Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΜΑ΄-Ν΄: Πνευματική στρατεία, εξομολόγηση και η μίμηση των αγίων

Παραλληλισμός της μοναχικής ζωής με στρατεία, έλεγχος των αποστατούντων αδελφών, σημασία της εξαγόρευσης των λογισμών και προτροπές για καρτερία στο μοναχικό ιδεώδες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 12

ΚΑΤΗΧΗΣΙΣ ΜΑʹ. Περὶ τοῦ παρασκευάζειν ἑαυτοὺς διὰ τῶν ἀρετῶν ἐν ταῖς συμβολαῖς τοῦ ἐχθροῦ. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ὁ κοπιῶν γεωργὸς ἐν τῷ ἀγρῷ αὑτοῦ, οὐ τὸ ἐπαχθὲς τοῦ κόπου λογιζόμενος ὀκνεῖ καὶ ἀναδύεται, ἀλλὰ πρὸς τὰ μέλλοντα κέρδη ἀποσκοπεύων εὖ μάλα ἑαυτὸν ἐπιδίδωσι πρὸς τοὺς ἱδρῶτας καὶ μόχθους τῶν σωματικῶν ταλαιπωρημάτων. ἐπεὶ οὖν καὶ ἡμεῖς ὥσπερ ἀγρόν τινα ἕκαστος τὴν οἰκείαν ψυχὴν κεκτήμεθα ἐν τῷ παρόντι αἰῶνι καὶ δεῖ ἡμᾶς πάντως ἐργασίαν ἐν αὐτῇ πνευματικὴν ποιήσασθαι, ἵνα ἔχωμεν τὰ ἐφόδια τῆς ἐκεῖσε διατροφῆς καὶ ἀπολαύσεως (τοῦτο γὰρ ἀπαιτήσει δῆλον ὅτι ὁ δημιουργήσας ἡμᾶς θεὸς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως), παρακαλῶ καὶ ἀντιβολῶ καὶ δυσωπῶ· πάντες ὁμοῦ κοινῇ ἐργασώμεθα τοὺς ἀγροὺς ἡμῶν, νεώσωμεν νεώματα εὐσεβείας, σπείρωμεν, ἀλλὰ μὴ ἐπ’ ἀκάνθαις τῶν παθῶν, ἀλλὰ κεκαθαρμέναις ταῖς ἀρούραις πάσης ὕλης ἁμαρτίας οὕτω τὸν σπόρον ἐγκαταθώμεθα· ὕσωμεν ὄμβρους πνευματικοὺς ἐν ταύταις, τὰ θεοκατάνυκτα φημὶ δάκρυα· περιθώμεθα φραγμοὺς ὀχυρούς, τὸν φόβον τοῦ θεοῦ, πρὸς τὸ μὴ λυμῄνασθαι αὐτὰς τοὺς νοητοὺς θῆρας· ἡλιολαμπήσωμεν αὐτὰς τῷ θάλπει τῆς πνευματικῆς ἀγάπης, ἵνα εὕρωμεν πληρῶσαι τὰς λογικὰς ἡμῶν χεῖρας δραγμάτων καὶ ἀμησώμεθα πολὺν τὸν σῖτον τῶν ἁγίων ἐντολῶν τοῦ Χριστοῦ.

ἐν τούτῳ οὖν κέκληκε κύριος ὁ θεὸς πᾶσαν ψυχὴν ἐν τῷδε τῷ βίῳ, μάλιστα δὲ ἡμᾶς ἐν τῷ ἀγγελικῷ σχήματι τούτῳ. δειξάτω, δέομαι, ἕκαστος ἡμῶν ἐκ τῆς καλῆς ἀναστροφῆς αὑτοῦ τὰ οἰκεῖα ἔργα εὐθαλῆ, εὔκαρπα, κυπρίζοντα εἰς ὀσμὴν εὐωδίας τῷ κυρίῳ, τοῦτο μὲν διὰ τῆς παντελοῦς τῶν κατὰ σάρκα σχέσεων ἀπαλλαγῆς, τοῦτο δὲ διὰ τῆς εὐηνίου ὑπακοῆς καὶ χριστομιμήτου ταπεινοφροσύνης, ἡμέρᾳ τῇ ἡμέρᾳ βελτιούμενος καὶ μεταγόμενος καὶ ἀπὸ δόξης εἰς δόξαν μεταφερόμενος διὰ τῆς λαμπροφορίας τῶν ἀγαθῶν πράξεων, πᾶσαν παρακοὴν ἀπωθούμενος καὶ πᾶν νόημα αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, στοιχῶν τῷ κοινῷ κανόνι τῆς ἀδελφότητος καὶ τὸ αὐτόμεμπτον ἀεὶ κατέχων, δι’ οὗ δυνήσεται εὐμαρῶς τὸν πολυκέφαλον δράκοντα τῆς ὑπερηφανίας καὶ ἰδιοῤῥυθμίας συντρῖψαι καὶ ἀποκτεῖναι.

Εἰς ἐργασίαν τοίνυν ἐκλήθημεν, ὡς εἴρηται, ἀδελφοί· εἰς πόλεμον, εἰς μάχην οὐ τὴν τυχοῦσαν, ἀλλὰ καθώς φησιν ὁ θεῖος ἀπόστολος, “ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις”. μηδεὶς οὖν λοιπὸν ἀπαρασκεύαστος ἔστω τῆς μάχης, μηδὲ ἄοπλος, μηδὲ ἀπευδοκείτω ἐν ταῖς πολεμικαῖς συμβολαῖς, ἀλλ’ οὖν μηδὲ ξενοπαθείτω τιτρωσκόμενος, ἢ κεντούμενος, ἢ συγκρουόμενος· ταῦτα γὰρ ἰδιώματα τῶν πολεμούντων τυγχάνει. θνήσκει δὲ ἐκεῖνος, οὐχ ὁ ἅπαξ πληττόμενος ἢ καταπίπτων, οὐδὲ ὁ πολλάκις, οὐδὲ ὁ μυριοντάκις, ἀλλ’ ὃς ἑαυτὸν παραδίδωσιν ἐθελοντὶ τοῖς ἑαυτοῦ ἐχθροῖς εἰς τὸ σφάζεσθαι. διό, ἀδελφοὶ καὶ πατέρες, προσέχωμεν καὶ ἐνιστάμεθα κραταιῶς τῷ πολέμῳ ὡς στρατιῶται Χριστοῦ. πᾶς δὲ στρατιώτης, ὡς ἴστε, ἐν τῷ ἐκστρατεύειν καὶ φωσατεύειν πολλὰς τὰς ἐπαχθείας ἔχει, ἢ τὰς ἐκ τοῦ καύσωνος, ἢ τὰς ἐκ τῶν ὄμβρων, ἐπεὶ καὶ τὰς ἐκ χειμῶνος· οὐκ ἁβροδίαιτον ἐκεῖσε ζωὴν διεξάγει, ἀλλ’ ἐσθ’ ὅτε καὶ ἄρτου ἐπιδεής ἐστι καὶ ψυχροῦ ποτηρίου γλίχεται ἀπολαύειν, ὅλην τε τὴν ἡμέραν ἢ καὶ τὴν νύκτα συγκλονούμενος καὶ περιαγόμενος καὶ κατακονιορτούμενος καὶ λιποθυμούμενος, ἵνα τί;

ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ, ἵνα μὴ λιποταξίου καταγραφὴν λάβῃ, ἵνα ἐν καιρῷ τῶν ἀμοιβῶν πληρόῤῥογος γένηται.

Τοιοῦτο τοιγαροῦν καὶ τὸ καθ’ ἡμᾶς, ἀλλ’ οὐχ ὁμοίως· ἐκείνοις γὰρ πρόσκαιρα καὶ μηδαμινὰ καὶ εὐτελῆ καὶ ῥέοντα, ἡμῖν δὲ ἀθάνατα καὶ αἰώνια καὶ ἄφθαρτα δίδοται παρὰ τοῦ βασιλεύοντος τῶν ἁπάντων θεοῦ. διὸ ἀναγκαίως ἐπιμείνωμεν, τέκνα μου· ἐπιμείνωμεν, ἀγωνισώμεθα καὶ ἐπαγωνισώμεθα ἕκαστος, κατὰ τὴν ἐνοῦσαν αὐτῷ διακονίαν καθαρῶς καὶ ἀνολιγώρως δουλεύων τῷ κυρίῳ, ὁ ἐντελλόμενος ἐν τῷ ἐντέλλεσθαι νουνεχῶς καὶ νηφαλέως, ὁ διακονῶν ἐν τῷ διακονεῖν ἀγογγύστως καὶ εὐπροθύμως. φέρωμεν καὶ ἡμεῖς πείνης καιρὸν καὶ δίψης καὶ ὀνειδισμοῦ καὶ ὕβρεως καὶ συγκρούματος καὶ κεντήματος, ἐπαγωγῆς καὶ διακελεύσεως, καὶ μάλιστα ἐν ταῖς νυκτεριναῖς ψαλμῳδίαις καὶ προσευχαῖς, ὀλιγωρήματα καὶ δυσθυμήματα, τὰ ἀοράτως καὶ ὁρωμένως συμπίπτοντα ἡμῖν καὶ συντρίβοντα καθ’ ἑκάστην ἡμέραν διὰ τῶν προσόντων ἡμῖν ἐργοχείρων καὶ διακονιῶν, ἵνα οὕτως εὐχαῖς τοῦ πατρὸς ἡμῶν τὸν καλὸν ἀγῶνα ἀγωνισάμενοι καὶ τὸν δρόμον τελέσαντες, τὸν τῆς δικαιοσύνης στέφανον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποληψώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΒʹ. Περὶ τοῦ προσέχειν ταῖς τε ἀπειλαῖς καὶ διδασκαλίαις τῶν ἁγίων πατέρων. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ἐπειδὴ ἔργον μοι καὶ διακονία ὁ λόγος τῆς κατηχήσεως, οὐκ ὀκνητέον, οὐδὲ ἀμελητέον ταύτης τῆς διακονίας, μᾶλλον δὲ καὶ μᾶλλον ἐπεικτέον καὶ μεριμνητέον, τὸ μὲν ἵνα ὑμεῖς οἱ ἐκλεκτοὶ τοῦ θεοῦ ἔχητε τὰ πρὸς ὑπόμνησιν καὶ παράκλησιν καὶ διέγερσιν εἰς σωτηρίαν ψυχῆς, τὸ δὲ ἵνα κἀγὼ ὁ τάλας τὴν ἐμαυτοῦ ταλαίπωρον ψυχὴν ἀνυπεύθυνον διατηρήσω ἐκ τῆς τῶν ὀφειλόντων καταγγέλσεως, κἂν ἀνικανῶ δεόντως τοῦτο πράσσειν· πιέζει γὰρ καὶ φοβεῖ μου τὴν ψυχήν, ἡνίκα ἀκούω τοῦ θείου διδασκάλου τῆς οἰκουμένης Παύλου ὧδέ που φάσκοντος· “καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ”. ἂν οὖν κἀγὼ ὁ ταλαίπωρος κατὰ τὸ ἐνδεχόμενόν μοι τὰ δέοντα μὴ ἀναγγείλω ὑμῖν καὶ διαγορεύσω, πῶς ἵνα ἐκφεύξωμαι τοῦ ἀπαραιτήτου κρίματος τῆς σιωπῆς; διὰ τοῦτο, σύγγνωτε, καὶ ἐν τῇ προτέρᾳ κατηχήσει ἐλεγκτικῶς πρὸς ὑμᾶς διεξῆλθον, κατηγορῶν καὶ κωμῳδῶν τοὺς τινὰς οὐχ ἵνα λυπήσω ἀλόγως—μὴ γένοιτο—, οὐδ’ ἵνα ἐκπληρώσω οἰκεῖον πάθος (μὴ ὑπολάβοιτε), ἀλλ’ ἵνα καταφοβήσω καὶ καταρτίσω καὶ βελτιώσω ὁ ἀκατάρτιστος καὶ ἀβέβαιος.

πλὴν ὅτι ὁ ζῆλος ἐπὶ τούτῳ καὶ ἡ προθυμία ἐξ ἀγάπης καὶ φειδοῦς τῆς περὶ ὑμᾶς σωτηρίας, τοιγαροῦν, τέκνα μου, ἀκούοντες ἀκούετε καὶ συνιέντες συνιεῖτε τίνα τὰ παρὰ τῶν ἁγίων λεγόμενα καὶ ἐντελλόμενα ἡμῖν· ταῦτα γὰρ αὐτὰ εὐτελῶς πως, ἀναξίως, κατατολμῶμεν ἐν ταῖς κατηχήσεσιν ὑποβάλλειν, ὑπομνήσκοντες καὶ διευκρινοῦντες ὑμῖν τὰ ἑαυτοῖς καὶ ὑμῖν ὅσια.

Τί δὴ οὖν λέγουσι καὶ τί ἐμβοῶσιν ἡμῶν καθ’ ἑκάστην ταῖς ἀκοαῖς; ἐκ δυοῖν τὸ παρὸν ὑπομνήσω· ὃ μὲν γὰρ ἀπειλῶν τάδε φησί· “μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι”. καὶ πάλιν ἀλλαχοῦ· “πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐχαρίσατο ὑμῖν”. ὃ δὲ προσκαλούμενος τοιαῦτά φησι· “δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς”. καὶ ἑτέρωθι· “εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις”.

Τοίνυν, τέκνα καὶ ἀδελφοί, καὶ ταῖς ἀπειλαῖς ἀσφαλισώμεθα καὶ τὰς διδασκαλίας ἐνστερνισώμεθα, καὶ δεῦτε ἐπὶ τὸ αὐτὸ προσκυνοῦντες προσκυνήσωμεν καὶ προσκλαύσωμεν αὐτῷ ὑπὲρ τοῦ παρεθέντος βίου, ὑπὲρ τῶν καθ’ ἡμέραν ὀφλισκομένων ἡμῖν ἐν γνώσει τε καὶ ἀγνοίᾳ, ἔργων, λόγων, ἐνθυμημάτων, καὶ εἰσέλθωμεν εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις καὶ δοξολογίαις, ἀλλὰ μὴ ἐν αἰσχρονοίαις καὶ δυσμενείαις καὶ παρακοαῖς καὶ ὑψηλοφροσύναις· “γογγύζει” φησί “τις; ἁμαρτία αὐτῷ ἐστι”. μηδὲ γογγύζωμεν, μηδὲ ἀφηνιάζωμεν, μηδὲ αὐτοβουλῶμεν, μηδὲ οἰηματιζώμεθα, ὥς τινες· ἐσμὲν γὰρ γῆ καὶ σποδὸς καὶ τέφρα καὶ κόνις, καὶ μάλιστα οἱ λογιζόμενοι ἐν ἀφροσύνῃ ἑαυτοὺς ἐνδόξους εἶναι κατά τε σωματικὴν ἢ πνευματικὴν ἐργασίαν. ἐγὼ ὁρῶ, ὅτι παρεξῆλθε τὸ σχῆμα τοῦ κόσμου τούτου ἀφ’ ἡμῶν· ἄλλο γάρ ἐσμεν, παρ’ ὅ εἰσιν οἱ λαϊκοί, ξένην τινὰ περιβεβλημένοι στολὴν καὶ πολιτείαν, ἄζυγες, ἀκτήμονες, ἄκληροι, ἄσχετοι, μᾶλλον δὲ ἄσαρκοι—“οἱ γὰρ ἐν σαρκὶ ὄντες”, φησί, “ἀρέσαι θεῷ οὐ δύνανται”—, ἐσταυρωμένοι τῷ κόσμῳ.

Ἐπεὶ οὖν ὁ ἀνῃρημένος ἡμῖν βίος τηλικοῦτος, ἀξιολόγως τὰ τοῦ τηλικούτου βίου γνωρίσματα ἐπιφέρωμεν, ἵνα κυριολέκτως καὶ μὴ ψευδωνύμως ὅ ἐσμεν κεκλήμεθα, καὶ ἐσώμεθα ἔτι ὑπήκοοι, εὐσύστροφοι, εὐκίνητοι, θεόφοβοι, χριστόφρονες, εὐλαβεῖς, ἀπαῤῥησίαστοι, φιλάλληλοι, ἄφθονοι, ἄμαχοι, ἀπέρπεροι, φιλήσυχοι, φιλεργοί, ἐξαγορευτικοί, εὐπειθέστατοι, ὑπομονητικοί, εὐχάριστοι ἐν τοῖς κατὰ πᾶν ὅ τι οὖν διδομένοις ἡμῖν, εἴτε βρώμασιν, εἴτε πόμασιν, εἴτε ἐνδύμασιν, εἴτε ὑποδήμασιν καὶ εἴ τι ἄλλο σύνεστιν, ἵνα εὖ πράττοντες κληρονόμοι τῆς ἐπιθυμουμένης καὶ ἐπιζητουμένης ἡμῖν βασιλείας οὐρανῶν, δι’ εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΓʹ. Περὶ τῶν ἀποδρασάντων ἀδελφῶν καὶ τοῦ προσέχειν ἑαυτοῖς. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, πόθεν ὑμῖν ἄρξομαι τὴν παροῦσαν κατήχησιν λέγειν, ἢ πάντως ἐκ τῆς προκειμένης ὑποθέσεως τῶν ἐξ ἀβουλίας ἀποδρασάντων; καὶ ὅτι μὲν εἴωθε τὰ τοιαῦτα συμβαίνειν, πῶς οὐχί; διότι καὶ ἐν σίτῳ ζιζάνια καὶ ἐν ἀμπελῶνι βάτος πέφυκε φύεσθαι. ἀλλὰ τί; ὅτι “υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν” γέγραπται, καταλιπόντες τὸ ἀγαθὸν φῶς τῆς κατὰ θεὸν ζωῆς καὶ πορευθέντες ἐν ὁδοῖς σκότους. ἢ οὐχὶ καὶ αὐτὸ τὸ ἐν νυκτὶ πεφευγέναι αὐτοὺς ἔργον αὐτοῖς ἐστι σκότους πεπραγμένον; ἀλλ’ ὢ τῆς ἀβουλίας! ὢ τῆς καταφρονήσεως τῶν τοῦ θεοῦ κριμάτων! ἡγήσαντο γὰρ πάντα νόμον θεοῦ ἕωλον καὶ ἀνίσχυρον εἶναι. ἀλλὰ τί τούτους ἀποκλαίομαι; δέον σχετλιάσαι πρὸς τὸν ἐχθρὸν καὶ πολέμιον τῆς ζωῆς ἡμῶν διάβολον, πρὸς τὸν ἀρχέκακον ὄφιν, πρὸς τὸν ὠρυόμενον ὡς λέοντα, καθ’ ἑκάστην ζητοῦντα τίνα καταπιεῖν. εὗρε δὴ οὖν τοὺς πειθομένους αὐτῷ, τοὺς ἐξελκομένους καὶ δελεαζομένους ὑπὸ τῆς πανουργίας αὐτοῦ, καὶ τούτους διὰ πολλοῦ χρόνου προλαβόντως σαθρώσας καὶ σαλεύσας καὶ εἰς τὸ πτερύγιον τῆς κακίας ἐνεγκὼν ἐν μιᾷ καιροῦ ῥοπῇ ἔπτωξε καὶ ἀπετυμπάνισεν, οἰκειότερον δὲ εἰπεῖν ἐζώγρησε, καὶ ἀφαρπάσας ἔχει ὀπίσω αὐτοῦ ἀκολουθοῦντας ἐπὶ ὄρη καὶ ἐρημίας καὶ βάραθρα καὶ τόπους, ἐφ’ οὓς οὐκ ἐπισκοπεῖ κύριος.

Ταῦτα ὁ ἐλεεινὸς Εὐλάλιος, Πετρώνιος ὁ εὐθύπτωτος καὶ δίψυχος καὶ ἀκατάστατος ἐν πάσαις τοῖς ὁδοῖς αὑτοῦ. πῶς οὖν οὐ μὴ πενθήσω καὶ σκυθρωπάσω ἐπὶ τῷ συντρίμματι αὐτῶν, τέκνα καὶ ἀδελφοί; πῶς οὐ μὴ καταγάγω δάκρυα ἐλεεινά, ὅτι, ὅτε ἔφθασεν ὁ χρόνος τῆς εὐδοξίας αὐτῶν, τότε ἠδόξησαν καὶ ἐμαράνθησαν, καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῆς καρποφορίας αὐτῶν, τότε ἀπεψύγησαν καὶ ἔπεσον ὡς φύλλα ἀπὸ δένδρου; ἐλεεινὸν οὖν θέαμα ὄντως τοσούτους κόπους καὶ μόχθους καὶ ἀγῶνας, εἴπερ ἀληθῶς καὶ πεποιήκασιν, ἐξάπινα ἀπολέσαι καὶ θήραμα αὐτοὺς γενέσθαι διαβόλου. ὤ, ὢ τῆς πωρώσεως αὐτῶν! τίς οὐ στενάξει τοὺς ἀθλίους; τίς οὐ πενθήσει τοὺς ἀξιοπενθήτους; ἐγὼ μὲν οὖν, ὅτι ἀπαιτηθήσομαι τὸν ὑπὲρ αὐτῶν λόγον, ἐλλελοιπώς τι τῶν δεόντων καὶ πράξαι ἐν αὐτοῖς καὶ λέξαι, συνίημι. ἀλλὰ τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνι, ἵν’ οὕτως εἴπω πάλιν, καὶ οὐκ ἐποίησα;

τὸ κατὰ τὴν ἐνοῦσάν μοι ταπεινὴν δύναμιν, μετὰ τὸ ἀποτεκεῖν πνευματικῶς καὶ αὐξῆσαι, ἐνουθέτησα, παρεκάλεσα, ἐπεστήριξα, διηγγειλάμην, ἠπείλησα, ἐσθ’ ὅτε καὶ ἐπετίμησα καὶ τὰ ἄλλα πάντα, οἷον παρηγορήσασθαι ἐν καιρῷ θλίψεως, ἀνέξεσθαι ἡμέρας ὀλιγωρίως αὐτῶν, βαστάξαι φορτίον ἐξαγορεύσεως αὐτῶν, ἰατρεῦσαι μετὰ συμπαθείας, ἐκθρέψαι μετὰ φιλοστοργίας, παιδεῦσαι μετὰ φιλοτεκνίας εἰς εὐθυγραφίαν, εἰς ἐργοχειρίαν, εἰς ἀνάγνωσιν, εἰς πεῖραν λέξεως παραχωρήσας αὐτοῖς σχεδὸν πᾶν βιβλίον τῶν ὄντων ἐπὶ χεῖρας λαμβάνειν, ὅπερ οὐκ ἂν εὐκόλως εὕροι τις καὶ ἡγουμενεύων· καὶ γὰρ χάριτι Χριστοῦ πολλὴ ἡμῖν πάρεστι βίβλων περιουσία. αὐτοὶ δὲ ταῦτα πάντα οὐ συνῆκαν, καὶ ἀνθ’ ὧν πεπόνθασιν ἀγαθῶν, ἐγένοντο ἡμῖν εἰς πικρίαν. βλέποντες γὰρ οὐκ ἔβλεπον τὴν τοῦ θεοῦ ἀγαθότητα, ἀλλὰ καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν ἐν ταῖς κατηχήσεσι καὶ τέλος εἰπεῖν ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ οἰόμενοι εἶναι σοφοὶ εἰς τὰ μάταια ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν αὑτῶν ἐν ὁμοιώματι ἀπωλείας. φεῦ τοῦ φθόνου καὶ τῆς ἀπροσεξίας, δι’ ἣν πίπτουσιν οἱ πίπτοντες καὶ ὀλισθαίνουσιν οἱ ὀλισθαίνοντες!

Ἀλλ’ ὑμεῖς, ὦ τέκνα καὶ ἀδελφοί, τῷ παραδείγματι αὐτῶν σωφρονίσθητε καὶ γνῶτε, ὅτι “ἐθαυμάστωσε κύριος τὸ ἔλεος αὐτοῦ” ἐφ’ ὑμᾶς ἐν τῷ μὴ ἐξυπάγεσθαι ταῖς τοῦ διαβόλου ἐπηρείαις, ἀλλ’ ἑστάναι ἑδραιότητι τῆς πίστεως ὑμῶν ἀκινήτους ἀπὸ τῆς παραδοθείσης ὑμῖν ἁγίας ὑποταγῆς. μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, παρακαλῶ, μηδὲ ὄντες υἱοὶ φωτὸς γένησθε τέκνα σκότους καὶ ἀπειθείας, μηδὲ τοὺς πολλοὺς καὶ μακαρίους ὑμῶν πόνους εἰκῇ καὶ μάτην κενώσητε μετὰ τοῦ καὶ τὰς ἑαυτῶν ψυχὰς παραδοῦναι εἰς κρίσιν αἰωνίαν. “ἀθετήσας γάρ”, φησί, “τὶς νόμον Μωσέως ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει”. πόσῳ δοκεῖτε χείρονος τιμωρίας ἀξιωθήσεσθαι τοὺς τὰς ἐπὶ τῷ ἁγίῳ ἐπαγγέλματι ἡμῶν συνθήκας καὶ ὁμολογίας καὶ διαθήκας πατήσαντας καὶ παίγνιον ἡγησαμένους τὸ μυστήριον τῆς τελειώσεως ἡμῶν; διὰ τοῦτο προσέχετε, παρακαλῶ, καὶ κατορθοῦντες πορεύεσθε τὴν ὁδὸν τοῦ θεοῦ, εὐχόμενοι δοθῆναι αὐτοῖς ἀνάνηψιν καὶ ἐπιστροφὴν ἐκ τῆς κατὰ ψυχὴν θανατηφόρου αὐτῶν πλάνης, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων.

Πλὴν τοῦτο γνωστέον, ὅτι ἕκαστος ὑμῶν ἀποδείκνυται τί μέλλει ἔσεσθαι ἐκ τῆς ἐνούσης αὐτῷ καταστάσεως, εἴτε σκεῦος ἐκλογῆς, εἴτε σκεῦος ἀπωλείας. ὅτε γὰρ οὐ πρὸς τὸ κοινῇ συμφέρον, οὔτε κατὰ προσταγὴν τοῦ προεστῶτος γίνεταί τι τῶν γινομένων, εἴτε περὶ ἀναγνώσεως εἴποις, εἴτε περὶ ψαλμῳδίας, εἴτε περὶ εὐβουλίας, εἴτε περὶ ἐγκρατείας, εἴτε περὶ εὐλαβείας, εἴτε περὶ ἀγρυπνίας, εἴτε περὶ ἄλλου τινὸς τῶν δοκούντων καλῶν καὶ δεόντων εἶναι, ἀλλὰ κατὰ τὸ τοῦ πράττοντος ἰδιόῤῥυθμον βούλημα καὶ θέλημα (ὅπερ καὶ ταραχὴν καὶ ἀνίαν ἐμποιεῖν εἴωθεν ἐν πάσῃ τῇ ἀδελφότητι, καθὼς καὶ ἐν τοῖς προδηλωθεῖσιν ἔσχεν), δῆλον ὅτι ὁ τοιοῦτος ὄργανον κακίας ἀποβήσεται, τοὺς τῆς ὑποταγῆς δεσμοὺς καταπατήσει, ὀπίσω τῶν ἐπιθυμιῶν αὑτοῦ ὡς ἐν πυρὶ καὶ σκότει πορευόμενος.

Πάλιν δὲ καὶ τοῦτο ἐπισκεπτέον, ὅτι δικαίῳ λόγῳ ἀφορίζονται οἱ ἀσεβεῖς ἀπὸ τῶν εὐσεβῶν, καὶ οἱ νόθοι ἀπὸ τῶν γνησίων, καὶ οἱ σκολιοὶ ἀπὸ τῶν εὐθυψύχων, καὶ οἱ δόλιοι ἀπὸ τῶν εὐλαβῶν, καὶ οἱ πονηροὶ ἀπὸ τῶν ἀγαθῶν. “τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος”, φησίν, “ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ”; ὥστε καὶ ἡμεῖς πολλάκις δι’ ἀνοχὴν τοὺς τοιούτους οὐκ ἐκκόπτομεν. εἰ καὶ δοκοῦσιν ἐκ τέχνης λανθάνειν, αὐτοὶ ὑφ’ ἑαυτῶν ἁλίσκονται καὶ ἑαυτοὺς ἀφορίζουσι καὶ διιστῶσιν, εἰ βούλει δέ, ὡς ἔχει εἰς τὸ Γεροντικόν, ὅτι ὁ τόπος τοὺς μὴ ποιοῦντας τὸ ἔργον τοῦ τόπου ἐκδιώκει. εὔξασθε οὖν ἀνακληθῆναι αὐτούς, εὔξασθε δὲ καὶ ὑπὲρ ἐμοῦ τοῦ ἀσθενοῦς ψυχῇ καὶ σώματι, ὅτι πάλιν νοσηλεύεσθαι ἠρξάμην, ἵνα τῷ ἐλέει αὐτοῦ ἐπισκοπὴ ἐν ἀμφοτέροις γένηται καὶ τοῖς οἰκτιρμοῖς αὐτοῦ πάντες σωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΔʹ. Περὶ τοῦ μὴ κρύπτειν ἡμᾶς τοὺς πονηροὺς λογισμούς, ἀλλὰ θριαμβεύειν διὰ τῆς ἐξαγορεύσεως. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, περὶ τίνος ὑμῖν διαλέξομαι ἐν τῇ παρούσῃ κατηχήσει; ἦ πάλιν περὶ τῶν ἀποδρασάντων, μᾶλλον δὲ ἀποῤῥαγέντων τοῦ καλοῦ ὑμῶν πληρώματος τριῶν οἰκτίστων ἀδελφῶν ἡμῶν, τὸ μὲν ἵνα αὐτοὶ ἀσφαλέστεροι καὶ ἑδραιότεροι τῷ τῶν ἄλλων πτώματι γίνοισθε, τὸ δὲ ἵνα τὸ λυπηρὸν τῆς καρδίας μου ἔτι κουφίσω, τούτους ἀποκλαυσάμενος. καὶ γάρ, εἰ καὶ ἀνάξιος, ὅμως πατήρ εἰμι καὶ ποιμήν, καὶ οὐδεὶς πατὴρ ἐπ’ ἀπωλείᾳ υἱοῦ ἀνεκτῶς φέρει. εἰ δὲ ἐπὶ σωματικοῦ οὕτως, πόσον γε ἐπὶ πνευματικοῦ; καὶ οὐδεὶς αὖθις ποιμὴν ἐπὶ θηριαλώτου προβάτου αὑτοῦ ἀπαθῶς ἔχει, ἀλλὰ λίαν ποτνιᾷ καὶ ἀνακαλεῖται τὸ ἀπολωλός.

Θηρίον οὖν ὄντως ἄρτι ἥρπασεν οὐ τὸν Ἰωσήφ, ὡς ὁ λόγος, ἀλλὰ τὰ ἐμὰ τέκνα, τὸν Πετρώνιον λέγω, τὸν Μάλχον καὶ τὸν Ἀέτιον. καὶ θηρίον πονηρὸν ὁ λύκος ὁ νοητός, ὁ ἀνήμερος δράκων, ὁ ὄφις ὁ σκολιός, ὁ πάλαι μὲν τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐκβαλὼν τοῦ Παραδείσου δι’ ἀπάτης καὶ πικρᾶς γεύσεως, νῦν δὲ τῷ αὐτῷ τρόπῳ τοὺς προειρημένους ἐκ τῆς κοινοβιακῆς ζωῆς, ὡς ἐξ Ἐδὲμ ἄλλης, ἐξοστρακίσας. εἰ δὲ καὶ ἄλλους προεξήγαγεν, ἢ ἐκ τῶν ἐνταῦθα, ἢ ἐξ ἄλλοθι τόπου, οὐ καιρὸς λέγειν· καὶ γὰρ ὁ αὐτός ἐστι διάβολος ὁ ἐξ αἰῶνος μέχρι συντελείας ἐργαζόμενος ἢ καὶ ἐργασάμενος τὰ τοιαῦτα καὶ τηλικαῦτα. πῶς οὖν λοιπὸν οὐ πενθήσω ἐπ’ αὐτοὺς καὶ στενάξω; πῶς οὐκ ἀλγήσω τὴν ψυχὴν καὶ ἀθυμήσω, ἐννοούμενος τὴν ἀπώλειαν αὐτῶν; οἱ τρεῖς παῖδες, οἱ τρεῖς νέοι, ἄνηβοι, ἀκατάστατοι, ἀπαίδευτοι. ἆρα πῶς οὐχὶ λαβὼν αὐτοὺς ὁ Σατανᾶς ὧδε κἀκεῖσε περικρημνίσει καὶ συντρίψει τὰ ὀστᾶ τῶν ψυχῶν αὐτῶν ὡς ἀγγεῖα ὀστράκινα; οὐχ ὅτι δὲ οἱ προβεβηκότες καὶ γενειάζοντες δύναιντ’ ἂν διασῴζεσθαι ἀποῤῥησσόμενοι, ᾐτιασάμην ἐκείνους, ἀλλ’ ὅτι μετὰ τῆς πτώσεως εἰς κακὸν περισσότερον ἐπιφέρουσι καὶ τὸ νέον τῆς ἡλικίας. ἀλλ’ ὢ τῆς ἀβουλίας καὶ τῆς σκοτώσεως τῶν λογισμῶν αὐτῶν, μᾶλλον δὲ φεῦ τῆς ἐμῆς ταλαιπωρίας, δι’ ἣν κἀκεῖνοι καὶ εἴ τις ἄλλος πτωματίζεται!

Τί οὖν; ἆρα (πρὸς ὑμᾶς τοὺς ὑγιεῖς ἐπιστρέψω τὸν λόγον, τοὺς ἑστῶτας, τοὺς σῳζομένους), ἆρα ἐπιθυμήσομεν νοσῆσαι καὶ ἡμεῖς, ὡς ἐκεῖνοι; ἆρα σπεύσομεν πτωματισθῆναι, ὡς αὐτοί; ἆρα ἐκζητήσομεν ἀπολέσθαι σὺν αὐτοῖς; μηδαμῶς, ὦ τέκνα. πῶς δέ; ἀλλ’ ἢ ἐκ τοῦ μὴ ὑποδέχεσθαι τὴν συμβουλὴν τοῦ ὄφεως, μηδὲ κρύπτειν τὸν ὄφιν ἐν τῇ καρδίᾳ, ἀλλὰ θᾶττον θριαμβεύειν αὐτὸν κἀκεῖνος ἐκφεύξεται ὡς ἀπὸ πυρός. εἰ γὰρ τοῦτο οἱ προειρημένοι ἐφύλασσον, οὐκ ἂν ὑπήχθησαν εἰς τὰ τοιαῦτα. ἀλλ’ ὑμεῖς, ὡς εἴρηται, φυλάξασθε, τέκνα καὶ πρόβατα ὄντες τοῦ Χριστοῦ. μὴ γίνεσθε ἐθελοντὶ θήραμα τῷ διαβόλῳ, καὶ εἰς παράδεισον ἐνδιαιτώμενοι τῶν ἐντολῶν τοῦ Χριστοῦ μὴ δελεασθῆτε ὑπὸ τοῦ πονηροῦ ὄφεως καθ’ οἱονδήποτε τρόπον καὶ ἀποῤῥιφῆτε εἰς τὸν τόπον τὸν σκοτεινὸν τῆς ἁμαρτίας. ἀγγελικῶς διαζῶντες μὴ ζῳωθῆτε διὰ τῆς φευκτῆς ἰδιοῤῥυθμίας, ἀλλ’ ἐπιμένοντες ἐπιμένοιτε καὶ τὰς ἐντολὰς ἐργαζόμενοι ἐργάζοισθε, καὶ μηδεὶς συνεδριαζέτω ἐπὶ πονηροῖς, μηδὲ συγκαθήσθω μετὰ ἀσεβοῦς· ἀσεβὴς γάρ ἐστι καὶ πονηρὸς ὁ συνδιάγων ἢ συλλαλῶν ἐπὶ ἀποδράσει ἢ ἄλλῳ τινὶ πάθει, ἐπὶ ἀπωλείᾳ αὑτοῦ καὶ τοῦ συνεπομένου αὐτῷ.

Ἡνίκα τοίνυν ἀπομονάσῃ σοι ὁ τοιοῦτος, ἀδελφέ, καὶ ἄρξηται τὸν ἰὸν τῆς κακίας ἐκχέειν ἐκ γλώσσης αὑτοῦ, ὡς πολλάκις εἰρήκαμεν, ἀποπήδησον, πόῤῥω στῆθι, βύσον τὰ ὦτα, ἵνα κἀκεῖνον καὶ σεαυτὸν περισώσῃς. ὁπηνίκα ἴδῃ σε λυπούμενον ἐκ συμβάντος πειρασμοῦ, σὺ οὖν μὴ δέξῃ αὐτὸν συνεπιτιθέμενόν σοι, ὡς δικαίως λυπουμένῳ ἢ ἀγανακτοῦντι· ὄφις γάρ ἐστι καὶ δολιεύεταί σε εἰσοικίσασθαι. ἡνίκα ἄρξηται αἰτιᾶσθαι τὸν παράδεισον, ὅ ἐστι τὸ κοινόβιον, ἢ τοὺς συνδιαιτωμένους σοι, οἵτινές εἰσιν οἱ ἀδελφοί, τὸν ὁδεῖνα λέγων ἢ τὸν ὁδεῖνα, ἢ τὸ τίδε καὶ τὸ τίδε πρᾶγμα, ἀποῤῥάπισον αὐτόν, ἀντίφθεγξαι τὰ δέοντα, ἵνα κἀκεῖνον σωφρονίσῃς καὶ σεαυτὸν διασώσῃς. τί δὲ καὶ λέγουσιν οἱ τοιοῦτοι; “ἀπαλλαγῶμεν δή”, φασίν, “ἐκ τῶν ἐνταῦθα· ὁ ἡγούμενος βαρύς, ὁ ἐπιστημονάρχης ἀσυμπαθής, ὁ κελλαρίτης ἀδιάκριτος, ἡ ἀκριβολογία πολλή, ἡ χρεία μηδαμινή, πάντες ἐγκελεύονται, πάντες ἐπιτάττουσιν· σπουδή ἐστιν ἐνεγκεῖν τὸ βάρος τοῦ κόπου, ἢ σῶσαι ἢ σωθῆναι ἐν τῷ τόπῳ τούτῳ. δεῦρο, ἀπίωμεν”. ποῦ; ἀλλ’ εἰς τὸ ἀνάθεμα· μόνον γὰρ τῷ ἐξελθεῖν καὶ εἰ ἦν ἰδεῖν τοὺς τοιούτους κατὰ ψυχήν, εἶδεν ἂν αὐτούς τις ὑγιαίνων ὅλως ἐσκοτισμένους, ἐπτοημένους, δαιμονῶντας, μηδὲν ἔχοντας ὑγιές, μήτε βούλημα, μήτε φρόνημα, ἀλλ’ ὧδε κἀκεῖσε μεταφερομένους καὶ μεταπίπτοντας ὡσὰν τὰ πλανώμενα πρόβατα.

καὶ μὴ λογίσησθε, τέκνα, ὡς ὅτι κακίζειν αὐτοὺς θέλων ταῦτά φημι. οὐμενοῦν, ἀλλὰ καὶ πλείονα, ἃ οὐκ ἔστιν εἰπεῖν, πάρεισιν ἐν αὐτοῖς. ἀλλ’ εὔξασθε καὶ ὑπερεύξασθε εὑρεθῆναι καὶ ἀνακληθῆναι αὐτοὺς ἢ ἐξ ἑαυτῶν, ἢ ἐκ χειρῶν ἡμῶν. τὸ δὲ ὑμέτερον, ὡς προείρηται, ἵνα ἀσφαλίζησθε, φεύγοντες τὰ αἴτια τῆς συμπτώσεως, τὸν καλὸν ἀγῶνα ἀγωνιζόμενοι τῆς οὐρανίου στεφανώσεως ὑμῶν.

Ἤκουσται δέ μοί πως, ὥς τινες ἀφυλάκτως τοὺς ἀπολισθήσαντας κυρολογοῦσι. καὶ ἐκεῖνοι μὲν οὐκ εἰσὶν οὐδὲ ἀκυρολογήτως ἄξιοι ἐπιμνημονεύεσθαι, ὑμῖν δὲ ἄλλως οὐκ ἔστιν, ἢ ψιλὴν τὴν προσηγορίαν αὐτῶν λέγειν μετὰ ἐλεεινολογίας· οὐδὲ γὰρ οἱ ἀπόστολοι τὸν προδότην ἢ κυριολεκτοῦσιν, ἢ ἀπόστολον ὀνομάζουσιν ἀλλ’ Ἰούδαν καὶ προδότην καὶ κλέπτην. πρὸς τούτοις ἤκουσταί μοι, ὅτι καὶ πάλιν ἀταξίαι γίνονται ἐν ταῖς ἑσπερίαις ὥραις ἐν τῷ ἀριστηταρίῳ, ζητοῦντος ἄλλου κρᾶσιν, βρῶμα, καὶ ταῦτα ἐν Τετραδοπαρασκευαῖς. καὶ οὐκ οἴδατε, ὅτι κατὰ τὴν ἐξωτικὴν καὶ προτέραν ἡμῶν διαγωγὴν διηλλάγημεν ἐν τῇ πόλει ταύτῃ εἰσελθόντες; τοῦτο δὲ λέγω ἐν τῇ ἐλαιοφαγίᾳ καὶ οἰνοποσίᾳ τῶν ἡμισυεψητῶν ἐν ταῖς δυσὶ Τεσσαρακοσταῖς καὶ ἐν αὐταῖς ταῖς Τετραδοπαρασκευαῖς. ἀλλ’ ἐπειδὴ συμπαθῶ ὑμᾶς ἐκ τῆς ἐμαυτοῦ ἀσθενείας, διὰ τὸ τῆς πόλεως δύσκρατον ὁρίζω ἀπὸ τοῦ νῦν πάντας τοὺς θέλοντας ἐν ταῖς προλεχθείσαις ἡμέραις τῇ ἑσπέρᾳ μίαν κρᾶσιν καὶ κλάσμα ἄρτου λαμβάνειν. καὶ λοιπὸν μηκέτι γίνωνται ἀταξίαι καὶ λογομαχίαι, ὡς ὅτι “ἐγὼ ὤφειλον λαβεῖν καὶ ἐγὼ πλεῖον κεκοπίακα”. ἰδοὺ τοίνυν καὶ διὰ τὰς δύο αἰτίας καὶ τρίτον διὰ τὸ θορυβῶδες ἐποιησάμεθα τὴν πάντων ἀνάπαυσιν. μηκέτι οὖν γίνωνται οἱ θόρυβοι, ἐπεὶ ἐγγύθεν τὰ ἐπιτίμια καὶ οἱ ἀφορισμοί.

ἀσφαλίσασθε καὶ οἱ ἐπιστημοναρχοῦντες καὶ οἱ ἐπιτηροῦντες, καὶ οἱ οἰνοδοτοῦντες μετὰ τῶν λοιπῶν, ἵνα μὴ ταὐτοπαθήσητε. προσθετέον καὶ τοῦτο, ὅτι τινὲς οὐκ ἐν αἷς διακονίαις ἀπετάχθησαν ἐπιμένουσιν, ἀλλὰ παλιμβουλοῦσι καὶ ἀστατοῦσι, φερόμενοι καὶ μεταφερόμενοι ἐκ τῆσδε εἰς τήνδε ἀσκόπως, καὶ γίνονται λοιπὸν καὶ ἑαυτοῖς βλαβεροὶ καὶ τοῖς εὐτακτοῦσιν, ἑαυτοῖς μέν, ὅτι, κατὰ τὸν ἅγιον Βασίλειον, οὐ δύναται συνιδεῖν τὸ συμφέρον ἑαυτῷ ἕκαστος, τοῖς δὲ εὐτακτοῦσιν εἰς τὸ παραζηλοῦν τὴν ἀταξίαν, ἔπειτα καὶ τοῖς ἐπιστημοναρχοῦσι φροντίδας καὶ ἀδολεσχίας διακενῆς διδόντες. ἀλλὰ μὴ ἔστω τοῦτο· ἕκαστος δέ, ἐν ᾧ κέκληται, διαμενέτω ὑπομονητικῶς, καὶ ὡς διατέτακται στοιχείτω, κἂν ἐπὶ ἔργου, κἂν ἐπὶ μαθητοῦ, κἂν ἐπί τινος ἄλλου· τὸ γὰρ ἐκζητεῖν καὶ πολυπραγμονεῖν καὶ ἐφίεσθαι τὸ οἰκεῖον θέλημα ἀποπληροῦν, τῶν ἀτάκτων καὶ ἀπαιδεύτων καὶ πονηρευομένων. ὥστε λοιπὸν διαγινωσκομένης τῆς κακίας, μηκέτι μηδεὶς τοιοῦτόν τι πραττέτω, ἵνα μὴ ὑπόδικος γένηται τοῖς τῆς ἀταξίας ἐπιτιμίοις. οὐκ οἴδατε τί λέγει ὁ ἅγιος Δωρόθεος; ὅτι “ὁ φθάσας εἰς τὴν κοπὴν τοῦ θελήματος ἔφθασεν εἰς τὸ μέτρον τῆς ἀναπαύσεως”.

εἰ οὖν θέλει λοιπὸν καὶ βούλεταί τις ἀναπαύεσθαι, τὴν ὁδὸν ταύτην κρατείτω, τὴν ἄρνησιν τῆς οἰκείας θελήσεως, καὶ ἕξει καὶ τὴν παραυτίκα καὶ τὴν μέλλουσαν αἰωνίαν ἀνάπαυσιν· ὁ δὲ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δῴη ὑμῖν, δι’ εὐχῆς τοῦ πατρός μου, τὸ αὐτὸ φρονεῖν, τῷ αὐτῷ στοιχεῖν, τὸ ὑπομένειν, τὸ φέρειν μέχρι θανάτου τὰ τῆς ἀσκήσεως σκάμματα, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ μεγαλωσύνη νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΕʹ. Περὶ τῆς φοβερᾶς ἡμέρας τῆς κρίσεως καὶ περὶ τοῦ ἀποστατήσαντος καὶ ἰουδαϊκῶς εἰς κριτήρια κοσμικὰ ἡμᾶς ἐνάγοντος. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, τί μὲν ὠφελεῖσθε αὐτοὶ ἐν τῇ ταπεινῇ μου κατηχήσει, οὐκ ἔχω λέγειν· ὅτι δὲ ἐγὼ ὁ τάλας τῇ πρὸς ὑμᾶς ὑπομνήσει ἐπισυνάγω ἐμαυτὸν εἰς συναίσθησιν καὶ διέγερσιν καὶ ἐκφόβησιν τῶν τοῦ θεοῦ κριμάτων καὶ τῆς ἐπικειμένης μοι ἀναξίως προστασίας, καὶ πάνυ ὁμολογῶ. ἵν’ οὖν ἐμαυτὸν συνετίζω, εἰ καὶ μή τινα ἄλλον, καὶ χρῶμαι καὶ χρήσομαι τῷ ὑπομνηστικῷ πρὸς ὑμᾶς λόγῳ. τίς δέ ἐστι τοίνυν, προσέχωμεν, ὅτι καιρὸς ἀγώνων ἐστὶν ἡ παροῦσα ζωὴ καὶ καιρὸς θλίψεων καὶ ἱδρώτων· οὐκ ἀγώνων δὲ καὶ θλίψεων καὶ ἱδρώτων, ὡς ἅν τις εἴποι τῶν αὐθωρῶν καὶ βραχυκαίρων, ἀλλὰ τῶν διηνεκῶν καὶ πολυετῶν καὶ συντελεστικῶν τοῦ αἰῶνος τοῦδε· οὐδ’ αὖ πάλιν ἐπὶ μικροῖς καὶ ἐλαχίστοις καὶ ἀνθρωπίνοις τῆς τηλικαύτης πυκτῆς ἡ ἀποτυχία, ἢ ἡ ἐπίτευξις, ἀλλ’ εἰς αὐτὰ τὰ θεῖα καὶ οὐράνια.

ἢ γὰρ ἐπιτυγχάνοντες δι’ εὐτόνου ὑπομονῆς καὶ καρτερίας ἀνενδότου καὶ φυλακῆς τῶν ἁγίων ἐντολῶν βασιλείαν οὐρανῶν καὶ ἀθανασίαν καὶ ζωῆς ἀιδιότητα καὶ τὴν ἄφραστον καὶ ἀνήκουστον καὶ ἀνεννόητον τῶν αἰωνίων ἐκείνων ἀγαθῶν ἀπόλαυσιν κληρονομοῦμεν, ἤ, ὃ μὴ γένοιτο, ἀποτυγχάνοντες δι’ ἀμελείας καὶ ῥᾳθυμίας καὶ προσπαθείας καὶ ἀγαπήσεως τοῦ νῦν αἰῶνος καὶ τῶν ὀλλυμένων καὶ φθοροποιῶν ἡδονῶν ἀνθέξομεν κόλασιν αἰωνίαν καὶ αἰσχύνην ἀπέραντον καὶ τὴν ἐξ εὐωνύμων παράστασιν, ἀκούοντες τῆς φοβερᾶς ἐκείνης καὶ ἀνυποστάτου φωνῆς τοῦ κριτοῦ τῶν ἁπάντων καὶ δεσπότου θεοῦ· “ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ”.

ἀλλὰ μήποτε ταῦτα ἀκούσωμεν, τέκνα καὶ ἀδελφοί, μηδὲ ὑποσταίημεν τὸν ἐλεεινὸν καὶ ἀνεκδιήγητον ἐκεῖνον χωρισμόν, τὸν ἀπὸ τῶν ἁγίων καὶ δικαίων, αὐτῶν μὲν προσλαμβανομένων εἰς χαρὰν ἀνεκλάλητον καὶ εἰς φῶς ἀνέκφραστον καὶ εἰς τρυφὴν ἀκόρεστον (“ἀνακλιθήσονται γάρ”, φησὶν ὡς τὰ λόγια, “μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ”), ἡμῶν δὲ ἀπαγομένων σὺν τοῖς δαίμοσι πρὸς πῦρ ἄσβεστον καὶ σκώληκα ἀτελεύτητον, πρὸς βρυγμὸν ὀδόντων, πρὸς χάος μέγα, πρὸς τάρταρα ἀνυπόστατα, πρὸς δεσμοὺς ἀλύτους, πρὸς καταχθόνια ζοφωδέστατα, καὶ ταῦτα οὐκ ὀλιγοκαίρως, οὐδὲ ἐνιαυσιαίως, οὐδὲ ἑκατονταετῶς, οὐδὲ χιλιονταετῶς, προσθήσω οὐδὲ μυριονταετῶς· οὐ γὰρ ἕξει τέλος ἡ κόλασις, ὡς δοκεῖ τοῖς Ὠριγενιασταῖς, ἀλλ’ εἰς ἀεὶ καὶ ὡσαύτως καὶ αἰωνίως, κατὰ τὴν ἀπόφασιν τοῦ κυρίου. ποῦ οὖν τότε, καθώς φασιν οἱ ἅγιοι, ἀδελφὸς ἢ πατὴρ ἢ μήτηρ, πρὸς λύτρωσιν, πρὸς ἐκδίκησιν; οὐδαμοῦ· “ἀδελφὸς γάρ”, φησίν, “οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ”.

ἐγὼ δὲ ἐρωτήσω ἄλλως· ποῦ τότε, ἀδελφοί μου (ἄρξομαι γὰρ ἀπὸ τῶν μικροτέρων ἀνιὼν ἐπὶ τὰ βαρύτερα), ἡ τῶν ῥᾳθυμούντων ῥᾳθυμία καὶ ἡ τῶν ἀμελούντων ἀμέλεια, ἡ τῶν ἀντιλογούντων ἀντιλογία καὶ ἡ τῶν παρακουόντων παρακοή, ἡ τῶν ὑπερηφανευομένων ὑπερηφανία, ἡ τῶν θρασυνομένων θρασύτης καὶ ἡ τῶν ἰδιοῤῥυθμούντων αὐθάδεια, ἡ τῶν γαστριμαργούντων γαστριμαργία καὶ ἡ τῶν παῤῥησιαζομένων παῤῥησία, ἡ τῶν ἐκδικοθελῶν κατεπίτασις καὶ ἡ τῶν ψευδολογούντων πολυπροφάσιστος πρόφασις, καὶ ἔτι μᾶλλον ἡ τῶν ἀρνησαμένων ἐξάρνησις τῆς ὑπὸ θεῷ μάρτυρι ὁμολογίας καὶ ὑποταγῆς αὐτῶν, οἵτινες καταπατήσαντες τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ αἷμα τῆς διαθήκης αὐτοῦ κοινὸν ἡγησάμενοι καὶ λογισάμενοι μὴ εἶναι θάνατον καὶ ἀνάστασιν, μηδὲ κρίσιν καὶ ἀνταπόδοσιν, ἀποῤῥαγέντες τῆς ἐν ἁγίῳ πνεύματι συναφείας, ἐστερημένοι τε αὐτοῦ τοῦ ἁγίου πνεύματος, ὥς φησί που γράφων ὁ μέγας Βασίλειος, ὧδε κἀκεῖσε ὡς πρόβατα πλανώμενα περιφερόμενοι εἰς κρημνοὺς καὶ βάραθρα τῶν οἰκείων φιληδονιῶν, οὐκ ἀρκούμενοι ἐπὶ τῇ φθασάσῃ θηριοβρωσίᾳ αὑτῶν ἕως τοῦ παρόντος, ἀλλὰ καὶ παντάπασι τελείαν ἀνάλωσιν ἐφιέμενοι καὶ μήτε φωνῆς ἐπακούοντες τῆς ταπεινώσεως ἡμῶν, μήτε ἀπειλῆς φοβούσης καὶ ὑποδεικνυούσης τὰ βελτίονα, ἀλλ’ ἢ μᾶλλον καί τις αὐτῶν ἰουδαΐζειν τῳόντι ἑλόμενος εἰς κριτήρια ἡμᾶς κοσμικὰ ἐναγαγεῖν ἤρξατο;

φεῖσαι οὖν, κύριε, φεῖσαι τῆς τοιαύτης ἀναλγησίας καὶ περιφρονήσεως καὶ ἐπισκοτώσεως!

Ἀλλ’ ἡμεῖς, τέκνα, “δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν ἐναντίον κυρίου, τοῦ ποιήσαντος ἡμᾶς”, καὶ ὑπὲρ μὲν ἐκείνων ὡς φιλάδελφοι, καθὼς χρὴ εὐξώμεθα καὶ ὑπερευξώμεθα, ζητοῦντες τὴν ὑποστροφὴν καὶ ἀνάκλησιν αὐτῶν, ὑπὲρ δὲ ἑαυτῶν τὰ δέοντα συνεισενέγκωμεν καὶ εἰς βελτίωσιν ἐπαναχθῶμεν, ὑπὲρ τῶν παρεθέντων ἡμῖν ἀμελῶς συγχώρησιν ἐξαιτούμενοι· ὅ τι γὰρ ἂν καὶ εἴπωμεν, ἀλλ’ οὖν ἀκμὴν ἐν τῷ σταδίῳ ἐσμὲν καὶ ἐν τῇ μάνδρᾳ σεσώσμεθα καὶ ὑπὸ τὸν αὐτὸν ποιμένα ἀγόμεθα, εἰ καὶ τυφλώττοντα. καὶ οὐχ εἷλεν ἡμᾶς ὁ Σατανᾶς, οὐδὲ ἐχειρώσατο ὁ ἀντικείμενος, οὐδὲ κατάβρωμα ἔλαβεν ὁ ἀνήμερος θήρ· οὐ γὰρ ἐξέωσε τῆς αὐλῆς, οὐδὲ ἐπὶ στόματος διὰ τραχήλου σύρων παίει τὰς πλευρὰς τῆς ψυχῆς ἡμῶν τῇ κέρκῳ αὑτοῦ· ὡς πρόβατα γὰρ Χριστοῦ ἔνδον περιπεφράγμεθα. κἄν πώς ποτε ἀῤῥωστῶμεν, ἢ χωλεύωμεν, ἢ σκωληκιῶμεν, ἢ ἄλλο τι πάσχωμεν, ἐκεῖνος ὅμως ἔξωθεν σοφίζεται καὶ ἐπιβουλεύει “ζητῶν τίνα καταπίῃ”, πῶς δὲ ἐκπηδήσαντα ἐξ ἑαυτοῦ, ἢ ὑποσυρέντα διά τινος λαθραίας ὀπῆς λογισμοῦ ἢ παραθυρίδος, ἢ παρασπασμοῦ τῆς λογικῆς φρακτῆς.

ταῦτα τοιγαροῦν σκοπῶμεν καὶ ἐν τούτοις μὴ ἀγνοῶμεν τὰ νοήματα τοῦ ἀντικειμένου, καὶ ἕκαστος κατὰ τὴν ἐνοῦσαν αὐτῷ δύναμιν καὶ τὴν ὑπάρχουσαν διακονίαν ἐπειγέσθω καὶ ἐπειχθήτω, προκόπτων ἐν ταπεινώσει, ἐν ὑπακοῇ, ἐν ἐξαγορεύσει, ἐν κατανύξει, ἐν προσευχῇ, ἐν δάκρυσιν, ἐν γονυκλισίαις, ἐν στιχολογίαις, ἐν ἔργοις χειρῶν, ἐν ἀγάπῃ, ἐν ἁγνείᾳ, ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ, σκεῦος ἐκλεκτὸν Χριστοῦ ἀναδεικνύμενος καὶ υἱὸς φωτὸς χρηματίζων.

Ναί, ναί, τέκνα μου, παρακαλῶ καὶ δέομαι, ὑπομνήσκω καὶ δυσωπῶ· ἔτι μικρὸν ὅσον ὅσον καὶ ἔφθασεν ἡ ὥρα, καὶ ἤγγικεν ὁ καιρὸς τῆς χαρᾶς ἡμῶν, τῆς ἀπολυτρώσεως, τῆς ἀγαλλιάσεως, τῆς ἐλευθερίας, τῶν στεφάνων, τῶν ἀμοιβῶν. τάχα τοίνυν καὶ αὐτοὶ οἱ ἅγιοι καὶ μάλιστα οἱ ὁμοταγεῖς ἡμῶν, λέγω δὴ οἱ ἀποτακτικοί, ἤδη ἀπ’ αὐτοῦ τοῦ οὐρανοῦ ὁρῶντες τὰς προκοπὰς ὑμῶν χαίρουσι καὶ ἥδονται (φιλεῖ γὰρ ἕκαστος χορὸς τῶν δικαίων τὸν οἰκεῖον αὑτοῦ μᾶλλον ὑπὲρ τοὺς ἄλλους), ἀγωνιζόμενοι εἰς ἐπαύξησιν καὶ προσθήκην τοῦ λαχόντος αὐτοῖς κλήρου, ἵνα πλείονες ἐπὶ τὸ αὐτὸ ὦσι καὶ συγχορεύωσιν, ὑμνοῦντες τὴν μακαρίαν καὶ ἁγίαν τριάδα, ὅτι αὐτῇ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜϚʹ. Περὶ τοῦ φέρειν εὐμαρῶς τὸ στάδιον τῆς ἀρίστης ἡμῶν ὑποταγῆς. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ἡ παροῦσα ὥρα καθάρασα ὑμᾶς καὶ φωτίσασα διὰ τῆς ὑμνολογίας καὶ προσευχῆς, μή τι ἆρα ἐπιδεής ἐστι τοῦ ταπεινοῦ ἡμῶν λόγου; οὐδαμῶς.

ἀλλὰ τὸ σύνηθες ἀποπληροῦντες πάλιν καὶ πάλιν ὑπομιμνήσκομεν, καὶ πάλιν προσαγορεύομεν ὑμᾶς· ἀναγκαῖον γὰρ τὰ τέκνα ἡμῶν τὰ ἐπιπόθητα, τὰ μέλη ἡμῶν τὰ τιμιώτατα, τὰ σπλάγχνα ἡμῶν τὰ οἰκειότατα, ἢ οὐκ οἶδ’ ὅ τι καὶ φράσω ἀξιώτερον, δέον εἰπεῖν μᾶλλον τὰ τέκνα τοῦ θεοῦ, τοὺς υἱοὺς τοῦ φωτός, τὸν ἐκλεκτὸν λαὸν τοῦ κυρίου, τὸ ἄθροισμα τῆς εὐσεβείας, τὸ στράτευμα τῆς ἄνω βασιλείας, τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, τὴν ὁμήγυριν τὴν ἀγγελικήν, τὸ ὡς ἀληθῶς “ἔθνος ἅγιον καὶ βασίλειον ἱεράτευμα”, οὗ τὸ πολίτευμα οὐκ ἐπίγειον, ἀλλ’ οὐράνιον· οὗ ἡ ζωὴ οὐκ ἐν σαρκί, ἀλλ’ ὑπὲρ σάρκα· οὗ τὸ ἔργον οὔ τι τῶν ἀπολλυμένων καὶ ῥεόντων καὶ φθειρομένων, ἀλλ’ ὅλον δι’ ὅλου πνευματικὸν καὶ σωτήριον καὶ αἰώνιον· οὗ τὸ ἔνδυμα εὐτελὲς μὲν κατὰ τὸ φαινόμενον, ἔνδοθεν δέ, ὡς ἐν κροσσωτοῖς χρυσοῖς, διὰ τοῦ κάλλους τῶν ἀρετῶν πεποικιλμένον καὶ διηγλαϊσμένον· οὗ ὁ κλῆρος καὶ ἡ μερὶς οὐ χρυσὸς καὶ ἄργυρος καὶ λίθοι διαφανεῖς, οὐδέ τις ἱματισμὸς πολυτελής, ἢ ἀγρῶν ἢ χωρῶν τόσων γε καὶ τόσων κατάσχεσις, ἢ νομάδων καὶ ἀγελῶν πολυπληθία καὶ εἴ τι τοιοῦτον (ἃ μικρὸν ὕστερον φθείρεται καὶ ἀπόλλυται), ἀλλ’ αὐτὸς ὁ κύριος καὶ ἡ βασιλεία τῶν οὐρανῶν καὶ οἱ κόλποι τοῦ Ἀβραάμ, καὶ ἡ ἀθανασία καὶ ἡ μακαριότης, καὶ ὁ Παράδεισος ὁ τερπνὸς καὶ τὰ ἄλλα, “ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἀγαθά, ἃ ἡτοίμασεν ὁ θεὸς πᾶσι τοῖς ἀπ’ αἰῶνος εὐαρεστήσασιν αὐτῷ”, ὡς γέγραπται.

Τοιαύτη τοιγαροῦν ἡ συνέλευσις ὑμῶν καὶ τηλικαύτη ἡ ἐργασία, καὶ οὗτος ὁ τρόπος καὶ ὁ βίος, θαυμαστός τε καὶ ἐνάρετος, οὐκ ἐκ τῶν κατὰ κόσμον, ἀλλ’ ὑπὲρ τὸν κόσμον γνωριζόμενος, οὐκ ἐκ τῶν περιγείων, ἀλλ’ ἐκ τῶν ἐπουρανίων τιμώμενος. διὰ τοῦτο γὰρ καὶ τὸ κατὰ σάρκα ὡς ἀγενεαλόγητοι καὶ ἀπόλιδες χρηματίζετε, ἕνα πατέρα ἔχοντες, τὸν τῶν ὅλων θεόν, καὶ πόλιν τὴν ἄνω Ἱερουσαλὴμ καὶ συμπολίτας τοὺς ἀπ’ αἰῶνος ἁγίους. τί οὖν λοιπὸν θαυμαστόν, εἰ ἐνταῦθα κακοπαθοῦμεν, διὰ τῆς ἀσκήσεως παντοίως ἑλκόμενοι καὶ περιτρυχόμενοι καὶ ταλαιπωρούμενοι, ἐσθ’ ὅτε καὶ ὑβριζόμενοι καὶ ὀνειδιζόμενοι καὶ καταλαλούμενοι καὶ χλευαζόμενοι παρά τινων; εἴπερ “ἀνατελεῖ” ἡμῖν “δικαιοσύνη καὶ πλῆθος εἰρήνης”, καὶ φῶς καὶ ζωὴ καὶ χαρὰ ἀνεκλάλητος καὶ ἡ μετὰ τῶν ἁγίων ἀγγέλων ὁμοδίαιτος εὐφροσύνη, διὰ τοῦτο, δέομαι καὶ παρακαλῶ, κρατύνατε τὰς ψυχὰς ὑμῶν ἐν ὑπομονῇ καὶ στερεώσατε τὰ φρονήματα ὑμῶν ἐν κυρίῳ, πάντα εὐμαρῶς φέροντες καὶ διεξάγοντες τῇ τῶν μεγάλων ἐλπίδων προσδοκίᾳ· καὶ γὰρ ὅσον ὅσον καὶ ὁ βραχύτατος οὗτος καὶ ὀξυδρόμος χρόνος παριππεύει καὶ ἡμεῖς ἐγγίζομεν οὐ τῷ θανάτῳ, ἀλλὰ τῇ ζωῇ τῇ ἀκηράτῳ· θάνατος γὰρ οὐ κυριεύσει ὑμῶν, ἡνίκα προτεθνήκατε διὰ τῆς ἀποταγῆς τοῦ κόσμου τῇ προαιρέσει.

Ἐχώμεθα τοιγαροῦν τοῦ ἔργου ἡμῶν καὶ τῆς φροντίδος, καὶ εἷς ἕκαστος κατὰ τὴν ἐνοῦσαν αὐτῷ διακονίαν προθύμως ἐπειγέσθω ἐκτελεῖν καθαρῶς καὶ ὁσίως τὸ ἔργον αὑτοῦ, παριστῶν αὐτὸ ἄμωμον τῷ μισθαποδότῃ θεῷ, ὁ οἰκονόμος ἐν ταῖς τοῦ οἰκονομείου διοικήσεσιν, ὁ ἐπιστημονάρχης ἐν ταῖς τῆς ἐπιστήμης ἀσχολίαι καὶ θεωρίαις καὶ διακρίσεσιν, ὁ κελλαρίτης ἐν ταῖς τοῦ κελλαρίου διαδόσεσιν, ὁ βεστιάριος ἐν ταῖς τῶν ἱματίων πλύσεσί τε καὶ ῥαφαῖς καὶ ἀναλόγως καὶ κατ’ ἀξίαν διανομαῖς, ὁ σκυτεὺς ἐν ταῖς τῶν ὑποδημάτων συγκοπαῖς τε καὶ συῤῥαφαῖς, εὐλόγοις τε χρήσεσιν, ἀλλὰ μὴ παραχρήσεσιν, εἰ καὶ κοπωδέστατον τὸ πρᾶγμα. οὕτως ὁ ὀψοποιὸς ἐν ταῖς ἑψήσεσι καὶ καύσεσι τῶν τε ὀσπρίων καὶ λαχάνων καὶ τῶν ξύλων· ὡσαύτως ὁ τραπεζάριος ἐν ταῖς τοῦ ἄρτου διαθέσεσι καὶ ἐμμέτροις σταθμήσεσι καὶ εἴ τι τῶν ἄλλων συμβαίνει. πρὸς τούτοις οἱ ἐν ἑκάστῃ διακονίᾳ, οἵ τε βυρσεῖς ἐν τῷ εὐπροθύμως βυρσεύειν καὶ ἐπαρκεῖν τὰ πρὸς χρείαν τῇ ἀδελφότητι, οἵ τε χαλκεῖς ἐν τῷ χαλκεύειν εὐσυνειδήτως καὶ προσπορίζεσθαι τὰ δέοντα καὶ μή τι ἔξω τοῦ διατεταγμένου πράσσειν, οἵ τε μεμβρανοποιοὶ καὶ κανισκοποιοὶ ἐν τῷ αὐτῷ μέτρῳ καὶ τῇ αὐτῇ διαθέσει· ἐπιβλέπων γὰρ ἐπιβλέπει ὁ κύριος ἕκαστον, καὶ τὸ ἔργον αὐτοῦ καὶ τὸ πρόθυμον καὶ τὸ δύσθυμον καὶ τὸ ὀκνηρὸν καὶ τὸ προφασιστικόν.

καὶ ἔτι μᾶλλον οἱ καλλιγράφοι ταῦτα σκοπείτωσαν, καὶ οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ ὑφάνται, οἵ τε νοσοκόμοι καὶ θυρωροί, οἵ τε τέκτονες καὶ οἱ χρυσοχόοι, οἱ ζωγράφοι τε καὶ οἱ ἀμφιασταί, οἱ μάγκιπές τε καὶ οἱ κτηνῖται, οἱ διακονηταί τε καὶ οἱ ἐπιτηρηταί, οἱ ἀφυπνισταί τε καὶ οἱ κανδηλάριοι, οἱ ἀμπελουργοί τε καὶ οἱ κηπουργοί, οἱ πρωτοορδινάριοί τε καὶ οἱ διὰ μέσης, οἱ ἁλιεῖς τε καὶ οἱ κοσμήτορες καὶ εἴ τις ἄλλος μικρὸς καὶ μέγας διακονῶν τε καὶ διακονούμενος, ἀσθενῶν τε καὶ ὑγιαίνων· πάντα γὰρ ἐπιβλέπει, ὡς εἴρηται, καὶ πᾶσιν ἀμείψει ἄξια γέρα ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.

Ὑπομνήσκειν οὖν περὶ τούτων ἀεὶ μέν μοι ἀναγκαῖον· ὑπέμνησα δὲ ἄρτι μάλιστα, ἡνίκα καὶ ἑορταὶ ἅγιαι ἥκασι, φέρουσαι ἡμῖν μετὰ τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως, εἰ μὴ προσέχοιμεν, καὶ τὰς ἐκ τοῦ πονηροῦ βλάβας ἐκ τῆς μᾶλλον παρὰ τὸν προλαβόντα χρόνον ἀνέσεως καὶ ἀναπαύσεως σωματικῆς. ἀλλ’ ὑμεῖς ὡς θεόφρονες πάντα θείως καὶ εὐσταθῶς ἀποπληρώσατε νῦν τε καὶ εἰς τὸν ἑξῆς χρόνον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΖʹ. Ὅτι δεῖ ἡμᾶς τὴν τῶν νηπίων μιμεῖσθαι ἀφελότητα, διὰ τὸν δι’ ἡμᾶς νηπιάσαντα Χριστόν. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, τὴν ἑορτὴν ἤδη ἑωρτάσαμεν τῶν γενεθλίων τοῦ Χριστοῦ καὶ τὰ εἰκότα ἀπεπληρώσαμεν, εὐφρανθέντες καὶ ἀγαλλιασάμενοι ἐν ταῖς θείαις ὑμνῳδίαις καὶ ταῖς ἱεραῖς ἀναγνώσεσι, καὶ οὐδὲν παρὰ τὸ εἰκὸς γέγονε χάριτι Χριστοῦ, ἀλλὰ καὶ εἴ τι σωματικὸν πρὸς παράκλησιν, καὶ τοῦτο μετὰ εὐταξίας καὶ τῆς καθηκούσης συμμετρίας. δεδώκαμεν δὲ καὶ τὸ ἅγιον σχῆμα ἐπὶ τὸ αὐτὸ ἀδελφοῖς κζʹ, καὶ χαρὰ γέγονεν ἐν οὐρανῷ, καθὼς γέγραπται. εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πόσον γε ἐπὶ τοσούτῳ ἀριθμῷ; οὕτως ἤδη τὰ πάντα χαρίζεται ἡμῖν ὁ κύριος, δι’ εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, πλουσίως καὶ μεγαλοδώρως, καὶ τί ἀνταποδώσομεν τῇ ἀγαθότητι αὐτοῦ, ὑπὲρ ὧν ἀνταποδίδωσιν ἡμῖν, ἢ τὸ μιμεῖσθαι αὐτόν, καθ’ ὅσον οἷόν τε; βλέπετε, τέκνα καὶ ἀδελφοί, τί γέγονε καὶ ἐξ οἵου ὕψους θεότητος εἰς οἷον ταπεινώσεως μέτρον καθῆκεν ἑαυτόν· θεὸς γὰρ ὢν καὶ κύριος τοῦ παντὸς δούλου μορφὴν ἀνέλαβε, κυηθεὶς ἐκ τῆς ἁγίας Θεοτόκου, καὶ ὡς βρέφος ἐσπαργανώθη καὶ ὡς παιδίον ἐγαλακτοτροφήθη, καὶ ταῦτα ταπεινῶς καὶ εὐτελῶς.

ὑπὸ γὰρ σπήλαιον ἐτέχθη καὶ ἐν φάτνῃ ἀνεκλίθη, καὶ τὸ ὁρώμενον κατὰ μικρὸν ηὐξήθη καὶ ἐκ τοῦ παιδίου τελεῖ εἰς μειράκιον καὶ οὕτως εἰς ἄνδρα τέλειον, ὅτε καὶ καταδέχεται βαπτίζεσθαι, πηγάζων ἡμῖν τῆς ἀναγεννήσεως τὸ λύτρον· τὰ γὰρ ἑξῆς μεταληπτέα, λέγω δὴ τὴν παράδοσιν, τὰ ζωοποιὰ αὐτοῦ πάθη, τὴν σταύρωσιν, τὸν θάνατον, τὴν τριήμερον ἀνάστασιν. τοῦτο οὖν ὅλον, ὡς οἴδατε, δι’ ἡμᾶς γέγονεν, ἵνα καὶ ἡμεῖς ἐφ’ ὅσον οἷόν τε παραζηλῶμεν αὐτόν.

Ἐπεὶ οὖν ὁ ἀσωμάτως ἐκ πατρὸς πρὸ αἰώνων γεννηθεὶς δι’ ἡμᾶς ὕστερον ἐνσώματος ἐκ τῆς ἁγίας παρθένου ἐτέχθη, γεννηθῶμεν καὶ ἡμεῖς οἱ πρότερον σωματικῶς, ὕστερον πνευματικῶς, κοινῶς μὲν οἱ πάντες ἐπὶ τοῦ ἁγίου βαπτίσματος, ἰδίως δὲ οἱ ἀπομονάζοντες διὰ τοῦ ἁγίου σχήματος. διὸ ὀφείλομεν, τέκνα, καὶ νηπιάζειν, καὶ μάλιστα οἱ νεωστὶ σχηματισθέντες, καὶ παιδίων μιμεῖσθαι ἀφελότητα, ἵνα, ἐάν τις παροξύνῃ, ἢ παραπλήξῃ, ἢ ὀνειδίσῃ, μὴ εὐθὺς θηριώμεθα, ἢ ἐξαγριώμεθα, ἀναλογιζόμενοι τὴν σωματικὴν νεότητα, ἢ τυχὸν τὸ γῆρας, ἢ τὰ ἄλλα, ἢ ὅτι ἐπετροπεύσαμεν, ἢ ὅτι ᾠκονομήσαμεν, ἢ ἐπολιταρχήσαμεν, ἢ ἐδεσποτεύσαμεν, ἢ ἐκτητορεύσαμεν, ἤ τι τοιοῦτον, ἐπεὶ οὔπω ἐγεννήθημεν κατὰ Χριστόν, ἀλλ’ ἐν πᾶσι καὶ κατὰ πάντα ὑποτασσόμενοι τοῖς πνευματικοῖς γονεῦσιν· ὁ γὰρ τὰ πάντα ὑποτάσσων τῷ λόγῳ τοῦ προστάγματος αὑτοῦ ὑπετάττετο, ὑποταγῆς μέτρα καὶ εὐπειθείας ἀποπληρῶν πρὸς τὴν τεκοῦσαν· τὸ γὰρ ὅτι ὠνειδίζετο καὶ ὑβρίζετο, ἀκούων παρὰ τῶν δυσμενεστάτων γραμματέων καὶ Φαρισαίων “δαιμόνιον ἔχεις” καὶ “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια” καὶ “υἱὸς τοῦ τέκτονος” καὶ ὅσα ἄλλα ἐπονείδιστα, τί δεῖ καὶ λέγειν, ὁπότε καὶ ἐμπτυόμενος καὶ ῥαπιζόμενος, σταυρούμενός τε καὶ προσηλούμενος καὶ λογχευόμενος, οὐδὲ φωνὴν ἠφίει, ἢ μόνον εὐχαριστήριον καὶ εὐκτήριον; “

πάτερ γάρ”, φησίν, “ἄφες αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν· οὐ γὰρ οἴδασι, τί ποιοῦσιν”. ἰδοὺ οἱ θέλοντες σῴζεσθαι μιμνησκέσθωσαν τὰ τοιαῦτα ἐξ ὀλίγου πως, εἴπερ συγκληρονόμοι τῶν ἁγίων αἱροῦνται γενέσθαι.

Βλέπετε δὴ οὖν λοιπὸν πάντες μέν, μάλιστα δὲ οἱ ἀποκαθαρθέντες ἄρτι, πῶς μέλλετε ἑαυτοὺς διαφυλάττειν εὐλαβεῖς καὶ εὐθέτους καὶ εὐηκόους ἐν ἅπασι, μὴ ἀλλοιούμενοι ἐκ τῆς καλῆς ἀλλοιώσεως, μηδὲ μωμούμενοι τὸ καθαρὸν ὑμῶν ἐπάγγελμα. εἰ δὲ οἱ ἀρτιπαγεῖς οὕτως, πόσῳ γε μᾶλλον οἱ προβεβηκότες χρεωστοῦμεν ἀσφαλεῖς καὶ ἀκράδαντοι εἶναι, τυποῦντες δι’ ἑαυτῶν καὶ τοὺς κατωτέρους καὶ φωτίζοντες διὰ τῆς ἀγαθῆς πολιτείας; οὐδὲ γὰρ διὰ τοῦτο προηγοῦνται λύχνοι, ἵνα σκοτίζωσιν, ἀλλ’ ἵνα φαίνωσιν. οὐδὲ διὰ τοῦτο προπορεύονται ὁδῖται, ἵνα πλανῶσιν, ἀλλ’ ἵνα σώσωσιν. εἰ δὲ τὰ ἐναντία, τῶν ἐναντίων εἰσίν, ὅπερ ἀπείη ἐφ’ ὑμῖν λέγεσθαι. διὰ τοῦτο προσέχετε ἀπὸ κεφαλῆς ἕως ποδῶν οἱ ἔφοροι καὶ ἐπιτηρηταί, οἱ τῆς εὐταξίας, οἱ τῶν διακονιῶν, οἱ τῶν ἐξουσιῶν, μή τι γένηται κατὰ πρόσκλησιν, κατὰ περιφρόνησιν, κατ’ ὄκλασιν· ἀλλ’ ἐν ἅπασιν οἱ πάντες θείως καὶ θερμῶς τὰ τοῦ θεοῦ τελῶμεν καὶ συντελῶμεν, ἵνα θεραπεύηται Χριστὸς δι’ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα δοξάζηται, ἵνα χαίρῃ, ἐπεὶ καὶ οἱ ἅγιοι ἄγγελοι αὐτοῦ, ἐπεὶ καὶ οἱ ἅγιοι πάντες, καὶ μάλιστα οἱ πατέρες καὶ ὁμόσχημοι καὶ ὁμοταγεῖς ἡμῶν.

Καλὸν δέ ἐστι μηδὲ τοῦτο ἀποκρύψαι, ὅτι καὶ ἡ ταπείνωσίς μου μᾶλλον καὶ μᾶλλον ἀναπαυομένη ἐστὶν εἰς τὴν ἁγιωσύνην ὑμῶν, ὅτι κάλλιστα διευθύνεσθαι ἤρξατο, ὅτι εὐτακτεῖ, ὅτι οὐ διαμάχεται, ὅτι γαληνιᾷ. ἀλλ’ ἐκ “θεοῦ τὸ δῶρον”, οὐκ ἐξ ἐμοῦ, ἐξ εὐχῆς τοῦ πατρός μου, οὐκ ἐκ τῶν ἀνομιῶν μου, ἐξ ὑμῶν αὐτῶν τῆς ἀγαθῆς προθέσεως, ἀλλ’ οὐκ ἐκ τῆς ἀμελείας μου. δῴη δὲ ὑμῖν κύριος ἔτι καὶ ἔτι δύναμιν καὶ κραταίωσιν καθαίρεσθαι καὶ ὑψοῦσθαι καὶ βελτιοῦσθαι καὶ λαμπρύνεσθαι, ἵνα λάμπητε ὡς φωστῆρες ἐν κόσμῳ, ἵνα εὐωδιάζητε τὴν εὐωδίαν τοῦ πνεύματος, ὡς τὰ ὡραῖα φυτὰ τοῦ Παραδείσου, ἵνα πυκάζητε ὡς ῥόδα ἀμάραντα τοῦ ἁγίου θυσιαστηρίου. ναί, παρακαλῶ καὶ δέομαι ὑμῶν, ὅσον ὅσον ἐπειχθησώμεθα, ἐπιγενώμεθα, ἐπιδραμούμεθα πρὸς ἁρπαγὴν τῆς βασιλείας οὐρανῶν, πρὸς ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν, πρὸς ἀνάπαυσιν τῆς ἀιδίου μακαριότητος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΗʹ. Ὅτι πρὸς ὀλίγον ἡ ἐγκράτεια, ἡ δὲ ἀρετὴν μένει εἰς τὸ διηνεκές. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ὡς ἤδη ἀρχόμενός εἰμι τὴν κατήχησιν ποιεῖσθαι, ὡς ἤδη ἀνέῳγα τὸ στόμα μου τὸ ταπεινὸν πρὸς ὑμᾶς, καὶ τοῦτο οὐκ ἐκ ταπεινοφροσύνης λέγω (οὐ γάρ ἐστιν ἐν ἐμοί), ἀλλ’ ἐκ συναισθήσεως τῶν τε ἀμυθήτων μου ἁμαρτιῶν καὶ τῆς ἐκζητουμένης διδασκαλίας ἐν τοῖς ποιμέσι. πόσον γὰρ καὶ ἡλίκον καὶ πράσσειν καὶ λέγειν ὀφείλεταί μοι ἐπὶ λυσιτελείᾳ τῶν τιμίων ὑμῶν ψυχῶν, κατὰ πᾶσαν ὡς εἰπεῖν ἡμέραν καὶ ὥραν! εἰ γὰρ ὁ μέγας ἀρχιερεὺς τοῦ θεοῦ, ὁ κῆρυξ τῆς μετανοίας, ὁ τῆς ἀληθείας ὑπεραθλήσας, τὸν Χρυσόστομον λέγω, μετὰ τὴν ἀπείρως εἰπεῖν καὶ ἀπερίληπτον τῶν ἐκ θείας χάριτος διὰ τῶν χειλέων αὐτοῦ δίκην ποταμῶν ῥυέντων διδασκαλιῶν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει θείων πατέρων, δέδοικε τὸ ἔργον τῆς προστασίας καὶ τρέμει καὶ βοᾷ που ἐν τοῖς ἑαυτοῦ λόγοις, ὅτι “τὸ κατ’ ἐμέ, ὡς ἔχω καὶ διάκειμαι, δύσκολόν ἐστι σωθῆναι τὸν ἐπιτροπεύοντα”, τί ἵνα ἐγὼ φθέγξωμαι ὁ τάλας καὶ ἀκάθαρτος, ἡ κοπρία καὶ ὁ σκώληξ, ὁ ἄνους καὶ ἄφρων, ὁ ἄφωνος καὶ ἄλογος; καὶ οὐκ οἶδα, τί εἴπω ἄξιον τῆς ἑαυτοῦ ἀναξιότητος. ὤ, πῶς εἰς τοῦτο ἐπῆλθον τὸ ἀξίωμα; ὤ, πῶς ῥυπαρὸς ὢν εἰς τὸ φωτίζειν ἄλλους προῆγμαι; ὤ, πῶς πόῤῥω ὢν θεοῦ εἰς τὸ προσάγειν τοὺς ἀφεστηκότας ἐπιτέταγμαι;

δέον μέ ἐστι πρόβατον εἶναι καὶ εἰς ποιμένα κατέστην· δέον με εἶναι ἀρχόμενον καὶ εἰς ἄρχοντα ἦλθον· δέον ὑποτιθεῖν τὸ οὖς εἰς ἀκρόασιν διδαγμάτων καὶ τὰ ῥυπαρὰ χείλη ἀνοίγω εἰς διδασκαλίαν ἑτέρων. ἀλλ’ ἴδοι ὁ θεὸς καὶ ἐπιβλέψοι καὶ κρίνοι κρίσιν (οὐκ οἶδα ποίαν εἴπω, διὰ τὴν καταδίκην μου), ἐφ’ οἷς τρόποις ἤχθην ὑμῖν οὕτως. τί δεῖ οὖν πρὸς ταῦτα; ἆρα ἀπογνῶναι; οὐδαμῶς. ἆρα σιωπῆσαι εἰς τὸ παντελές, εἰ καὶ ἄγλωττός εἰμι καὶ ἄσοφος; οὐχ οὕτως, ἀλλὰ σὺν θεῷ, συνεργούντων τε τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ἐπάρξασθαι αὐτίκα καὶ πάλιν ἐπαναλαβεῖν, καὶ πάλιν ἀνενεγκεῖν εἰς ἑαυτόν, καὶ ἴσως ὁ τῶν μεγάλων καὶ παραδοξοποιῶν πραγμάτων τερατουργὸς θεὸς διὰ τὸ ὑμῶν ἐπωφελὲς θαυματουργήσειε κἀνταῦθα καὶ ποιήσοι με τὸν τυφλὸν βλεπτικὸν καὶ τὸν κωφὸν ἀκουστὴν καὶ τὸν λεπρὸν ὑγιῆ καὶ τὸν χωλὸν στερεὸν καὶ τὸν μογιλάλον εὔλαλον (δύναται γὰρ ὅσα θέλει), ὅπως καὶ ὁδηγήσω καὶ ἐνηχήσω καὶ καταρτίσω καὶ καθαρίσω καὶ περιποιήσωμαι ὑμᾶς εἰς “λαὸν περιούσιον”, εἰ καὶ μέγα καὶ ὑπὲρ τὴν ἀξίαν τὸ ἐξαιτούμενον. διὰ τοῦτο, τέκνα, “γνῶτε καὶ ἴδετε”, φησίν, “ὅτι ἐγώ εἰμι ὁ θεός, ὑψούμενος ἐν τοῖς ἔθνεσιν, ὑψούμενος ἐν τῇ γῇ”. ὑψωθήτω οὖν καὶ ἐφ’ ὑμῶν, δέομαι καὶ παρακαλῶ.

πῶς δὲ ἂν ἄλλως ὑψωθείη, ἢ διὰ τῆς μετεώρου καὶ ὑπερανεστώσης πάντων [τῶν] χαμαιζήλων τῆς γῆς πραγμάτων, διὰ τῆς ἁγίας ὑμῶν πολιτείας, ἐν ᾖ καὶ ἤρθητε χάριτι αὐτοῦ τοῦ ἀνορθοῦντος τοὺς κατεῤῥηγμένους ἐκ τῶν χαμόθεν ὡς πρὸς οὐρανὸν αὐτόν, ἀγγελικῶς βιοῦντες καὶ συναναστρεφόμενοι; εἰρήνη γάρ ἐστιν ἐν ὑμῖν καὶ ἀγάπη, καθὼς καὶ ἐν τοῖς ἀγγέλοις, μία ψυχὴ καὶ ἓν θέλημα, σύμπνοια καὶ συγκρότησις, ἀνῃρημένων παντάπασι τῶν διαζευκτικῶν καὶ διαιρετικῶν ὑποθέσεων, ἅτινά ἐστιν ἰδιογνωμοσύνης μέρη καὶ σχέσεις, σαρκικαὶ φιλίαι, συγγενικαὶ ἀκολουθίαι.

Ἐπειδὴ εὐδοκίᾳ θεοῦ καὶ εὐχαῖς τοῦ πατρός μου ἐκποδών εἰσιν ἀφ’ ὑμῶν, εὑρίσκεται πάντως τὰ ἐναντία, ἡ ὁμοκτημοσύνη, μᾶλλον δὲ τὸ μηδὲν ἔχειν καὶ πάντα κατέχειν, ἡ ἀγαπητικὴ ἐπὶ πᾶσι διάθεσις, ἡ τῶν σαρκικῶν γονέων ἀδελφῶν τε καὶ συγγενῶν πάντων ἀπαλλοτρίωσις· ὁμολογῶ γὰρ καὶ κηρύττω τὸ ἀγαθὸν ὑμῶν, ὅτι, καίπερ ἀγχιθύρων ὄντων τῶν βλαβερῶν, καὶ ὡς ἐπὶ μάχης καὶ πάλης καὶ ὡς ἐπὶ βαλανείων ψυχολέθρων ἐν τῇ πόλει ταύτῃ ἑστώτων, οὐ καταφλέγεσθε, οὐκ ἀποτρέπεσθε, οὐ καθέλκεσθε, ἀλλὰ τὸ δὴ μεῖζον, ὅτι καὶ δρᾶτε μᾶλλον ἢ πανθάνετε· ὠφελεῖτε γὰρ καὶ τοῖς ἀκούουσι καὶ ὁμοσχήμοις ὁμοταγέσιν ὑμῶν. καὶ γάρ εἰσί τινες ἐν ὑμῖν, οἳ παντάπασι διὰ δεήσεως ἀπέστησαν τὸ ὅλως ὁρᾶν πρόσωπον μητρικόν, ἢ ἀδελφικὸν σχεδὸν εἰπεῖν, ἢ συγγενικόν. καὶ τοῦτο οὐκ ἔστιν ὅλον δῶρον θεοῦ; ναὶ λέγω ὑμῖν, καὶ οὕτω φρονοῦντες ἔτι μᾶλλον καὶ μᾶλλον, τέκνα μου, στερεοῦσθε καὶ κραταιοῦσθε εἰς τὸ βελτιώτερον· καλὴ γὰρ ἡ πραγματεία, ἧς μείζων οὐκ ἔστιν ἄλλη. καλὴ ἡ ἀπλανὴς αὕτη πλάνη, δι’ ἣν οἱ ζητήσαντες εὖρον θεόν. καὶ πρὸς μίαν ὥραν ἢ ἡμέραν ἡ ἐγκράτεια ἐπί τε θεωρίας, ἐπί τε ἀκοῆς, ἐπί τε ἀπολαύσεως παντοίας ἄλλης, καὶ παρῆλθε καὶ ἰδοὺ οὐκ ἦν, καὶ μενοῦνγε οὔτε παρέρχεται, οὔτε διαπίπτει, ἀλλ’ εἰς τὸ διηνεκὲς διαμένει· ἀρετὴ γάρ ἐστι. πῶς δέ;

ἀντὶ τῶν προειρημένων οὐ μικρά τις καὶ ὀλίγη, ἀλλ’ αἰωνία καὶ ἀνείκαστος χαρὰ καὶ εὐφροσύνη τῆς ἐν τῷ μέλλοντι αἰῶνι ἀγαλλιάσεως. ὑπομείνατε οὖν λοιπόν, τέκνα μου, καὶ ἀγωνίζεσθε καὶ βιάζεσθε προὔχειν ἀλλήλων ἐν τοῖς κατορθώμασιν, ἀνεπιφθόνως δέ· πάντων γὰρ τὸ καλὸν εἰς ἕκαστον περιχωρεῖ καὶ ἕκαστον εἰς ἅπαντας, κατὰ θείαν ἀνάκρασιν. καὶ θώμεθα, εἰ βούλεσθε, ἀπαρχὴν οὐ μόνον ἐκ τῆσδε τῆς κατηχήσεως, ἀλλὰ καὶ ἐπὶ πᾶσαν ἡμέραν (τοῦτο γὰρ δεδιδάγμεθα καὶ κεκελεύσμεθα πατρικῶς· οὐ γάρ ἐστι στάσις τοῦ καλοῦ), καὶ πάντως “ἐκ δυνάμεως εἰς δύναμιν” πᾶς τις σωθῆναι θέλων αἱρεῖται εἰσέρχεσθαι. καὶ ἐὰν οὕτω διανοώμεθα καὶ οὕτως προσέχωμεν ἀκούοντες, καὶ ἐὰν οὔπω ἀκηδιάσωμεν, μέχρις ἂν τελευτήσωμεν, συναμιλλώμενοι ἀλλήλοις ἐν τῇ καλῇ ἁμίλλῃ ταύτῃ, εὖ ἴστε, οὐρανῶν ἡμῖν πύλαι ἀνοιγήσονται, ὁ Παράδεισος εἰσδέξεται, οἱ χοροὶ τῶν μαρτύρων ἀγκαλίσονται, αἱ ἐπαύλεις τῶν δικαίων εἰσοικίσονται, αὐτὰ τῶν ἀγγέλων τὰ ἄπειρα τάγματα ὁμοχορεύσουσιν ἐν χαρᾷ ἀνεκλαλήτῳ, τῇ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ᾦ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΜΘʹ. Περὶ εὐχαριστίας καὶ εὐταξίας. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, καλῶν ὑμᾶς πρὸς κατήχησιν ἤθελον ποικίλον καὶ διάφορον ἔχειν τὸν λόγον, ἵν’ ὡς ἐπί τινος ἄλλου ἑστιάτορος παρετίθουν ὑμῖν πανδαισίαν δαψιλῆ, πλουσίως δυναμένην τρέφειν τὰς ἱερὰς ὑμῶν ψυχάς· ἀλλ’ ἐπεί εἰμι πένης, μόλις γε καὶ ἄρτον ὑμῖν καὶ ὕδωρ βραχύτατον, ταῦτα τὰ ὀλιγοστὰ ῥημάτια, παρατίθημι. δέχεσθε οὖν, παρακαλῶ, τὸ ἐλλεῖπον ἐν τῇ πολυπροθεσίᾳ λογιζόμενοι. χαίρω οὖν μεγάλως καὶ ὑπεραγάλλομαι ἐν ταῖς κατὰ θεὸν ὑμῶν προκοπαῖς καὶ διαβιώσεσιν ἐν τῇ ὁμοψύχῳ ὑμῶν διαγωγῇ καὶ ὑπεξαγωγῇ τῶν ὑποτακτικῶν τληπαθημάτων, καὶ ὅτι οὕτως ἐν ὀνόματι κυρίου τοῦ θεοῦ ἡμῶν συνήχθημεν ἐπὶ τὸ αὐτὸ πλείονες, αἱρούμενοι οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ εὐσταθῶς καὶ θεοπρεπῶς ἐν τῇ ἰχνηλατήσει τῶν ἁγίων καὶ μακαρίων ἡμῶν πατέρων, μὴ διαιρούμενοι ταῖς γνώμαις, μηδὲ ἐθελοθρῃσκοῦντες ταῖς ἐπιθυμίαις, μηδὲ μεριζόμενοι ταῖς σαρκικαῖς σχέσεσι, μηδὲ κατατεμνόμενοι ταῖς ἰδιοκτημοσύναις, ἀλλ’ ἐν ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι συμβιβαζόμενοι καὶ συναριθμούμενοι καὶ πρὸς μίαν ὡς ἀληθῶς ἐπιθυμίαν καὶ πρὸς μίαν ἔφεσιν δουλεύειν καὶ εὐαρεστεῖν κυρίῳ, ὡς ἐν ἄλλῳ τινὶ Παραδείσῳ, ἐν ταύτῃ τῇ ἀγγελικῇ καὶ κοινοβιακῇ ζωῇ.

τοῦτο οὖν ὅλον θεοῦ τὸ δῶρον, τῆς Θεοτόκου ἡ χάρις, τοῦ Προδρόμου καὶ τοῦ Θεολόγου, τῶν μεγάλων ἡμῶν δεσποτῶν, ἡ εὐεργεσία, ὑμῶν αὐτῶν καλῶς βουλευσαμένων καὶ πτερωθέντων τῷ θείῳ πόθῳ καὶ ῥαγέντων κόσμου καὶ ἀναπετασάντων ἐκ τῶν χαμαιζήλων πραγμάτων ὡς εἰς οὐρανὸν αὐτὸν τῇ καλοβουλίᾳ.

Μακαρία οὖν ἡ ἱερὰ ὑμῶν πρόθεσις, μακαριωτέρα ἡ θεοκίνητος ἀναχώρησις, ὁλομακάριστος ἡ τηλικαύτη ἐπιβίωσις. εἴπω τι καὶ ἕτερον· μακάριοι καὶ οἱ τεκόντες ὑμᾶς καὶ αἱ κοιλίαι αἱ βαστάσασαι ὑμᾶς. καὶ οὐκ ἔξω τοῦ εἰκότος, διότι γραφικῶς σπέρμα ἐσχήκασιν ὑμᾶς ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ. καὶ γὰρ οὐκ ὀλίγον κἀκείνοις πρόσεστι τὸ χαίρειν ἐφ’ ὑμῖν, ἡνίκα μάλιστα ἀκούωσι καὶ μανθάνωσι τὰ περὶ ὑμῶν εὖ ἔχειν διὰ τῆς θείας καὶ ἐναρέτου καὶ ὑπομονητικῆς ὑποταγῆς ὑμῶν, ἐπεὶ καὶ ἁγιάζεται ἡ ὀσφὺς αὐτῶν διὰ τῆς ἱερᾶς ἀπαρχῆς ὑμῶν καὶ οὐκ ἔστιν οὑτινοσοῦν οἰκία μὴ δεχομένη φωτισμὸν κατανυκτικὸν καὶ διὰ μόνης τῆς πρὸς τὸν οἰκεῖον ὑπομνηματίσεως. τοσούτου καὶ τηλικούτου ὄντος ὑμῖν τοῦ ἀγαθοῦ καὶ ἡλίκης καὶ τηλικαύτης προσούσης ὑμῖν τῆς μεγαλοδωρεᾶς, καὶ οὔπω λέγω τῆς μελλούσης ἀνατέλλειν ὑμῖν ἐν τῷ μέλλοντι αἰῶνι εὐζωΐας καὶ ἀῤῥήτου ἀνταποδόσεως, πῶς οὐκ ἔστι μοι χαίρειν τῷ ταπεινῷ καὶ ἁμαρτωλῷ; καὶ πῶς οὐκ ἐπιθυμητὸν τοῦ προθυμεῖσθαι παντοίοις ἔργοις καὶ λόγοις εἰς ἐπιμονὴν τῶν καλῶς θησαυριζομένων καὶ οἰκοδομουμένων ταῖς ἱεραῖς ὑμῶν ψυχαῖς; ναὶ τοιγαροῦν χαίρω καὶ ἀγάλλομαι.

ἀλλ’ ὅσον τὸ χαίρειν, τοσοῦτον ἀνάπαλιν καὶ ὁ φόβος καὶ ὁ τρόμος μοι πρόσεστιν, ἵνα μὴ ἐξ αἰτίας τῶν πολλῶν μου ἁμαρτιῶν ὑπεισέλθῃ τις ἀταξία, ἐπανατρέπουσα τὰ πολλοῖς μόχθοις καὶ πόνοις καὶ ἀγῶσι στηριχθέντα καὶ κτηθέντα ὑμῖν. καὶ ὁ μὲν πρῶτος λόγος κατὰ κοινοῦ, ἐπεὶ καὶ πρὸς τὸν καθ’ ἕκαστον, ὅπως μή τις ἰδιογνωμάζῃ καθ’ ἑαυτόν, μηδὲ ἀτονῇ ἀπὸ τῶν ἀσκητικῶν ἀγώνων, μηδὲ σαλεύῃ τὸν πόδα ἐκ τῆς καθ’ ὑπομονὴν στερεᾶς πέτρας τῆς ἀληθινῆς πρὸς τὸν καθηγούμενον πίστεως, μηδ’ ὁπωσοῦν ἄλλως ὑποδέξηται τὸν ὄφιν τὸν πολυκέφαλον, τὸν δόλιον καὶ ποικιλότροπον εἰς ἐξαπάτησιν ἁμαρτίας τῆσδε ἢ τῆσδε, κατὰ τόνδε ἢ τόνδε τὸν τρόπον, ἐν τῇ τῇδε ἢ τῇδε δικαιορρημοσύνῃ καὶ προφασιλογίᾳ· πολύτεχνος γὰρ ὁ τῆς ἁμαρτίας εὑρετής, ὁ τῶν κακῶν σπορεύς, ὁ πικρὸς σοφιστής, ὁ τοῦ θεοῦ ἀντάρτης, ὁ τῶν ἀγγέλων κατήγορος, ὁ ἐξ οὐρανῶν ἀπολισθήσας, ὁ εἰς γῆν ὡς ἀστραπὴ καταπεσών, ὁ εἰς τὸν Παράδεισον εἰσεληλυθὼς κλέπτης, ὁ τὸν προπάτορα ἡμῶν Ἀδὰμ— φεῦ τῆς ἀβουλίας—ἐξαπατήσας, ὁ ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο πολυειδῶς καὶ ἀλλεπαλλήλως τὸ γένος καταμερίσας καὶ διαστήσας εἰς γλώσσας καὶ φυλὰς ἐθνικὰς ἀπιστίας καὶ ἀθεΐας, καὶ αὐτό γε τὸ χριστιανικόν· τὸ μὲν γὰρ εἰς αἱρέσεις πονηράς, τὸ δὲ εἰς πράξεις ἀθέσμους καὶ μυσαρὰς καὶ εἰς ταὐτὸν φερούσας ἀπωλείας ὄλισθον οὐ παύεται, ἀδελφοί, ὑποφέρειν.

Οὗτος καὶ ἡμᾶς πειρᾶται τοξεῦσαι καὶ τρῶσαι καὶ θανατῶσαι τοῖς τῆς ἁμαρτίας βέλεσι. καὶ μάλιστά γε οἴδατε, οἷον ἀγῶνα κέκτηται καὶ πόλεμον ἄσπονδον, κατὰ τὸ πατρικῶς ἀποκαλυφθὲν ἡμῖν εἰς τὸ ἅγιον ἡμῶν τάγμα καὶ εἰς τοὺς καλῶς ἀγωνιζομένους, ὅτι περίδοξον νίκην καὶ μέγα τρόπαιον τὴν πτῶσιν τοῦ μοναχοῦ παρὰ τῶν ἀποστατικῶν αὐτοῦ δυνάμεων εἰσδέχεται. διὰ τοῦτο, τέκνα καὶ ἀδελφοί, δυσωπῶ, παρακαλῶ, νουθετῶ, ἀσφαλῶς περιπατεῖτε, πάντοθεν περιπεφραγμένοι, ἑκατέρωθεν ἐνωπλισμένοι, ὁλοτελῶς τεθωρακισμένοι, ἐν μηδενὶ διδόντες χώραν εἰσόδου αὐτῷ θανατικῆς. τοῦτο δέ ἐστι κατορθῶσαι ἐκ τῆς ἀγαθῆς πεποιθήσεως καὶ ἀκλινοῦς ὁμολογίας, ἐξαγορεύσεώς τε παντοδαποῦς, ταπεινώσεώς τε καὶ ὑπακοῆς ἀνυποκρίτου, ὑπομονῆς τε καὶ μακροθυμίας ἀνολιγώρου.

ναί, ναί, ἀντιβολῶ καὶ δέομαι ὑμῶν, διὰ τὸν θεόν, διὰ τὴν ἀνταπόδοσιν, διὰ τὴν ζωὴν καὶ χαρὰν ἐκείνην, ἢ διὰ τὴν ἐναντίωσιν, λέγω δὴ διὰ τὸ πῦρ τὸ ἐξώτερον καὶ τὰ μυρία βασανιστήρια, ἔτι καὶ ἔτι καθυπομείνωμεν, ὑποδράμωμεν, εὐθυπορήσωμεν, διεξέλθωμεν, ἀντιστῶμεν, διελάσωμεν, καταφθάσωμεν, ἐκπεράσωμεν, ἀποπληρώσωμεν τὸ πέλαγος τὸ μέγα τοῦ αἰῶνος τούτου, ὅπως διὰ ὁσίου θανάτου ἀμειψώμεθα τοὺς ἀμαραντίνους στεφάνους τῆς δικαιοσύνης, τὰ τῆς ἀθανασίας ἔπαθλα, τὰς μακαρίας τῆς αἰωνίου ζωῆς ἀνεκδιηγήτους ἀναπαύσεις ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τῷ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Νʹ. Περὶ τοῦ μιμεῖσθαι τοὺς βίους τῶν ἁγίων ἀνδρῶν καὶ τοῦ γενναίως φέρειν τὰς διακονίας. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ὃν τρόπον οἱ μακρὰν ὁδὸν ἀνύοντες τόπους ἐκ τόπων μετέρχονται καὶ μονὰς ἐκ μονῶν ἀμείβουσι, πῇ μὲν διὰ λείας καὶ εὐπόρου τῆς ὁδοῦ, πῇ δὲ διὰ τραχείας καὶ δυσβάτου φερόμενοι, οὕτω καὶ ἡμεῖς τὸν παρόντα βίον μετερχόμενοι χρόνους ἐκ χρόνων καὶ ἡμέρας ἐξ ἡμερῶν διαλλάσσομεν, ποτὲ μὲν δυσχερέσι καὶ θλιπτικοῖς, ποτὲ δὲ ἡδέσι καὶ χρηστοτέροις ὑπαντῶντες πράγμασι. καὶ ὥσπερ ἐκεῖνοι οὔτε πρὸς τὸ μῆκος τῆς ὁδοῦ ἀποκνέουσιν, οὐδ’ ὁπότερ’ ἔτυχεν ὑπαντῶντες ἐναπομένουσιν, εἴτε ἀριστεροῖς, εἴτε δεξιοῖς, πρὸς τὸ πέρας τῆς ὁδοῦ μόνον ἀποβλέποντες, οὕτω καὶ ἡμῖν πρόσεστιν, ἀγωνιζομένοις τόνδε τὸν καλὸν ἀγῶνα τῆς ἀσκητικῆς διαβιώσεως καὶ ὁδεύουσι τήνδε τὴν καλὴν τρίβον τῆς ἐπὶ θεὸν καὶ βασιλείαν οὐρανῶν φερούσης, μὴ ἀκηδιᾶν, μηδὲ ἀποστρέφεσθαι, μηδὲ ἐξατονεῖν καθ’ οἷον δήποτε τρόπον ἐκ τῶν συμπιπτόντων κατ’ οἰκονομίαν τοῦ πάντα πρὸς τὸ συμφέρον συγχωροῦντος θεοῦ ἢ εὐδοκοῦντος θλιβερῶν ἐπιγίνεσθαι ἡμῖν· οὐ γὰρ ὅσιον τοῦτο, οὐδὲ εὐαπόδεκτον.

εἰ γὰρ ἐκεῖνοι διὰ μικρὰ καὶ μηδαμινὰ τοῦ παρόντος αἰῶνος οὐκ ἀπέχονται τῶν προκειμένων αὐτοῖς πόνων τῆς ὁδοιπορίας, πόσῳ γε ἡμῖν ἀναγκαῖον ὑπὲρ τῶν μεγάλων καὶ ἀθανάτων καὶ αἰωνίων πάντα ὑποδέχεσθαι καὶ πάντα διεξέρχεσθαι, ἵνα μόνον τύχωμεν τῶν ἐλπιζομένων; ναί, ναὶ τοιγαροῦν, ἀδελφοί μου, ἐνέγκωμεν ἔτι γενναιότερον καὶ εὐψυχώτερον, εἴ τι ἂν ὑπάρχῃ καὶ συμβαίνῃ, τοὺς πόνους, τοὺς κόπους, τὰς νηστείας, τὰς ἀγρυπνίας, τὰς ἐπιπλήξεις καὶ ἐπιτιμήσεις, τὰς χαμευνίας καὶ γονυκλισίας, τὸν καύσωνά τε καὶ τὸ ψῦχος, τὸν λιμόν τε καὶ τὴν δίψαν, τὸ εὐτελὲς τοῦ ἐνδύματος καὶ τοῦ ὑποδήματος, τὸ ῥυπῶδες τῆς ὄψεως καὶ τῆς κόμης, τὸ ἔσχατον τῆς στάσεως καὶ τῆς τιμῆς, τὸ ἀνένδοτον τῆς διακονίας καὶ τῆς εὐχῆς, τὸ ἄλλο εἴ τι σὺν τούτοις καταριθμεῖται ἐν τῇ ἀσκητικῇ ἡμῶν ζωῇ. καὶ ὑπομένοντες μακάριοί ἐστε καὶ τρισμακάριοι, καὶ ἱδροῦντες ἐν τοῖς πνευματικοῖς ἀγῶσιν ἅγιοί ἐστε καὶ πανάγιοι, καὶ στέργοντες τὰς ἐπισυμβάσεις τῶν νοητῶς καὶ αἰσθητῶς συμπιπτόντων πειρασμῶν ὑμῖν, ὥσπερ καὶ νῦν πλέον τὸ σωματικώτερον, ἀοίδιμοί ἐστε καὶ παναοίδιμοι. καὶ γοῦν τίς ἐστι τῶν ἀπ’ αἰῶνος ἁγίων, καθὰ πολλάκις ἐροῦμεν, ὃς ἀνιδρωτὶ καὶ ἀπονητὶ τῶν τε ποικίλων πειρασμῶν καὶ θλίψεων νοητῶν καὶ αἰσθητῶν διεξῆλθε τοῦ παρόντος βίου;

οὐδαμῶς, ἀλλὰ κἄν τε Ἀβραὰμ τὸν μέγαν ἐν πατριάρχαις εἴποις καὶ τοὺς μετ’ αὐτὸν πατριάρχας, προφήτας τε καὶ διδασκάλους, κἄν τε Παῦλον, τὸ τῶν ἀποστόλων κλέος, καὶ τοὺς πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν πατέρας, κἄν τε Ἀντώνιον τὸ τῶν μοναζόντων αὔχημα καὶ τοὺς πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν ὁσίους, κἄν τε Στέφανον, τὸ τῶν μαρτύρων πρώτιστον στέμμα, καὶ τοὺς μετ’ αὐτὸν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν μαρτυρήσαντας, πολλοὺς εὕροις καὶ ἀμετρήτους τοὺς ἀγῶνας, τοὺς δρόμους, τὰς πυκτεύσεις, τὰς ὑπωπιάσεις, τὰ σκάμματα, τὰ ἆθλα, τὰ αἵματα, τὰ λακίσματα, τὰς καύσεις, τὰς φλόγας, τὰς πυράς, τὰς ἐκθλίψεις, τὰς ἀποστραγγίσεις· “περιῆλθον γάρ”, φησίν, “ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος), ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. καὶ οὗτοι πάντες” οὕτως, καὶ οὐκ ἔστιν ἀλλοίως εὐαρεστεῖν θεῷ, οὔτε ἄνευ πόνων διανύσαι μακρὰν ὁδόν, οὔτε ἄνευ ἀγώνων δραμεῖν καὶ νικῆσαι τὴν εὐκταιοτάτην νίκην. πῶς οὖν ἡμῖν, αἱρουμένοις τὰ ἴσα ἐκείνοις, ἐπιτυχεῖν ἐστιν ἄλλως ἢ κατὰ τὸν αὐτὸν τρόπον βιοτεύουσι καὶ διεξερχομένοις τὸν παραυτίκα αἰῶνα;

Οὕτω τοιγαροῦν, τέκνα μου καὶ ἀδελφοί, φρονοῦντες σταθερῶς καὶ ἀκλινῶς ἐπείγεσθε καὶ κατεπείγεσθε, τρέχετε καὶ συντρέχετε, ἁμιλλᾶσθε καὶ συναμιλλᾶσθε ἀλλήλοις, “κατὰ σκοπὸν διώκοντες πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως”, μηδὲν ἡγούμενοι τῶν παρόντων λυπηρῶν (παρέρχονται γάρ), μηδὲ τῶν ἡδέων ὡς ἡδέων, ἀφίπτανται γάρ· μόνον δὲ ἐκεῖνα καταλογίζεσθε ἀδιάπτωτα, τὰ αἰώνια καὶ ἀθάνατα ἀγαθά, ὑπὲρ ὧν τὰ ἀσκητικὰ ὑμῶν ἀθλήματα ἐπιδείκνυσθε. καὶ δέον ὑμᾶς λοιπὸν χαίρειν καὶ εὐφραίνεσθαι, κἂν ὁποῖά ποτ’ ἂν εἶεν. ἐν ταύτῃ τῇ μακαρίᾳ ζωῇ οὐχὶ ὑπὲρ τὸν ὁδεῖνα στρατηγοῦντά φημι καὶ ὕπαρχον, ἤ τινος ἄλλου τῶν ἀξιωματούντων, ἀλλὰ καὶ ὑπὲρ αὐτοὺς τοὺς τὰ βασιλικὰ διαδήματα φοροῦντας καὶ τὰ πορφύρεα καὶ ἐπίφθονα ῥάκη ὑμεῖς μᾶλλον βασιλεύετε, τὰ τοῦ μεγάλου βασιλέως ἀρεστὰ πράττοντες καὶ αὐτῷ τῷ παμβασιλεῖ στρατευόμενοι· καὶ εἴπερ συμπάσχομεν, καὶ συμβασιλεύσομεν, ὥς φησι ταῦτα τὸ μέγα τοῦ θεοῦ στόμα, ἡ φοβερὰ καὶ βροντῶσα τὰ πέρατα τοῦ Χριστοῦ γλῶσσα, Παῦλος ὁ διαπρύσιος θεολόγος.

ἡμεῖς δὲ οἱ ταπεινοὶ καὶ τάλανες πρὸς τοῖς προλαβοῦσι καὶ τάδε ὑπομνήσκομεν, ἵνα γενναίως φέρητε τὰς διακονίας οἱ τὸν λόγον ἐπέχοντες καὶ τὰ πρῶτα ἔχοντες μεθ’ ἡμᾶς ἐν τῇ διανομῇ τοῦ λόγου καὶ τῆς εὐδιακρίτου διοικήσεως καὶ εἰρηνεύσεως τῆς ὅλης ἀδελφότητος· οἱ δευτερεύοντες καὶ ἐπιστημοναρχοῦντες ἐν τῇ ἐπιστατικῇ καὶ νηφαλέῳ καὶ φιλανθρώπῳ καὶ ἀκαταφρονήτῳ διεκδικήσει τῶν θείων προσταγμάτων· οἱ οἰκονομοῦντες ἐν τῇ κεκρυμμένῃ καὶ συλλογιστικῇ, ἀπροσωπολήπτῳ τε καὶ ἀγαπητικῇ καὶ εὐσυμπαθήτῳ κατ’ ἀξίαν ἑκάστου τῶν ὀφειλόντων διαδίδοσθαι σκεπασμάτων ἢ ἐνδυμάτων, ἢ ὑποδημάτων, ἢ βρωμάτων, ἢ πομάτων, ἤ τινος ἄλλου τῶν κατὰ χρείαν, διανομῇ ἐπὶ τῆς ὅλης ἀδελφότητος, οὐχὶ εἰς τὸν οἰκονόμον μόνον περιιστάμενον τοῦτο, ἀλλὰ καὶ εἰς τὸν παροικονόμον, τοὺς κελλαρίτας τε καὶ εἰς τοὺς ἀριστηταρίους, τοὺς βεστιαρίους καὶ εἰς τοὺς σκυτεῖς, τοὺς βυρσεῖς τε καὶ εἰς τοὺς νοσοκόμους, τοὺς κανονάρχας τε καὶ εἰς τοὺς βιβλιοφύλακας, τοὺς πρωτοκαλλιγράφους τε καὶ εἰς τοὺς πρωτοαλιεῖς, εἰς τὸν πρωτοορδινάριόν τε καὶ εἰς ἕκαστον τῶν πρωτευόντων ἐν τῇ οἱᾳοῦν διακονίᾳ· πάντες γὰρ οἱ καταριθμούμενοι, οἳ μὲν καθολικώτερον, οἳ δὲ μερικώτερον, ὅμως δ’ οὖν διανέμετε καὶ διαδίδοτε τοῖς ὑποβεβηκόσι νοήματα, πράγματα, διακονήματα.

καὶ σκοπὸς ὑμῖν ὀφείλει προκεῖσθαι θεοφιλὴς καὶ συμπαθὴς καὶ ἐπίφοβος ὑπὸ μάρτυρι θεῷ, κριτῇ τε καὶ ἐξεταστῇ, νῦν τε καὶ εἰς τὸν μέλλοντα αἰῶνα, τοῦ μή τι κατὰ πάθος, κατ’ ἔχθραν, κατὰ μῆνιν, κατὰ μισαδελφίαν, κατὰ καταφρόνησιν ἐνδείξασθαι εἴτε λογικῶς, εἴτε πρακτικῶς. εὖ δὲ πράττοντες, κατὰ τοὺς προειρημένους θείους σκοπούς, εὖ οἶδα, ἀκούσοιτε “ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου”. οἵ τε πάλιν εὐπειθοῦντες καὶ δεχόμενοι ὑπηκόως καὶ ταπεινῶς, ἀταράχως τε καὶ ἀνυπερηφάνως καὶ εἰρηναίως, τὰ παρὰ τῶν προεχόντων ἐπιτάγματα, ἐπιτίμιά τε καὶ δοματήρια, ταῦτα καὶ ἐκεῖνα, οὕτως γε ἢ οὔτως, κατὰ τόνδε ἢ τόνδε τὸν χρόνον καὶ τρόπον, πολλὰ μὲν ἄλλα εὐκτικὰ καὶ μακαριστικά, πάντως δὲ ἐκεῖνο ὑμῖν ἔσται, ὃ προσευχόμενος ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς εἴρηκεν· “οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον”, φησί, “πάτερ, ἀλλὰ καὶ περὶ τῶν μελλόντων πιστεύειν διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσιν”, δῆλον ὅτι κατὰ τὸν τῆς εὐφροσύνης καὶ ἀγαλλιάσεως τόπον τῆς ἀνεκλαλήτου καὶ ἀνεκφράστου ἀπολαύσεως τῶν αἰωνίων ἀγαθῶν ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.