Ἡνίκα τοίνυν ἀπομονάσῃ σοι ὁ τοιοῦτος, ἀδελφέ, καὶ ἄρξηται τὸν ἰὸν τῆς κακίας ἐκχέειν ἐκ γλώσσης αὑτοῦ, ὡς πολλάκις εἰρήκαμεν, ἀποπήδησον, πόῤῥω στῆθι, βύσον τὰ ὦτα, ἵνα κἀκεῖνον καὶ σεαυτὸν περισώσῃς. ὁπηνίκα ἴδῃ σε λυπούμενον ἐκ συμβάντος πειρασμοῦ, σὺ οὖν μὴ δέξῃ αὐτὸν συνεπιτιθέμενόν σοι, ὡς δικαίως λυπουμένῳ ἢ ἀγανακτοῦντι· ὄφις γάρ ἐστι καὶ δολιεύεταί σε εἰσοικίσασθαι. ἡνίκα ἄρξηται αἰτιᾶσθαι τὸν παράδεισον, ὅ ἐστι τὸ κοινόβιον, ἢ τοὺς συνδιαιτωμένους σοι, οἵτινές εἰσιν οἱ ἀδελφοί, τὸν ὁδεῖνα λέγων ἢ τὸν ὁδεῖνα, ἢ τὸ τίδε καὶ τὸ τίδε πρᾶγμα, ἀποῤῥάπισον αὐτόν, ἀντίφθεγξαι τὰ δέοντα, ἵνα κἀκεῖνον σωφρονίσῃς καὶ σεαυτὸν διασώσῃς. τί δὲ καὶ λέγουσιν οἱ τοιοῦτοι; “ἀπαλλαγῶμεν δή”, φασίν, “ἐκ τῶν ἐνταῦθα· ὁ ἡγούμενος βαρύς, ὁ ἐπιστημονάρχης ἀσυμπαθής, ὁ κελλαρίτης ἀδιάκριτος, ἡ ἀκριβολογία πολλή, ἡ χρεία μηδαμινή, πάντες ἐγκελεύονται, πάντες ἐπιτάττουσιν· σπουδή ἐστιν ἐνεγκεῖν τὸ βάρος τοῦ κόπου, ἢ σῶσαι ἢ σωθῆναι ἐν τῷ τόπῳ τούτῳ. δεῦρο, ἀπίωμεν”. ποῦ; ἀλλ’ εἰς τὸ ἀνάθεμα· μόνον γὰρ τῷ ἐξελθεῖν καὶ εἰ ἦν ἰδεῖν τοὺς τοιούτους κατὰ ψυχήν, εἶδεν ἂν αὐτούς τις ὑγιαίνων ὅλως ἐσκοτισμένους, ἐπτοημένους, δαιμονῶντας, μηδὲν ἔχοντας ὑγιές, μήτε βούλημα, μήτε φρόνημα, ἀλλ’ ὧδε κἀκεῖσε μεταφερομένους καὶ μεταπίπτοντας ὡσὰν τὰ πλανώμενα πρόβατα.