Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις Α΄-Ι΄: Πνευματική εγρήγορση, υπακοή και η ποιμαντική ευθύνη του ηγουμένου

Οι πρώτες δέκα κατηχήσεις του αγίου Θεοδώρου του Στουδίτου με κεντρικούς άξονες την πνευματική ετοιμότητα, την ταπεινοφροσύνη, την αποφυγή της φιλαυτίας και το βαρύ έργο της πνευματικής καθοδήγησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 12

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΛΟΓΟΙ ΚΑΤΗΧΗΤΙΚΟΙ ΠΡΟΣ ΤΟΥΣ ΕΑΥΤΟΥ ΜΑΘΗΤΑΣ βιβλίον δεύτερον ΚΑΤΗΧΗΣΙΣ Αʹ. Ὅτι χρὴ ἡμᾶς μὴ ἀδιαφόρως ζῆν, ἀλλὰ προσέχειν ἑαυτοὺς καὶ ἐν ἑτοιμασίᾳ εἶναι τὸ καθ’ ἑκάστην. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, εἰ μὲν περὶ ἄλλου τινὸς ἡμῖν τῶν σωματικῶν καὶ γηίνων ἦν ὁ ἀγών, ἠρκούμεθα ἂν τυχόν, ἕως τοῦ παρόντος πολλάκις λαλήσαντες, τὸ ὀφειλόμενον ἀποπληρῶσαι· ἐπεὶ δὲ περὶ ψυχῆς ἐστιν ὁ λόγος τῆς ἀθανάτου καὶ ἀθάνατα κολασθησομένης ἢ ἐπαινεθησομένης, δι’ ἀρετὴν ἢ κακίαν, ὡς ἔφη τις τῶν ἁγίων, ἀναγκαῖον πρὸς τοῖς λαληθεῖσι καὶ ἔτι λαλῆσαι, καὶ πρὸς τοῖς κατηχηθεῖσι καὶ ἔτι κατηχῆσαι, καὶ τοῦτο μέχρις ἂν ἐμπνέωμεν, ἵνα οὕτω δυνηθείημεν περισῶσαι τὰς ἑαυτῶν ψυχὰς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος, πονηροῦ ὄντος, κατὰ τὰς ἐπιφορὰς τῶν ἀοράτων ἐχθρῶν.

Διήλθομεν τοίνυν, τέκνα, καὶ τὰς ἤδη ἐπιγενομένας ἑορτάς, τῶν τε θεοφανίων φημὶ καὶ ἐπιφανίων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ὁ χρόνος παριππεύων ἐστὶ καὶ ἕλκων ἡμᾶς πρὸς τὸ πέρας τῆς παραυτίκα ζωῆς. τίς οὖν, ὡς πολλάκις λέγομεν, φρονῶν ὑπάρχει, ἵνα μὴ παραπόλῃ τὸν χρόνον ἐν τῇ ἀδιαφόρῳ ζωῇ καὶ ἐν τῇ κακοτεχνίᾳ τῶν τοῦ διαβόλου πανουργευμάτων; τίς προσέχων πορεύεται, μὴ ὑποσυρόμενος τῇ ἀμελείᾳ, ἀλλ’ ἐν ἑτοιμασίᾳ τοῦ θανάτου τὸ καθ’ ἑκάστην συνέλκων ἑαυτὸν καὶ συμπαριστῶν καθαρὸν αὑτοῦ τὸ ἔργον, τό τε πνευματικὸν καὶ σωματικόν, κατὰ πρόσωπον τοῦ παντοκράτορος θεοῦ; τίς οὖν ἐστιν αἴρων τὸ ὄμμα τῆς ψυχῆς αὑτοῦ ἄνω εἰς τὸν οὐρανὸν καὶ ἐπιβλέπων τὰ κάλλη τῶν ἐκεῖ θεαμάτων ἀμυδρῶς πως, καὶ ὅλον τὸν ἔρωτα μετατιθέμενος πρὸς τὴν ἐκεῖσε ἐπιθυμίαν καὶ συμμετεωροπορούμενος ταῖς ἀνωτάτω δυνάμεσι, καὶ πρὸς ταῦτα μηδὲν ἡγούμενος ἐπαχθές, ἀλλὰ φέρων καὶ ὕβριν καὶ ἐξουδένωσιν καὶ κακοπάθησιν, πεῖνάν τε καὶ δίψαν, ψῦχός τε καὶ θάλπος, καὶ κυλιόμενος ἐν μέσῳ τῆς ἀδελφότητος ὡς λίθος ἅγιος, κατὰ τὸ γεγραμμένον;

Καὶ γοῦν ἐγὼ ὁρῶ ἐξ ὑμῶν οὐχ ἕνα, οὐ δύο, ἀλλὰ καὶ πολλούς, κατὰ τὸ ζητούμενον ὅλους εὐπειθεῖς καὶ εὐπαρακλήτους, προσηνεῖς τε καὶ μειλιχίους, ὑπηκόους καὶ φερεπόνους, εὐεξαγγέλτους τε καὶ πιστοτάτους. καὶ τάχα οὐδὲ πολλῶν γραμμάτων εἰσὶν ἐπιτυχόντες, οὐδὲ σοφισμάτων καὶ ἀναγνωσμάτων, οὐδὲ ἐκστηθισμάτων καὶ διαψαλμάτων· ἓν δὲ ἔχουσιν, ὃ ζητεῖ ὁ λόγος καὶ ᾧ τινι ἀφομοιοῦσιν ἑαυτοὺς τῷ Χριστῷ, τὴν ταπεινοφροσύνην λέγω καὶ τὴν πραότητα· “μάθετε γάρ”, φησίν, “ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ”. ἐπιβλέψατε τοιγαροῦν, τέκνα μου ἠγαπημένα, εἰς τὸ φῶς καὶ εἰς τὴν ἀλήθειαν, καὶ εἰς τὴν εὐθύτητα καὶ εἰς τὴν μακαριότητα, καὶ εἰς τὴν ἠπιότητα καὶ εἰς τὴν ἀγαθότητα, καὶ μὴ ὅτι εἰς ἐμαυτὸν περιέλκοντα δόξαν ταῦτα διαλέγειν με οἴεσθε, ἀλλ’ ὅτι δι’ ὑμᾶς τοὺς ποθητούς μου καὶ φιλητούς, κυρίους τε καὶ δεσπότας, καὶ μέντοι καὶ τοῦ θεοῦ ὑπάρχοντας, δι’ οὓς καὶ ὁ ἀγών μου καὶ ἡ σπουδή, καὶ ἁπλῶς εἰπεῖν διὰ τὴν κοινὴν σωτηρίαν. διὰ τοῦτο συστείλατε ἑαυτούς, παρακαλῶ, ἀπὸ πάσης ὀξυχολίας, ἀπὸ πάσης καχεξίας· “υἱοὶ ἀνθρώπων”, φησίν, “ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος”; ἵνα τί “ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος”;

Σύγγνωτέ μοι· αἰσχύνομαι τοὺς ἀγγέλους, ἐπειδὴ ἐπιβλέπουσι τὰ καθ’ ἡμᾶς, ὡς φύλακες ἡμῶν ὑπάρχοντες· αἰσχύνομαι τοὺς ἁγίους καὶ ὁσίους πατέρας ἡμῶν, ὧν τὴν πολιτείαν ἐπανῃρήμεθα καὶ ὧν τὸν βίον διεξάγομεν. ὁσίως τὰ ὅσια ἐκτελέσωμεν, ἀδελφοί μου, καὶ ἁγίως τὰ ἅγια ἀποπληρώσωμεν, τεκνία μου. μή, παρακαλῶ, μὴ σκληροὶ καὶ ἀπειθεῖς καὶ ἀντίλογοι, μὴ τραχύφωνοι καὶ θυμικοὶ καὶ μεγαλοῤῥήμονες, μὴ σκῶπται καὶ συκοφάνται καὶ διασύρται, μὴ πολύλογοι καὶ γελοιασταὶ καὶ παῤῥησιασταί. φιλόθεοι, ἀλλὰ μὴ φιλόπορνοι γίνεσθε· φιλοήσυχοι, ἀλλὰ μὴ φιλόλαλοι· δυσείμονες, ἀλλὰ μὴ φιλόκαλοι, κάτω νενευκότες, ἄνω δὲ τὸν νοῦν ἔχοντες, πανταχόθεν περισκοποῦντες ἑαυτούς, μή που πληγὴ συνεισέλθῃ, ἀφυλάκτως ἐχόντων ἡμῶν ἀπὸ τῶν βελῶν τῆς ἁμαρτίας.

Εἶτα τί ἐκ τούτων; ἀντὶ τῶν κόπων αἱ ἀναπαύσεις ἑτοιμασθήσονται, ἀντὶ τῶν ἄθλων οἱ στέφανοι, ἀντὶ τῶν ὕβρεων αἱ τιμαὶ καὶ αἱ δόξαι, ἀντὶ τῶν ἐξουδενώσεων αἱ εὐφημίαι καὶ [αἱ] εὐδοξίαι, ἀντὶ τῶν συγχωρήσεων αἱ ἀφέσεις καὶ αἱ χαρμοσύναι, ἀντὶ τῆς ὑποταγῆς τὸ ἄρχειν “ἐπάνω δέκα πόλεων”, ἀντὶ τῶν γονικῶν καὶ συγγενικῶν στερήσεων αἱ κληρονομίαι καὶ [αἱ] συγκληρονομίαι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀντὶ τῆς κοπῆς τοῦ θελήματος ἡ μετὰ τοῦ πρωτομάρτυρος Στεφάνου συναυλία, καὶ τὰ μὲν πρόσκαιρα καὶ ἐλαφρότατα καὶ ὡς σκιὰ παριπτάμενα, τὰ δὲ αἰώνια καὶ ἀθάνατα καὶ τέλος οὐκ ἔχοντα. ἐὰν θέλητε βασιλείας οὐρανῶν ἐπιτυχεῖν, ἐὰν θέλητε ζωῆς ἀθανάτου ἀπολαῦσαι, ἐὰν θέλητε υἱοθεσίας ἐπιτυχεῖν, ἐὰν θέλητε οἰκισταὶ τοῦ Παραδείσου γενέσθαι, ἐὰν θέλητε ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ εἰσαχθῆναι, ἐὰν θέλητε εἰς τὸν ἀχειροποίητον νυμφῶνα ἐντρυφῆσαι, ἤ τι τῶν ἄλλων ἐπιλήψεσθαι, ἔξεστιν ὑμῖν καὶ ἅρπακτόν ἐστιν καὶ ὑπὸ χεῖρας ὑμῶν καὶ ἑτοιμότατον· ἐὰν δὲ ἐφίεσθε τὴν ἑτέραν μερίδα, πῦρ ἀτελεύτητον, σκώληκα ἰοβόλον, τὴν φλόγα τῆς Γεέννης, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν τῶν ἐρίφων στάσιν, τὴν ἀπόφασιν τῶν κατηραμένων, ἢ καὶ ἄλλο τι εἰπεῖν, καταντήσει ὑμῖν. ὃ μὴ γένοιτο· ἀλλ’ οὐκ ἄν, μὴ γένοιτο, εἰ μὴ εὐζωήσομεν, ὡς εἴρηται, τέκνα μου, εἰ μὴ εὐθετήσομεν, εἰ μὴ εὐτακτήσομεν.

κερδανεῖ τις οὕτως καὶ τὴν ψυχὴν αὑτοῦ, κερδανεῖ καὶ τοὺς ἀδελφοὺς αὑτοῦ κἀμὲ τὸν ἄθλιον, εὖ πράττων καὶ θεοσεβῶς πορευόμενος, καὶ τίμιος ἐναντίον κυρίου, καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πρόσωπον αὐτοῦ, καὶ μακάριός ἐστι καὶ μακαριζόμενον τὸ ὑπόμνημα ἐγκαταλείψει.

Τί λοιπὸν ὠφελεῖ τῷ σκληρευομένῳ ἡ σκληρότης καὶ τῷ ἀπειθεῖ ἡ ἀπείθεια καὶ τῷ δυσηκόῳ ἡ δυσηκοΐα καὶ τῷ ὑπερηφάνῳ ἡ ὑπερηφανία; ἢ οὐχὶ θησαυρίζει ἑαυτῷ “ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας θεοῦ καὶ ἀποκαλύψεως”; ἢ οὐχὶ ἔοικε τὸ ἔργον αὐτοῦ ξύλοις καὶ χόρτοις καὶ καλάμοις, καὶ πληροῦται ἐν αὐτῷ [τὸ] “εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός”; καὶ γὰρ ἐν τῷ μέλλοντι αἰῶνι τῷ κολαστικῷ πυρὶ ἀποκαθαρθησόμεθα τῆς ὑλώδους κακίας· μενοῦμεν δὲ εἰς τὸ ἀεὶ καιόμενοι καὶ μὴ κατακαιόμενοι, ἐνορῶντες τὴν δόξαν τῶν ἁγίων καὶ ἐφιέμενοι ταύτης καὶ ἀποστερούμενοι, καὶ διὰ τοῦτο ὀδυρόμενοι καὶ καταθρηνούμενοι ἀνόνητα καὶ ἀνήνυτα. μὴ οὖν φθάσῃ τις ἡμῶν, τέκνα, εἰς τὸ μέτρον τοῦτο, μηδὲ εἰς τὴν στάσιν ταύτην· ἀλλ’ ἕως ἐσμὲν ἐνταῦθα, ἑαυτοὺς ἀποκαθάρωμεν τῷ πυρὶ τοῦ φόβου τοῦ θεοῦ, ἵνα τῆς μελλούσης φλογὸς ἀπείρατοι διαμείνωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Βʹ. Ὅτι χρὴ ἡμᾶς μετὰ καθαροῦ συνειδότος τὰς διακονίας ὑπεξέρχεσθαι καὶ μὴ ποιεῖν τὰ ἔργα κυρίου ἀμελῶς. Ἀδελφοί μου καὶ πατέρες, εἰ ὁ σπορεὺς χαίρει καταβαλλόμενος τὰ σπέρματα τῇ γῇ, πόσον οὐχὶ μᾶλλον εὐφρανθήσομαι κἀγὼ ὁ ταπεινός, σπερματίζων ὑμῖν τὸν λόγον τῆς κατηχήσεως; ἀλλ’ ἐκεῖνος μὲν ἀμᾶται τοὺς στάχυας, σώματος ἐπίκηρον τροφήν, ἐγὼ δὲ [τὰ] κατορθώματα ὑμῶν, ψυχικὴν ἀπόλαυσιν αἰωνίαν. διὰ τοῦτο χαίρω, τέκνα, καὶ ἀγάλλομαι, ἓν λυπούμενος καὶ μόνον, τὰς ἁμαρτίας μου, καὶ τὸ μὴ κατ’ ἀξίαν τῶν τιμίων ὑμῶν ψυχῶν εὐπορεῖν με λέγειν· ἀλλὰ δέχεσθε τὰ τῆς πτωχείας καὶ ταπεινώσεώς μου, καὶ τῇ οἰκείᾳ ὑμῶν εὐπορίᾳ πλουτίζετέ με τὸν πτωχὸν καὶ πένητα τῶν ἀρετῶν· οὐ γὰρ ὡς πατὴρ ἔχω θησαυρίζειν ὑμῖν τοῖς τέκνοις, κατὰ τὸν ἀπόστολον.

Ἓν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἀπολογίας· δεύτερον δέ, ἐπειδὴ γεωργίας πρᾶγμα ἀεὶ τὰς χώρας ἐπισκέπτεσθαι τὸν γεηπόνον καὶ φιλοκαλεῖν αὐτὰς ἀπὸ πάσης ἀκανθώδους καὶ ὑλώδους παρεκφυήσεως, ἀναγκάζομαι, τέκνα μου, κἀγὼ ἐπιβλέπειν τὰς ψυχὰς ὑμῶν διὰ τῶν ἔξωθεν ἐπιτηδευμάτων ὑμῶν καὶ τὰ ἔνδον καταστοχάζεσθαι. βλέπετε τοίνυν πῶς αὐξάνεσθε, πῶς ἀνάγεσθε, πῶς τελειοῦσθε, πῶς καρποφορεῖτε θεῷ καὶ ἡμῖν τὴν ἀρίστην πολιτείαν ὑμῶν. ἐν τῇ ὑποταγῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν, ἐν τῇ ταπεινώσει ὑμῶν ὑψώσατε τὸ κέρας τῆς διαβιώσεως ὑμῶν, ἐν τῇ ὑπακοῇ ὑμῶν ἐνδείξασθε. “μαρτύριον τῆς συνειδήσεως” ὑμῶν, ἀδόλως καὶ ἀκαπηλεύτως τὰς διακονίας ὑπεξερχόμενοι.

οἷόν τι ἀποτέτακται ὃ μὲν εἰς τήνδε, ὃ δὲ εἰς τήνδε τὴν χρείαν, μὴ προσπαθῶς, μηδὲ ἐχθρωδῶς, μηδὲ καταφρονητικῶς ἐνεργείτω, παρακαλῶ, ἀλλ’ ὡς ἐν ἐποψίᾳ θεοῦ εὐκρίτως καὶ εὐσυνειδήτως καὶ ἀξιολόγως ἢ διδότω ἢ λαμβανέτω ἕκαστον τῶν παρισταμένων, ἵνα ἀκούσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· “εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου”· οὐ γάρ εἰσι τῆς φωνῆς ταύτης ἄξιοι, συγχωρήσατε, οἱ ἱμάτιον ἢ ὑπόδημα, ἢ δαπάνημα, ἢ ἀνάγνωσμα, ἢ διάταγμα, ἢ ἀπάντημα, ἢ ἐπιτίμημα, ἢ τόδε ἢ ἐκεῖνο, βέλτιον λέγω, ἢ ἄλλο τι ἐπιδιδόντες ἀθεοφόβως τῷ ἀδελφῷ· μᾶλλον δὲ ἐκείνης τῆς λεγούσης· “ἴδετε οἱ καταφρονηταὶ καὶ θαυμάσατε καὶ ἀφανίσθητε”, λέγει κύριος, καὶ ὅτι “ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς”.

Τί γὰρ καὶ ἐντεῦθεν οὐκ ἀναφύεται; δουλοπάθεια, ὁρῶντος τοῦ ἑτέρου τὸν ἕτερον καὶ σκανδαλιζομένου, ὡς τὸ εἰκός, κατὰ τοῦ δώσαντος. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἐξαναστῆτε οἱ λαμβάνοντες πρὸς ἐπιζήτησιν σφαλερὰν καὶ διάκρισιν πονηρὰν καὶ ἐπίβλεψιν δολερὰν τοῦ φορήματος ἢ τοῦ ὑποδήματος ἐκείνου ἢ τοῦδε τοῦ ἀδελφοῦ—στέργειν γὰρ ἐπὶ πᾶσιν ἀναγκαῖον ὑμῖν, ἐχόντων τὸ κρῖμα, κατὰ τὸν μέγαν Βασίλειον, τῶν τὴν ἐξουσίαν ἐχόντων—, ἀλλ’ ἵνα ὑμεῖς οἱ διανομεῖς τῶν τοιούτων φόβῳ θεοῦ καὶ πόθῳ ἐξανύετε καλλίστως τὰς ἐγχειρισθείσας ὑμῖν ἀρχὰς καὶ διδοῖ ὁ δίδων ἀπροσπαθῶς καὶ κατ’ ἀξίαν ἢ τὸ ἱμάτιον, ἢ τὸ ὑπόδημα, ἢ τὸ βιβλίον, ἢ τὸ ἀνάγνωσμα, ἢ τὸ καλλιγράφημα, ἢ τὸ δαπάνημα, ἢ ἄλλο τι οὖν, ἵνα μὴ λεπτολογῶμεν τὰ πράγματα· καὶ οὕτως ποιούντων ὑμῶν εὐστάθεια καὶ γαλήνη ἔτι καὶ ἔτι ἀναφανήσεται ἐν ὑμῖν τοῖς ἠγαπημένοις μου. ναί, ναί, παρακαλῶ καὶ δέομαι, ἀδελφοί μου ἡγιασμένοι, πληρώσατε τὰς καρδίας ὑμῶν παντὸς ἀγαθοῦ ἐπιτηδεύματος· δότε ἀλλήλοις δι’ ἀγάπην ἑαυτούς, χαίρετε τῇ ἀλλήλων εὐδοκιμήσει, λυπεῖσθε ἐπὶ τῇ τοῦ πέλας καταπτώσει. “οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί”, φησί, “καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι”· ὁ δὲ θεὸς ἡμῶν ὁ ἐπουράνιος ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, καὶ τοῦ ἐλέους αὐτοῦ πλήρης ἡ γῆ, ὡς ψάλλει Δαβίδ.

ὁμοιωθῶμεν αὐτῷ καὶ ἡμεῖς, καὶ νῦν μὲν τοῦτο κατορθώσωμεν, νῦν δὲ πρὸς τὸ ἑξῆς ἐπειχθησώμεθα, καὶ μηδὲ ἐν τῇ ἐλλείψει ἀθυμήσωμεν, μηδὲ ἐν τῇ ἐπικτήσει κενοδοξήσωμεν, ἀλλὰ ἐπὶ μὲν τῷ εὐχαριστήσωμεν κυρίῳ—“οὐ γὰρ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος”, φησίν, “ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ”—, ἐπὶ δὲ τῷ ἐπιμένοιμεν καὶ γενήσεται· “ὁ ζητῶν γάρ”, φησίν, “εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται”.

Οὕτως οὖν, τέκνα μου, ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τῶν ψυχῶν ὑμῶν ἐργάζεσθε, ἀναβιβαζόμενοι ἐπὶ τὰ ὑψηλότερα. χαρᾶς οὖν καιρὸς τῆς ἀληθινῆς πραγματείας, τῆς οὐκ ἀπολλυμένης· δρόμου καιρός, ἀλλὰ τοῦ πνευματικοῦ· πλουτισμοῦ καιρός, ἀλλὰ τῶν αἰωνίων ἀγαθῶν. μακάριος ὁ τρέχων, τρισμακάριος ὁ ὑπομένων, παμμακάριος ὁ πῦρ πυρὶ ἐπιθυμίας καὶ ἀγάπῃ θεοῦ ἀνάπτων [ἐν] ἑαυτῷ καθ’ ἑκάστην. οὐκ ἀποθανεῖσθε, τέκνα μου, ἀλλὰ ζήσεσθε· οὐ χωρισθήσεσθε, ἀλλὰ συναφθήσεσθε· οὐκ ἀτιμασθήσεσθε, ἀλλὰ δοξασθήσεσθε, ἐάν περ τὴν ὁμολογίαν ὑμῶν βεβαίαν καὶ ἀκλινῆ μέχρι τέλους τῆς ὁσίας ὑποταγῆς ἀραρότως τῇ εὐχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν κατέχητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Γʹ. Ὅτι χρὴ μισεῖν ἡμᾶς τὴν φιλαυτίαν καὶ ὑπερηφανίαν, δι’ ἃς ἐξεπέσομεν ἀπὸ τοῦ ὕψους τῆς ἀγγελικῆς ἡμῶν διαγωγῆς. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, μικροῦ δεῖν πρὸς τὰ παριστάμενα οὐδὲ γρύξαι ἤθελον τῇ φωνῇ μου, οὐχ ἵνα κατηχῶ ἐν εὐθυμίᾳ, διότι βίον ἥσυχον, κατὰ τὰς ἁμαρτίας μου, ἄρτι οὐκ ἔχομεν διάγειν ἐκ τῆς ἀκαταστασίας τοῦ κόσμου. ὧδε ἡμεῖς ἄλλον βασιλέα κηρύσσομεν, οἱ ἀδελφοὶ ἡμῶν ἔξω ἕτερον· ξίφη ἀκονοῦνται κατὰ τῶν ὁμοφύλων, στρατόπεδα κινοῦνται· θυμός, ὁ δεινὸς ὁπλίτης, ἐξάπτεται καὶ χριστιανὸς χριστιανὸν ἐπαρᾶται καὶ ἐπιθυμεῖ φοινίξασθαι τὴν ἑαυτοῦ μάχαιραν κατὰ τοῦ πλησίον ἄνθρωπος, καὶ τέλος ὅρκοις φρικτοῖς ἐπαφῇ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ὑπὲρ τοῦ σφετέρου ἑκάτερα τὰ μέρη μέχρις αἵματος ἐμπεδοῦσι, τί ἄλλο ἢ αὐτὸν τὸν ἀναιρέτην τοῦ θανάτου ἀναισθήτως ἀναλαμβάνοντες; οὐ γὰρ ἔχει φύσιν τοὺς δύο ἄρχειν ἐν μιᾷ βασιλείᾳ.

Ὢ τῆς ἐλεεινῆς συμφορᾶς! ὢ τῆς τοῦ πονηροῦ σκαιωρίας! ὢ τῆς πικρᾶς φιλαρχίας, δι’ ἧς ἐκ πρώτης ἡμέρας τὰ κακὰ εἰσῆλθεν εἰς τὸν κόσμον· ἠγαπήσαμεν γὰρ τὴν φιλαυτίαν καὶ ἰσόθεοι ἐδόξαμεν γενέσθαι, καὶ διὰ τοῦτο ἐξεπέσομεν ἀπὸ τοῦ ὕψους τῆς ἀγγελικῆς διαγωγῆς, ἐξώβλητοι τοῦ Παραδείσου γενόμενοι. καὶ ἐπεὶ τοῦτο συνέβη, οἱονεὶ σειρά τις ἔκτοτε μέχρι τῆς δεῦρο ἡ ἀνθρωπίνη κακία παρεκτείνεται. ἤρξατο οὗν ὁ θάνατος ἀπὸ τοῦ Ἄβελ καὶ τοῦ Κάιν· οὐ γὰρ ἦν πρότερον, οὐδὲ τί ἦν ἐγινώσκετο. δύο ἀδελφοὶ ὄντες οὐκ ἤνεγκαν τὴν εἰς ἀλλήλους παρευδοκίμησιν, ἀλλ’ ἔσφαξεν ὁ μείζων τὸν ἐλάσσονα. φεῦ τοῦ πονηροῦ δράματος! ἐκλείσθη τὰ σπλάγχνα, ἐπωρώθη ἡ καρδία, ἠλλοιώθη ὁ νοῦς. πῶς οὐκ ἐπέσχε τὴν χεῖρα κατὰ τοῦ συγγόνου ὁ φονάδελφος; πῶς οὐκ ἐνάρκησε συμπλακῆναι καὶ πατάξαι ἄνευ ἀνάγκης τὸν ὁμογάστριον ὁ ἀπανθρωπότατος; κἂν τοὺς γεννήσαντας πῶς οὐκ ᾠκτείρησεν ὁ τάλας; πῶς οὐκ ᾐδέσθη; ποίῳ προσώπῳ ὀφθῇ αὐτοῖς; ποίοις λόγοις ἀπολογήσηται τὴν μιαιφονίαν; ἀλλ’ ἦν ὁ κινῶν καὶ στρατηγῶν αὐτόν, ὁ λῃστὴς ὁ μέγας, ὁ ὄφις ὁ σκολιός, ὁ δράκων ὁ πικρός, ὁ Σατανᾶς, ὁ ὡς ἀστραπὴ πεσὼν ἐκ τοῦ οὐρανοῦ, καὶ ἐφ’ ὅσον ἦρκται τὸ κακόν, ὁ φθόνος ἔλαβε νομὴν ἐν ταῖς καθεξῆς γενεαῖς, οὕτως καὶ ἀλλοίως, πολυτρόπως ταῖς ἀλληλοφονίαις διερχόμενος μέχρι τῆς σήμερον, ὥσπερ ἀναγινώσκομεν.

Ταῦτα πῶς οὐχὶ στεναγμῶν καὶ δακρύων δίκαια, ἀδελφοί μου; Ἱερεμίου ἐστὶν ἄρα καὶ νῦν τοῦ πολυθρηνοτάτου χρεία καὶ εἰπεῖν, τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων, καὶ καθίσομαι καὶ κλαύσω ἐπὶ τῷ συντρίμματι, οὐ τῶν πάλαι Ἰσραηλιτῶν, ἀλλὰ τῶν χριστιανῶν ἄρτι; ἐπεὶ δὲ οὐκ ἐκεῖνος, ἀλλ’ ἡμεῖς οἱ ταπεινοὶ τέως κἂν ὑπὲρ ἀδελφῶν ὡς ἀδελφοὶ βοήσωμεν, στενάξωμεν, παρακαλέσωμεν, καὶ τίς οἶδεν, εἰ μεταμεληθῇ κύριος, κατὰ τοὺς Νινευΐτας, καὶ παραγάγῃ τὴν ὀργήν; τάχα δὲ καὶ προοίμια τῶν δεινοτέρων ἀνιαρῶν τὰ παρόντα προτρέχουσι καὶ διὰ τῶν προαναπτομένων σπινθήρων τὸ ἐκκαιόμενον πῦρ παραδηλοῦται. τί πρὸς ταῦτα λοιπόν; ἀλλ’ ἤ, ὡς εἴρηται, τὸ πενθῆσαι, καὶ σκυθρωπάσαι καὶ ἐπᾶραι χεῖρας πρὸς θεόν, τὸ δέεσθαι νυκτὸς καὶ ἡμέρας, ὅπως παραβιβάσῃ κύριος, οἵοις οἶδε τρόποις σοφίας, τὸν πειρασμόν, τοῦ συμβιβασθῆναι τὸ διαιρεθὲν εἰς αὐτοκρατορίαν μίαν, τὸ λυθῆναι τὰ ἐν μέσῳ σκῶλα, τὸ βραβευθῆναι τὴν οἰκουμένην ἐν εἰρήνῃ.

Γινώσκετε τοίνυν τὴν ἡμέραν θλίψεως εἶναι, γινώσκετε αὐτὴν πειρασμοῦ μεγάλου ὑπόθεσιν. πλὴν τί λέγει ὁ θεῖος Δαβίδ; ὅτι “θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, ἀλλ’ αἱ ἐντολαί σου μελέτη μου”. τοῦτο καὶ ἡμεῖς ποιῶμεν καὶ πορευώμεθα ἐν τοῖς τοῦ κυρίου μαρτυρίοις, καὶ φυλαττώμεθα τὴν κατάστασιν ἡμῶν ἐν ἁγιασμῷ σωφροσύνης, τὴν ταπεινοφροσύνην ἐγκομβούμενοι, τὴν ἀγάπην ἀσπαζόμενοι καὶ τὴν ὑπακοὴν θωρακιζόμενοι, δεήσει τοῦ πατρός μου καὶ ὑμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Δʹ. Περὶ τοῦ φυλάττειν τὴν πόλιν τῆς ψυχῆς ἡμῶν ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων διὰ φυλακῆς τῶν θείων ἐντολῶν. Ἀδελφοὶ καὶ πατέρες, δεινὴ μέν ἐστι καὶ ἡ νῦν ἀταξία γενηθεῖσα ἐν τοῖς χριστιανοῖς, καθὼς προειρήκαμεν, στοχαζόμεθα δὲ ὅτι καὶ τὰ ἑξῆς πονηρὰ καὶ τραγῳδίας ἀνάμεστα· οὔπω δὲ τοσοῦτο δέδοικα ἐγὼ ὁ τάλας ταύτην, κἂν ξίφη κατ’ ἐμοῦ ἀκονίσῃ τις, κἂν πληγὰς ἐπιθήσῃ, κἂν ἐξορίαν ἐπενέγκῃ, κἂν θάνατον προτείνῃ, ὑπὲρ τοῦ ἀγαθοῦ θεοῦ μόνον καὶ τῆς ἀληθείας· δεδιῶ δὲ καὶ φοβοῦμαι τὴν ἐν τῇ ταπεινῇ μου ψυχῇ ἐπανισταμένην διαβολικὴν ἐπήρειαν, ἡνίκα βασιλεύει ἐν τῷ θνητῷ μου σώματι ἡ ἁμαρτία, οἷον ἀνασοβήσασα κατὰ τῆς ἀρετῆς τῷ πλήθει τῶν στρατευομένων ὑπ’ αὐτῆς ἀναριθμήτων παθῶν. καὶ τοῦτό μοι φοβερόν, τὸ βέλος τὸ τῆς ἡδονῆς, ὅτι τιτρώσκει οὐ σάρκα, ἀλλὰ καρδίαν· καὶ τοῦτό μοι φρικτόν, τὸ αἷμα, ὃ οὐ διαῤῥεῖ ἐπὶ τὴν γῆν διὰ ξίφους, ἀλλ’ ὃ ἐκχέεται ἐπὶ ψυχὴν διὰ μαχαίρας ἀοράτου, λιμὸν δὲ ἐκεῖνον, καθὼς ᾄδει ὁ προφήτης, οὐκ ἄρτου, οὐδὲ ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου.

ταῦτα τοίνυν ἐγὼ δεδιῶ καὶ ἐν τούτοις εἰμὶ τρομάσσων, πάντως δὲ καὶ ὑμεῖς οἱ θεοδίδακτοι, ὥστε, ἀνεπιβουλεύτους ἡμᾶς διαμένοντας ἐκ τῆς μηχανουργίας τοῦ κοσμοκράτορος τοῦ αἰῶνος τούτου, ἄρχεσθαι ὑπὸ τοῦ βασιλέως τῶν ἁπάντων καὶ δεσπότου θεοῦ διὰ τῆς ἐπιδείξεως τῶν καλῶν ἔργων καὶ ἀλλοτριώσεως τῶν πονηρῶν ἐπιτηδευμάτων.

Προσέχωμεν λοιπόν, ἀδελφοί μου, ἑαυτοῖς καὶ σκοπῶμεν, μήπως ἐμπηδήσῃ τις ἐν τῇ πόλει τῆς ψυχῆς ἡμῶν ὡς ἐπίβουλος καὶ ἀλλότριος, ἢ νοῦς ὑπερήφανος, ἢ λογισμὸς ἐμπαθής, ἢ ἡδονὴ ὑποσύρουσα κλέπτρια, ἢ παρακοὴ ἐξοστρακίζουσα, ἢ ἰδιοῤῥυθμία ἐξαπατῶσα καὶ ἀπολλύουσα, ἢ σκληρότης ἀκατάνυκτος, ἢ ἀπείθεια ἀπαράκλητος, ἢ δικαιολογία ἀσυμβίβαστος, ἢ εἴ τι ἄλλο τῶν δυναμένων ταράξαι ψυχήν· ἀλλ’ ὡς ἐπάλξεσί τισι περιτειχίσωμεν ἑαυτοὺς ταῖς θείαις ἐντολαῖς καὶ σῶοι πάντοτε διαμένοιμεν. εἰ δὲ καὶ συμβῇ λῃστὴν τοιοῦτον εἰσελθεῖν, θᾶττον ὑφοράσθω καὶ δεσμείσθω καὶ ἀποπεμπέσθω πόρρω που ἀφ’ ἡμῶν, καὶ ἀναλαβώμεθα, εἰ βούλεσθε, παρακαλῶ, ἕξιν μᾶλλον πρὸς τὰ πάθη καὶ στιβαρότητα καρδίας καὶ κραταίωσιν πνεύματος, ἵνα βαλλόμενοι μὴ καταπίπτωμεν, ἀλλὰ ἀντικρούωμεν καὶ ἀντιπεμπώμεθα τοὺς ἀοράτως ἡμῖν ἐπανισταμένους ἐχθρούς. σήμερον οὗτος ὁ δαίμων βάλλει, αὔριον ὁ ἕτερος ἐξανίσταται, εἶτα πάλιν ὁ ἄλλος, [ὁ] τῆς πορνείας φημί, τῆς γαστριμαργίας, τῆς ὑψηλοφροσύνης, τῆς ὑπερηφανίας, τῆς δειλίας, τῆς θρασύτητος, τῆς ἰδιοπραγμοσύνης, τῆς ἀβουλίας, τῶν ἄλλων μυρίων παθῶν, ὧν τὰ ὀνόματα οὐ καιρὸς λέγειν. πρὸς ἅπαντας ὑπαντᾶν ὀφείλομεν, τοὺς πάντας πολεμεῖν, καταργεῖν ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος ἡμῖν ἀποδιδεῖν τὸ βραβεῖον τῆς νίκης ἐν ἡμέρᾳ ἀνταποδόσεως.

Καὶ μακάριός ἐστιν, ἀδελφοί μου, ὁ ἀκούων καὶ συνιῶν καὶ φυλάσσων, ὁ βιαζόμενος ἑαυτὸν καθ’ ἑκάστην ἡμέραν ἐν τῷ νοητῷ πολέμῳ· βίαιον γάρ ἐστι τὸ σῴζεσθαι, καὶ οἱ βιασταὶ ἁρπακταὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ διὰ τοῦτο οὐκ ὀφείλετε ξενίζεσθαι, ἐπὰν συμβῇ ὑμῖν πειράζεσθαι, πρὸς δοκιμασίαν ὑμῶν τοῦ τοιούτου γινομένου. διὸ μὴ ὀλιγωρήσητε ἐλεγχόμενοι, ἐπιτιμώμενοι, νουθετούμενοι, ἀφοριζόμενοι, παραπληκτιζόμενοι, ὀνειδιζόμενοι, ἔστιν ὅτε καὶ ὑβριζόμενοι, εἰ τοῦτο δέοι· ἀλλ’ εὐθυμεῖτε καὶ εὐθαρσεῖτε καὶ εὐψυχεῖτε, ὅτι ἐν τούτοις ὑμῶν ἡ σωτηρία, ἐν τούτοις ἡ προκοπή, ἐν τούτοις ἡ μαρτυρία, ἐν τούτοις οἱ στέφανοι, καὶ τὰ λοιπὰ διὰ τὴν ὥραν παραλειπτέον· ὁ δὲ κύριος καὶ θεὸς τοῦ πατρός μου καὶ νῦν καὶ πάντοτε φυλάττων φυλάξει καὶ διασῴζων διασώσει ἀπὸ παντὸς πειρασμοῦ, ἀπὸ πάσης θλίψεως καὶ ἀνάγκης, ἀπὸ πάσης ἔχθρας καὶ μανίας δαιμόνων, ἐν αὐτῷ φρουρουμένους, ἐν αὐτῷ διασῳζομένους, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Εʹ. Περὶ τοῦ κεκαθηλῶσθαι ἡμᾶς τῷ φόβῳ τοῦ θεοῦ, ὡς ἂν μὴ κατακυριευώμεθα ὑπὸ τῶν ἰδίων ἐπιθυμιῶν. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, τί ὑμῖν ἐν τῇ προτέρᾳ κατηχήσει ὑπέμνησα; οὐχὶ τοῦτο, ὅτι προσέχωμεν μήπως εἰς ἑαυτοὺς ἐπιβουλὴν πάθωμεν κατὰ ψυχήν, ὡς ἔτι τὴν ἔξωθεν καὶ κοσμικὴν ἀνασοβὴν καταθρηνοῦμεν; ἰδοὺ οὐκ εἰς μακρὸν καὶ τοῦτο αἱ ἁμαρτίαι μου ἤγαγον ἐπὶ τὸν ἀποδράσαντα ἀδελφὸν ἡμῶν, τὸν ἐλεεινὸν λέγω Ἀββακούμ, ὃς πάντως μὴ ἔχων φυλακὴν νοητήν, μηδὲ τοὺς στρατηγοῦντας αὐτῷ λογισμοὺς πιστοὺς καὶ εὐσεβεῖς πρὸς θεὸν κτώμενος, ἀλλὰ πεπλανημένους καὶ ἀκανονίστους, ἔπαθεν ὃ ἔπαθεν καὶ ἐξωστρακίσθη ἐκ μέσου ἡμῶν, ὀπίσω τοῦ διαβόλου πορευόμενος, καὶ τὸ χαλεπώτατον, ὅτι συνηπάτησε μεθ’ ἑαυτοῦ καὶ συνῃχμαλώτευσε καὶ τὸ παιδίον τὸν Φινεές. καὶ βλέπε μοι ποῦ ἄρτι πορεύεται ὡς πρόβατον θηριάλωτον ἐκτὸς ὁδηγίας, ἐκτὸς φωτισμοῦ· πῶς γὰρ δύναται ἔτι ψάλλειν ἢ ὑμνεῖν τὸν θεόν, ἐξ οὗ διέστη διὰ τῆς ἀρνητικῆς ἀθετήσεως καὶ τῶν συνθηκῶν αὑτοῦ; πῶς δύναται ᾄδειν “μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν”, ταύτην τὴν ὁδὸν ὁ τάλας στελλόμενος; ἢ πῶς δύναται λέγειν “αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος· ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν”, ἠθετηκὼς τὴν φρικτὴν καὶ ἀγγελογράφον ὁμολογίαν αὑτοῦ;

τὸ γὰρ “ὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου” πόῤῥω ἀπ’ ἐκείνου. οἰκεῖον δὲ ψαλμὸν εὕροι ἂν ψάλλειν, εἴπερ ἐπαρᾶται ἑαυτὸν λέγων· “ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου”. ἐπικατάρατος οὖν ἐστιν, ὡς ἀληθῶς, καὶ ἀποδεδοκιμασμένος, εἰ μὴ κύριος ὁ θεὸς ταῖς εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, συνυπουργούσης καὶ τῆς ὑμετέρας δεήσεως, προφθάσῃ εἰς ἐπιστροφήν.

Ἀλλ’ ἵνα τί οὕτω γίνεται, τέκνα μου, καὶ διατί λαμβάνει ἡμᾶς ὑποχειρίους αὑτοῦ ὁ Σατανᾶς; καὶ πῶς οὐκ ἐσμὲν καθηλωμένοι ἐν τῷ φόβῳ τοῦ θεοῦ; πῶς οὐκ ἐσμὲν τεθωρακισμένοι ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ αὐτοῦ, μηδαμῶς κατακυριευόμενοι ὑπὸ τῶν ἰδίων ἐπιθυμιῶν, ἀλλ’ οὕτως χλιαροὶ καὶ νόθοι καὶ σκαιοί, ἀκαρτέρητοί τε καὶ ἀφερέπονοι καὶ ἀῤῥίζωτοι, ἵν’ οὕτως εἴπω, καὶ ἀκαρποφόρητοι δεικνύμεθα; ποῦ ἡ πατρικὴ πίστις; ποῦ ἡ πρὸς τοὺς ἀδελφοὺς ἀγάπησις; τί εἴπω πρὸς ταῦτα ὁ τάλας καὶ ἀκάθαρτος ἐγώ; τῷ δοκεῖν φροντίζειν ἑνὸς ἑκάστου ὑμῶν καθ’ ἑκάστην—ὡς εἰπεῖν—τιτρώσκομαι καὶ φλέγομαι καὶ κόπτομαι, ἱμειρόμενος ὑμῶν καὶ τὰ ψυχικὰ καὶ τὰ σωματικά. καὶ ἐν τούτῳ συνθλιβόμενος καὶ ἐν τούτῳ συμπεριστατούμενος μετὰ τοῦ πατρός μου καὶ τῶν ἐξεχόντων, μάλιστα ἐν ταῖς ἡμέραις ταύταις, πῶς ἆρα διατραφῆτε ἑκατέρωθεν, ἢ πῶς διασωθῆτε ἐκ τῶν αἰσθητῶν καὶ νοητῶν πειρασμῶν; καὶ αὐτοὶ οὔπω ἀκμὴν ἥψασθε τῶν λυπηρῶν καὶ θᾶττον ἐκλύεσθε· οὐκ εἰδότες τὸ στάδιον τρέπεσθε εἰς τὰ ὀπίσω. πῶς ὑμῖν πιστεύσω, ὅτι ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης διὰ τῆς ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ πεποιθήσεως τίθεσθε τὰς ψυχὰς καὶ τὰ σώματα ὑμῶν καὶ ὑπομένετε θλίψεις καὶ στενοχωρίας, λιμούς τε καὶ διωγμούς, ἐξορίας τε καὶ βασάνους καὶ θανάτους;

κἂν τοὺς τοῦ κάτω βασιλέως στρατιώτας οὐ θεωρεῖτε, πῶς ὑπὲρ αὐτοῦ τινες πιστὰ φυλάττοντες, ἢ φόβῳ, ἢ ἀγάπῃ, καὶ ὑβρίζονται καὶ ξυρίζονται, δέρονται καὶ ἐκδέρονται, φθάσῃ δέ, κατὰ τὰς ἁμαρτίας μου, καὶ τὰ αἵματα κενοῦσιν, ὡς καί τινες, καὶ ταῦτα ὑπὲρ τίνος; ἵνα πλείους ἢ τιμὰς ἢ ἀξίας δέξωνται; ἀλλ’ οὐχὶ τοιοῦτοι οἱ ἡμέτεροι ἀγῶνες, ἀλλ’ ὑπὲρ τοῦ ἀφθάρτου καὶ ἀοράτου καὶ μόνου βασιλέως τῶν ὅλων θεοῦ, ὑπὲρ τοῦ βασιλείας οὐρανῶν ἡμᾶς ἐπιτυχεῖν, ὑπὲρ τοῦ συγκληρονόμους ἡμᾶς γενέσθαι Χριστοῦ, ὑπὲρ τοῦ ἀπολαῦσαι ἡμᾶς “ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη”. καὶ ὅμως ῥέγχομεν καὶ κοιμώμεθα, καὶ ὅμως ἀποβουκολούμεθα καὶ ἐξαπατώμεθα. οὐκ ἀνανήφομεν; οὐ κραταιούμεθα; οὐ στεῤῥοποιούμεθα; οὐ γνήσιοι υἱοὶ γεγενήμεθα; οὐχὶ “υἱοὶ φωτὸς” χρηματίζομεν; οὐχὶ τέκνα εὐπειθείας φανερούμεθα; οὐχὶ σπέρμα ἅγιον ἀποδεικνύμεθα; οὐκ αἰχμαλωτίζομεν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ; οὐχ ὑπεράνωθεν τῶν κοσμικῶν φρονημάτων προσανατρέχομεν; οὐχὶ κἂν πολλάκις τῆς ἡμέρας δεῖ θανεῖν διὰ Χριστὸν τεθνηξόμεθα;

Ναί, ναί, παρακαλῶ, τέκνα μου ἠγαπημένα· γενώμεθα υἱοὶ δυνάμεως, ὁπλῖται Χριστοῦ, λαὸς περιούσιος, χορὸς ἀγγελικός, σύστημα ἀκαταγώνιστον, κατὰ τοὺς ἁγίους πατέρας ἡμῶν, κατὰ τοὺς μακαρίους ὑποτακτίτας, ἵνα ἔχωμεν τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν πατούμενον καὶ ἐκνευρούμενον, ὡς ἐκεῖνος ὁ ἅγιος Σιλβανός, ὡς ἐκεῖνος ὁ ὅσιος Δοσίθεος, ὡς ἐκεῖνος ὁ ἀοίδιμος Ζαχαρίας, ὡς πάντες οἱ τῶν πάντων ὁσίων φοιτηταὶ χρηματίσαντες. ἐπεὶ δὲ οὐ μόνος Δοσίθεος, οὐδὲ μόνος Σιλβανός, οὐδὲ μόνος Ζαχαρίας δεδόξασται, ἀλλὰ καὶ πάντες οἱ συμφοιτηταὶ συνθεωροὶ καὶ συμμέτοχοι τῆς ἐκείνων δόξης γίνονται, κἂν προλάμπωσιν οὗτοι ὡς ὑψηλότεροι, ἐσώμεθα καὶ ἡμεῖς, δέομαι, ὡς οὗτοι, καὶ μὴ ἐπιβουλευώμεθα, μὴ ἀνασοβευώμεθα, μὴ ἀποκτεννώμεθα τὸν τῆς ἁμαρτίας θάνατον, ἀλλ’ ἔτι τὰς ὑπολοίπους ἡμέρας ἢ ὥρας τοῦ βίου ἡμῶν ζήσωμεν εὐαρέστως θεῷ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ϛʹ. Ὅτι χρὴ ἡμᾶς μὴ ἀτονεῖν ἐν τῷ πνευματικῷ ἡμῶν ἔργῳ, ἀλλ’ εὐτόνως καὶ εὐμαρῶς ἐξανύειν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἴδετε εἰς ποίας ἡμέρας ἐτηρήθημεν πονηρὰς καὶ χαλεπωτάτας, κατὰ τὰς ἁμαρτίας μου, ἐν αἷς ἀφῄρηται τὸ καλὸν τῆς εἰρήνης, εἰσαχθείσης διχονοίας ἐν τοῖς χριστιανοῖς, καὶ ἄρτι ἠσφάλισται ἡ πόλις καὶ φρουρεῖται ὑπὸ στρατιωτικῆς χειρὸς ἐπὶ πᾶν αὐτῆς μέρος, ἐπὶ τῷ τῆς Χρυσοπόλεως περάματι παρεμβαλόντων τῶν ἀνταράντων ἀδελφῶν ἡμῶν καὶ ὁπλιζομένων καταλήψεσθαι τὴν πόλιν ὡς νοσσιάν.

Ταῦτα μὲν οὖν δεινὰ καὶ χαλεπὰ καὶ πολλῶν ἄξια δακρύων, καὶ δεῖ προσκεῖσθαι ἡμᾶς τῷ θεῷ ἐκτενῶς νύκτωρ καὶ μεθ’ ἡμέραν, μετὰ στεναγμῶν καὶ δακρύων, ὑπὲρ ἀπαλλαγῆς τῆς ὀργῆς καὶ ἀποκαταστάσεως τῆς εἰρήνης, καθ’ ὃν τρόπον οἶδεν ἡ ἀνεξιχνίαστος αὐτοῦ σοφία· “ἃ γάρ”, φησίν, “ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα [αὐτοῦ] τὴν ὑψηλὴν τίς ἀποστρέψει”; χρὴ δὲ ἡμᾶς, τέκνα, μὴ ἐξαπορεῖν, ὡς ἐγκαταλελειμμένους ὑπὸ θεοῦ, μηδὲ ἀτονεῖν ἐκ τοῦ ἔργου ἡμῶν τοῦ πνευματικοῦ, ἀλλ’ ἔχεσθαι τῆς σπουδῆς καὶ τῆς ἐργασίας ἡμῶν τῆς θεοπράκτου· “τοῖς γὰρ ἀγαπῶσι τὸν θεόν”, εἴρηκεν ὁ ἀπόστολος, “πάντα συνεργεῖ εἰς ἀγαθόν”. ὥστε οὔτε αὐτὴ ἡ παροῦσα ἀταξία, οὔτε ἑτέρα τις συμφορὰ δεινοτέρα, μᾶλλον δέ, ἵνα ἀποστολικῶς εἴπωμεν, “οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται χωρίσαι ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν”.

διὸ πρὸς θεὸν ὁρῶντες καὶ βλέποντες, καὶ πρὸς τὰ ἀποκείμενα ἡμῖν ἀγαθὰ ἀποσκοποῦντες, τὸν προκείμενον ἡμῖν ἀγῶνα ἐξανύωμεν εὐμαρῶς καὶ εὐσταθῶς καὶ εὐτόνως, μήτε τῇ ἀκηδίᾳ χαυνούμενοι, μήτε τῇ νηστείᾳ ἐξατονούμενοι, μήτε τῇ ἀγρυπνίᾳ ἐκνευρούμενοι, μήτε τῇ προσευχῇ ὀκνηριαζόμενοι, μήτε ταῖς ἄλλαις ἐντολαῖς ἀποναρκούμενοι, ἀλλ’ ὡς εἰς χαράν, ὡς εἰς ζωήν, ὡς εἰς εὐφροσύνην, ὡς εἰς ἀγαλλίασιν, καὶ ἔτι μείζω τούτων, ὡς εἰς φῶς, ὡς εἰς θεὸν τρέχωμεν καὶ διώκωμεν καὶ εἰσερχώμεθα ἐκ δυνάμεως εἰς δύναμιν τῶν ἐντολῶν καὶ ἐκ δόξης εἰς δόξαν τῶν ἀρετῶν, μεταμορφούμενοι καὶ ὅλοι βελτιούμενοι καὶ ἀεὶ λαμπρυνόμενοι καὶ τὰ θεῖα καταπλουτούμενοι, ἕως ἂν φθάσωμεν εἰς τὴν ἑνότητα, φησί, τῆς πίστεως, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ ὃν κόσμῳ ἐσταυρώθημεν καὶ κόσμος ἡμῖν ἐσταύρωται, δι’ ὃν ἀφήκαμεν πάντα καὶ ἡγησάμεθα σκύβαλα εἶναι, ἵνα αὐτὸν κερδήσωμεν.

Βλέπετε οὖν, τέκνα μου, ὁποῖον καὶ ἡλίκον ἐξετελέσαμεν ἔργον, φυγόντες κόσμον καὶ ἀπειπάμενοι πάντα τὰ βιωτικά, καὶ συγγένειαν καὶ πατρίδα καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ ἀδελφάς, πόλεις, οἴκους, ἰδίους, πάντα συλλήβδην τὰ σαρκικὰ καθήκοντα; μὴ οὖν ἄρτι μωμηθῇ τὸ τηλικοῦτον ἔργον ἡμῶν, παρακαλῶ καὶ ἀντιβολῶ, δι’ ἀτονίας, δι’ ἀμελείας, δι’ ἀπροσεξίας τοῦ νοῦ. τοῦτο δὲ γίνεται, ἐὰν ἀρχώμεθα τελεῖν τὰ θελήματα τῆς σαρκὸς καὶ ἐκτελεῖν τὰ τῆς ψυχῆς παθήματα, οἷον ἐπιζητοῦντες τοῦτο, ἐκεῖνο, ἱμάτιον καλόν, καὶ τοῦτο αὐτόχροιον ἢ κοκκόβαφον, ἢ πολύκολπον, ὑψηλότατον κουκούλλιον, καὶ τοῦτο καινότατον ἢ βαθυφόρητον, ἢ ψιλοΰφαντον, ἢ πολύσταυρον, ἅτινά εἰσι τῶν νηπιοφρόνων τὰ νεωτερίσματα· πρὸς τούτοις τὸ ἐπιζητεῖν ζώνας μεταξοῤῥάφους καὶ εὐγραμμίστους, καλίκια ὁλένδυτα, εὐμάλακτα μανδύα πολύτιμα, βαθύτατα, καλόχροια, περιστέλλειν δὲ τοὺς χιτῶνας καὶ ὥσπερ ἐπὶ σκηνῆς γραμμίζεσθαι καὶ στιβίζεσθαι, ὡς αἱ κόραι· οὐκ αἰσχυνόμεθα οἱ ἀναίσχυντοι ταῦτα ἐπιτηδεύοντες;

ἀλλ’ οὐχὶ τοιοῦτοι οἱ ὅσιοι καὶ ἅγιοι πατέρες ἡμῶν· αὐτῶν γάρ εἰσιν τὰ πολύῤῥαφα κεντωνάρια, τὰ εὐτελῆ κουκούλλια, τὰ ἐξ ἀρμένων μαφόρια, τὰ πολυπέζωτα ὑποδήματα, ἐξ ὧν ἡ θεομίμητος ταπείνωσις, ἡ ἀδιάκριτος ὑπακοή, ἡ εἰλικρινὴς πίστις, τὸ πρὸς τὸν κόσμον μῖσος, τὸ πρὸς θεὸν φίλτρον, ὁ εἰς αὐτὸν ἔρως ἄληκτος, οἱ ἀγῶνες οἱ θαυμαστοί, οἱ φωτισμοὶ οἱ ψυχικοί, τὰ ὅσια ἀποτελέσματα.

Τούτους οὖν μιμησώμεθα καὶ ἡμεῖς, τέκνα καὶ ἀδελφοί, καὶ ἑαυτοὺς ῥυθμίσωμεν, καὶ ἑαυτοὺς ἐκβιασώμεθα τοῖς ἴχνεσι τῶν ἁγίων κατακολουθοῦντες, ἵνα καὶ τῆς μερίδος αὐτῶν καταξιωθῶμεν. καὶ μὴ βαρέως φέρετε ὑπομιμνησκόμενοι· οὐ γὰρ περὶ πάντων ὁ λόγος, ἀλλὰ περί τινων, οὓς ὁ κύριος διορθώσηται καὶ σώσει, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ζʹ. Ὅτι χρὴ ὑποῖσαι ἡμᾶς καὶ πεῖναν καὶ δίψαν καὶ πᾶσαν ἄλλην στενοχωρίαν μέχρι θανάτου, καθὼς ἐν τῇ εἰσαγωγῇ ἡμῶν θεῷ συνεθέμεθα. Ἀδελφοί μου καὶ πατέρες, ἐκ τῆς συμβάσης μοι κατὰ τὰς ἁμαρτίας μου ἀσθενείας διέκοψα κατὰ τὸ σύνηθες κατηχεῖν· ἐπεὶ δὲ ἔῤῥωταί μοι νῦν τὸ πανάθλιόν μου σῶμα, εἰ καὶ οὐ παντάπασιν ἐκαθαριεύθη θερμασίας, ἀναγκαῖον ἡγησάμην πάλιν ἔχεσθαι τῆς διακονίας μου· ἡ γὰρ διακονία μου αὕτη ἐστίν, ἵνα ὑμᾶς τοὺς ἀειποθήτους μου, τοὺς διὰ πνεύματος ἁγίου γεννηθέντας μοι, καθυπομνήσκω καὶ ὑποβάλλω τὰ χρήσιμα καὶ σωτήρια, καὶ οἱονεὶ καθ’ ἑκάστην διεγείρω καὶ ἀνακαινίζω τὸ νηφάλιον τῶν ψυχῶν ὑμῶν φρόνημα, καὶ οὔπω κέκτημαι τὸ τοιοῦτον χάρισμα. “ἐργάζεσθε οὖν”, ὥς φησιν ὁ κύριος, “μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον”, τὰς ἐντολὰς αὐτοῦ δηλονότι, τὰ δικαιώματα, ἐν τῷ νόμῳ αὐτοῦ μελετῶντες ἡμέρας καὶ νυκτός, ὥστε γενέσθαι ὑμᾶς “ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων”, καθὼς ψάλλει ὁ θεῖος Δαβίδ, καὶ ὁ καρπὸς ὑμῶν ἐπιδοθήσεται ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον ὑμῶν τῆς σωτηρίας οὐκ ἀποῤῥυήσεται, δηλαδὴ ἐν τῷ μέλλοντι αἰῶνι, “οὐχ οὕτως οἱ ἀσεβεῖς δέ, οὐχ οὕτως, ἀλλ’ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς”.

Ἀσεβεῖς δὲ εἶεν ἂν οὐ μόνον ἀλλόπιστοι, ἀλλὰ καὶ οἱ παραβάται τῶν τοῦ κυρίου ἐντολῶν. καὶ ἵνα ἐπὶ τοῦ καθ’ ἡμᾶς συστήματος ἐκλάβοιμεν τὸ ῥῆμα, τί βούλονται ἄλλο εἶναι οἱ ἀνήκοοι, οἱ ὑπερήφανοι, οἱ τροπολόγοι, οἱ τεχνασταί, οἱ ἀλαζόνες, οἱ παῤῥησιασταί, προσθήσω δὲ καὶ οἱ λαθροφάγοι, οἱ γογγυσταί, οἱ φιλόκαλοι, οἱ περίεργοι, οἱ ἀεργοί, οἱ ἀδιάφοροι, οἱ ψιθυρισταί, οἱ ἰδιογνώμονες, οἱ κατάλαλοι, ἔτι δὲ μᾶλλον οἱ ἀχάριστοι καὶ ἐκζητηταὶ τῶν μὴ προσηκόντων; οὐ γὰρ ἀρκοῦνται ἐφ’ οἷς αἱ δωρεαὶ τοῦ θεοῦ δίδονται, ἀλλὰ προφασιζόμενοι “προφάσεις ἐν ἁμαρτίαις”, καὶ λόγους συνηγόρους τοῖς πάθεσιν αὑτῶν ἐφευρίσκοντες, καὶ τὸ ὅλον ἀφέντες τοῦ περὶ ψυχῆς ἀγωνίζεσθαι, ἡδυπαθοῦντες περὶ τὸ σῶμα καὶ καταδουλούμενοι τῷ διαβόλῳ, ζητοῦσι καὶ ἐκζητοῦσι καὶ διαμάχονται περὶ βρωμάτων καὶ πομάτων, ὧν οὐκ εἰσὶν ἄξιοι, καταιτιώμενοι τὸν οἶνον καὶ τὸ ἑψητόν, καὶ προβαλλόμενοι τὴν φύσιν καὶ τὴν ἕξιν καὶ τὴν ἀσθένειαν. ὡς ὤφελέν γε τοὺς τοιούτους καὶ σπληνιᾶσαι, καὶ ἡπατιᾶσαι, καὶ ὑδεριᾶσαι καὶ τεθνᾶναι, ἵνα τοῦ μεγίστου τῶν ἀῤῥωστημάτων, κακίας καὶ ἀχαριστίας, ἀπηλλάγησαν! εἰσὶ δὲ οἱ καὶ τὸ ὄψον ἀεὶ ἐπιζητοῦντες καί τινα προπόματα καὶ καρυκεύματα. καὶ ὡς ἀπολελήθασιν οἱ τάλανες τί ἐν τῇ εἰσαγωγῇ αὑτῶν τῇ πρώτῃ ἡμέρᾳ θεῷ συνέθεντο καὶ καθωμολόγησαν ἐνώπιον πολλῶν μαρτύρων, ἀοράτων τε καὶ ὁρωμένων!

οὐχὶ πεῖναν καὶ δίψαν, θλῖψιν καὶ στενοχωρίαν, λιμὸν καὶ διωγμόν, βασάνους καὶ θανάτους; καὶ ἄρτι περὶ διαφορᾶς οἴνου καὶ βρωμάτων τὴν διαμάχησιν ποιοῦνται! ἀλλ’ οὖν, ὡς ἐνέπαιξαν, ἐμπαιχθήσονται, καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐπόπτην καὶ ἀκροατὴν τῶν ὁμολογιῶν αὑτῶν, φοβοῦμαι μὴ παραδώσῃ αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα καὶ ὀλέθρια.

Ἀνανήψατε οὖν, ὦ οὗτοι, μᾶλλον δὲ ἐκνήψατε ἀπὸ τοῦ νυσταγμοῦ τῶν ψυχῶν ὑμῶν. ἀπὸ τῆς θείας καταφρονήσεως, ἀπὸ τῆς χθαμαλότητος, ἀπὸ τῆς χλιαρότητος· πυρώθητε τῷ θείῳ πόθῳ καὶ φόβῳ· “δράξασθε παιδείας”, ἀναλάβετε “ὅπλα δικαιοσύνης”· τρέμετε καὶ δεδιᾶτε καὶ ἐπ’ αὐτοῖς τοῖς προκειμένοις τῇ τραπέζῃ. οὐ λέγω, ὅτε ὄψοι καὶ τυροὶ καὶ βρωμάτια καὶ τηγανίσματα καὶ λαγανίσματα, ἀλλὰ καὶ ἐπὶ μόνῳ ἄρτῳ καὶ ἐλαιωμένῳ λαχάνῳ καὶ κυάμῳ, ὀσπρίοις ἄλλοις καὶ ὀπώραις καὶ μιᾷ κράσει ἢ δύο οἴνου, ὅτι καὶ αὐτὴ μεγάλη παράκλησις. καὶ τίς ταπεινοφρονῶν οὐ δέδοικεν, διὰ τῆς ἀναπαύσεως ταύτης ἀποστερεῖσθαι δοκῶν τῶν αἰωνίων ἀγαθῶν; ἐγὼ τέως, ἵνα τὸ κατ’ ἐμὲ ἐξείπω, κολάσεως ἐφόδιον λογίζομαι τὸ βρῶμα καὶ τὸ πόμα μου, καὶ μάλιστα τὸ ἐν τῇ ἀσθενείᾳ δοθέν μοι· πιστεύσατε δέ μοι, εἰ καὶ παραφρονῶν λέγω, ὅτι, εἰ μὴ φόβος πολὺς παρακοῆς με τοῦ κοινοῦ πατρὸς ἐπίεζε καὶ τῆς ὑμῶν περικλονήσεως καὶ διοικήσεως ὁ ἐν διακρίσει λόγος, ἐπεὶ οὐκ ἂν μετήλλασσον, τὴν βρῶσιν καὶ τὴν ἕξιν μου λέγω, μέχρις ἂν “παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου”, ἀλλὰ καὶ ἔφαγον καὶ ἔπιον, καὶ ταῦτα διάφορα, ἀλλ’ ἵνα καὶ πάλιν ἐν ἀφροσύνῃ εἴπω, μετ’ ὀδύνης καὶ στεναγμοῦ καὶ χολῆς, τὸ μὲν διὰ τὴν ἀναξιότητα, τὸ δὲ διὰ τὴν ὑμῶν αὐτῶν τῶν ἀσθενούντων ἐπιμερίμνησιν καὶ σπανιότητα.

Πλὴν ὅ τι χάριτι Χριστοῦ ἔχομεν καὶ ἔχετε, καὶ δότε δόξαν θεῷ οἱ ἀγνώμονες· καὶ γὰρ καὶ οἰνοποτήσαμεν καὶ ἐλαιοφαγήσαμεν καὶ ὀψαροφαγήσαμεν καὶ ἐνοσοκομήθημεν καὶ ἐθεραπεύθημεν οὐχ ἅπαξ, οὐ δίς, ἀλλ’ ὡς ἔπος εἰπεῖν καὶ καθ’ ἑκάστην ἡμέραν. καὶ ἀδελφὸς ἐκλελεγμένος ἐστὶ πεῖραν εἰληφὼς καὶ ἰατρικῆς, ὁ πρωτονοσοκόμος, συνυπουργοὺς ἔχων τρεῖς καὶ τέσσαρας καὶ πέντε, ἴδιον ὀψοποιόν, ἴδιον κελλαρίτην, ἔλαια κατασκευάζων καὶ καταπλάσματα καὶ μοτώματα, ἀενάως τὴν διακονίαν ἐπιτελῶν. καὶ ἔξοδοι οὐκ ὀλίγαι· καθ’ ἑκάστην τυχὸν τὰ ὀψάρια δίδονται, εἴτε ἀπὸ τῶν ἀποτεταγμένων τριῶν καὶ τεσσάρων ἁλιέων, εἴτε ἐξ ἀγορασίας. οἶνοι πόσοι καὶ ἡλίκοι ἐδαπανήθησαν καὶ δεδαπάνηνται! ἔλαια πόσα! μέλιτα ὡσαύτως! ἄρτοι καθαροὶ γίνονται κατὰ ζυμωσίαν, ἄλλα τινά, ἵνα μὴ ἓν καθ’ ἓν ἐπιλέγων μηκύνω τὸν λόγον. ἐν τούτοις πᾶσιν, ὦ ἀχάριστοι, οὐκ εὐχαριστήσωμεν; οὐκ αἰνέσωμεν; οὐκ ᾄσωμεν; οὐ δῶμεν δόξαν τῷ θεῷ, οὐδὲ τοῦτο ἐπινοοῦντες, ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὸ μοναστήριον, οὐδὲ ἐξ ἐργασίας ἡμῶν εἰσφορά τις συμπεπόρισται; καὶ γάρ ἐσμεν οἱ τοιοῦτοι οἱονεὶ σεύτλια δίεφθα, ἢ ὡς κρόμμυα ἐνδεδυμένοι, ἢ ὡς μαλάκια κουφότατα, μόνον φερόμενοί τε καὶ θεωρούμενοι, καὶ ἄλλο οὐδέν, οὐδὲ κἂν πρὸς παράστασιν πυλῶνος χρησιμεύοντες, οὐδ’ ἂν πρὸς τραπεζοποιΐαν, οὐδ’ ἂν πρὸς ἄλλο τι τῶν παιδικῶν καὶ γερόντων.

ἀλλ’ οὐδὲ ἐκεῖνο ἐπαισθανόμεθα οἱ ἀναίσθητοι ἀληθῶς καὶ ἀλογώτατοι, ὅτι ἴσως καὶ ἐσχατίζομεν, καὶ ὅτι ἄλλοι οἱ τίμιοι καὶ ὑπὲρ ἡμᾶς ἀδελφοὶ καὶ πατέρες. οἳ μὲν ἔσω, οἳ δὲ ἔξω, ἐν χειμῶνι καὶ ἀέρι, ἐν πυρὶ καὶ καύσωνι, ὡς δοῦλοί τινες ἀποταγέντες ἀροτριῶσι, σκάπτουσι, κλαδεύουσι, κηπεύουσι, ξυλεύουσι, τεκτονεύουσι, μυλεύουσι, δευσοποιοῦσι, ὀψοποιοῦσι, χαλκεύουσι, πλύνουσι, ῥάπτουσι, κακοφοροῦσι, περιπατοῦσι, διακονοῦσι, πεζοποροῦσιν ἢ ἐν πόλεσιν, ἢ ἐν ἀγροῖς, ἢ ἐν ὄρεσιν, ὠνούμενοι πράγματα, ἀποδιδόμενοι, καὶ ταῦτα θλιβόμενοι, καταπονούμενοι. ἀλλ’ ὄντως τῶν τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

Βλέπε δὲ σύ, ὦ τυφλέ, ὦ σκληρέ, ὦ πονηρέ, ὦ ἀπηλπισμένε, μήποτε ἀκούσῃς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, “δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας ἐκβάλετε εἰς τὸ πῦρ τὸ ἐξώτερον”. Αἴ, αἴ, καταφρονεῖτε θεοῦ, ὡς μὴ ἀνταποδιδόντος παραυτίκα. ὡς ἀληθῶς περὶ ὑμῶν εἴρηται· “εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι θεός”. διατί; ὅτι διαφθείρεσθε καὶ βδελύσσεσθε ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, μὴ ποιοῦντες χρηστότητα. ἀλλ’ ὁ κύριος ἐκ τοῦ οὐρανοῦ διακύπτει καθ’ ἑκάστην καὶ βλέπει τίς ἐστιν ὁ συνιῶν καὶ ἐκζητῶν αὐτόν, καὶ τοὺς τοιούτους καταγράφεται, τοὺς δὲ ἄλλους παραγράφεται. φοβοῦμαι μὴ ἔλθῃ ὁ ἅγιος Δαβὶδ καὶ ψάλῃ περὶ ὑμῶν καὶ εἰς ἔργον ἐκβῇ τὸ ψαλλόμενον· “διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν”. τίνας; δῆλον ὅτι τοὺς τοιούτους πονηροὺς ἀπὸ τῶν ἀγαθῶς πορευομένων. ἀλλὰ σύνετε ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ, μή ποτε ἁρπάσῃ καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κἀμοὶ συγχωρήσατε τῷ ἄφρονι, τέκνα ἠγαπημένα, ὅτι φειδόμενος ὑμῶν ἐξ ἀγάπης μετὰ δακρύων ταῦτα λέλεχα, συμφέρον ἡγούμενος τῷ λόγῳ μου μαστίξαι ὑμᾶς, ἢ τῶν μαστίγων πειραθῆναι ὑμᾶς τῶν αἰωνίων· ὧν ῥυσθείημεν πάντες χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ηʹ. Περὶ τοῦ μὴ συνεδριάζειν καὶ συμβολοκοπεῖν μετ’ ἀλλήλων τὰ φθάνοντα εἰς κατάλυσιν τῶν ψυχῶν ἡμῶν. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, πάλιν πειρασμός, πάλιν σκάνδαλον! πάλιν ἐγὼ ὁ ἐλεεινὸς πενθῶν καὶ σκυθρωπάζων, ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, ὅτι ἐβλήθησαν κάτω οἱ ὑψηλοπολίτευτοι, ὅτι οἱ δοκοῦντες εἶναι σοφοὶ ἐσκοτίσθησαν, ὅτι οὐ πολὺν καὶ πολυχρόνιον ἐπιφερόμενοι τὸν ἀγῶνα καὶ ἱδρῶτα τῆς εὐσεβείας, μιᾷ καιροῦ ῥοπῇ ἐξεκένωσαν ἅπαντα καὶ ἐγενήθησάν μοι ἀντὶ ἀμπέλου ἄκανθαι καὶ ἀντὶ εὐφροσύνης πικρία, καὶ ἀντὶ προσδοκίας ἀποτυχία. καὶ οὐκ οἶδα τί εἴπω, ἢ τί λαλήσω ἐπὶ τῷ πτώματι καὶ τῇ συντριβῇ τῶν ἀδελφῶν ἡμῶν, ἢ καθήσομαι καὶ κλαύσομαι μόνον καὶ λέξω ἐκεῖνο, “εἰ ταῦτα οὕτως, τίς ἆρα, κύριε, σωθήσεται”; καὶ ὄντως οὐκ ἔστιν ἄνδρα ἐπαινέσαι ἕως τῆς ἐξόδου αὐτοῦ. καὶ ὄντως δυσδιεξάνυστος ἡ ὁδὸς τῆς σωτηρίας ἡμῶν, καὶ τίς ἐκφεύξεται τὰς τηλικαύτας μεθοδείας τοῦ διαβόλου; καὶ τίς οὐ μεριμνήσει μέχρις αὐτῆς τῆς ἐξόδου αὑτοῦ;

Τοῦτο καλῶς εἰδὼς ὁ ἅγιος ἐκεῖνος πατήρ, ἤδη ἐπὶ θύραις ὢν τοῦ θανάτου καὶ εἰπόντος πρὸς αὐτὸν τοῦ διαβόλου, ὅτι “ἐξείλησάς με”, “οὐκ οἶδα” ἐκεῖνος ἀνταπεκρίνετο. τοσοῦτον ἦν τὸ ἐναγώνιον αὐτῷ, ὅτι μηδὲ ἐν τῇ μιᾷ ὥρᾳ ἐκείνῃ ἐδόκει ἔχειν τὸ ἀσφαλὲς τῆς σωτηρίας αὑτοῦ, κατὰ τὸ πολὺ τῶν εὐσεβῶν πόνων αὐτοῦ μέτρον. ἡμεῖς δέ, ἐπειδὰν πενταχρονίσωμεν, ἤτοι δεκαχρονίσωμεν, ἢ τὰς καταστάσεις τοῦ μοναστηρίου ἐκμάθωμεν, ἢ βραχέα τῆς Γραφῆς ῥήματα ἐκστηθίσωμεν, ἢ τόσον δὲ καὶ τόσον γονυκλιτήσωμεν, ἢ προσευξώμεθα, ἢ νηστεύσωμεν, ὡς τὸ πᾶν τετελεκότες οἰηματιζόμεθα καὶ μεγαλοφρονοῦμεν. διὰ τοῦτο ὡς τὰ φύλλα πίπτομεν καὶ “τὰ ὀστᾶ ἡμῶν” συντρίβονται “παρὰ τὸν ᾅδην”· πρὶν ἐκσπασθῆναι ξηραινόμεθα καὶ ἐσμὲν σοφοὶ ἐν ἀμαθίᾳ καὶ ἐλλόγιμοι ἐν ἀλογίᾳ, καὶ χειροτονοῦμεν ἑαυτοὺς διδασκάλους, ζηλωτάς τε καὶ ἀκριβευτάς, καὶ ὡς ἐν ἡμῖν μόνοις τὴν ἀλήθειαν γνωρίζομεν ἑστῶσαν. διὰ τοῦτο ταῦτα ἡμῖν συνέβη, διὰ τοῦτο σκότος ἀντὶ φωτὸς δεχόμεθα, διὰ τοῦτο ὡς ἐκ παραδείσου ἐξόριστοι γινόμεθα τῆς αὐλῆς τοῦ Χριστοῦ καὶ τοῦ ποιμνίου αὐτοῦ.

Προσέχετε τοιγαροῦν, ἀδελφοί μου, παρακαλῶ, καὶ μὴ κατ’ ὀλίγον ἐκδαπανᾶτε τὴν ἀρετὴν ὑμῶν καὶ τὴν εὐπιστίαν, καὶ τοσοῦτον πτωχεύετε, ὥστε κατεσθίειν τὴν οὐσίαν ὑμῶν πᾶσαν τῆς ψυχῆς ἀλογίστως καὶ ἔρχεσθαι ἐπ’ αὐτὸ τὸ τῆς μεταβάσεως πτῶμα· ἐν τῷ γὰρ λέγειν καὶ ἀκούειν ὑμᾶς τοὺς περὶ τῶν τοιούτων λόγους καὶ συγκαταβαίνειν ἀλλήλοις ἐπισφαλῶς καὶ ὑποστέλλεσθαι ἢ αὐτοὶ αὑτοὺς διορθοῦν, ἢ ἀναφέρειν ἡμῖν τὰς αἰτίας, ἵνα καὶ θᾶττον τὰ ἰάματα δίδωνται. πίπτετε καὶ συμπίπτετε καὶ συγκόπτεσθε, καὶ οὐκ οἶδα τί τέξεται ἡ ἐπιοῦσα ἐπὶ πᾶσιν ὑμῖν τοῖς οὕτως πορευομένοις. καλῶς ταῦτα οὕτως συνεδριάζετε, οὕτως καθέζεσθε, οὕτως συμβολοκοπεῖτε, ἵνα εἰς κατάλυσιν τῶν ψυχῶν ὑμῶν φθάνητε; τί, ἡνίκα ἀκούετε τὰ τοιαῦτα, οὐκ ἀποστρέφεσθε καὶ καταφοβεῖτε τὸν ἐπιλέγοντα καὶ νουθετεῖτε ἀποφεύγειν αὐτόν, ὡς ἀπὸ πυρὸς καὶ ὡς ἀπὸ ὄφεως, ἀλλὰ τῇ ὁμαλότητι καὶ τῇ δῆθεν χρηστότητι καὶ τῇ δῆθεν ἀδιαβλησίᾳ καὶ ἀγάπῃ τοῦ ἀδελφοῦ εὑρίσκεσθε ἀνθρωποκτόνοι καὶ μισάδελφοι καὶ αἷμα ἀθῷον ἐκχέοντες, ἐκζητηθησόμενον ἐκ τῶν ψυχῶν ὑμῶν; ἤδη δὲ λελάληκα, ἀδελφοί μου, καὶ ἤδη προμαρτύρομαι, ὡς καὶ προεμαρτυρησάμην, μετὰ πόνου καὶ ἀγῶνος καὶ ὀδύνης. “Ἄκουε”, φησίν, “οὐρανέ, καὶ ἐνωτίζου γῆ”. μηδεὶς μηκέτι προφασιζέσθω, μηδεὶς λεγέτω, ὅτι οὐκ οἶδα, οὐδὲ δεδίδαγμαι, οὐδὲ ἀκήκοα.

καὶ οἴδατε καὶ ἐδιδάχθητε καὶ ἠκούσατε, καὶ πάντα καθαρὰ τοῖς καθαροῖς. ἢ εἰς τὴν ἐμὴν ἀπώλειαν τρέχετε καὶ ἡγεῖσθε ἀτιμώρητοι εἶναι ἐν ἡμέρᾳ κρίσεως, σχιζόμενοι καὶ ἀποχωριζόμενοι ἀπὸ θεοῦ διὰ τῆς ἀρνητικῆς ὁμολογίας ὑμῶν; οὐχ οὕτως ἔχει; ὁ θεὸς κριτὴς δίκαιός ἐστιν, ἐμὲ μὲν τιμωρήσων, κατ’ ἀξίαν πάντως γε, ἀλλ’ οὐδὲ οἱ τοιοῦτοι ἐκφεύξονται τοῦ κρίματος τῆς κολαστικῆς τιμωρίας, ἀλλὰ ἀποτίσουσι δίκην τῆς παραβάσεως αὑτῶν· παραβάται γὰρ νόμου θεοῦ γεγόνασι καὶ οὐκ ἐνέμειναν ἐν τοῖς ὁμολογηθεῖσιν ἐνώπιον τοῦ βήματος αὐτοῦ, μεθ’ ἧς καὶ ἡ ἀπόκαρσις καὶ ἡ ἄφεσις τῶν ἁμαρτιῶν αὐτῶν γέγονεν διὰ τοῦ τῆς μετανοίας ἁγίου καὶ καθαρτικοῦ βαπτίσματος. τί δὲ φῶσιν ἡμῖν, ὁ ταπεινὸς Εὐστάθιος καὶ ὁ ἐλεεινὸς Ἐπιφάνιος λέγω, καὶ ἕνεκεν τίνος καὶ διατί οὕτως εἰργάσαντο τὸ πτῶμα αὑτῶν; ἀλλ’ οὖν οὐκ ἔχουσιν εἰπεῖν δίκαιον, ὅ τι ἂν ἐπινοήσωσιν, ἐφ’ ὅσον γέγραπται “οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες”, καὶ ἐφ’ ὅσον γέγραπται “τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός, ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός μου”; οὐ γὰρ χρεία περισσοτέρως ἐκφαίνειν τὸν τρόπον, δι’ ὅν περ ἔδοξαν εὖ ἔχειν, καὶ ἀνεξάρνητον καὶ ἀσπαστήν μοι τὴν λαθραίαν ἀναχώρησιν αὑτῶν. πλὴν ἐκεῖνο ἐπὶ πᾶσιν ἐρῶ, ὅτι ἐπισφαλὴς καὶ ὀλέθριος αὐτῶν ἐστιν ἡ ἔξοδος.

οὐκ οἴδατε εἰς ὅ τι ἂν ἀποτελέσειεν διὰ τὴν εὐαπολόγητον πρόφασιν;

Εὐξώμεθα οὖν ὁμοθυμαδὸν ἅπαντες, παρακαλῶ, ὑπὲρ τῶν πλανηθέντων, ἵνα ἐπιστραφῶσιν, ἵνα φανερωθῶσιν, καὶ τὸ τρίτον, [ἵν’] οὐχ ὅπερ ἡμεῖς, ἀλλ’ ὅπερ αὐτὸς θέλει, γένηται ἐν αὐτοῖς καὶ ἢ ἄρτι, ἢ μετὰ ταῦτα, ὅπως ἀποληψώμεθα αὐτοὺς σώους· τότε γὰρ ἐκφανθήσεται τὸ τί καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, κἄν τε θεϊκόν, κἄν τε σατανικόν. ὑμᾶς δὲ ἔτι ἀσφαλίζομαι, τέκνα, πρὸς τὸ εὐεξαγόρευτον, πρὸς τὸ ὑπομονητικόν, πρὸς τὸ ταπεινοφρονητικόν, ἵνα ἀνέχησθε ἀλλήλων, βαστάζητε ἀλλήλους, παραχωρῆτε, συμβιβάζησθε, εἰρηνεύητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Θʹ. Περὶ τοῦ ὑποφέρειν ἡμᾶς πάντα τὰ ἐπι- Περὶ τοῦ ὑποφέρειν ἡμᾶς πάντα τὰ ἐπισυμβαίνοντα λυπηρά, κατὰ τὴν κοινοβιακὴν ἡμῶν ζωήν, ὡς ἂν ἐπιτύχοιμεν τῆς βασιλείας τῶν οὐρανῶν. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, εὐλογῶ τὸν θεὸν τοῦ πατρός μου καθ’ ἑκάστην ἡμέραν, τὸν δυναμοῦντα καὶ κραταιοῦντα ὑμᾶς εἰς τὴν ἀθλητικὴν ὑμῶν ἔνστασιν τῆς ὑποταγῆς, καὶ ἡ ταπεινὴ εὐχή μου ἵνα ἐπὶ πλεῖον ἀνοίξῃ ὁ κύριος τοὺς ὀφθαλμοὺς τῶν διανοιῶν ὑμῶν ἐπιβλέψαι πάσας τὰς ὁδοὺς αὐτοῦ, εἰς τὸ λαβεῖν ὑμᾶς ἔρωτα τῆς περὶ αὐτὸν θείας ἀγάπης, καὶ κατακοιμῆσαι πάντα πόθον σαρκικὸν καὶ ὑπεράνω γενέσθαι τῆς τῶν παθῶν κατακρατήσεως, ὥστε εἶναι ὑμᾶς τετελειωμένους καὶ πεπληρωμένους ἐν παντὶ ἔργῳ ἀγαθῷ.

τοῦτο δέ, ὡς ἴστε, τέκνα μου, οὐκ ἀμογητὶ γίνεται, οὐδὲ ἀταλαιπωρήτως, οὐδὲ ἐπισυντόμως, ἀλλ’ ἐν πολλῷ μόχθῳ καὶ κόπῳ, νυκτὸς καὶ ἡμέρας βιαζομένων καὶ ἐκβιαζομένων ἡμῶν τὴν φύσιν καὶ φερόντων πάντα τὰ ἐπισυμβαίνοντα λυπηρά, εἴτε ἐξ ἀνθρώπων, εἴτε ἐκ δαιμόνων, κατὰ τὴν κοινοβιακὴν ἡμῶν ζωήν· ὁ γὰρ μὴ ἀποκαμὼν ἐν τούτοις, ἀλλὰ βοηθείᾳ θεοῦ ὑπομένων καὶ καρτερῶν, καὶ λόγον ὑβριστικὸν καὶ ἐπίταγμα φορτικὸν καὶ κανόνα ἐπιτιμητικὸν ἀφορισμοῦ, ξηροφαγίας, παραστάσεως, ὀνειδισμοῦ, ἑτέρου τινὸς ἄλλου τῶν εἰωθότων, οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ, καὶ οὐκ ἀποτεύξεται τῆς βασιλείας τῶν οὐρανῶν.

Λοιπὸν καλὸν καὶ μακάριον τὸ φέρειν τὰ τοιαῦτα παθήματα καὶ γίνεσθαι ἀθλοφόρον Χριστοῦ, καὶ μὴ ἀπευδοκεῖν καὶ ἐμφέρεσθαι ἐν τοῖς ἀριστεροῖς, οἱονεὶ ὀργὰς ἀναλαμβάνειν καὶ μάχας, αὐθαδείας τε καὶ οἰήσεις, ἀντιλογίας τε καὶ ἔχθρας, ἀνυποταξίας τε καὶ ἔριδας, πικρίας τε καὶ καταλαλιάς, συκοφαντίας τε καὶ ψευδολογίας, διαβολάς τε καὶ ἐπιφθονήσεις, παρακοάς τε καὶ γελωτοποιΐας, φθάζει δὲ ὁ λόγος εἰπεῖν παλαίστρας τε καὶ δρόμους· τοσοῦτον γὰρ ἐξώκειλάν τινες ἐν ὑμῖν, καθὼς μανθάνω, ἄρτι εἰς κακίαν. καί γε οἱ τοιοῦτοι πῶς δύνανται εἶναι καὶ ἀκούειν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἀλλ’ οὐχὶ μᾶλλον υἱοὶ ἀπειθείας καὶ τέκνα ὀργῆς καὶ κληρονόμοι οὐ τῶν αἰωνίων ἀγαθῶν, ἀλλὰ τῶν ἀτελευτήτων βασανιστηρίων; μὴ γὰρ οὐκ ἀγγελικὸν ὑμῶν τὸ σχῆμα, ἀδελφοί μου; μὴ οὐ πανάγιος ὁ βίος; μὴ οὐ θεόληπτος ὁ δρόμος; τί λέγει ὁ μέγας ἀπόστολος; “εἰ γὰρ ἃ κατέλυσα”, φησί, “ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι”.

Ἀπεδυσάμεθα οὖν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὴν ἀπάτην τοῦ πολυμόρφου ὄφεως· ἀπεταξάμεθα τοῖς τῆς πρώτης καὶ πικρᾶς γεύσεως καὶ ἐξορίστου παρακοῆς, δι’ ὧν ὁ πολυπαθὴς θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν· ἐάσαμεν τὰ τῆς μοχθηρᾶς γενέσεως ἡμῶν αἴτια, πρῶτον μὲν ἐν τῷ δι’ ὕδατος καὶ πνεύματος βαπτίσματι, ἔπειτα [δὲ] κατὰ μεγάλην φιλανθρωπίαν θεοῦ καὶ ἐν τῷ δευτέρῳ τῆς μετανοίας καὶ ἀποταγῆς βαπτίσματι, καὶ τὰς ὁμολογίας ὑμῶν ἔχει θεὸς ἐγγεγραμμένας διὰ μαρτυρίας τῶν ἁγίων αὑτοῦ ἀγγέλων, ἔχω δὲ καὶ ἐγὼ ὁ τάλας σεσημειωμένας. ἀπεκάρθητε, ἐφωτίσθητε, ἐλύθητε τῶν δεσμῶν τῆς ἁμαρτίας, ἐνεδύσασθε τὸν νέον ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

Τί αὖθις παλινδρομεῖτε; τί πρὸς τὸν ἴδιον ἔμετον ἐπιστρέφετε; τί ὡς· κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα, παροιμιακῶς εἰπεῖν, ὑπονοστίζετε; τί ἀνεύθετοι γίνεσθε, κατὰ τὸν λόγον τοῦ κυρίου, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, διὰ τοῦ βαλεῖν τὴν χεῖρα ὑμῶν ἐπ’ ἄροτρον καὶ στραφῆναι εἰς τὰ ὀπίσω; ἀγαπῶν ὑμᾶς λέγω—μάρτυς κύριος—, φειδόμενος, ἀγωνιῶν, περιπονούμενος. τί λέγει ἐν τῇ Παλαιᾷ Διαθήκῃ περὶ τῶν Ἰσραηλιτῶν; ὅτι ἐστράφησαν τῇ καρδίᾳ αὑτῶν εἰς Αἴγυπτον, ἐπειδὴ ὑπεμνήσκοντο τῶν κρομμύων καὶ κρεῶν καὶ λεβήτων τῶν ἐν Αἰγύπτῳ καὶ τῆς ἐκεῖσε δυστήνου αὑτῶν ζωῆς. τάχα καὶ ἡμεῖς ἐστράφημεν εἰς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου καὶ ἃ ἐνεργοῦμεν ἐκεῖ πράττοντες ὧδε; οἴμοι! πῶς ὀφείλοντες εἶναι ἰσάγγελοι, οὐδὲ ὡς οἱ εὐσεβεῖς λαϊκοὶ φαινόμεθα, ἐκ τῆς κατ’ ὀλίγον ἀμελείας ἐρχόμενοι καὶ εἰς αὐτὰ τὰ καίρια τῶν παραπτωμάτων!

Ἀλλ’ ἔστω μου ἡ ταπεινὴ κατήχησις, εἰ βούλεσθε, παρακαλῶ, τοῖς μὲν ἀπτώτοις ἀσφάλεια, τοῖς δὲ πεπτωκόσιν ἰατήριον, τοῖς δὲ ἀμελοῦσιν ἀπειλητήριον, τοῖς δὲ σπουδαιοτέροις προθυμητήριον, τοῖς δὲ νεοπαγέσιν ἐπαρκτήριον, τοῖς δὲ ἀτονοῦσιν ὑπομονητήριον, τοῖς δὲ πολεμουμένοις βοηθητήριον, τοῖς δὲ ἀκηδιῶσιν διεγερτήριον, καὶ ἁπλῶς τοῖς πᾶσι τὰ πάντα, εἴπερ καὶ ἔχετε σωτήριον· δι’ ὑμᾶς γὰρ καὶ τὸ λέγειν με ὅλως καὶ ἀναπνεῖν πάρεστιν, ἐπεὶ τὸ τῆς ἀλογίας μου καὶ ἀπανθρωπίας μου ἐπίσταμαι. ὁ δὲ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὰ ἐσφαλμένα διορθώσεται, καὶ τὰ κατωρθωμένα ἐπιβεβαιώσει, καὶ τὰ ἐλλιπῆ ἀναπληρώσει, καὶ ὡς ἐξήγαγεν ἡμᾶς τῆς κοσμικῆς Αἰγύπτου καὶ διήγαγε τῆς ἁμαρτητικῆς ἐρήμου, διαβιβάσειεν καὶ τῆς τῶν παθῶν πονηρᾶς θαλάσσης, σχίσας αὐτὴν καὶ ἀποξηράνας καὶ ποιήσας ἡμῖν βάσιμον τὴν ἀρετήν, καὶ καθὼς ὠνόμασεν ὀνομάσειεν ἔτι λαὸν αὑτοῦ ἐκλεκτὸν καὶ ἔθνος ἅγιον, καὶ κατασκηνώσειεν εἰς τὴν γῆν τὴν ἀγαθήν, τῶν ἀρετῶν, μᾶλλον δὲ διὰ θανάτου εἰς τὴν τῶν πραέων χώραν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ιʹ. Περὶ τοῦ μὴ ἐμματαιάζειν ἡμᾶς ἐν τοῖς τοῦ βίου τερπνοῖς, τοῖς διὰ θεὸν καταλελοιπόσι πάντα. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ὄντως κατὰ τὴν ἱερὰν ἐκείνην φωνὴν τοῦ Θεολόγου, χαλεποῦ ὄντος τοῦ ἄρχεσθαι κινδυνεύει πολλῷ χαλεπώτερον τούτου τὸ εἰδέναι ἄρχειν ἀνθρώπων· ὃ ἐγὼ οὐκ οἶδ’ ὅπως κατὰ τὰς ἐμὰς ἁμαρτίας ἔλαχον ἐφ’ ὑμῖν τοῖς δεσπόταις μου· εἰ μὲν γὰρ τὸν ἄνετον καὶ ἀταλαιπώρητον βίον διώξω κατά τινας τάχα, εἴπερ καὶ εἰσί, καταφρονοῦντας κριμάτων θεοῦ, οὐ πολύς μοι ὁ ἀγὼν καὶ ἡ φροντίς. ὅ τε γὰρ σῳζόμενος σῴζεται καὶ ὁ ἀπολλύμενος ἀπόλλυται, ὅ τε ἑστηκὼς ἵσταται καὶ ὁ πίπτων πέπτωκεν, ὅ τε διαῤῥησσόμενος διαῤῥήσσεται καὶ ὁ νενοσηκὼς νοσηλεύεται, ὅ τε ἀρνούμενος ἐξήρνηται καὶ ὁ ἠθετηκὼς ἠθέτηκεν, ἐγὼ δὲ τὸ τῆς ἡγουμενίας ἀξίωμα περιβέβλημαι, κύριος καὶ πατὴρ ὀνομαζόμενος· φίλοι τε καὶ συγγενεῖς οὐ διαλιμπάνουσι, κλήτορές τε καὶ ὑπασπισταὶ οὐ σπανίζουσιν, δόξαι τε καὶ τιμαὶ καὶ μέχρι βασιλέως αὐτοῦ οὐκ ἀποδιδράσκουσιν. εἴπω τι εὐαγγελικῶς πρὸς ἐμαυτόν· “ψυχή, ἔχεις πολλὰ ἀγαθά. κάθου, φάγε, πίε, εὐφραίνου” καὶ τὰ λοιπά, ὡς φέρεται, φερέσθω.

Ἐπεὶ δὲ οὐχ οὕτως ἡ καθ’ ἡμᾶς αὕτη ἀρχὴ καὶ ἡγεμονία, ἧς ὅσον τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος, τῷ γε νοῦν ἔχοντι, ὥς φησι πάλιν ὁ θεολόγος Γρηγόριος, πολλοῦ δεῖ μοι τοῦ καμάτου, πολλοῦ τοῦ ἱδρῶτος, πολλῆς τῆς προθυμίας, τοσαύτης τῆς ἀγωνίας, τηλικαύτης τῆς ἀνδρείας, ὑπερτέρας τῆς εὐδρομίας, ἀνεικάστου τῆς ἀγρυπνίας, ἀπληρώτου τῆς θεωρίας, πεπληρωμένης τῆς διακρίσεως. καὶ τί δεῖ πολλὰ λέγειν; τὸ εὐαγγελικὸν ἐκεῖνο λέξομαι· “ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων”. τὴν ψυχήν μου οὖν τὴν ἄτιμον καὶ σφαλερὰν καὶ πολυπαθεστάτην χρεὼν ὑπὲρ ὑμῶν, τέκνα ἠγαπημένα, προθεῖναι μέχρις αἵματος. διὰ οὖν τοῦτο οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω πρὸς τὰ ἐπιφερόμενα. διὰ τοῦτο οὐκ ἀναδύομαι, οὐδὲ ὀλιγωρῶ, οὐδὲ ἀπευδοκῶ πρὸς τὰς δυσκολίας τοῦ μικροῦ τούτου ποιμνίου, ἀλλ’ ἵνα τὸ ἀπόῤῥητόν μου τῆς ψυχῆς ἐξείπω, μετὰ τὸ οὕτως προσπλήσσεσθαί με καὶ τιτρώσκεσθαι καὶ οἱονεὶ σφαγιάζεσθαι ταῖς ὑπὲρ τῶν πιπτόντων καὶ ῥησσομένων θλίψεσί τε καὶ στενοχωρίαις καὶ ἐξαπορίαις, χαρά μοί πως ἐπεισέρχεται καὶ ἐλπὶς σωτηρίας εὑρισκομένῳ ἀμυδρῶς πως ἐν τοῖς τῶν ἁγίων πατέρων μου, ὅπερ καὶ ἐν ἀφροσύνῃ λέγω, πράγμασιν.

Ἀλλὰ βλέπετε, τέκνα μου, ὑμεῖς μὴ κρῖμα ἑαυτοῖς θησαυρίζητε τὴν ἐλεεινήν μου ἀνοχήν, μὴ ἁμαρτίας ἐφ’ ἁμαρτίαις προστίθετε, τὴν ὑπὲρ τὸ δέον συγχώρησιν. τί οὖν ὅτι οὕτως γίνεται; καὶ γὰρ ἐκπλήττομαι καὶ οὐκ ἐκπλήττομαι τοῖς πραττομένοις, τὸ μὲν ὅτι ὁ ἀλάστωρ Σατανᾶς ἐστιν ὁ μαχόμενος ἡμῖν, τὸ δὲ ὅτι ἄνθρωποι λογικοὶ ὄντες, διὰ θεὸν πάντα καταλελοιπότες, καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ κόσμον καὶ τὰ τοῦ κόσμου, καὶ τὸν ἐλαφρὸν ζυγὸν τοῦ Χριστοῦ ἀσπασάμενοι, ἐμματαιάζετε καὶ κοσμίζετε, μᾶλλον δὲ σατανίζεσθε ταῖς πράξεσιν. “ἀθετήσας τις νόμον Μωσέως”, φησίν, “ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει”. πόσῳ δοκεῖτε χείρονος ἀξιοῦσθαι τιμωρίας ὑμεῖς οἱ τὰς συμβιβάσεις τοῦ πνεύματος διασπῶντες, κατὰ τὸν ἅγιον Βασίλειον, διὰ τῆς ὑποτακτικῆς ἀθετήσεως, καὶ τὸ αἷμα τῆς διαθήκης, ὃ πεπώκατε ἐν τῇ ἡμέρᾳ τῆς πρὸς τὸν ἐχθρὸν καὶ κόσμον ἀποταγῆς καὶ πρὸς τὸν Χριστὸν συνταγῆς ὑμῶν, κοινὸν ἡγησάμενοι; οὕτως πρέπει; οὕτως οὐκ ἰσχύσατε τὴν μίαν ὥραν τῆς ζωῆς ταύτης πρὸς τοὺς ἀπείρους αἰῶνας μὴ ἀπονυστάξαι πρὸς θάνατον διασχισμοῦ; αὗταί εἰσιν αἱ ὑπὸ μάρτυρι θεῷ ὁμολογίαι ὑμῶν ἐπ’ ἀκροάσει τῶν ἁγίων αὐτοῦ ἀγγέλων; τοῦτό ἐστι τὸ ἐπιδοθέν μοι ψαλίδιον, ὡς ἀπὸ παλάμης κυρίου, ἐκ τῶν χειρῶν ὑμῶν;

αὗταί εἰσιν αἱ πρὸς τὰ κατηχούμενα κατὰ τὴν ἐκεῖσε ὥραν δακρυώδεις καὶ ταπεινοήθεις καὶ καταβεβλημένῳ φρονήματί τε καὶ βλέμματι κατανεύσεις τε καὶ ὑποσχέσεις ὑμῶν;

Ὤ, ὤ, τέκνα, πῶς ἀπολελήθατε, πῶς ἀπεβουκολήθητε! ποῦ ὁ ταπεινὸς Ἀμμοῦν; ἆρα οὐκ ἔστιν ἀληθές, ὅτι ὡς ἐπὶ λύκου ἑκάστοτε τῇ ποίμνῃ ταύτῃ ἐφίσταται ὁ δεινὸς καὶ παγχάλεπος λύκος τῶν ψυχῶν ἡμῶν διάβολος, “ζητῶν τίνα καταπίῃ”, τίνα ἐξαρπάσῃ; καὶ μέντοι ἐξήρπασεν αὐτόν, συνέτριψε τὰ ὀστᾶ τῆς ψυχῆς αὐτοῦ ἕως τοῦ παρόντος, καὶ ὁ υἱὸς τοῦ φωτὸς γέγονεν υἱὸς σκότους, καὶ ὁ υἱὸς τῆς σωτηρίας γέγονεν υἱὸς τῆς ἀπωλείας, ὁ ἀγαπώμενος μισούμενος, ὁ μαθητὴς προδότης δόλιος, ὁ ἐγγιστάριος ἀφεστηκώς. καὶ νῦν ποῦ πορεύεται; ἀλλ’ εἰς τόπους καὶ κρημνοὺς καὶ βάραθρα ἁμαρτίας, οὐκ ἔξω ὢν τῆς ἐπισκοπῆς τοῦ φρικτοῦ καὶ παντεφόρου ὄμματος τοῦ θεοῦ, ἀλλὰ συγχωρούμενος εἶναι τῇ ἰδίᾳ αὐτεξουσιότητι· ἥξει δὲ καὶ οὐ χρονιεῖ κρῖναι πᾶσαν τὴν κτίσιν ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ἀλλὰ μὴ γένοιτο, μὴ γένοιτο· ἤδη γὰρ πάλιν καίομαι, ὡς ὑπὲρ τέκνου μου, καὶ ἀνακαλοῦμαι αὐτὸν ἀπολλύμενον, καὶ ζητῶ τὴν ἀνεύρεσιν αὐτοῦ, καὶ πάντως ἐπιτεύξομαι, θεοῦ εὐδοκοῦντος. ἀλλὰ τί ὅτι οὕτως γίνεται; τί ὅτι οὕτως κοπιῶμεν; τί ὅτι εἰς μάτην τρέχομεν; τί ὅτι τὰ πολυχρονίως κτηθέντα ἡμῖν ἄρδην ἀφανίζομεν; μή, παρακαλῶ, μή, δέομαι. τὰ ἀδελφικά μου σπλάγχνα, τὰ τεκνικὰ μέλη, καὶ μικροὶ καὶ μεγάλοι, καὶ πληγέντες καὶ ὑποσκελισθέντες, οἱ πάντες ἀνανήψατε, οἱ πάντες ἀνακαινίσθητε, οἱ πάντες βελτιώθητε ἐν ἑνὶ φρονήματι, ἐν μιᾷ ἐλπίδι, ἐν μιᾷ καρδίᾳ, ὑμεῖς πρός με, κἀγὼ πρὸς ὑμᾶς, μεσιτευούσης τῆς παρουσίας τοῦ κυρίου, καὶ ζήσωμεν καὶ ἐμπορευσώμεθα καὶ κερδήσωμεν τὴν βασιλείαν τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.