν ὑπομονὴν τῶν ἀλγηδόνων), ἔπειτα οἱ καλλιγραφοῦντες τοὺς σκάπτοντας, οἱ ἀροτριῶντες, οἱ ἀμπελουργοῦντες τοὺς διακονοῦντας καὶ ὁδοιποροῦντας, οἱ κελλαρεύοντες καὶ ἀριστοποιοῦντες τοὺς μαγκιπεύοντας καὶ ὀψοποιοῦντας, οἱ ἐπιτηροῦντες καὶ ἐπιστημοναρχοῦντες τοὺς ἁλιεύοντας καὶ τεκτονεύοντας, καὶ ἁπλῶς κατὰ ἀντίφρασιν ἕκαστος ἕκαστον, ὅτι ὁ θεὸς ἐπιβλέπει τὰς ὁδοὺς ἡμῶν καὶ ἐπὶ τὸ βιβλίον αὐτοῦ πάντες ἡμῶν οἱ λόγοι καὶ γράφονται καὶ γραφήσονται, καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ αἱ βίβλοι τῶν πράξεων ἡμῶν ἀνοιγήσονται καὶ τὰ ἑκάστου ἔργα ἐμφανισθήσονται, καὶ “ἀπολήψεται ἕκαστος κατὰ τὸν κόπον αὑτοῦ”. εὔχομαι τοιγαροῦν πάντας ὑμᾶς τότε καὶ ἐπαινεθήσεσθαι καὶ στεφανωθῆναι διὰ τῶν ἐνταῦθα ἱερῶν ὑμῶν ἀγώνων καὶ σπουδασμάτων, ὦ τέκνα καὶ ἀδελφοὶ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΒʹ. Ὅτι πάνυ ὠφελούμεθα καὶ προκόπτομεν ἐπὶ τὰ πρόσω κατηχούμενοί τε καὶ διδασκόμενοι. Ἀδελφοί μου καὶ πατέρες, ὡς ἕκαστος ὑμῶν ἐπέχει διακονίας ἐν ταύτῃ τῇ ἁγίᾳ συνοδίᾳ, κἀγὼ ὁ τάλας λαχὼν ἀναξίως τοῦ ἄρχειν καὶ λέγειν οὐκ ὀφείλω ἀμελεῖν τῆς διακονίας μου, ἀλλ’ ἀεὶ μετὰ τῶν ἄλλων καὶ τὴν ἑβδομαρήσιον κατήχησιν ποιεῖσθαι, ὅπως ἂν ἔχω δυνάμεως. ἴσως τέ τινες φήσειεν, ὅτι “τί γὰρ καὶ κερδαίνομεν ἐκ ταύτης, ἐφ’ ὅσον εἰς ἔργον τὰ λαλούμενα οὐ προάγομεν; πολλάκις γὰρ ἀκούοντες περὶ τοῦ μὴ δεῖν γελᾶν, οὔπω τοῦτο κεκατωρθώκαμεν, καὶ πλειστάκις διδασκόμενοι περὶ τοῦ μὴ δεῖν ἀργολογεῖν ἔτι ἀργολογοῦμεν, καὶ πολλάκις νουθετούμενοι περὶ τοῦ μὴ δεῖν φθονεῖν ἢ βασκαίνειν τὸν πλησίον ἔτι ὑπὸ τοῦ πάθους διοχλούμεθα, καὶ ἁπλῶς ὑπομνησκόμενοι περὶ τοῦ μὴ δεῖν ἀμελῶς διακεῖσθαι ἔν τε ταῖς νυκτεριναῖς καὶ ἡμεριναῖς ψαλμῳδίαις καὶ προσευχαῖς ἔτι ἀπομετεωριζόμεθα καὶ ἀπονυστάζομεν, καὶ αἰσθητῶς καὶ νοητῶς, καὶ τὰ τούτοις ὅμοια ἐπιφθεγγόμενοι”.

ἀλλ’ οὐκ εἰκότως ταῦτα οἱ λέγοντες λέγουσι, πρῶτον μὲν ὅτι οὐ ῥᾴδιον τὸ ἀνώτερον τῶν παθῶν γενέσθαι, ἀλλὰ καὶ τῶν πασῶν κόπων καὶ σπουδῶν κοπωδέστερον καὶ σπουδαιότερον· δεύτερον, ὅτι, ὥσπερ ἐπί τινος κλίμακος οὐκ ἔστιν εὐθύς τινα ἐπιβάντα ἀπὸ τῆς πρώτης βαθμίδος ἐπὶ τὴν ὑστάτην ἀναπηδᾶν, τῇ δὲ καθ’ ἑξῆς ἀνόδῳ ἐπὶ τὸ ἄκρον ἀνέρχεσθαι, οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς ταῖς κατὰ μικρὸν αὐξήσεσι φθάνομεν, εἰ θέλοιμεν τῆς κορυφῆς ἐπιλαβέσθαι. ὥστε συμφέρουσα καὶ ἡ κατηχητικὴ ὑπόμνησις ἐμοί τε καὶ ὑμῖν, μετάγουσα καὶ μεταφέρουσα κατὰ μικρὸν ἐπὶ τὸ ἄναντες, μᾶλλον δὲ ἐκ τῶν χαμόθεν ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ τὰς τιμίας ὑμῶν ψυχάς. καὶ ἄλλως δὲ ἐννοῆσαι χρή, ὅτι, εἰ οὕτως, λαλουμένων καὶ ἀκουομένων τῶν ὀφειλόντων γενέσθαι καὶ κατορθωθῆναι εἰς δόξαν θεοῦ, οὐ γίνεται ἐπικράτησις τῶν παθῶν, τί δ’ ἂν ἔμελλε συμβαίνειν καὶ εἰς πόσον ἐφθάζομεν κατόπιν εἶναι σιωπῶντες καὶ μὴ διευκρινοῦντες καὶ ὑποφαίνοντες τὰ ὀφειλόμενα.

Ἐγὼ δεδίδαγμαι παρὰ τῶν ἁγίων πατέρων, ὅτι περ οἱ λόγοι ὁδὸς ἐπὶ τὰ πράγματά εἰσιν, εἴτε χρηστοί, εἴτε ἑτέρως ἔχοντες, καὶ εὖ οἶδ’ ὅτι τὸ λαλεῖν τὰ κρείττονα εἰς πρᾶξιν ἡμᾶς ἑκάστοτε φέρει. καὶ ὁμολογῶ, τέκνα μου, ὅτι ἐκ τῶν θεοπνεύστων ἀναγνωσμάτων μικρόν τε καὶ ἐκ τῆς ταπεινῆς ἡμῶν κατηχήσεως πάντοτε ἐπανέρχεσθε καὶ πάντοτε ἐπιτείνεσθε, ἀλλὰ κατὰ μὲν τὸ πρότερον οἱ ἐμπαθεῖς πρὸς ἀνάνηψιν καὶ βελτίωσιν, κατὰ δὲ τὸ δεύτερον οἱ ἐνάρετοι πρὸς τελείωσιν, καὶ ὁμολογοῦμεν τὴν χάριν τοῦ θεοῦ καὶ τὴν εὐεργεσίαν, καὶ οὐ κρύπτομεν τὸν ἔλεον. βλέπετε γὰρ ὅτι σχεδὸν οὔτε μάχαι γίνονται, οὔτε συκοφαντίαι, οὔτε κατηγορίαι, οὔτε λοιδορίαι, οὔτε παρακοαί, οὔτε σφετερίσεις καὶ λαθροφαγίαι· ἀλλὰ καὶ εἰ γίνονται, ἐπείπερ ἐσμὲν ἐν τῇ εὐολίσθῳ ταύτῃ σαρκί, θᾶττον καταστέλλονται, τοῖς ἐπιτιμίοις οἱ ἁλόντες θεραπευόμενοι· καὶ γὰρ οἳ μὲν ἀφορίζονται, οἳ δὲ ξηροφαγοῦσιν, οἳ δὲ παρίστανται, οἳ δὲ ῥητὰς γονυκλισίας βάλλουσι προσφόρως, κατὰ τὸ ἐπιβάλλον τῇ θεραπείᾳ τοῦ πάθους μέτρον. διὸ μηδεὶς λεγέτω, ὅτι οὐκ ὠφελούμεθα κατηχούμενοι, μηδὲ πάλιν ὅτι οὐ προκόπτομεν διδασκόμενοι. καὶ ὠφελούμεθα καὶ προκόπτομεν, χάριτι Χριστοῦ καὶ συνεργείᾳ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, καὶ ἀναβαίνοντες ἀναβαίνομεν ταῖς καλαῖς ἀναβάσεσιν ἐπὶ τὸ ὄρος τῶν ἀρετῶν, φωτιζόμενοι καὶ ἱερούμενοι καὶ θεοποιούμενοι.

Ἀλλ’ ἐπεὶ κόπῳ πολλῷ καὶ μόχθῳ, ὡς εἴρηται, κατορθοῦται, παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι, ἐπιμένοιμεν τῇ καλῇ ἡμῶν ταύτῃ προθέσει, καὶ τὰς διψυχίας ἀεὶ περικόπτοιμεν, καὶ τὰς ὀλιγωρίας ἀεὶ ἐξοστρακίζοιμεν, καὶ νευρῶμεν ἑαυτοὺς ταῖς ἀγαθαῖς ἐλπίσι καὶ ταῖς μελλούσαις ἀνταποδόσεσι τῶν αἰωνίων ἀγαθῶν, καὶ τοῦτο ἕως ἂν ἐμπνέωμεν, ἵνα ἐκ τῶν παρόντων ὀχληρῶν καὶ ἐπιπόνων ἀπάραντες διὰ θανάτου κληρονόμοι καταξιωθῶμεν γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΓʹ. Ὅτι χρὴ ἀναδραμεῖν ταῖς ἐννοίαις καὶ ἀναθεωρῆσαι τοὺς βίους τῶν πατέρων ἡμῶν καὶ ὁμοιοτρόπως αὐτοῖς πολιτευθῆναι. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, πρὸς τὰς συμβαινούσας ἡμῖν θλίψεις καὶ δυσχερείας σχεδὸν εἰπεῖν καθ’ ἑκάστην ἡμέραν, εἰ ἑώρων σωματικῶς, εἶχον ἂν πάλαι ἐξατονῆσαι καὶ δοῦναι ἄλλῳ τὰς ἡνίας τῆς προστασίας· ἐπεὶ δὲ πρὸς θεὸν ὁ ταπεινός μου νοῦς ἀναβλέπει, δι’ ὃν καὶ ὑμεῖς κέκλησθε ἐνταῦθα κἀγὼ παρέδωκα ὑμῖν ἐμαυτόν, οὐκ ἀπευδοκῶ, κἂν ἀνευδόκητός εἰμι, οὐδὲ ἀπολέγομαι, κἂν ἄλογός εἰμι, οὐδὲ ἀπογινώσκω, κἂν ἀπεγνωσμένος εἰμί, ἀλλ’ ἐπείγομαι καὶ συγκαίομαι καὶ συνθλίβομαι καὶ συντρίβομαι, καὶ πάντα ἑτοίμως ἔχω παθεῖν, τοῦ Χριστοῦ δυναμοῦντος, δι’ εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ἕνεκεν ὑμῶν τῶν ποθητῶν μου, μᾶλλον δὲ—ἀληθὲς εἰπεῖν—δι’ αὐτὸν τὸν κύριόν μου καὶ δεσπότην. εἰ γὰρ αὐτὸς ὁ κτίσας τοὺς σύμπαντας αἰῶνας κατεδέξατο δι’ ἐμέ, τοῦτο δὲ ἑκάστῳ ἐφαρμόζει, καὶ εἵλετο τῷ τῆς οἰκονομίας μυστηρίῳ πειρασθῆναι, ὑβρισθῆναι, χλευασθῆναι, ὀνειδισθῆναι, καταγελασθῆναι, σταυρωθῆναί τε καὶ λογχευθῆναι καὶ τεθνάναι, τί μὴ ὑποστήσωμαι, μᾶλλον δὲ τί μὴ ὑποστησώμεθα συμβουλευτικῶς; ἀλλὰ θλίψεις, ἀλλὰ στενοχωρίας, ἀλλὰ τοῦτο, ἀλλ’ ἐκεῖνο. καὶ γάρ, ἐὰν καλῶς πραγματευσώμεθα καὶ γρηγορήσωμεν καὶ διασπουδάσωμεν, κερδανοῦμεν ἀθάνατα καὶ αἰώνια.

ἐὰν δὲ ῥᾳθυμήσωμεν καὶ ἀποκνήσωμεν, θησαυρίσομεν “ὀργὴν ἐν ἡμέρᾳ κρίσεως καὶ ἀποκαλύψεως θεοῦ”.

Ὤ, ποῦ ποτέ εἰσιν αἱ ἅγιαι ψυχαὶ ἐκεῖναι; ὤ, ποῦ ποτε ἀπέλιπεν ὁ κατ’ ἐκείνους πόθος καὶ δρόμος; χαρὰ αὐτοῖς ἦν καὶ εὐφροσύνη σωματικὴ θλῖψις, καὶ δόξα καὶ μεγαλωσύνη ἄκρα ἡ ταπεινοφροσύνη, ἔρως καίων καὶ φλέγων ἀνενδότως τὸ φίλτρον τοῦ κυρίου, ἐπιθυμία ἀκόρεστος οὐ τὸ οἰκεῖον θέλημα ἐκπληρῶσαι, ἀλλὰ τοῦτο πανσθενεὶ μὴ ποιῆσαι, ἔφεσις ἀνεκδιήγητος οὐ τὸ ἄρχειν, ἀλλὰ τὸ ἄρχεσθαι καὶ ὑποτάσσεσθαι ἕως γήρως. ποῦ μοι ἡ γηραλέα καὶ μακαρία κεφαλὴ ἐκείνη, ἡ ἐν τῇ τραπέζῃ παρασταθεῖσα μέχρις ἐγέρσεως; οἶδας ὁ ἀναγινώσκων. ποῦ μοι ὁ πολυπείραστος ἐκεῖνος μαργαρίτης τῆς ὑπακοῆς κατὰ τὴν τριακονταετίαν; ποῦ μοι ὁ τίς δε καὶ τίς δε; ὡς γὰρ χορεία ἀστέρων περίεστί μοι τῇ διανοίᾳ πᾶσα ἡ ἱεροσύλλεκτος πληθὺς ἐκείνη. τίς ἔσχε τὴν ὑπακοὴν ἀνυπόκριτον καὶ ἐδοξάσθη ἐν τάχει; δράμωμεν ταῖς ἐννοίαις, τέκνα, ἐπὶ τὸ ἐκείνου μοναστήριον. ἴωμεν ἐπὶ τὰ τοῦ μεγάλου Παχωμίου συστήματα· βλέψωμεν ἐκεῖ τὸν ἀοίδιμον Ἰωνᾶν, Πετρώνιον τὸν τρισόλβιον, Θεόδωρον τὸν ἡγιασμένον. εἶτα πορευσώμεθα ἐπὶ τὸ τοῦ ἀοιδίμου Θεοδοσίου ἁγνιστήριον, ὀψώμεθα κἀκεῖσε Βασίλειον τὸν ἀείζωον, Ἀέτιον τὸν θαυμάσιον, τὸν ὁδεῖνα καὶ τὸν ὁδεῖνα.

κἀκεῖθεν ἀπελευσώμεθα πρὸς τὸ τοῦ θεσπεσίου Θεοκτίστου σεμνεῖον, πρὸς τὸ τοῦ παναγίου Εὐθυμίου καὶ Σάββα ἐργαστήριον· καὶ ἁπλῶς συντομολογῶ τὰ ἐν τοῖς ἄνω χρόνοις καὶ μέσοις καὶ τελευταίοις, πῶς καὶ πόσον καὶ ποταπῶς ἠγωνίσατο εἷς ἕκαστος τὸν ἀγαθὸν αὑτοῦ δρόμον.

Ὁμοιοτρόπως οὖν, τέκνα, καὶ ἡμεῖς, εἴπερ καὶ θέλομεν εὑρεῖν τὴν ζωὴν καὶ “τὸ φῶς τὸ ἀληθινόν”, πορευσώμεθα, πάντα φέροντες, πάντα στέγοντες, “μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία” τοῦ ἔργου ἡμῶν, “ἐπὶ πᾶσιν ἀναλαμβάνοντες τὸν θυρεὸν τῆς εὐπιστίας, ἐν ᾧ δυνήσεσθε σβέσαι τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα”, ἄμαχοι καὶ ἀφιλένδεικτοι διαμένοντες, χαίροντες καὶ συγχαίροντες τῇ ἀλλήλων εὐδοκιμήσει, συναρμολογούμενοι ἐν μιᾷ συμπνοίᾳ τοῦ πνεύματος ὡς ἕν τι σῶμα Χριστοῦ, εὐχόμενοι καὶ ὑπὲρ τῆς δυστήνου μου καὶ ταλαιπώρου ψυχῆς, ἵνα ὁ θεὸς τῆς εἰρήνης χορηγήσῃ πνεῦμα δυνάμεως εἰς τὸ ἰσχύειν διεξάγειν ὑμᾶς, κατὰ τὸ βούλημα αὐτοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΔʹ. Περὶ τοῦ μὴ ὀλιγωρεῖν ἐν τοῖς πνευματικοῖς ἀγῶσιν, ἀλλὰ συναμιλλᾶσθαι τὴν καλὴν ἅμιλλαν πρὸς ἀλλήλους, τοῦ νικᾶν τὸν ἀντίπαλον. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, βραχυτάτης οὔσης τῆς νυκτὸς καὶ τῆς ὥρας ἐπιδεομένης μετὰ τὴν ψαλμῳδίαν ἀναπαύσεως, ὡς ὀχληρὰ εἶναι δοκεῖ ἡ κατήχησις. ἀλλ’ οὖν μετὰ τῶν ἄλλων καταδέχεσθε καὶ ταύτην, παρακαλῶ, ἐν ὀλίγοις ῥήμασιν ὑπομνήσκοντός [μου] περὶ τῆς ἀσκήσεως ὑμῶν, ἐν ᾗ ἐκλήθημεν καὶ δι’ ἧς ἀφείθημεν τῶν προτέρων ἁμαρτημάτων, καὶ ὑπὲρ ἧς ἀγωνιζόμεθα καὶ τληπαθοῦμεν καθ’ ἑκάστην ἡμέραν· στενὴ γάρ ἐστιν ὡς ἀληθῶς ἡ ὁδὸς καὶ τεθλιμμένη, κατὰ τὸν λόγον τοῦ κυρίου, πρὸς τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ τοὺς πολλοὺς ἀπάγουσαν εἰς τὴν ἀπώλειαν. ἀλλ’ οὖν ὅτι ζωῆς αἰωνίου ἐπαγγελίαν ἔχει, χαιρώμεθα τοίνυν, τέκνα μου, καὶ προθυμώμεθα καὶ τὴν καλὴν ἅμιλλαν πρὸς ἀλλήλους ἁμιλλώμεθα, ὡς ἐπὶ σταδίου τρέχοντές τε καὶ νικῶντες τὸν ἀντίπαλον, ἵνα τὸν τῆς δικαιοσύνης στέφανον κομισώμεθα ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως.

διὰ τοῦτο τὰ βαρέα ὡς ἐλαφρὰ λογιζέσθω ἡμῖν, καὶ τὰ ἐπαχθῆ ὡς εὔχρηστα, καὶ τὰ λυπηρὰ ὡς περιχαρῆ, καὶ τὰ στερητικὰ ὡς ἐπιτευκτικά, καὶ τὰ ἀτιμαστικὰ ὡς τιμητικά, καὶ τὰ ὀνειδιστικὰ ὡς ἐγκωμιαστικά, ἡ ὑποταγὴ ὡς ἐπιτυχία ἀρχῆς, ἡ ὀλιγοδεΐα ὡς πολυτροφία, ἡ ὑδροποσία ὡς οἰνοποσία, ἡ βραδυφαγία ὡς ταχυφαγία, ἤ τις οὖν ἄλλη παρίσταται ἀσκητικὴ ἄθλησις· ἐν τούτῳ γὰρ τὸ μαρτύριον ἡμῶν καὶ ἡ ἀποκαραδοκία καὶ ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν, καὶ μὴ ὅτι πρὸς τὸ παρὸν λυπεῖ καὶ ἐκτήκει τὰς καρδίας ἐποκλάσωμεν καὶ ἐπολιγωρήσωμεν, ἀντιβολῶ, ἀλλ’ ὅτι πρὸς τὸ μέλλον υἱοθεσίαν ἡμῖν ταμιεύεται καὶ βασιλείαν οὐρανῶν καὶ ἀθανασίαν ἀντισχώμεθα, ἀνταγωνισώμεθα καὶ εἰς ἀεὶ καινοποιώμεθα, μόχθους ἐπὶ μόχθοις καταβαλλόμενοι, καὶ ἀγῶνας ἐπὶ ἀγῶσιν, καὶ σπουδὰς ἐπὶ σπουδαῖς, καὶ ὑπακοὰς ἐπὶ ὑπακοαῖς, καὶ ἐκκοπὰς θελημάτων ἐπὶ ἐκκοπαῖς, καὶ ἐπιτιμίας ἐπὶ ἐπιτιμίαις, προσευχάς τε ἐπὶ προσευχαῖς καὶ ἀγρυπνίας ἐπὶ ἀγρυπνίαις, καὶ μελέτας ἐπὶ μελέταις θείαις, καὶ δάκρυα ἐπὶ δάκρυσι, καὶ ἔρωτας ἐπὶ ἔρωσι θείοις καὶ οὐρανίοις.

Τοιοῦτος καὶ τηλικοῦτος ὁ μακάριος βίος ὑμῶν, ἠλλοιωμένος καὶ ἐπηρμένος τῶν παραυτίκα, ξένος τις καὶ ἀλλόζωος ὑπὲρ τοὺς φρονοῦντας τὰ ἐν κόσμῳ καὶ ὑπὸ σαρκὸς διοικουμένους καὶ ὑπὲρ τὰ μέλλοντα τὰ τῇδε ἀντιποιουμένους. οἷοι δὲ ὑμεῖς, τέκνα μου καὶ ἀδελφοί, πρὸς τὸ καταλιπεῖν κόσμον καὶ τὰ ἐν κόσμῳ, γονεῖς καὶ ἀδελφοὺς καὶ τέκνα καὶ πᾶσαν περιουσίαν βίου, ἑτοίμως ἔχοντες ὑπὲρ τῆς εἰς τὸν κύριον ἀγάπης καὶ ταλαιπωρεῖσθαι καὶ περιοδυνᾶσθαι, καὶ ἕλκεσθαι καὶ περιφέρεσθαι, μυκτηρίζεσθαί τε, εἰ συμβῇ, καὶ χλευάζεσθαι, καὶ μὴν καὶ τύπτεσθαι καὶ στρεβλοῦσθαι καὶ μελοκοπεῖσθαι καὶ ἀποθνήσκειν. διὰ τοῦτο πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς θησαυρίζεται, καὶ διὰ τοῦτο μετατιθέμενοι ἐκ κόσμου εἰς θεὸν ἄπιτε, καὶ χωριζόμενοι τῆς ἐπικήρου ζωῆς εἰς ζωὴν ἀτελεύτητον μεταβαίνετε, ἐὰν ἄρα μέχρι τέλους τὸ δοκίμιον ὑμῶν τῆς ὑποταγῆς ἐπιδείξησθε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΕʹ. Περὶ τοῦ ἀνοθεύτως ἡμᾶς διατελεῖν τὴν πνευματικὴν ζωὴν ἡμῶν. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, τὴν ὀφείλουσαν ἐν τῷ τοσούτῳ πλήθει τῆς περὶ ἡμᾶς ἀδελφότητος προσεῖναι λογικὴν κυβέρνησιν καὶ ἀνδρικὴν ἐπιστασίαν ἐπιλογιζόμενος ὁ τάλας, καὶ τὴν ἐμαυτοῦ ἀθλιότητα κατασκοπούμενος, οἶδα καὶ πέπεισμαι ἀληθῶς, ὅτι δάκτυλος θεοῦ ἐστι, δι’ εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ὁ συνεργῶν, ὁ τὴν σύστασιν ὑμῶν περιποιούμενος καὶ τὴν ἑνότητα ὑμῶν διακρατῶν, καὶ τὴν συνάφειαν ὑμῶν διαφυλαττόμενος. ἐπεὶ ποῦ ἢ βίου μου πονηροῦ ἐπίδοσις, ἢ λόγου σκοτεινοῦ ἐπίβλησις, ἴσχυεν ἂν τοσοῦτον ἔργον ἀναστήσασθαι, καὶ ταῦτα ἐν τῇ τῶν πόλεων βασιλευούσῃ καὶ ὡς καιροῖς ὀλιγώροις καὶ ἀσθενέσι τῆς ἀρχαιοπαραδότου πατρικῆς πολιτείας, ἐν οἷς οὐκ ἔστιν εὑρεῖν σχεδὸν πρόσωπον τὸ ὀρθοτομοῦν τὸν λόγον τῆς τοῦ βίου ἡμῶν ἀληθείας, ἀλλὰ διαφερομένων ἡμῶν ἑκάστου τῶν ἰθυνόντων πρὸς ἀλλήλους καὶ ἀποδιϊσταμένων ταῖς γνώμαις, ὅσον τὸ καθ’ ἡμᾶς τάγμα πρὸς τὸ τῶν λαϊκῶν;

Ἐγὼ μὲν οὖν τοῦτο θρηνῶ καὶ διαπονοῦμαι καὶ διασπαράσσομαι τὰ ἐλεεινὰ σπλάγχνα, ζητῶν εἰς τὴν ἐμαυτοῦ σωτηρίαν τινὰ βοήθειαν, ἵνα μὴ ἀπόλωμαι, ἢ θείαν ἢ ἀνθρωπίνην, τὴν δυναμένην ἀνανεώσασθαι τὴν σωτήριον πολιτείαν καὶ ὁδοποιῆσαι καὶ εὐτακτῆσαι ἕκαστα ἡμῶν εἰς τὸ ἀρχαῖον σχῆμα καὶ πολίτευμα, τοῦ κανονικῶς καὶ ἐννόμως, ὡς ὑποφαίνουσιν αἱ τῶν θείων πατέρων βίβλοι καὶ μάλιστά γε ἡ τοῦ μεγάλου Βασιλείου ἀσκητικὴ δέλτος. ὑμᾶς δὲ ὡς ἀληθῶς μακαρίζω, τέκνα, ὅτι ἐν γενεᾷ σκολιαζούσῃ, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ ἐν ἡμέραις τοιαύταις ζητοῦντες ζητεῖτε τὸν κύριον καὶ κατευθύνετε τὰς καρδίας ὑμῶν, καὶ πιστοῦσθε μετὰ θεοῦ τὸ πνεῦμα ὑμῶν εἶναι, καὶ ὅτι ἀνοθεύτως καὶ ἀκαπηλεύτως διατελεῖτε τὴν ζωὴν ὑμῶν, ἀληθείᾳ ἀποταξάμενοι καὶ ἀψευδῶς ἀναχωρήσαντες ἀπὸ τοῦ κόσμου. καὶ τοῦτο καλούμενοι πράγματι φαίνεσθε· ἐμονώθητε γὰρ ἀληθινῶς ἀπὸ πάντων, τῷ μόνῳ θεῷ συναφθέντες διὰ τῆς ἀρίστης πολιτείας καὶ λατρεύοντες.

Ἐντεῦθεν τὸ κοινωνικὸν τῆς ζωῆς ὑμῶν καὶ τὸ μηδὲν ἴδιον ἐπονομάζεσθαι ἀναμεταξὺ ὑμῶν. ἐντεῦθεν ἡ ἄσχετος καὶ ἀκοινώνητος πρὸς τοὺς κατὰ σάρκα ὑμᾶς ποτε γεννήσαντας καὶ ἀγχιστεύοντας ἀπαλλοτρίωσις. ἐντεῦθεν ἡ ἀψευδὴς πίστις καὶ ἕνωσις πρὸς τὴν ἐμὴν ταπείνωσιν διὰ τῆς ἐξαγγελτικῆς τῶν κρυπτῶν καὶ καρδιακῶν βουλευμάτων ὑμῶν φανερώσεως. ἐντεῦθεν ὑμῖν τὸ ἐν τῇ στενώσει πλατύνεσθαι, ἐν τῇ στενοχωρίᾳ εὐρύνεσθαι, ἐν τῇ ἐπιλειψίᾳ τῶν σωματικῶν χρειῶν θεραπεύεσθαι καὶ εὐφραίνεσθαι. καὶ τί δεῖ πολλὰ λέγειν; ἐντεῦθεν ὑμῖν τὸ διαφανεῖς εἶναι καὶ ἐπὶ γλώσσης φέρεσθαι τῶν πολλῶν· καὶ οὐ πλανῶ ὑμᾶς, εἰ καὶ πλανήτης εἰμί, οὐδὲ μεθοδεύω ὑμᾶς, εἰ καὶ σκολιόγνωμος ὑπάρχω. ἀλλὰ δι’ ἣν αἰτίαν ταῦτα λέγω καὶ ὑπομνήσκω; ἵνα στηρίζησθε καὶ κρατύνησθε καὶ ἐναγωνίως ἔχητε, μήπως ἀποπέσητε τῆς τηλικαύτης ἀναβάσεως, μήπως ἀπολιγωρήσητε τῆς τοιαύτης προθέσεως, ἀπειπόντες πρὸς τὰ ὑποτακτικὰ σκάμματα, ἢ παρεκτρεπόμενοι πρὸς τὰ ἐνδιάστροφα τῶν ἀνθρώπων σοφίσματά τε καὶ ληρήματα (οὐ γὰρ ἂν φαίην διδάγματα, καθὸ οὐχ ὑπὸ πνεύματος θείου κεκίνηνται), ἔχοντες καὶ τοῦτο πεπεισμένως, ὡς πολλοὶ καὶ πανταχοῦ πάρεισι φοβούμενοι τὸν κύριον καὶ ὑπὲρ ἡμᾶς θεραπεύοντες αὐτόν. ἀλλὰ πάντοτε τὰ σκάνδαλα καὶ διατί; ἀλλ’ ἵνα οἱ δόκιμοι φανῶσιν.

Τοίνυν τῆς ἀγαθῆς ὑμῶν προθέσεως ἐχόμενοι μήποτε ἀμελήσητε τὸ φιλεῖν τὸν κύριον διὰ τῶν ἀγαθῶν πράξεων, μηδὲ τὸ ἐξερευνᾶν καὶ διαζητεῖν τὰ εἰς σωτηρίαν· πολλὰ γὰρ διαφεύγει ἡμῖν καὶ παραπίπτομεν, ὡς οὐκ οἴδαμεν, καὶ “παραπτώματα”, φησί, “τίς συνήσει”; θέλω δὲ εἰδέναι ὑμᾶς, ὅτι οὐκ ἔστιν ἄλλο μετὰ τὴν ἐξαγόρευσιν σύντομον καὶ ἄφθαστον φάρμακον εἰς σωτηρίαν, ὡς καὶ αὐτοὶ συνεπίστασθε. καὶ ἡνίκα τοῦτο τὸ δῶρον νῦν παρέσχεν ὁ κύριος, τί ὅτι οἱ μὲν βραδύνετε πρὸς τὰς ἐξαγορεύσεις καὶ πνίγεσθε τῇ σιωπῇ καὶ ἑλκοῦσθε καὶ σκωληκιᾶτε τοῖς ἀθριαμβεύτοις λογισμοῖς; ἐγὼ οὖν, τέκνα, κατελεῶν ὑμᾶς εἰμι ἐν τούτῳ, εἴπερ τινὲς καὶ ἐστέ, καὶ ἀσθενῶ τῇ ἀσθενείᾳ ὑμῶν. διατί γάρ, παρ’ ὧν ἐστιν ὑγιαίνειν καὶ φωτίζεσθαι καὶ εὐπροσωπεῖν, ὑποστήκομεν τὰ ἐναντία; οἶδε πάντα ὁ θεός. οὐ γάρ ἐστι κτῆσις ἀφανὴς ἐνώπιον αὐτοῦ. πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. γνωρίζειν δὲ ὀφείλω ὅμως κἀγώ. διὰ τοῦτο ζητῶ τὴν ἐξάγγελσιν, ἵνα γινώσκω τὰ ἐμὰ τέκνα καὶ γινώσκωμαι ὑπὸ τῶν ἐμῶν. αὕτη ἡ γνησία καὶ πνευματικὴ γέννησις, αὕτη ἡ ἀνόθευτος ὑποταγή, αὕτη ἡ ἀμέριμνος ὁδοιπορία, αὕτη ἡ γλυκεῖα προσευχὴ καὶ ἀδιάλειπτος προκοπὴ καὶ ἀναγωγὴ καὶ θέωσις τοῦ κεκτημένου τὸ δῶρον.

εὔξασθε, τέκνα μου, ἵνα ἴδω κἀγὼ μακρόθεν, πῶς τὰ προαύλια τῆς ἀπαθείας, καὶ μάλιστα ἐπιζητουμένης ἐν τῇ τῶν πάντων ὑμῶν κυβερνήσει, καὶ μὴ οὕτως ἐναπομείνω ἀεὶ εἰς τὸ βάρος τῆς ἁμαρτίας.

Καλὸν οὖν τὸ τῆς κατανύξεως δάκρυον πηγαζόμενον, καλὸν ἡ καθαρὰ προσευχή, νυκτερινή τε καὶ ἡμερινή. καλὸν οὖν ἡ ὑπομονὴ τῶν προσκρούσεων, καλὸν ἡ τοῦ ἐργοχείρου ἐπίτασις, καλὸν ἡ τῶν ἀναγνωσμάτων ἀγρυπνητικὴ ἐπακρόασις, καλὸν ἡ βραδύγλωσσος ὁμιλία καὶ ἀγελοίαστος συντυχία, καλὸν ἡ σύμμετρος ἐγκράτεια καὶ μετὰ λόγου καὶ προστάξεως βρῶσις καὶ πόσις· καλὸν ἡ ἀναμνημονευτικὴ τοῦ θανάτου ἔννοια καὶ ἡ τοῦ βίου τῶν ἁγίων κατὰ τὸ δυνατὸν μίμησις· καλὸν ἡ φυγὴ τῆς φρικτοποιοῦ παῤῥησίας καὶ ἡ ἐπικρότησις τῆς θείας ταπεινοφροσύνης. τὰ πάντα δοκιμάζοντες, τὸ καλόν, κατὰ τὸν ἀπόστολον, κατέχετε, καὶ τὴν σήμερον, ὅτι παρήλθομεν, εὐχαριστήσωμεν τῷ κυρίῳ, καὶ ὅτι τὸν κανόνα ἐξετελέσαμεν, κἂν ὠλιγωρήσαμεν· ὡσαύτως καὶ περὶ τῆς αὔριον πάλιν δῴη κύριος δύναμιν καὶ κραταίωσιν, ἐνισχύων καὶ πρὸς τὰς σαρκικὰς καὶ σωματικὰς ἐργασίας, ἀμφοτέρωθεν ἡμᾶς παρηγορούμενος καὶ πλεονάζων ἡμῖν τὰ αὐτάρκη καὶ δέοντα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚϚʹ. Περὶ τῆς ἀρίστης ὑποταγῆς ὑμῶν καὶ τοῦ μηδὲν μέγα ἡγεῖσθαι ὑπὲρ αὐτήν. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, δόξα, δόξα θεῷ τῷ ἀφορίσαντι ἡμᾶς ἐκ κοιλίας μητρὸς ἡμῶν εἰς τὸ ἱερὸν ἐπάγγελμα τοῦτο. χάρις κυρίῳ τῷ καλέσαντι ἡμᾶς εἰς τὸν θαυμαστὸν καὶ μακάριον τῆς μοναδικῆς πολιτείας τρόπον. ἡμῖν ὡς ἀληθῶς δέδοται, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀλλ’ οὐκ ἀπὸ σκοποῦ, τοῦ “γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν” μᾶλλον ὑπὲρ τοὺς κατὰ κόσμον, “ὅτι βλέποντες οὐ βλέπουσιν” οἱ πολλοὶ αὐτῶν, ὡς ἔστι τὰ πράγματα. τί γὰρ καὶ οἶα τὰ ἐκείνων; μακαριοῦνται πλοῦτον, τὴν παραυτίκα δόξαν· χαίρουσι τρυφαῖς καὶ ἀπολαύσεσι· γάνυνται μύροις καὶ οἰνοφλυγίαις, μαλακοῖς τε ἱματίοις καὶ ἵππων ἀγέλαις, ἀνδραπόδων τε πλήθεσι καὶ γαιῶν πολλῶν κατασχέσεσιν, οἰκημάτων κάλλεσι καὶ λίθων διαφανῶν ἀγλαΐσμασι καὶ τῇ λοιπῇ ματαίᾳ ποικιλίᾳ· γελῶσι, πηδῶσι, σκιρτῶσιν ὡς ἔριφοι καὶ κορέννυνται καὶ λιπαίνονται ὡς ἕτοιμοι ὕες πρὸς σφαγήν. καὶ μή τι εἴπωμεν τῶν ἄλλων παθῶν τὸν ἐσμόν· παρατρέχει γὰρ ὁ λόγος τὰ ἐξ αὐτῶν τικτόμενα τῆς ἁμαρτίας ἔκγονα καὶ ἀποτελέσματα.

καὶ ταῦτα αὐτοῖς τῶν ἐπαινουμένων τὰ αὐχήματα καὶ ἀγαλλιάσματα, ἀλλ’ οὐ γὰρ τοῖς σταυρώσασι τὴν σάρκα “σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις” αὐτῆς, οἷοί ἐστε καὶ ὑμεῖς οἱ τῷ κυρίῳ Ἰησοῦ Χριστῷ, κατὰ τὸν ἀπόστολον, τὴν σάρκα σταυρώσαντες· ἄλλος γὰρ ὁ πόθος καὶ ἐπ’ ἄλλοις ἡ ἔφεσις ἡμῶν, ὦ τέκνα. ζητοῦμεν καὶ ἐκζητοῦμεν τὴν πάλαι δίαιταν τοῦ Παραδείσου τῆς τρυφῆς, ἐξ ἧς ἀποβεβλήμεθα. ἀναπολοῦμεν καὶ ἀναγνωρίζομεν τὸ ἀρχαῖον πολίτευμα ἡμῶν. ἀναχωροῦμεν κόσμου πλάνου καὶ ἐρχόμεθα εἰς θεόν. ἀπεκδυόμεθα σκότος βιωτικὸν καὶ ἐνδιδυσκόμεθα φῶς νοερόν. βλέπομεν εἰς οὐρανὸν ἄνω καὶ γινώσκομεν λόγον κτίσεως, καὶ ἀποκτώμενοι τὰ πάντα δεσπόζομεν τῶν ἁπάντων καὶ—ὢ τοῦ μεγάλου ἐπαγγέλματος!—τίς ἡμᾶς διέστησεν ἀπὸ σαρκὸς καὶ αἵματος, ἀπὸ τῶν φυσάντων καὶ ἀπὸ τῶν ἐγγόνων, ἀπὸ τῶν συνήθων, ἀπὸ τῶν ὁμηλίκων, ἀπὸ τῆς πατρίδος, ἀπὸ τῶν πόλεων, ἀπὸ τῶν ἀγορῶν, ἀπὸ τῶν ὄχλων καὶ δήμων καὶ πάντων τῶν περικοσμίων; τίς ἡμᾶς ἔπεισε δούλους ἑαυτοὺς ἐκδοῦναι τοῖς πνευματικοῖς ἡγουμένοις καὶ πατράσι καὶ ἀναλαβεῖν τὸν ἀσκητικὸν ἀγῶνα τὸν δι’ ἐγκρατείας, ἀγρυπνίας τε καὶ χαμευνίας, διανυόμενον καθ’ ἑκάστην;

τίς ἡμᾶς ἐφώτισε βλέπειν ἀδιαστρόφως καὶ μηδὲν μέγα νομίζειν χρυσὸν καὶ ἄργυρον καὶ κάλλος καὶ φαντασίαν, αὐτὸ τὸ βασιλικὸν διάδημα καὶ πορφυρικὸν περιβόλαιον, ἀλλ’ αἱρετώτερόν τι μᾶλλον καὶ ἀξιωματικώτερον καὶ ἐντιμότερον ἡγεῖσθαι τὸ ταῦτα τὰ ῥάκια καὶ πολύῤῥαφα ἱμάτια περιβεβλῆσθαι καὶ ἐν αὐτοῖς ὑπὲρ τὰς λαμπρὰς χλαίνας ἀποσεμνύνεσθαι; τίς ἐδυνάμωσεν ἡμᾶς φυγεῖν ὕλην καὶ σάρκα καὶ τοῖς ἄνω συναρμοσθῆναι διὰ τῆς παρθενείας καὶ ἀφθόρους καὶ ἁγνοὺς διαμένειν κατὰ τοὺς ἀγγέλους;

Ταῦτα τοίνυν τὰ ἡμέτερα, ὦ ἀδελφοί, ἐγκαυχήματα, ἃ ὁ θεὸς ἐδωρήσατο ἡμῖν, ἀγαπήσασιν αὐτὸν καὶ ποθήσασι τὰ μέλλοντα, φῶς ἀπρόσιτον, δόξαν αἰωνίαν, χαρὰν ἀνεκλάλητον, εὐφροσύνην ἀδιάλειπτον, κληρονομίαν αἰώνιον, βασιλείαν οὐράνιον, χοροστασίαν ἀκατάλυτον, θεωρίαν τρισμακάριστον, πλοῦτον ἄρρευστον, πᾶν εἴ τι καλὸν καὶ τερπνὸν τῶν τοῖς ἁγίοις ἀγγέλοις καὶ μακαρίοις ἀπ’ αἰῶνος πατράσιν ἐπηγγελμένων. ἐπεὶ οὖν ταῦτα οὕτως, βλέπωμεν καὶ προσέχωμεν, μήποτε ἀνθαιρώμεθα τὰ ἐναντία καὶ φθάσωμεν κατόπιν τῶν βιωτικῶς διαζώντων. διὸ ἁγνίσωμεν ἑαυτοὺς ἔτι καὶ παρθενεύσωμεν ἔτι καὶ φροντίσωμεν ἀπὸ νοὸς καὶ αἵματος καὶ καρδίας καὶ σώματος, καὶ μηδόλως δῶμεν παῤῥησίαν τῷ δαίμονι. λόγος λόγον καταπιέζει, καὶ βλέμμα βλέμμα σκαμβάζει, καὶ ἀμέλεια ἀμέλειαν περιέπει, καὶ κατὰ μικρὸν μικρὸν γωνιάζοντες καὶ ἰδιάζοντες καὶ ὡς νυκτικόρακες εὑρισκόμενοι ἀποκυοῦμεν τὸν τῆς ἁμαρτίας θάνατον. μὴ οὖν, τέκνα, οὕτως, μή, δέομαι καὶ ἀντιβολῶ· προσέχετε ἀπ’ ἀλλήλων. ἐκ τοῦ πλησίον ἡ ζωὴ καὶ ὁ θάνατος, κατὰ τὸν εἰπόντα, ἐλεεινὸν τὸ βάραθρον, τοῦ αἰωνίου πυρὸς τὸ ἀνταπόδομα. μὴ εἴπῃς “ἐπανελθὼν ἐπανῆκα”, μὴ φθέγξῃ “χρονιῶν ἐχρόνισα”, μὴ λογίσῃ “δυναμωθεὶς ἐνεδυναμώθην”. μικρὰ ἀμέλεια, καταφρόνησις, ἐπὶ τὸ αὐτὸ ἀφυλάκτως σε προσλαμβάνουσα καὶ χειραγωγοῦσα, εἰς τὸ βάραθρον τῆς ἁμαρτίας καταβάλλει.

Σκοπεῖτε καὶ ὁρᾶτε, μικροὶ καὶ μεγάλοι, προάγοντες καὶ ἀκολουθοῦντες, ἄρχοντες καὶ ἀρχόμενοι· ἄνω ἐμακαρίσθημεν, ὧδε ἐταλανίσθημεν· ἄνω ἐδοξάσθημεν, ὧδε ἠτιμάσθημεν· ἄνω ἀγγελικῶς ἐβιώσαμεν, ὧδε σατανικῶς ἐπορεύθημεν. “συνέφερεν αὐτῷ”, φησίν, “εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος”. συμφέρει καὶ ἐπὶ τῷ τοιούτῳ ταῦτα εἰρῆσθαι, πλὴν ἀνακτέον καὶ ἐπιστρεπτέον. καὶ ταῦτα οὐ λυπεῖν ὑμᾶς θέλων ἐνεθέμην τῇ παρούσῃ κατηχήσει, ἀλλ’ ἵνα, τέκνα μου, διὰ τῆς προαγγέλσεως τὴν ἐρχομένην ῥομφαίαν τῆς ἁμαρτίας ἐξ ὑμῶν τε αὐτῶν κἀμοῦ τοῦ ταπεινοῦ ἐξεώσωμαι ψυχῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΖʹ. Περὶ τῆς ἑορτῆς τῶν ἁγίων Θεοφανείων. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, πάλιν προεόρτιος ἡ κατήχησις, ἀπὸ τῆς τῶν γενεθλίων τοῦ Χριστοῦ εἰς τὴν τῶν ἐπιφανίων ἡμέραν καταντήσασα, οὐ σχοῦσα μὲν οὐδὲ ἔχουσά τι πρὸς ἀξίαν, οὐ λέγω τῶν θείων πανηγύρεων (τοῦτο γὰρ ἁγίων καὶ θεοσόφων ἔργον), ἀλλὰ τῆς ὑμῖν προσηκούσης ὑπομνήσεως. πλὴν καὶ τὸ νῦν καταβλητέον ἡμῖν τὸ εἰς δύναμιν. ἐδιδάχθημεν οὖν πρότερον [τὸ] τοῦ Χριστοῦ γενέθλιον, ὅτι Χριστὸς “ἐφανερώθη ἐν σαρκί, ὤφθη ἐν κόσμῳ· ἦλθε γὰρ εἰς τὰ ἴδια, κἂν οἱ ἴδιοι αὐτὸν οὐ πάντες ἐδέξαντο”. ἡμεῖς δέ, ἐπεὶ ἐδεξάμεθα αὐτόν (καὶ γὰρ τοῖς τῆς πίστεως ὀφθαλμοῖς καὶ εἴδομεν ἐν σπηλαίῳ τεχθέντα παρθενικῶς τε καὶ ἀπερινοήτως ἐκ τῆς προφήτιδος), καὶ προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ σὺν ἀγγέλοις τὴν τῆς εὐδοκίας αὐτοῦ ὑμνολογίαν ἀνεπέμψαμεν.

Ἐλάβομεν “ἐξουσίαν τέκνα θεοῦ γενέσθαι”, ὡς ὁ θεῖος εὐαγγελιστὴς βοᾷ, ἀποῤῥίψαντες τὰ ἐκ σαρκὸς καὶ αἵματος καλύμματα τῶν παθῶν εἰς τὸ τὰ ἱερὰ αὐτοῦ ἐπιφάνια θεάσασθαί τε καὶ ὑποδύσασθαι. ἄπεισιν ὁ λόγος πρὸς τὴν φωνήν (καιρὸς γὰρ ἧκε τῆς τελειώσεως· μέχρι γὰρ τῆς δεῦρο τριακονταετίᾳ ὑποτάσσεται ἀνθρωπίνως τοῖς γονεῦσι, τυπῶν ἡμῖν τὸ ὑποτακτικόν, καὶ τοῦτο, ὡς βούλει, εἴτε φυσικῶς λαβεῖν, εἴτε πνευματικῶς), ὁ νυμφίος πρὸς τὸν νυμφαγωγόν, ὁ δεσπότης πρὸς τὸν δοῦλον, ὁ ἐνσώματος θεὸς πρὸς τὸν ἔνσαρκον ἄγγελον· ὑπέξεισι γὰρ ἄρτι ὁ Ἰωάννης ἐκ τῆς ἐν ἐρήμῳ διαγωγῆς, ὅλως θεοφορούμενος καὶ πατροκινήτως διδασκόμενος, ἑτοιμάσαι τὰς ὁδοὺς κυρίου, εὐθείας ποιῆσαι τὰς τρίβους αὐτοῦ, κατασκευάσαι λαὸν περιούσιον. ἐπεὶ δὲ ταῦτα ἐγεγόνει διὰ τοῦ ἐν μετανοίᾳ βαπτίσματος, ὑπαντᾷ τὸν Ἰησοῦν ἐρχόμενον καὶ ἀνακράζει “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου”. ἐπιζητεῖ ὁ Χριστός μου πρὸς αὐτοῦ τὸ βάπτισμα· θάμβους πληροῦται ὁ Ἰωάννης· κατεπείγει αὐτὸν ὁ δεσπότης εἰς ὑπακοήν, ἀναδύεται καὶ ἀναβάλλεται ὁ ὑπηρέτης τὰ θεοπρεπῆ ἐκπληρῶσαι. πῶς οἴει τὸν Πρόδρομον, ἐν μεταιχμίῳ δύο παθῶν γενόμενον, τῷ μὲν πρὸς ὑπακοὴν συνωθούμενον, τῷ δὲ πρὸς συναίσθησιν τῆς οἰκείας ἀναξιότητος ἀντωθούμενον;

ἐνενόει γάρ, ὡς εἰκός, καὶ ἐφθέγγετο τοιαῦτα· “πῶς τελετάρχου σχῆμα ὑποδήσομαι ὁ βραχὺς ἐγὼ καὶ ἀτέλεστος καί σε τὸν παντέλειον θεὸν τελεταρχήσω; πῶς ἅψομαι κορυφῆς τοῦ κλίναντος οὐρανοὺς καὶ καταβάντος, τοῦ μετροῦντος τὰ ὅρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ καὶ πᾶσαν τὴν γῆν σπιθαμῇ; πῶς καταδύσω ἐν τοῖς ὕδασι καὶ γυμνὸν ἴδοιμι τὸν ἀπερίληπτον καὶ περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις”;

Ἀλλ’ ὅμως ὁ Χριστός μου (οὕτω πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην)—ὢ τῆς μεγάλης συγκαταβάσεως!—τὴν ἐσθῆτα ἀπαμφιέννυται, εἰς τὸ ῥεῖθρον κάτεισι, βαπτίζεται καὶ ἡ μὲν θάλασσα, ὡς ὁ ἱεροψάλτης Δαβίδ, “εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω” καὶ τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατῆλθεν, ἡ δὲ φωνὴ πατρόθεν ἐπιμαρτυροῦσα “οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα”. εἶτα ἄνεισιν ἐκ τοῦ ὕδατος ὁ Χριστὸς καὶ φωστὴρ καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν. ὢ μακαρίας χειρὸς τῆς ἁψαμένης κεφαλῆς, δι’ ἧς κεφαλὴ πάντων τῶν προφητῶν ἀνηγόρευται! ὢ παλάμης παμμεγέθους, κρατησάσης κάραν τοῦ ἐν οὐρανῷ καὶ γῇ καὶ τοῖς πᾶσιν ἀχωρήτου! ὢ ἱερέως θεοχειροτονήτου καὶ πάντων ἱερέων ὑψηλοτέρου, θεὸν καταξιωθέντος ἐν σαρκὶ βαπτίσαι! φῶς ἔλαμψεν, ἀνίσχοντος ἐκ τοῦ ὕδατος τοῦ ἡλίου τῆς δικαιοσύνης, κατὰ τὴν τῇδε ἡμέραν, καὶ νοερῶς καὶ αἰσθητῶς γήθει καὶ ἀγάλλεται καὶ φαιδρύνεται ἥ τε γῆ Ζαβουλὼν καὶ Νεφθαλείμ, ἥ τε Γαλιλαία τῶν ἐθνῶν καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, μᾶλλον δὲ πᾶσα ἡ οἰκουμένη.

Πρὸς ταῦτα δοξάσωμεν, πρὸς ταῦτα φωτισθῶμεν καὶ ἡμεῖς φῶς γνώσεως, καὶ οἷον τῇ θεωρίᾳ γενόμενοι κατὰ τὸν Ἰορδάνην ἴδωμεν τὸ μέγα φῶς, τὸν Χριστὸν ἡμῶν βεβαπτισμένον, καὶ προσπτυξώμεθα τὰ ἐν τοῖς ὕδασιν ἴχνη αὐτοῦ ἀκατάληπτα, καὶ μηκέτι πρὸς τὸ σκότος ἐπιστρέφωμεν τῆς ἁμαρτίας, ἀλλὰ συνίωμεν καὶ συμπορευοίμεθα, ὀπαδοὶ καλοὶ γεγονότες, καὶ πρό γε τούτου συμβαπτισθῶμεν αὐτῷ· ἔξεστι γὰρ καθ’ ἡμέραν, εἰ βουλόμεθα, τῷ τῶν δακρύων βαπτίσματι λέγω, τῷ ὄντι γὰρ καθαρτήριον καὶ ἀείφωτον. οἴκοθεν ἡμῖν τὰ νάματα, ἔχομεν καὶ ἡμεῖς Ἰορδάνην, τῷ τῆς κατανύξεως ῥείθρῳ φωτιζόμενοι. τὸ καθ’ ἑκάστην συνεπώμεθα. κἂν εἰς ὄρος ἀνέλθῃ, συνανίωμεν αὐτῷ· κἂν πειράζηται ὑπὸ τοῦ διαβόλου, τὸν πειραστὴν ἑλεῖν βουλόμενος, συμπειρασθῶμεν αὐτῷ πρὸς μικρόν, ἵν’ εἰς αἰῶνας ἀνενόχλητοι διαμείνωμεν. κἂν νηστεύῃ ὡς ἄνθρωπος τεσσαρακονθήμερον, τῷ ἐφημερησίῳ κανόνι ἢ καὶ τῷ ὑπερημερησίῳ ἐν καιρῷ συννηστεύσωμεν αὐτῷ, ἵνα τρυφήσωμεν τὰ ὑπὲρ ἔννοιαν ἀγαθὰ ἀιδίως. οὐκ ἐτέρφθη ὁ Χριστὸς τῷ εἴδει πασῶν τῶν ὑποδειχθεισῶν αὐτῷ βασιλειῶν τῆς γῆς πρὸς τοῦ Σατανᾶ· μηδ’ ἡμεῖς καταθελχθῶμεν τοῖς τερπνοῖς τοῦ παρόντος βίου, ἢ καὶ ταῖς τῆς παρούσης πόλεως περικαλλείαις καὶ ἀπατωσύναις, καὶ ἐν τούτῳ οὔτε πεσούμεθα, οὔτε προσκυνήσομεν τῷ Σέραπι.

οὐκ ἠπατήθη ὁ Χριστὸς ἡμῶν εἰπὼν τοὺς λίθους ἄρτους γενέσθαι· μήτι γε καὶ ἡμεῖς, ὡς ὑποβάλλει ὁ δράκων, τὰ πονηρὰ ἢ ἐν τῇ καρδίᾳ ἢ ἐν τῇ γλώσσῃ φθεγγοίμεθα, ἀλλ’ εἴπωμεν θεολέκτως “ἄπελθε ὀπίσω μου, Σατανᾶ”. ἂν οὕτως ἀποκρουσώμεθα αὐτὸν καὶ οὕτω ποιήσωμεν, οἰχήσεται καὶ ἀφανισθήσεται, μᾶλλον δὲ καταργηθήσεται, καὶ ἄγγελοι ἡμῖν ὀφθήσονται διακονούμενοι, καὶ συγκαταβησόμεθα τῷ Χριστῷ καὶ εἰς μαθητὰς αὐτοῦ ταχθησόμεθα, καὶ τῇ ἀπαθείᾳ περίδοξοι ἐσόμεθα, ὡς φῶτα τέλεια ἐν κόσμῳ, ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΗʹ Περὶ τῆς κρατίστης διαγωγῆς ἡμῶν, ῥηθεῖσα ἐν τῇ ἑβδομάδι τῶν Βαΐων. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ἡ τῆς χαρᾶς ἡμέρα ἔφθασεν (ἡ γὰρ τῶν νηστειῶν περίοδος ἤδη τετελείωται) καὶ εὐλογημένοι ὑπὸ κυρίου, ὅτι τὸν κόπον καὶ τὸν καύσωνα ἠνέγκατε τῆς ἐγκρατείας, τὸ ἐπιτεταμμένον τῆς ἀγρυπνίας, τὸ εὔτονον τῆς ψαλμῳδίας, τὸ ταλαίπωρον τῆς κατὰ χρείαν ἐργασίας ἔν τε διασκάψεσιν, οἰκοδομήμασί τε καὶ λεπτουργήμασι, καλλιγραφήσεσί τε καὶ ὑφάσμασιν, ἱματοῤῥαφήσεσί τε καὶ ὑποδηματοῤῥαφήσεσι καὶ ταῖς κατὰ πᾶν ὅτι οὖν τῶν οὐσῶν διακονιῶν ἐγχειρήσεσι· καὶ γὰρ οὐδὲ τὴν τυχοῦσαν παροπτέον, ἀλλὰ ἑκάστῃ καὶ παντοίᾳ θεῷ ἀνακειμένῃ τῇ τοῦ κρατοῦντος αὐτὴν καθαρᾷ λειτουργίᾳ· μὴ γὰρ μέγα τι πρὸς κόπον τοῦ τὸν στίχον λέγοντος καὶ ὑπομνήσκοντος καθ’ ἑκάστην περὶ τοῦ θανάτου; ἀλλ’ οὖν ἐπ’ αὐτῇ καὶ μόνῃ, καθ’ ὃ δυνάμεως ἔχει, τὴν μισθαποδοσίαν αὑτοῦ λήψεται, ἴσα τυχὸν καὶ τοῦ οἰκονομοῦντος τὰ μείζονα. τί λοιπὸν εἴπωμεν ἐπὶ τοῦ τὰ δεύτερα φέροντος, ἢ τῶν ἐπιστημοναρχούντων, ἢ τῶν ἐπιτηρούντων, ἢ τοῦ κανοναρχοῦντος, ἢ τοῦ κελλαρεύοντος, ἢ τοῦ τραπεζοποιοῦντος, ἢ τοῦ σκυτοδεψοῦντος, ἢ τοῦ μεμβρανοποιοῦντος, ἢ τοῦ κηπουργοῦντος, ἢ τῶν ἄλλων, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγωμεν; μεγαλόδοξοι οἱ μισθοί, πολυγέραστοι οἱ ἐγχειρισμοί, ἀθλητικοὶ οἱ ἀποτελεσμοί.

οὕτως ἡμᾶς ἡ θεία χάρις καλῶς παρήγαγεν, καὶ ἔτι γε παραγάγοι καὶ ἐκ δυνάμεως εἰς δύναμιν μετενέγκοι τὸ θεοσύνθετον σύστημα, τὸ ἀδιάῤῥηκτον συνάθροισμα, τὸ νεοκατασκεύαστον κατάστημα, ἀλλ’ οὖν ἀρχαιογνώριστον διαβίωμα, τὸ μόνον πρὸς θεὸν ὁρῶν καὶ πρὸς οὐδὲν ἄλλο ἐπιστρεφόμενον, τὸ ἐν κόσμῳ ὁμοψύχημα. εὖγε, εὖγε τῇ κρατίστῃ διαγωγῇ ὑμῶν καὶ τῷ παναρίστῳ καὶ θαυμαστοτάτῳ δρόμῳ, ὦ ἀδελφοὶ αἰδεσιμώτατοι!

Τί δαὶ περὶ τῆς ἑορτῆς ὑπομνήσωμεν, ἄγλωττοι καὶ ἐναγεῖς τυγχάνοντες; ἐπειδὴ καὶ λόγου χρεία καὶ ψυχῆς καθαρότης, πρὸς τὴν τῆς ὑποθέσεως δύναμιν (τὸ γὰρ μὴ καθαρῶς, φησίν, τοῦ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτόν), ὅμως ἕλκομαι δι’ ὑμᾶς μνήμην καὶ μόνην ἐπενεγκεῖν, ἵνα καθαγιασθῇ ἐμοῦ μὲν λέγοντος τὸ ταπεινὸν στόμα, ὑμῶν δὲ ἐπαΐουσαι αἱ καλαὶ ἀκοαί. ὁ πανταχοῦ παρὼν Χριστὸς ὁ θεὸς ἡμῶν μεταβαίνει σήμερον σαρκικῶς ἐκ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν, πρὸς τὸν ἀοίδιμον Λάζαρον, ἤδη μέλλοντα θνήσκειν· προκατατίθησι γὰρ τὰ τῆς ἑαυτοῦ ἀναστάσεως ἐνέχυρα καὶ προλάμπει τὰς ἀκτῖνας τῆς ἀφθαρσίας διὰ τῆς τούτου ἀναζωώσεως. μεταβαίνοντι δὲ τί φάσκει ὁ τῶν μαθητῶν ἀξιοπιστότερος καὶ ἀξιάγαστος Θωμᾶς, ὁ λεγόμενος Δίδυμος; “ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ”. ἴδε πίστεως θερμότητα μαθητοῦ καὶ ὀξύτητος φίλημα! συνανήγειρεν ὅλον τὸν ἀποστολικὸν ἐκεῖνον χορὸν καὶ παρέθηξεν εἰς εὐτολμίαν ἀνδρικὴν συγκινδυνεῦσαι τῷ διδασκάλῳ!

Ταῦτα οὐχ ὡς ἔτυχεν, οὐδὲ μέχρι τοῦ γράμματος ἵσταται, ἀλλ’ εἰς ἡμᾶς διαβαίνειν τὸ ὑπόδειγμα ἱστόρηται, ἵνα καὶ ἡμεῖς συνεπώμεθα τοῖς ἡγουμένοις, κἂν θανάσιμα εἶεν τὰ προκείμενα. ἐπεὶ δὲ διήνυε τὴν ὁδόν, λέγει φανερῶς τοῖς φοιτηταῖς, “Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ ἀπέρχομαι ἵνα ἀναστήσω αὐτόν”. μέγα, ὅτι ἠξίωται Λάζαρος φίλος καλεῖσθαι τοῦ πάντων δεσπότου. ὢ τῆς ἀῤῥήτου συγκαταβάσεως, εἰς τοσοῦτον ἡκούσης μέτρον ταπεινώσεως, ἵνα φίλον τὸν ἄνθρωπον ὀνομάσῃ. ἐν τῷ Λαζαρικῷ προσώπῳ πᾶν τὸ ἀνθρώπινον ἔκπαλαι διὰ παρακοῆς, διὰ τοῦ πρωτοπλάστου, ἐχθράναν εἰσποιούμενος καταφιλιάζει, καὶ οἱ ποτὲ μακρὰν ὄντες τῇ διαστάσει τῆς κατὰ ἁμαρτίαν ἔχθρας ἐγγίζομεν ἄρτι τῇ θείᾳ ἀγάπῃ, καὶ οἱ τὴν ἐπίκηρον καὶ θνητὴν ζωὴν λαχόντες ἀθανατιζόμεθα τῇ τοῦ κοινωνήσαντος ἡμᾶς κατὰ φύσιν λόγου θεότητι. “ὁ λόγος γάρ”, φησίν, “σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν”. ἀλλ’ ἀνίωμεν εἰς τὸ προκείμενον.

Εἰσελήλυθε τοίνυν ἐν τῇ Βηθανίᾳ καὶ τὸν ἐν δεήσει κλαυθμὸν Μάρθας τε καὶ Μαρίας ὑπακούσας οἰκτιρμόνως ἐρωτᾷ ὁ ἀληθής, ποῦ τέθειται ὁ θανών; δακρύει ὁ σωτὴρ ἀνθρωπικῶς, δύο φύσεων δεικνὺς τὴν ἀλήθειαν. τῇ γὰρ θεϊκῇ ἐμβριμήσει ἀνακόπτει τὸ δάκρυον. μανθάνει οἰκονομικῶς ὁπόσων ἡμερῶν τὸ ἀποβίωμα καί φησιν, “ὅτι τεταρταῖός ἐστι”. παραθαῤῥύνει τὰς πενθούσας, κρατυνομένας ἐν τῇ πίστει· παρακελεύεται τοὺς παρόντας ἀποκαλύψαι τὸν τάφον καὶ ὁ τῆς ζωῆς ταμίας καὶ τῆς πνοῆς διαδότης μεγάλῃ τῇ φωνῇ φησιν “Λάζαρε, δεῦρο ἔξω”, καὶ θᾶττον ὁ τεθνηκὼς ἀνίσταται καὶ ὁ σεσηπὼς σεσάρκωται, καὶ ὁ ἄπνους ἐζώωται καὶ τῷ μόνον εἰπεῖν ἔργον νῦν παριστάμενον· ὁ γὰρ εἰπὼν “γενηθήτω φῶς καὶ ἐγένετο”, ὡς καὶ ἐπὶ τῶν ἄλλων κτισμάτων, οὕτω καὶ ἐπὶ τοῦδε ἢ μόνον ἐφώνησε καὶ τῇ πλήξει τοῦ φθόγγου ἡ θεϊκὴ ἐνέργεια ἐκ θανάτου εἰς ζωὴν τὸν νενεκρωμένον ἐπανήγαγε. Λαζάρου τοῦ μακαριωτάτου ἑορτάζωμεν τὰ μνημόσυνα, μᾶλλον δὲ τὰ ἐγέρσια, Λαζάρου ἐκείνου τοῦ τριάκοντα ἔτη ζήσαντος, ὡς ὁ λόγος, καὶ ἐπισκοπήσαντος μετὰ τὴν ἀνάζησιν!

Ταῦτα τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐγέρσεως τὰ προαύλια. ταῦτα τὰ κατὰ τοῦ θανάτου προμηνύματα, καὶ χαίρομεν καὶ συγχαίρομεν ταῖς περὶ Μάρθαν καὶ τὸ ἱερὸν τεράστιον ἐξομολογούμεθα· ἀλλὰ καὶ ὡς οἱ παῖδες τοῖς τῶν ἀρετῶν κλάδοις τῇ κακίᾳ νηπιάζοντες προσυπαντήσωμεν Χριστῷ, εἰσιόντι εἰς τὰ Ἱεροσόλυμα, καὶ προφητικῶς ἀνακράξωμεν· “χαῖρε, πόλις Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πραΰς, ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου”, τὸ τῶν ἐθνῶν ἄλογον, ὡς λόγος, ὑποτάξων, καὶ δαβιτικῶς μελῳδήσωμεν· “ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου” ἐπὶ τὸ πάθος τὸ ζωηφόρον καὶ ἑκούσιον. ἐνταῦθα σταίημεν τῆς κατηχήσεως, εὐχαριστοῦντες τῷ δι’ ἡμᾶς δεδωκότι τὴν μακρὰν ὑπόμνησιν, αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΘʹ. Περὶ τοῦ σωτηρίου πάθους καὶ περὶ ὁμονοίας. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, εὔθυμός εἰμι τῷ πνεύματι καὶ ἔδωκέ μοι ὁ κύριος πασχάζειν ἐν ἀγαλλιάσει, ἀποσκευασαμένῳ τὸ λυπηρὸν τῆς ταλαιπώρου μου ψυχῆς χάριν τοῦ ἀδελφοῦ ἡμῶν καὶ ἡγουμένου Τῶν Καθαρά· τῷ ὄντι γὰρ “περίλυπός εἰμι ἕως θανάτου”, σχεδὸν εἰπεῖν, διαναβαλλομένου αὐτοῦ καὶ ἀποσειομένου τὸ ἐγκρινόμενον ἡμῖν θεοπρεπῶς καὶ σωτηρίως. καὶ ὅρα τῆς ὑπακοῆς ἡλίκον ἐστὶ καὶ οὐράνιον τὸ κατόρθωμα, ζωῆς αἰωνίου ἐφόδιον, ὥσπερ καὶ τὸ ἐναντίον τῆς παρακοῆς φέρον εἰς κίνδυνον. ἐκεῖνον μὲν οὖν ἡ χάρις τοῦ ἁγίου πνεύματος, εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, σὺν τῇ ὑμετέρᾳ δεήσει, καταρτίσειεν, σθενώσειεν, ὁδηγήσειεν ποιμαίνειν οὐκ ἐν σκεύεσιν ἀπείρου ποιμένος, ἀλλ’ ἐν δυνάμει θείᾳ τὸ πεπιστευμένον αὐτῷ ποίμνιον, καὶ δοίη δι’ ὁμοψυχίας ἓν ἡμᾶς εἶναι καὶ εἰς ταὐτὸ ζῆν, καθὼς κέκριται.

Ὑμᾶς δὲ ποίοις λόγοις παρακαλέσομεν, ὦ τέκνα πολυπόθητα, καὶ τίσιν ὑπομνήμασι λαλήσομεν τὰ τῆς παρούσης ἡμέρας; ἤδη τὸ κατὰ τοῦ κυρίου συμβούλιον συναθροίζεται σήμερον καὶ ἐπὶ τὸ αὐτὸ συνέρχονται ἄρχοντες καὶ λαοὶ συλλαβέσθαι τὸν δίκαιον, καὶ ἀνθ’ ὧν ὤφειλον ὡς εὐεργέτῃ ἀμείβειν τὰ κράτιστα, ὑπὲρ τούτων ἐπέρχονται ὡς κύνες λαβεῖν αὐτόν· ψυχὴ γὰρ ἐπίφθονος καὶ βασκαίνουσα μᾶλλον ἀγριαίνει ταῖς θεραπείαις, ἕως ἂν εἰς αὐτὸ φθάσῃ τὸ θανατῶσαι τὸν εὐεργετήσαντα. ἐλεεινὸν δέ, ὅτε καὶ μαθητὴς συνεπιτίθεται τοῖς κακοῖς καὶ τὸν διδάσκαλον ἐνεδρεύεται. τοιοῦτός ἐστιν ὁ παράφρων Ἰούδας. λαμπτὴρ ὢν ἐσκοτίσθη· ἐν ὑψηλῇ πολιτείᾳ ὑπάρχων ἔπεσεν ὡς ὁ Ἑωσφόρος· ὁ πρὶν ἰώμενος νῦν ἐτραυματίσθη· ὁ ἔχων τῆς ἀποστολῆς ἀξίωμα τὸ τῆς ἀποστασίας περιβόλαιον ἐνδύεται· ὁ τῶν ἀποῤῥήτων μυστηρίων ὑποδοχεὺς ἄρτι τῶν διαβολικῶν βουλευμάτων ὑπουργὸς καθίσταται. φεῦ τῆς ἀπανθρωπίας! ἀβάλε τῆς ἀβελτηρίας αὐτοῦ! ἆρα πῶς λήθαργος κατέστη τῶν τηλικούτων κατορθωμάτων; ἆρα πῶς προήχθη εἰς τοιαύτην τόλμαν; ἀλλ’ ὅμως ἡ πονηρία πάντα πράττειν οἶδε, καὶ διαστρέψασα τὸ νοερὸν τῆς ψυχῆς κατ’ ὀλίγον εἰς ἀλογίαν περιτρέπει τὸν ἄνθρωπον.

διὰ τοῦτο λυττᾷ κατὰ τοῦ δεσπότου ὁ τάλας καὶ μεγαλύνει ἐπ’ αὐτὸν ψαλμικῶς πτερνισμόν, εἰσιὼν καὶ ἐξιὼν δολερῶς καὶ λόγον παράνομον τιθέμενος κατ’ αὐτοῦ καὶ τὴν τοῦ μύρου κένωσιν ὡς ἀτοπίαν καταιτιώμενος. οἷοί εἰσι καὶ οἱ νῦν προδόται τῆς ἀληθείας καὶ τῆς ἱερᾶς ὑποταγῆς διασπασταί, λογύδρια βατταρίζοντες περιδέξια αὐτοῖς καὶ συνήγορα τῆς ἀποστασίας.

Ἀλλ’ ὁ μὲν οὕτως κινούμενος καταπρίαται τὸν ἀτίμητον εἰς ὀλιγοστὰ ἀργύρια, καὶ οὐδὲ τὸ τῆς συνδειπνήσεως αἰδεσθεὶς οἰκείωμα, οὔτε τὸ τῆς διανίψεως ἐκπλαγεὶς ὑπόδειγμα, οὐ μὴν οὐδὲ τὸ τῆς διελέγξεως ἐντραπεὶς πρόσρημα, οὐδ’ ὅτι τὸ γλωσσόκομον πεπιστευμένος διαβαστάζειν στέργει, ἀλλ’ ἀποῤῥήγνυται τοῦ χοροῦ τῶν συμμαθητῶν καὶ συνάπτεται τῶν δαιμόνων τῷ ἀρχηγῷ, καὶ ὅλην τὴν σπεῖραν νύκτωρ ἐπιφερόμενος καταλαμβάνει τὸν ποθούμενον τόπον καὶ προδίδωσιν ἐν φιλήματι δολίῳ “τὸν κύριον τῆς δόξης”· ἡμεῖς δέ, ὦ ἀδελφοὶ καὶ τέκνα, μιμηταὶ τῶν λοιπῶν ἀποστόλων γινόμενοι ἀδιάσπαστοι μείνωμεν, καὶ ὁμολογοῦντες ἀποθνήσκειν ὑπὲρ ἐντολῆς, συναποθάνωμεν αὐτῇ, ἐν μηδενὶ πτυρόμενοι ταῖς τῶν τινῶν ἀποῤῥήξεσι, μᾶλλον δὲ λακίσεσιν· ὡς γὰρ ἐκεῖνος καὶ αὐτοὶ διὰ φιλαργυρίαν καὶ φιλοδοξίαν ἀπαγχονίζονται. καὶ οὕτω μὲν τὰ τῆς προδοσίας ἀπήρτισται· ὁ δὲ Χριστὸς ἡμῶν καὶ κύριος ὁπόσα καὶ πηλίκα ὑπὲρ ἡμῶν οὐ πέπονθεν ἑλκόμενος καὶ περιδονούμενος ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως ὑπὸ τοῦ φονῶντος ὄχλου, εἶτα παρεστὼς τῷ ἀνόμῳ Καϊάφᾳ ἐρωτώμενος, διελεγχόμενος, ἐρεσχελούμενος, ἐμπαιζόμενος, ῥαπιζόμενος, ἀπαγόμενος, ἀποδιδόμενος Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι;

κἀκεῖσε διανόει μοι τοὺς φυλακισμούς, τοὺς ἀνετασμούς, τὰς ἐπερωτήσεις, τὰς ἀποφάσεις, τὰς κατακραυγὰς τοῦ· “αἶρε, αἶρε, σταύρωσον αὐτόν”, τῶν Ἰουδαίων τὰς ἐξαιτήσεις, τῶν λεγόντων “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν”, τὴν κατ’ αὐτοῦ βαφὴν τοῦ Πιλατικοῦ καλάμου, τὴν φραγέλλωσιν, τοὺς κολαφισμούς, τοὺς ἐμπτυσμούς, τὴν παικτὴν πορφύρωσιν καὶ στεφάνωσιν, τὴν ὀνειδιστικὴν γονυπέτησιν καὶ κατὰ κεφαλῆς πυγμὴν τῶν γελαστικῶς ἐπιβοώντων “προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε”; τὸν προπηλακισμόν, τὸν συνωθισμόν, τὸν θορυβασμόν, τὸν ἐπικροτασμὸν τοῦ παντὸς κατ’ αὐτοῦ μιαρωτάτου ὄχλου· εἶτα τὴν σταύρωσιν, τὴν τῶν ἁγίων χειρῶν καὶ ποδῶν καθήλωσιν, τὸν τῶν ἱματίων διαμερισμόν, τὸν ἐπιτωθασμὸν καὶ ὑβρισμὸν τῶν παραπορευομένων καὶ λεγόντων “εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. οὐά! ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι”. τὰ λοιπὰ ἐπιγελάσματα καὶ κατεμπαίγματα καὶ καταλαλήματα, τὴν λόγχευσιν, τὴν τῆς χολῆς ἀπόγευσιν, τὴν νέκρωσιν καὶ ὅσα τούτοις ἄλλα συνέπονται καὶ συμπέπρακται.

Ὑπὲρ τούτων ἁπάντων τί ἡμεῖς συνανοίσωμεν οἱ κατάκριτοι τῷ ὑπὲρ ἡμῶν πεπονθότι καὶ ταφέντι καὶ ἀναστάντι; τὸ “ποτήριον σωτηρίου λήψομαι” μετὰ τοῦ Δαβὶδ “καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι”. διὰ τοῦτο φθαζούσης τῆς ἁγίας ἀναστάσεως προσέχωμεν ἀκριβῶς, καὶ τὴν μὲν ἑορτὴν ἑορτάσωμεν λαμπρῶς καὶ θεϊκῶς—πάσχα γάρ ἐστι, πάσχα τῶν τῆς θείας οἰκονομίας δωρεῶν τὸ πρῶτον καὶ μέγιστον—, τὸ δὲ σῶμα περικρατήσωμεν εὐλαβῶς καὶ κἂν ὑπαλλάξωμεν τὰ βρώματα, ἀλλὰ μὴ ἀνθυπαλλάξωμεν τὰ καταστήματα. πῶς δὲ ἔσται τοῦτο; ἐὰν σωφρόνως καὶ μετρίως καὶ οἴνου ἀπογευσώμεθα, καὶ ἐλαίου καὶ ὄψου ἀπολαύσωμεν καὶ τῶν ἄλλων παραθεμάτων. ὃ μέν, συμβουλεύω, ἀρκείσθω μιᾷ κράσει, ἢ δύο μόνον, ἕνεκα τοῦ διαλῦσαι, ὃ δὲ καὶ τρεῖς πινέτω, ἀσθενέστερος ὢν καὶ λιχνωδέστερος. τὸ δὲ ὑπὲρ τοῦτο οὐ τῶν ὑγιαινόντων, ἀλλὰ τῶν ἀσθενούντων, οὐδὲ τῶν ἐγκρατῶν, ἀλλὰ τῶν ἀκρατῶν. καὶ βλέπε, ποῦ φέρει· εἰς ἐμπλησμὸν καὶ κόρον ὕπνου. καὶ τί ὁ προφήτης; “ἔφαγε”, φησί, “καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος”. μιμνήσκου καὶ Σοδομιτικὸν πῦρ, λάμβανε καὶ τὸν πολυοινήσαντα Λὼτ καὶ ἀσελγήσαντα ἐν ταῖς θυγατράσιν. ἀναθεώρησον καὶ τὸν γυμνωθέντα Νῶε τῇ ἀπειροποσίᾳ.

ἀνάγκη γὰρ τὸν νοῦν ἀδρανῆ τυγχάνοντα μὴ οἷόν τε ἀντισχεῖν πρὸς τὰς ἀοράτους παλαίστρας, ἀλλ’ εὐθὺς γέλωτος ἀφορμαί, θεωρίαι ἐμπαθεῖς, συλλήψεις λογισμῶν, ἀποκυήσεις φθορῶν κατά τε ψυχήν, κατά τε τὰς ἐκκρίσεις. καὶ ὀκνῶ τὰ ὑπὲρ ἐκεῖνα λέγειν, ἐπειδὴ κακῶν διδασκάλων, ὡς ὁ Θεολόγος, κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν γεωργῶν πονηρὰ τὰ γεώργια.

Ταῦτα δὲ προκατηχῶ ὑμῖν, ἵνα ἀσφαλίσησθε, τέκνα, ἵνα μὴ κενώσητε τοὺς τεσσαρακοστικοὺς καμάτους, ἵνα μὴ ἀπολέσητε τοὺς πολυδρόμους πόνους ἐν μιᾷ καιροῦ ῥοπῇ, δι’ ἀμετρίαν καταβαπτιζόμενοι καὶ κατακινδυνεύοντες ἐν τῷ πελάγει τῆς ἁμαρτίας (μετὰ γὰρ τῆς τῶν βρωμάτων ἀλλοιώσεώς ἐστι καὶ ὁ χρόνος συναλλοιούμενος· εἴσεισι γὰρ τὸ ἔαρ, κινεῖται τὸ σῶμα, βρύουσιν αἱ πηγαὶ δαψιλώτερον, βράζει περισσοτέρως καὶ τὸ αἷμα, φύουσι τὰ ἄνθη, συναύξουσι καὶ τὰ βλαστήματα τῶν παθῶν. καὶ προσέχετε διὰ τοῦτο, παρακαλῶ, ὑπομνήσκω), ἀλλ’ ἵνα ἐν τάξει καὶ πρὸς χρείαν καὶ φάγωμεν καὶ πίωμεν, καὶ κοιμηθῶμεν καὶ διεγερθῶμεν, καὶ ὁμιλήσωμεν καὶ προσχαριούμεθα, φεύγοντες τοὺς ἐπικρυπτοτέρους τόπους καὶ ἀφιδιαστικωτέρους καὶ τὸ δύο δύο συνευρίσκεσθαι, μάλιστα ἐπὶ ἀρχαρίων καὶ ἀγενείων. καὶ ἐὰν οὕτω πολιτευσώμεθα, οὐ διαλείψομεν καθ’ ἡμέραν ἑορτάζειν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Λʹ. Περὶ τοῦ μὴ γογγύζειν ἐν ταῖς στενώσεσι τῶν σωματικῶν χρειῶν. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, ἔργον ἡμῖν ἐστι τοῦτο καὶ ἀγὼν ἀκαταπόνητος, τὸ ἑκάστοτε λαλεῖν καὶ ὑπομνήσκειν καὶ παρακαλεῖν ὑμᾶς ἐν τῇ ὑπομονῇ τῆς κατὰ θεὸν ὑμῶν ζωῆς. εἰ γὰρ οἱ ποίμνης ἐπιστατοῦντες ἀλόγου, ἀγρυπνίας καὶ ἀδολεσχίας καὶ μερίμνας κατὰ τὸ ἀναγκαῖον ἀναλαμβάνουσιν, ἄγοντες καὶ διεξάγοντες τὰ ἐμπιστευθέντα αὐτοῖς θρέμματα, πόσῳ γε μᾶλλον ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίως λαχοῦσι τὸ ἄρχειν ὑμῶν τῶν προβάτων τοῦ Χριστοῦ ἄϋπνον ἔχειν τὸ τῆς ψυχῆς ὄμμα καὶ τῇ τοῦ λόγου προσφωνήσει ὡς οἷόν τινι σύριγγι προσλαλεῖν καὶ προσφθέγγεσθαι τὰ δέοντα καὶ συμφέροντα, καὶ μέντοι πόνους καὶ θλίψεις καὶ στενοχωρίας ἀνατλᾶν ὑπὲρ τοῦ εὐτρεπίζειν καὶ χορηγεῖν ὑμῖν τὰ ἐδώδιμα ἀμφοτέρωθεν; ἐπεὶ δὲ οὕτως τὰ καθ’ ἡμᾶς ἀπαιτεῖται, οὔτε ὑμῖν ὁ λόγος ἐᾷ οὕτως ἁπλῶς ὡς ἔτυχεν ἀποφέρεσθαι, ἀλλὰ προσεκτικῶς ἐπαϊέναι τῆς ταπεινῆς φωνῆς ἡμῶν. “τὰ πρόβατα γάρ”, φησί, “τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει”, ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.

Τί δὲ ταῦτα οὕτως προοιμιασάμην ὑμῖν; καί γε μὴ βαρέως ἐνέγκοιτε τὸ λεγόμενον, ὅτι τινὲς ἐξ ὑμῶν τοῖς χείλεσί με εὐλογοῦσιν, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. διατί;

ὅτι ἐπειδή περ στενώσεως ἐπισυμβάσης ἡμῖν ἐν ταῖς σωματικαῖς χρείαις ἐκ τῆς τῶν προλαβόντων χρόνων ἀφορίας, ἔκ τε τῆς ἐπισυναγωγῆς τῶν ὑπὸ θεοῦ πεμπομένων ὡς ἐκ πελάγους ἐν τῷ λιμένι τῆς ἀποταγῆς εἰς σωτηρίαν, ἔκ τε ἄλλων πολλῶν καὶ διαφόρων ξενοδοχιῶν καὶ διανομῶν, καθ’ ὅ ἐσμεν ἐν τῇ Βασιλευούσῃ πόλει ταύτῃ, εἶτα πρὸς ταῦτα κατηχησάντων ἡμῶν καὶ ἐκλαλησάντων τὸ ἐνὸν ἡμῖν λυπηρὸν καὶ φροντιστικὸν καὶ μεριμνητικὸν πρὸς τὸν ἐνιαυσιαῖον τῶν χρειῶν πορισμόν, ἐκλιπαρησάντων τε καὶ δυσωπησάντων ὀρέξαι χεῖρα καὶ διεγερθῆναι ἕκαστον καὶ κινῆσαι τὰς ἰδίας χεῖρας ἐπεξεργαστικώτερον, καθ’ ἣν ἐντέτακται διακονίαν, καὶ μὴν ὑπομνησάντων, ὅτι πάντως συμβαίνει, ζητοῦντας ἡμᾶς τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν πορεύεσθαι, ἐν ᾗ θλίψεις καὶ στενοχωρίαι, πεῖνα καὶ κόποι καὶ ἀγρυπνίαι, γυμνότης καὶ ταλαιπωρία καὶ εἴτι ἄλλο τῶν τοιούτων, προσθέντων, ὅτι τάχα καὶ δοκιμάζων ὁ θεὸς τὸν πρὸς αὐτὸν ἡμῶν πόθον, εἰ ἐγκαρτερῶμεν ἐν τοῖς λυπηροῖς, παραχωρεῖ πειράζεσθαι ἡμᾶς πρὸς μικρόν, οὐ μᾶλλον ὡς ἦν δέον καὶ ὀφειλόμενον καὶ χρεωστούμενον ἀπεφάνθητε, ἀλλὰ τοῖς μὲν χείλεσιν, ὡς προείρηται, ἀπελογήσασθε καὶ ἀπευχαριστήσατε· μετὰ δὲ ταῦτα, ἐπειδὴ οὐ καρδίαν πρὸς θεὸν ἐσχήκατε ἀληθινήν, διεγογγύσατε καὶ ἐδυσφορήσατε καὶ κατεξανέστητε οὐ κατὰ Μωσέως τινὸς (ηὐλαβήθητε γάρ, εἴπερ οὕτως ὑπελαμβάνετε), ἀλλὰ κατ’ ἐμοῦ τοῦ μόνου ἁμαρτωλοῦ, ἐπιλέγοντες “διατί τοσούτους ἐπισυνάγει, οὓς οὐ δύναται θρέψαι;

καὶ τίς χρεία τῆς ἀνάγκης ταύτης καὶ τίς αὐτὸν ἀναγκάζει ὑποδέχεσθαι τοσοῦτο πλῆθος”;

Διὸ πρὸς ταῦτα ἀναγκαῖον ἀντιφθέγξασθαι καὶ τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγεῖλαι, καὶ τὴν ῥομφαίαν τὴν ἐρχομένην ἐπὶ τοὺς τοιούτους, πρὸς τὸ μὴ ἐκζητηθῆναι ἐκ χειρῶν μου βεβήλων τὸ αἷμα τῆς ἀπωλείας αὐτῶν. οὗτοι γὰρ πρῶτον μὲν οὐχ ὡς υἱοὶ γνήσιοι κοινωνικῶς ἔφησαν, διατί δεχόμεθα, ἀλλ’ ὡς τέκνα μωμητὰ καὶ ἀλλότρια “διατί δέχεται” εἰπόντες, ὑπεξαιροῦντες ἑαυτοὺς τῆς κοινωνίας καὶ ὁμοψυχίας μου. ἔπειτα, εἰ καὶ οὕτως ἔφησαν, καταγνωστοὶ καὶ ὑπεύθυνοι, ὅτι, κατὰ τὸ ψαλλόμενον, “κατελάλησαν τοῦ θεοῦ καὶ εἶπον, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν” τῷ τοσούτῳ πλήθει; καὶ μὴ ἐγώ εἰμι ὁ ἐπιχορηγὸς τῶν τροφῶν, ἢ ὁ τοὺς καρποὺς φέρων, ἢ ὁ τὰς ἀποθήκας πληρῶν, ἢ πάλιν ἐξ ἰδίας αἱρέσεως καὶ αὐθεντίας εἰσδεχόμενος τοὺς προσερχομένους καὶ αὔξων τὴν ἀδελφότητα; οὐκ αὐτός ἐστιν ὁ κύριος καὶ θεὸς καὶ τροφεὺς παντὸς τοῦ κόσμου, ὁ ἀνοίγων τὴν χεῖρα καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας, ὁ λέγων ὅτι “ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν”; εἶτα πρὸς τοὺς ὀλιγωροῦντας “ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐ πολλῷ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι”;

ἔπειτα διά τινος σοφωτάτου “ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἐνεπίστευσεν κυρίῳ· καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν”; εἶτα αὖθις διὰ τοῦ Εὐαγγελίου “πάντα τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω”· καὶ πάλιν “ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν”, καὶ ὅσα ἕτερα συνᾴδοντα τοῖς προειρημένοις.

Τί λοιπὸν κινεῖσθε κατ’ ἐμοῦ τοῦ ταλαιπώρου καὶ γλωσσαλγεῖτε καὶ μωρολογεῖτε; ἀλλ’, ὡς ἔοικεν, Ἰσραηλῖταί τινές ἐστε λυτρωθέντες ἐκ χειρὸς Φαραὼ τοῦ ἀοράτου καὶ ἐκ τῆς πικρᾶς πλινθουργίας τῶν παθῶν καὶ τῆς σκοτεινῆς Αἰγύπτου, τῆς κοσμικῆς ματαιότητος, εἶτα ἐν τῇ διελεύσει τῆς ἀσκητικῆς καὶ θλιπτικῆς διαγωγῆς, ἐπισυμβαινόντων τινῶν στενοχωριῶν; οὐκ εὐχαριστοῦντες θεῷ, οὐκ ἀποδιδόντες αἶνον δοξολογίας, ὡς ἂν διὰ τῆς τοιαύτης ὑμῶν ἀγαθῆς διαθέσεως ἔλθοι τὰ ἐπιδεόμενα ὑπὸ τῆς προνοίας, ἀλλὰ καταγογγύζοντες καὶ οἷον φάσκοντες “ὤφελεν ἀποθανεῖν ἡμᾶς ἐν Αἰγύπτῳ”, ὑπομιμνησκόμενοι καὶ λεβήτων, κρομμύων τε καὶ σκορόδων, ἃ ἔξεστιν ὑπολαβεῖν ὡς αἱρεῖται ἕκαστος, ἐν οἷς ἦν ἐν τῷ κόσμῳ. ἀλλὰ τί οἱ τότε πεπόνθασι, συνιεῖτε οἱ ἀναγινώσκοντες· οὐδεὶς γὰρ αὐτῶν εἰσαχθῆναι ἠξιώθη εἰς τὴν γῆν τῆς κληρονομίας, ἔπεσον δὲ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ, καθὼς γέγραπται. φοβοῦμαι τοίνυν, ὦ τέκνα, μὴ τὸ αὐτὸ πάθωμεν καὶ ἡμεῖς, τὰ αὐτὰ πράσσοντες. καὶ τότε μὲν νηπιότης τῆς σκιᾶς καὶ τοῦ νόμου, νῦν δὲ ἡ τελειότης τῆς χάριτος καὶ ἀληθείας τοῦ Χριστοῦ. καὶ τοῦτο πάλιν οὐκ ἐπὶ τῶν λαϊκῶν, ἀλλ’ ἐφ’ ἡμῶν τῶν ἀναδραμόντων. εἰς τὸ ὕψος τῆς ἀγγελικῆς πολιτείας, ποῦ. ποτε ἐφάνη ἐπὶ τῶν ὁσίων πατέρων ἡμῶν, τοιοῦτος διαγογγυσμός; ἢ τίνα ἐκεῖνοι ἀπώσαντο εἰσδέξασθαι θέλοντα.

σωθῆναι ἐν τοῖς κοινοβιακοῖς, χάριν στενώσεως σωματικῆς; ἀλλ’ οὐχὶ μᾶλλον καὶ παντὶ ἀνέῳκτο ἡ θύρα αὐτῶν, οὐ λέγω τῷ βουλομένῳ ἀποτάξασθαι, ἀλλὰ καὶ τῷ ἁπλῶς ἐπιδεομένῳ πτωχῷ, διαθήκας καὶ μετὰ κοίμησιν αὐτῶν ἁγίας διαθέμενοι ἐπὶ τούτοις;

Οἴδατε τὰ τοῦ μεγάλου φωστῆρος ἡμῶν Εὐθυμίου. διαγινώσκετε τὰ τοῦ ἀοιδίμου πατρὸς ἡμῶν Σάββα καὶ Θεοδοσίου, τοῦ τρισμακαρίστου Παχωμίου. ἆρά γε ἐπισυμβέβηκεν αὐτοῖς στένωσις; καὶ μάλα καὶ πολλαχῶς, ὡς τὸν μὲν ἐν τῷ πάσχα μηδὲ τὴν ἁγίαν προσφορὰν ἔχειν, τὸν δὲ καὶ τὰ κειμήλια ἐπιδοῦναι εἰς διάπρασιν, πρὸς τὸ μὴ διαπεσεῖν τὸ κροῦμα, εἰ καὶ οὐ γέγονε διὰ τὴν ταχεῖαν τοῦ θεοῦ ἐπίσκεψιν. καὶ γοῦν ἑκατὸν νομισμάτων ἐπαγορασίαν σίτου κατὰ ἀνάγκην ἐποιήσατο ὁ μέγας Παχώμιος, καὶ οὕτω πολυμερῶς καὶ πολυτρόπως ποτὲ μὲν εὐθηνοῦντο, ποτὲ δὲ ἐστενοῦντο, καὶ ἀμφοτέρωθεν εὐχαρίστουν καὶ ὑπέμενον τὰ ἀληθινὰ τέκνα καὶ συνέπασχον τοῖς πατράσιν ἐν χαρᾷ καὶ ἀγαλλιάσει· οἱ δὲ μὴ οὕτως ἔχοντες καὶ τότε καὶ νῦν πίπτουσιν ἐν κατάρᾳ καὶ ἀπωλείᾳ. διὰ τοῦτο προσεκτέον, ὦ τέκνα καὶ ἀδελφοί, καὶ ἐπιμνήσθητε ὅτι ὑμεῖς αὐτοὶ οἱ διαγογγύζοντες οὐκ ἐξ οἰκείας ὑμῶν ἐργασίας τὴν τροφὴν πορίζεσθε, καὶ ὅτι ἐληλυθότες ἐνταῦθα μηδὲν ἐπιφερόμενοι ἥκετε, καὶ ὅτι οὐκ ἀπεστράφητε, δι’ ἣν αἰτίαν προβάλλεσθε, εὐχαριστήσατε καὶ αἰνέσατε τὸν θεόν τε καὶ ἡμᾶς.

Πῶς οὖν, ὦ ἄφρονες, ὃ πεπόνθατε, οὐκ ἐπιδείκνυσθε ἐν ἄλλοις, καὶ οὗ ἀπελαύσατε δώρου, οὐ μεταδίδοτε ἑτέροις; ἄφιλοι, ἀσυμπαθεῖς, ἄστοργοι, κύνας ἀλόγους εἰ προσεδεχόμεθα λιμοκτονουμένους, ἀποδοχῆς ἦμεν ἄξιοι—“δίκαιος γάρ”, φησίν, “οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ”—, οὐχὶ ἀνθρώπους λογικούς, τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντας, ἀδελφοὺς ἡμῶν ὑπάρχοντας, ἐκ ναυαγίου εἰς λιμένα λιπαροῦντας εἰσαχθῆναι, ἐξ ἀπορίας εἰς σωτηρίαν, ὑπὲρ ὧν Χριστὸς ἀπέθανεν; ἀλλ’ οὐδὲν τῶν τοιούτων ἐν τοῖς ἄφροσι διανενόηται. καὶ τὰς ἐντολὰς οὖν φυλάττειν με ἀγαπᾶτε καὶ διαλαλεῖτε καὶ ἐπαγγέλλεσθε ἀποθνήσκειν μετ’ ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματος κυρίου, καὶ ἐπὶ μικρᾷ στενοχωρίᾳ ἀνανεύετε καὶ ἀναδύεσθε· διατί μὴ μᾶλλον ἀναγκάζετέ με, ἵνα μηδεὶς ἐκ τῶν ἐρχομένων πτωχῶν ἀναχωρῇ ἄνευ τοῦ χορτασθῆναι καὶ πεπωκέναι οἶνον, καὶ λαβεῖν τινα ἐπιζητούμενα, ὑποδεικνύοντες τὴν ἐκ τῶν χειρῶν ὑμῶν μεγίστην πρόσοδον καὶ τὸ ἐκείνους πληροῦσθαι διὰ τῆς ὑμῶν ὀλιγαρκίας, ἀλλὰ καὶ χορτάζεσθαι θέλετε καὶ ἐμπιπλᾶσθαι καὶ διφαγεῖν, ἐπεὶ καὶ τριφαγεῖν, ὀψαροφαγεῖν τε συχνοτέρως, ἐλαιοφαγεῖν τε καὶ οἰνοποτεῖν ἐν κρασοβολίοις οὐ δύο καὶ τρισίν, ἀλλὰ καὶ πρός, ὃ παρὰ τοῖς πατράσιν ἀπείρηται, καὶ μάλιστα ἐν τοῖς ὑγιαίνουσι;

καὶ ἐκεῖνα πάλιν δογματίζετε ὡς ἄλογοι καὶ οὐ συμβαίνει ἀμφότερα· “οὐδεὶς γὰρ δύναται”, φησί, “δυσὶ κυρίοις δουλεύειν”, γαστριμαργίᾳ φημὶ καὶ φιλοθεΐᾳ. ἀλλ’ “ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ” τοῦ μὴ ἐπιγνῶναι ἐπὶ πᾶσι τοῖς τε ὑπὸ τῶν ἁγίων πατέρων ἐνταλθεῖσι καὶ ὑφ’ ἡμῶν τῶν ἁμαρτωλῶν ὑπομνησθεῖσιν, ὅτι οὕτως δεῖ ἡμᾶς παθεῖν καὶ “διὰ πολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν”, τοιγαροῦν μετάγνωτε καὶ μετανοήσατε, ὅτι ἡμαρτήσατε καὶ ἐπλημμελήσατε ἐνώπιον κυρίου μεγάλως.

ἐγὼ γὰρ ὁ τάλας οὐκ ἀπευδοκῶ, οὐδὲ ἀπαναίνομαι, ἀλλ’ ὡς ἤδη ἀρχὴν βάλλων ἐν ἐπιθυμίᾳ πολλῇ καὶ ζεούσῃ καρδίᾳ καὶ εἰσδέξομαι πάντα τὸν ἐρχόμενον (οὐκ ἐγώ, ἀλλ’ ὁ ἐντειλάμενος θεός, ἔπειτα καὶ αὐτοὶ μετ’ ἐμοῦ· ἓν γάρ ἐσμεν οἱ πάντες), τὸν γυμνὸν ἐνδιδύσκων καὶ τὸν ψυχούμενον θάλπων, τὸν ἀνυπόδετον ὑποδύων καὶ τὸν ἄστεγον εἰσάγων, καὶ τὸν πεινῶντα τρέφων καὶ τὸν διψῶντα ποτίζων· ταῦτα ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν λύτρον, πεποιθὼς ἐπὶ ταῖς ἀψευδέσιν αὐτοῦ ἐπαγγελίαις, ὅτι οὐχ ὑστερήσει οὐδὲ λιμοκτονήσει ψυχὰς δικαίων, οἷοί περ ἐστὲ ὑμεῖς (οὐ γὰρ πάντας ᾐτιασάμην) οἱ ἀγόγγυστοι, οἱ χαίροντες ἐν ταῖς ἐκπληρώσεσι τῶν ἐντολῶν τοῦ θεοῦ, ἐν τῷ πληθυσμῷ τῆς ἀδελφότητος, οἱ ἐγκαρτεροῦντες ἐν ταῖς δοκιμασίαις τοῦ θεοῦ, οἱ πάντα προϊέμενοι καὶ μέχρι θανάτου ὑποστήκοντες, ἢ εἴπερ ἀνεχόμενοι παριδεῖν ἡμᾶς μίαν καὶ μόνην ἐντολὴν τῶν γεγραμμένων, δι’ ἧς ἕωλοι καὶ αἱ λοιπαὶ γίγνονται· “ὁ γὰρ ὅλον τὸν νόμον τηρῶν, πταίων δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος”, καθὼς γέγραπται.

Ἐπιβλέψατε τοίνυν (πρὸς ὑμᾶς γὰρ πάλιν ἐπιστρέφομαι, ὦ ἀπαίδευτοι) ποσάκις ἡμᾶς ὁ θεὸς ἐξ ἀναγκῶν ἐῤῥύσατο καὶ πηλίκας αὐτὸς εὐεργεσίας ἐνεδείξατο διὰ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν. οὐχὶ δέδωκε καὶ σίτους καὶ οἴνους ἐν καιρῷ στενοχωρίας; οὐχὶ ἐκίνησεν ἀνθρώπους καὶ διήνοιξεν αὐτῶν τὰς ἀποθήκας εἰς τροφὴν ἡμῶν; οὐχὶ μέχρι τοῦ παρόντος ἀπὸ χωρῶν καὶ νήσων καὶ ἐξ ἀλλοδαπῶν πόλεων πέμπονται ἡμῖν, ὡς οὐκ ἐσμὲν ἄξιοι, εὐλογίαι τινές, μέλιτα, ἔλαια, τυρός, σκεπάσματα, ἱμάτια, χρυσίον, ἐξ ἐπισκόπων, ἐξ ἀρχόντων, ἐξ αὐτῶ τῶν τὰ διαδήματα περικειμένων; οἴδατε τὰ ἐπὶ τῆς παρελθούσης βασιλείας ὅσα καὶ πηλίκα, οἴδατε καὶ τὰ ἐπὶ τῶν παρόντων εὐσεβῶν βασιλέων ἡμῶν. καὶ ὅτε μὲν αἱ δωρεαί, εὐχάριστοι καὶ φιλέντολοι καὶ προθυμητικοὶ μέχρι θανάτου· ὅτε δὲ αἱ ἐλλείψεις, βλάσφημοι καὶ γογγυσταὶ καὶ μεμψίμοιροι. καὶ ταῦτα οὐ κωμῳδεῖν ὑμᾶς θέλων λελάληκα, ἀλλά, καθὼς ὑπήχθητε, ἵνα διὰ μικροῦ ὀνειδισμοῦ ἐξαιρεθῆτε τῶν αἰωνίων βασανιστηρίων. συγχωρήσει τοιγαροῦν ὑμῖν ὁ κύριος καὶ πρὸς τὸ ἑξῆς ἀσφαλεστέρους ἀπεργάσεται, ἵνα πάντα φέροντες, τὰ πάντα ὑπομένοντες σὺν τοῖς λοιποῖς ἀδελφοῖς ὑμῶν, τὸν τῆς δικαιοσύνης στέφανον ἀπολάβητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.