Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΝΑ΄-Ξ΄: Επιστολιμαίες κατηχήσεις και τήρηση του κοινοβιακού κανόνα

Ειδικές παραινέσεις προς διάφορες αδελφότητες (όπως στο Σακκουδίων), με έμφαση στην υπακοή, την εκκοπή του ιδίου θελήματος, την αποφυγή της κενοδοξίας και τη διατήρηση της μοναχικής τάξεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 6 από 12

ΚΑΤΗΧΗΣΙΣ ΝΑʹ. Περὶ σπουδῆς καὶ ἐπιμελείας τῆς ἀρίστης πολιτείας ἡμῶν. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, καλὸν μὲν καὶ τὸ λαλεῖν καὶ ὑπομνήσκειν τὰ δέοντα, ἤθελον δὲ μᾶλλον πρακτικῶς ὑμᾶς διδάσκειν καὶ συνετίζειν. ἐγὼ δέ, ὡς ὁρᾶτε, εἰμὶ πτωχὸς καὶ πένης τῶν ἀρετῶν, οὐδὲν κεκτημένος ζηλωτὸν εἰς τὸ μιμεῖσθαι ὑμᾶς ἐπὶ καλῷ· ἐρῶ δὲ τῆς βελτιώσεως καὶ ἐπιθυμῶ τῆς διορθώσεως. τοῦτ’ ἂν γένοιτο δι’ εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς ὑμῶν αὐτῶν ἱκετηρίας· πιστεύω γάρ, ὅτι ἰσχύει πρὸς σωτηρίαν μου. καὶ πόθεν γὰρ καὶ ὅ εἰμι μικρόν; πῶς, εἰ μὴ ἐκ τῶν προσευχῶν ὑμῶν στηριζόμενος; δεῦρο δὴ λοιπὸν κἀγὼ καὶ ὑμεῖς ἐκτιναξάμενοι τὸ ῥᾴθυμον τῆς ψυχῆς καὶ ὀκνηρὸν ἀσπασώμεθα τὴν δέουσαν σπουδὴν καὶ ἐπιμέλειαν, κατορθοῦντες τὰς ἐντολὰς τοῦ κυρίου μᾶλλον καὶ μᾶλλον. δεῦρο κατεπειχθῶμεν εἰς τὸ νικᾶν ἀλλήλους οὐκ ἐν τῷ λέγειν, οὐδὲ ἐν τῷ λυπεῖν, οὐδὲ ἐν τῷ ἱστᾶν τὸν οἰκεῖον λόγον (πονηρὰ γὰρ ταῦτα καὶ τῆς ἐναντίας μερίδος), ἀλλ’ ἐν τῷ ἡττᾶσθαι καλῶς καὶ ὑποφέρειν ῥῆμα ἐμπαικτικόν, ὀνειδιστικόν, χλευαστικόν· ἀγαθὰ γὰρ ταῦτα καὶ τῆς μερίδος τῶν ἁγίων.

δεῦρο συναμιλληθῶμεν ἀλλήλοις οὐκ ἐν τῷ ταράσσειν καὶ ταράσσεσθαι, οὐδ’ ἐν τῷ αἴρειν ὀφρὺν κατὰ τῶν εὐτελεστέρων, οὐδὲ ἐν τῷ ὑψαυχενεῖν κατὰ τῶν βελτιόνων (ταῦτα γὰρ τοῦ τραχηλιάσαντος κατὰ θεοῦ παντοκράτορος καὶ ἐξ οὐρανίου ὕψους εἰς τὰ τῆς γῆς κατώτατα ὀλισθήσαντος), ἀλλ’ ἐν τῷ εἰρηνεύειν καὶ εἰρηνεύεσθαι, πραΰνειν καὶ πραΰνεσθαι, συνεσταλμένα τε ἔχειν τὰ ἤθη καὶ καταβεβλημένον τὸ φρόνημα· ταῦτα γὰρ τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ δι’ ὑπακοῆς καὶ ταπεινώσεως ἀνθρωπισθέντος καὶ τὸ ἀνθρώπινον σώσαντος διὰ σταυροῦ καὶ θανάτου. δεῦρο μιμησώμεθα ἀλλήλους οὐκ ἐν τῷ ὀκνεῖν καὶ ἀναδύεσθαι καὶ παραλείπειν ἐν ταῖς θείαις καὶ ἡμεριναῖς λειτουργίαις, οὐδὲ ἐν ταῖς νυκτεριναῖς ψαλμῳδίαις καὶ παραστάσεσι (ταῦτα γὰρ τῶν ῥᾳθύμων καὶ νηπιαζόντων), ἀλλ’ ἐν τῷ εὐκινήτους εἶναι, προκαταλαμβάνοντας καὶ τὸν ναὸν τοῦ θεοῦ καὶ τὰς ἀπάρξεις τῆς ὑμνῳδίας· ταῦτα γὰρ τῶν σπουδαίων καὶ ἐναρέτων. καὶ ἵνα μὴ ἓν καθ’ ἓν λέγων μηκύνω τὴν κατήχησιν, οἱ πάντες ἐν καλῷ ζηλώσωμεν ἀλλήλους, συμφραχθῶμεν τῇ ἀπαῤῥησιάστῳ ἀγάπῃ, τῇ εἰρηνικῇ καταστάσει, τῇ εὐζωϊκῇ ταπεινοφροσύνη. φευξώμεθα τὰς πονηρίας, διαδράσωμεν τὰς κατ’ ἀλλήλων ὑπονοίας, κραταιώσωμεν ἐν πίστει τὰς ψυχὰς τῇ πνευματικῇ συναφείᾳ.

μή τις Ἰούδας μηδ’ αὖ προδότης, μὴ μὴν δίψυχος καὶ ἀκατάστατος, μηδὲ ἀκρατὴς καὶ φιλόπορνος, μηδὲ σοβαρὸς καὶ καυχηστάριος, μηδὲ σκληροτράχηλος καὶ ἀπίθανος, μήτε μὴν ζητῶν ἡμέραν ἀπωλείας καὶ καιρὸν ἀσωτείας καὶ τρόπον κακουργίας.

Μὴ οὖν, παρακαλῶ, μηδαμῶς ταῦτά τις ἐνεργείτω καὶ πραττέτω, ἀλλὰ τὰ καλά τε καὶ ὅσια καὶ εὐάρεστα, ἡμέραν ἐξ ἡμέρας ἀναμένων τὴν ὥραν τῆς τελευτῆς αὑτοῦ καὶ προσαπεκδεχόμενος τὴν ἡμέραν τῆς ἀποκαλύψεως τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ τὸ πᾶν μεταποιηθήσεται καὶ μεταστοιχειωθήσεται, ὁ οὐρανὸς ἑλισσόμενος, ὁ ἥλιος σκοτιζόμενος, οἱ ἀστέρες πίπτοντες, ἡ γῆς μεταλλασσομένη, πάσης πνοῆς ἐξανισταμένης καὶ διδούσης λόγον ἐπὶ τοῦ φοβεροῦ καὶ ἀπαραλογίστου βήματος ἐκείνου, κατέναντι πάντων τῶν ἀπείρων ταγμάτων τῆς ἀγγελικῆς τάξεως, ὑπὲρ λόγων, ὑπὲρ ἔργων, ὑπὲρ ἐνθυμημάτων, ὡς γέγραπται. ἀλλὰ “τίς σοφὸς καὶ φυλάξει ταῦτα; τίς συνετὸς καὶ μεριμνήσει ταῦτα”, καὶ διὰ τοῦτο ἐν ἀνενδοιάστῳ καὶ ἀληθινῇ πίστει, ἐν ἀκλινεῖ ὁμολογίᾳ, ἐν σεμνῇ καταστάσει, ἐν πολιτείᾳ καθαρᾷ φυλάττων φυλάττει ἑαυτὸν καὶ θησαυρίζων θησαυρίζει τὰς θείας ἀρετάς; μακάριος οὗτος ἐμοὶ τῆς καλῆς ἀναβάσεως, κἂν μήτε εὐανάγνωστός ἐστι, μήτε εὐλαλίστατος, μήτε μελουργόψαλτος, μήτε λεξιλόγος, εἴπω δὲ μήτε γράμματα ὅλως εἰδὼς ἐξ ἀδυναμίας φύσεως. τί δὲ ὠφελεῖται ἄνθρωπος, εἴπερ τὰ προειρημένα εὐφυῶς κέκτηται, μᾶλλον δὲ ἵνα κερδήσῃ ὅλον τὸν κόσμον, κατὰ τὸ λόγιον, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ διὰ τῶν ἐναντίων πράξεων; οὐαί, οὐαί! ἀβάλε, ἀβάλε τῆς τηλικαύτης τυφλώσεως! ὅπερ μὴ δῴη θεὸς γενέσθαι ἔν τινι ὑμῶν.

ἀλλὰ καὶ αὐτὰ τὰ φυσικὰ διά τε γλώττης καὶ χειρὸς καὶ γνώσεως θεοδώρητα κατορθώματα (οὐ γὰρ ἔχομέν τι ἐξ ἑαυτῶν· τὸ γὰρ μὴ οὕτω λογίζεσθαι φέρει τὴν πτῶσιν) μετὰ ταπεινώσεως κατέχωμεν καὶ κοινωφελῆ ποιώμεθα ἐφόδια, οὐ μᾶλλον δι’ ἑαυτοὺς ἢ διὰ τοὺς πλησίον λογιζόμενοι λαβεῖν ἡμᾶς παρὰ θεοῦ· ὁ γὰρ οὕτως ὑπολαμβάνων θεόσωστός ἐστιν, ἄπτωτος, περικαλλής, ἀμφικαλλής, πειθήνιος, ἐράσμιος, χρησιμώτατος, τῷ ὄντι στόμα τῶν βραδυγλώσσων, γλῶσσα τῶν ἀγροικοτέρων, ψαλμὸς τῶν ἀφωνοτέρων, μέλος τῶν ἀμελουργοτέρων, λέξις τῶν ἀμαθεστέρων, διοίκησις τῶν ἀπειροτέρων, φρόνησις τῶν ἁπλουστέρων, γνῶσις καὶ παίδευσις τῶν ἐλλιμπανομένων. τοιγαροῦν τὰ τοιαῦτα ὑποδυόμενοι γνωρίζετε ἑαυτοὺς υἱοὺς φωτός, φίλους θεοῦ, ἄνδρας ἐναρέτους, ἀνθρώπους θεομακαρίστους ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἀγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΒʹ Παραινετικὴ πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἐπέστειλας ὄντως, ἀδελφὲ καὶ τέκνον, ἀξιεπαινέτως καὶ ὡς δέον ἦν τῇ προσηκούσῃ σου εὐλαβείᾳ. καὶ ἀληθῶς ἐκεῖνοι ἀποτίκτουσιν εὐθύτητα γραμμάτων, οἱ συλλαμβάνοντες ὁσίως τοὺς πόνους. ἐπεὶ γὰρ καὶ αὐτὸς καὶ τὰ λοιπά μου πεποθημένα τέκνα τὸ γνήσιον ἀποσῴζουσι τῆς πνευματικῆς στοργῆς πρὸς ἐμὲ τὸν δύστηνον, εἰκότως καὶ ἤλγησαν καὶ κατεστέναξάν τι καὶ ἀπεῖπον τῶν ἀφρόνων· δεῖγμα γὰρ ἀληθινῶν καὶ οὐ νόθων υἱῶν τὸ μήτε τὰς τῶν ὁμαδέλφων, μήτε τὰς παρὰ τῶν ἔξω ἐπὶ τῶν ἑαυτῶν γεννητόρων φέρειν ἀτιμίας. οὗτοι μὲν οὖν μεταβληθέντες, καὶ μάλιστα ὁ Θαλάσσιος, μετεληλύθασιν ἐπὶ τῆς προτέρας αὑτῶν καταστάσεως, ὁμολογοῦντες τὸ πτῶμα καὶ τὴν ἀπαίδευτον ὑπόληψιν· εἰ γὰρ ἐφρόνουν ὀρθῶς, ὑπέμνησαν ἂν ταπεινῶς, καὶ εἰ ὑπῆρχον φιλοπάτορες, ἐτήρησαν ἂν ἐκεῖνο, τὸ “μὴ ἀτιμάσῃς αὐτὸν ἐν ὅλῃ ἰσχύι σου”. ἐπεὶ δὲ ἐναντίως ἐπορεύθησαν καὶ τῆς ἐναντίας μοίρας ἑαυτοὺς ἀπέδειξαν—τίς δὲ οὐ πίπτει, τέκνα; καὶ τίς οὐκ ὀλισθαίνει ἔξω τοῦ δέοντος; —, ἀλλ’ εὖ ὅτι διέγνωσαν τὴν ἀσυνεσίαν αὑτῶν καὶ προσῆλθον ἐν δάκρυσι καὶ στεναγμοῖς μετ’ ἐπιτιμίων.

Σοὶ δὲ ὁ θεός, τέκνον οἰκονόμε, μᾶλλον δὲ ὑμῖν πᾶσι, τὸν τῆς οἰκειοπαθήσεως καὶ τῆς συλλυπήσεως καὶ τῆς ἐκθύμου καὶ ἐπαινετῆς κατ’ αὐτῶν ἀπομανιώσεως τὸν μισθὸν δῴη· πείθομαι γὰρ εἰς ἐκεῖνο ὑμᾶς φθάσαι τὸ μέτρον, ὥστε καὶ ἁγιάσαι τὰς χεῖρας ὑμῶν ἐν αὐτοῖς, κατ’ ἐκείνους τοὺς ἀκούσαντας ὑπὸ τοῦ ἱεροφάντου Μωϋσέως· εἴ τίς ἐστι τοῦ θεοῦ, ἴτω πρός με καὶ διελθέτω διὰ τῆς πύλης καὶ διὰ τῶν στενωπῶν, καὶ ὅν τινά τις ἀδελφὸν ἢ οἰκεῖον ἀπαντήσοι, ἐκκεντησάτω. ἀλλ’ ὅτι τοιαῦτα ἐνεγκόντος τοῦ καιροῦ διὰ τὸ ὑμῶν ἀνδρικόν, ἐπὶ τῇ ἐμῇ ἀνομίᾳ ἠρώμην, ἐνετράπην καὶ κατεδύθην καὶ ἠφρόνευσα. συγχωρήσατε, τέκνα· τίς γὰρ ὤν; ὅτι σκότος καὶ βόθρος κακίας. τί ἐφθεγξάμην; ὅτι ἁγίων καὶ μεγάλων καὶ προφητῶν θεοῦ ῥήματα καὶ προτερήματα.

Ἀλλὰ περὶ μὲν τούτων ἀρκεῖ ταῦτα. πολλῆς δὲ οὖν κατηχήσεως ἐν τῷ παρόντι γράμματι διεξελθεῖν ὕφος οὐκ ἔκρινα, ἀρκοῦντα λογισάμενός σε, τέκνον, εἰς πᾶσαν τῶν ἀδελφῶν ὑπόμνησιν καὶ παραίνεσιν καὶ παράκλησιν γίνεσθαι· καὶ γάρ σοι κεχάρισται μετὰ τῆς συνέσεως καὶ λόγος ἀμφοτέρωθεν ὀνήσασθαι αὐτοῖς τὰ δέοντα. τὸ λοιπὸν οὖν ἀγαλλιᾶσθε, εὐφραίνεσθε οἱ ἀληθινοὶ Χριστοῦ δοῦλοι καὶ θεράποντες· ὑμῖν γὰρ ὡς ἀληθῶς ἡτοίμασε τὸν στέφανον καὶ τὴν βασιλείαν αὑτοῦ, εἴπερ τῆς αὐτῆς ἐχόμεθα καταστάσεως καὶ τὸν αὐτὸν διακρατοῦμεν ἀγαθὸν τρόπον, εἰρηνεύοντες, εὐτακτοῦντες, ἁγνευόμενοι καὶ καθαιρόμενοι, εὐηκοοῦντες, ταπεινοφρονοῦντες, ἐργοχειροῦντες, ὑμνολογοῦντες, στιχολογοῦντες, ἐξαγγέλλοντες, καὶ εἴ τι ἄλλο τῶν ἐπιβαλλόντων.

Ἐπεὶ δὲ ἐμνήσθην τῆς προσαγωγῆς τῶν ἀδελφῶν, τοῦτο κρίνομεν, τέκνα, ἵνα μὴ ἐκ μόνων τῶν ἀστικῶν τὸ πλήρωμα τῆς ἀδελφότητος ἡμῶν αὐξανόμενον εἴη, ἀλλὰ καὶ ἐκ τῶν χρησίμων. διὸ ἐπίτρεψον, ἀδελφὲ καὶ τέκνον, πάντα τὸν ἐρχόμενον αὐτόθι χωρίτην παραπέμπεσθαι πρὸς ἡμᾶς διὰ σκάφους, ἐπεὶ πληθυνομένων τῶν ἀστικῶν, ὡς νομίζω, καὶ σωματικῶς καὶ ψυχικῶς, καὶ εὐαγὲς ἡμῖν γίνεται. ὁ κύριος ὑμᾶς διαφυλάξαι, ἀδελφοὶ τιμιώτατοι. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ πάντων ὑμῶν. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΓʹ. Περὶ ἀρνήσεως κόσμου πρὸς τοὺς ἐν τοῖς Τριπυλιανοῖς ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες. ἀρκούντως ἴσως διὰ τῆς προσηκούσης κατηχήσεως τὰ δέοντα ὑπεσημηνάμεθα ὑμῖν, τέκνα ἡμῶν πνευματικὰ καὶ ἠγαπημένα. οὐκ ἄκαιρον δὲ ὅμως καὶ πάλιν τῇ ἐπισυμβαινούσῃ τῶν ἀδελφῶν ἐξελεύσει καθυπομνῆσαι ὑμᾶς τὰ αὐτά, μηδὲν λογιζόμενοι κοπῶδες ἐν τούτῳ· εἰ γὰρ αὐτοὶ ἔργοις κατατείνεσθε καὶ ταλαιπωρεῖτε τὸ τίμιον ὑμῶν σῶμα, κἂν λόγοις ἐγὼ οὐ χρεωστῶ κάμνειν καὶ ἀνακουφίζειν ὑμῶν τὸ τῆς ψυχῆς νοερόν; ὁ θεὸς ὑμᾶς, ἀδελφοὶ τιμιώτατοι, ἐνδυναμώσει ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν καὶ ἐν τοῖς κατὰ ψυχὴν ἀγωνίσμασι, καὶ ἐν ἅπασιν ἀσινεῖς καὶ ἀτρώτους διαφυλάξει διὰ τῆς ἐπιχορηγουμένης δυνάμεως τοῦ ἁγίου πνεύματος, ἑτοίμους ὄντας πρὸς πᾶσαν ὑπακοὴν τῶν ἐντολῶν αὐτοῦ καὶ πρὸς πᾶσαν ὑποτακτικὴν μέθοδον, ἐνορῶντας εἰς τὰ ἀποκείμενα ἀγαθὰ “τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ”. καὶ τίνες εἶεν ἄν, ἢ οἱ τὰ τῇδε ἐν μηδενὶ τιθέμενοι, φημὶ δόξαν καὶ ἡδονήν, τρυφὴν καὶ ἀπόλαυσιν σαρκὸς καὶ αἵματος, ἀλλὰ τῷ κόσμῳ ἑαυτοὺς σταυρώσαντες καὶ πρὸς τὴν οὐράνιον ἐνατενίζοντες θεωρίαν; οὕτως καὶ οἱ ἔκπαλαι προπάτορες ἡμῶν καὶ καθεξῆς μέχρι τοῦ δεῦρο, καθώς ἐστε καὶ ὑμεῖς ἠγαπημένοι κυρίῳ, ἀρνησάμενοι κόσμον καὶ τὰ περὶ κόσμον καὶ δουλεύοντες αὐτῷ, ἐν τῷ ἱερῷ καὶ ἀγγελικῷ τάγματι ἐβίουν.

κρατεῖτε τοίνυν, τέκνα, ὡς παρελάβετε, καὶ τὰς φλόγας. τῶν παθῶν τῇ δρόσῳ τῆς ἀγνείας κατασβέννυτε, τὰς τῶν οἰκείων θελήσεων ἐφέσεις τῷ ξίφει τῆς ὑπακοῆς ἐκτέμνοντες, ἐργάται δόκιμοι γινόμενοι καὶ τῶν ἐντολῶν τοῦ κυρίου καὶ τῶν ἐν χερσὶν ὑμῶν ἔργων δι’ ἑκάστης ἐγκελεύσεως τοῦ προάγοντος, μάλιστα δέ, ἐπεὶ πάρεστιν ἄρτι, τοῦ οἰκονόμου καὶ ἀδελφοῦ ἡμῶν.

Ὁ κόπος οὖν ὑμῶν ὅλος ἔνθεος καὶ εὐαπόδεκτος· ὑπὲρ ἀλλήλων γὰρ τληπαθεῖτε καὶ εἰς τὸν κύριον ἐμβιβάζετε τὰ γεννήματα. καὶ ὥσπερ καὶ αὐτὰ τὰ ἱερωθέντα χρήσει κακῇ τῶν τινῶν ἀνθρώπων καὶ γνώμῃ διεστραμμένῃ ἄδεκτα θεῷ, οὕτω καὶ τὰ μὴ δοκοῦντα εἶναι αὐτοτελῆ θεῖα ἀναθήματα, χρήσει καλῇ καὶ λόγῳ εὐσεβείας ἱερὰ θεῷ καὶ κειμήλια προσάγεται καὶ διαγορεύεται. διὰ τοῦτο ἱερουργεῖτε, τέκνα, εὖ βιοῦντες, καὶ λειτουργεῖτε θεῷ εὐηκοοῦντες, καὶ διακονεῖτε κυρίῳ ἔργῳ πράττοντες, καὶ θύετε θύματα δεκτὰ ἐν τῇ συντετριμμένῃ καρδίᾳ ὑμῶν καὶ τῷ τεταπεινωμένῳ πνεύματι ὑμῶν. καὶ λοιπόν ἐστε ἱερεῖς εἷς ἕκαστος ὑμῶν κυρίῳ, καὶ λειτουργοὶ καὶ διάκονοι, καὶ οὐδὲν ψεῦδος ἐν τούτοις, ὡς αἱ θεῖαι Γραφαὶ διαγορεύουσιν. εὐσθενῶς τοίνυν καὶ εὐψύχως καὶ συναλλήλως ἡ πᾶσα ἀδελφότης ὑμῶν ὡς μία ψυχὴ ἤ τις εἷς ἀνὴρ ἐργαζέσθω καὶ τὰ πνευματικὰ καὶ τὰ σαρκικὰ ἔργα ἐνώπιον κυρίου. γινώσκετε, ὅτι καὶ οἱ τοῦ πέραν μοναστηρίου ἀδελφοὶ ὑμῶν ὑγιαίνουσιν, ἐνθέως πορευόμενοι καὶ τακτικῶς ἀναστρεφόμενοι καὶ καλὰς ἀποδείξεις διὰ τῶν πρώτων ἱερῶν αὑτῶν ἔργων ἐνδεικνύμενοι. ὁ θεὸς καὶ αὐτοὺς καὶ ὑμᾶς διαφυλάξαι καὶ στηρίξαι καὶ βεβαιώσαι εὐχαῖς ἁγίαις τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΔʹ. Περὶ ὑπομονῆς πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, νῦν τὴν ἀπ’ ἀληθινῆς καὶ καθαρᾶς ὑμῶν διαθέσεώς τε καὶ πίστεως πρός τε θεὸν καὶ τὴν ἐμὴν ταπείνωσιν, τέκνα ἠγαπημένα, ἐπιστολὴν ὑμῶν τιμίαν ἐδεξάμεθα, διδάσκουσαν καὶ ὑποδεικνύουσαν ἡμῖν ὅπως κινεῖσθε πρὸς ἀγάπην καὶ ὅπως γλίχεσθε τὴν ἁμαρτωλόν μου συνάφειαν, καὶ ὅπως ὡς νεοττοὶ ἐν καλιᾷ τοῖς αὐτόθι καθήμενοι κεχασμένοι ἐστὲ τὴν μητέρα καὶ τροφὸν ἀποῦσαν ἀποδέξασθαι. ἀλλ’ οὔκ εἰμι ἄξιος καλεῖσθαι ὑμῶν πατήρ, μὴ ἔχων τὴν πατρικὴν καὶ θεοαπόδεκτον κηδεμονίαν· ποῦ γὰρ ἐγὼ ἔφθασα εἰς μέτρον τελειότητος; ἢ εἰς ποῖον ὕψος ἀναβέβηκα ἀρετῆς, ἵν’ ἐκεῖνα τὰ τοῦ ἀποστόλου κατατολμήσω εἰπεῖν, ὅτι ὡσὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς ἔγγονα, οὕτως ἱμειρόμενος ὑμῶν εὐδοκῶ μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὴν ἑαυτοῦ ψυχήν; πόρρω ἀπέχω τοῦ θεοῦ καὶ τῶν θείων ἀνδρῶν, καθόσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς· ὃ δέ εἰμι, δι’ ὑμᾶς εἰμι, καὶ ἱστάμενος καὶ περιπατῶν καὶ διαλεγόμενος καὶ φωτιζόμενος· καὶ χαίρω, ὅτι μοι δέδωκεν ὁ θεὸς οὐ μόνον τέκνα, ἀλλὰ κυρίους καὶ δεσπότας καὶ πατέρας, ἵνα πίπτοντά με ἀνεγείρωσι καὶ ὀλισθαίνοντα ἐπανορθῶσι καὶ μὴ χρησιμεύοντα πεποιημένον δεικνύωσι· τοῦτο γὰρ νῦν πανθάνω.

ἀκούω γὰρ καλὸς ποιμὴν καὶ μεγάλης ποίμνης ἐπιστάτης, καὶ κανόνων τηρητὴς καὶ ἠκριβωμένης πολιτείας ἡγήτωρ, καὶ νέος τις καινολόγος. δημώδης λόγος “κάλαμος γράψει” φησὶ “καὶ γραφεὺς καυχήσεται, καὶ νικητὴν τὸν ἡνίοχον εὐμετάφοροι καὶ ταχινοὶ ἵπποι διεγνώρισαν”. μὴ τοίνυν λογίσηταί μοι κύριος τοῦ τὴν ἀκοὴν μείζονα τῆς πολιτείας μου εἶναι κατάκριμα· ὑμᾶς δὲ φωτίσει αὐτὸς ὁ δεσπότης θεὸς καὶ τὰ προσκόμματα τὰ ἐκ τοῦ πολυσκανδαλίστου μου βίου ἀποκαθαρεῖ τῆς ψυχικῆς ὑμῶν ὄψεως, ἵνα τρέχητε καλῶς, ἵν’ ἀκολουθῆτε ὀπίσω τοῦ κυρίου ἀδιασπάστως, ἵνα φέρητε εὐτόνως ἐπὶ τῶν ἑαυτῶν ὤμων τὸν σταυρὸν αὐτοῦ· ἴστε γάρ, τέκνα, ὅτι ἐσταυρώθητε τῷ κόσμῳ, ὥσπερ καὶ ὁ κόσμος ὑμῖν, καὶ ἤρθητε ἐκ τῶν χαμαιζήλων καὶ ὑψώθητε ἐν τῇ ἐπουρανίῳ πολιτείᾳ, καὶ θεῷ μόνῳ ζῆτε τεθνηκότες τοῖς ἄλλοις ἅπασι. τίς ὑμῶν πατὴρ καὶ μήτηρ, ἀλλ’ ἢ ὁ θεός; τίς ἀδελφὸς καὶ ἀγχιστεύς, ἀλλ’ ἢ οἱ ἄγγελοι καὶ οἱ ἅγιοι καὶ ἡ καλὴ ἀδελφότης; τίς ὕπαρξις καὶ κατοικία καὶ εὐζωία, ἀλλ’ ἢ ἡ ἐλπὶς τῶν ἀποκειμένων ἀγαθῶν καὶ ἡ βασιλεία τῶν οὐρανῶν; ὅπου ἡ πίστις ὑμῶν, ἐκεῖ ἔστωσαν καὶ οἱ ὀφθαλμοὶ ὑμῶν βλέποντες· ὅπου ἡ κατάσχεσις ὑμῶν, ἐκεῖ γρηγορείτω καὶ ἡ καρδία ὑμῶν· “ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου”, ὡς εἴρηκεν ὁ κύριος· ἄν τε ἐν τοῖς κάτω, κάτω· ἄν τε ἐν τοῖς ἄνω, ἄνω.

Βλέπετε, τέκνα μου, οἵων ἀγαθῶν ἠξιώθητε καὶ οἵας πολιτείας ἀγγελικῆς; ὡς ἄγγελοι περιπατήσατε, τὸ κατὰ δύναμιν, μὴ καταπίπτοντες ἐν τοῖς συμβαίνουσι, κατὰ θυμοῦ ἱστάμενοι διὰ τῆς πραότητος, κατὰ τῆς ἐπιθυμίας διὰ τῆς κολάσεως αὐτῆς. μή σε νικησάτω μικρὰ ἡδονή, πολλὰ κολάζουσα καὶ κατὰ πᾶσαν ὥραν καὶ ἡμέραν ἐρεθίζουσα· “ὑπομένων γὰρ ὑπέμεινα τὸν κύριον, καὶ προσέσχε μοι ἐν τῷ βιάζεσθαι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου”, μετὰ τὴν χρονίαν παράτασιν τῆς ἀπαλλαγῆς τοῦ πάθους. γινώσκετε νόμους ὑποταγῆς οἱ ὑποτασσόμενοι, καὶ νόμους ὑποτάξεως οἱ ἄρχοντες, τῇ προθέσει κάτω ὄντες οἱ πρῶτοι καὶ εὐσπλαγχνίᾳ καὶ ἀγάπῃ φερόμενοι, ἵν’ ἕλκωνται φυσικῶς πως ὡς ὑπὸ σιδήρου οἱ καλοὶ ἀδελφοὶ ἡμῶν. σύμμετρα ἔστωσαν καὶ τὰ λαλήματα ὑμῶν καὶ τὰ διηγήματα. συγκαταβαίνειν δεῖ, ἀλλὰ πάλιν καὶ συνανελθεῖν· λαλῆσαι, ἀλλὰ καὶ σιωπῆσαι· χαροποιῶς καὶ ἱλαρῶς μειδιᾶσαι, πρὸς πνευματικὴν παράκλησιν, ἀλλὰ καὶ πάλιν κατηφιᾶσαι σωφρονιστικώτερον καὶ μηδέτερον τῇ θατέρου ἀμετρίᾳ παραλυμήνασθαι. ἄγρυπνοι ἔστωσαν ὑμῶν οἱ ὀφθαλμοὶ πρὸς τοὺς κανόνας, ἱλαροὶ πρὸς ἀπόκρισιν, ἡ ῥὶς οὐκ ἀνοιγομένη θυμικῶς, αἱ ὀφρύες οὐκ ἀνασπώμεναι ὑπερηφανευτικῶς, ἡ γλῶσσα οὐ τραχυλαλοῦσα κενοδόξως.

πᾶσα αἴσθησις ὑμῶν καταστελλέσθω· πᾶν μέλος ὑμῶν παιδαγωγείσθω· τὰ χείλη χείλη αἰνέσεως· τὸ στόμα ὄργανον θεοῦ ψαλμικόν· ὁ νοῦς διανοητικὸς τῶν ἐπουρανίων· αἱ χεῖρες ἔργων εὐσεβῶν ἐνέργειαι. μή τις ἔστω παρακούων, μηδὲ ἰδιοθελῶν, μηδὲ βαρυκαρδιάζων, μηδὲ βουλευόμενος τὰ ἄθεα καὶ ἐκβλητικὰ τοῦ κοινοβίου. συνέλθετε πρὸς ἀλλήλους ἐν ὁμοψυχίᾳ. ἀγαπήσατε ἀλλήλους ἀπαρρησιάστως. δότε ἀλλήλοις δεξιὰς ἐπὶ τῇ θεοσώστῳ ὑμῶν βιώσει.

Ταῦτα μὲν ἐχέτω ὁ τῆς κατηχήσεως λόγος, τὸ δὲ λοιπὸν εὔχεσθε ὑπὲρ τῆς ἐλεεινότητός μου, ἵν’ ὁ ταῦτα νουθετῶν τὴν δοκὸν πρῶτον ἐκβάλω τοῦ ὀφθαλμοῦ καὶ τότε διαγορεὺς τῶν ἀποκαρφισμάτων τοῦ πλησίον γένωμαι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΕʹ. Παραινετικὴ πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι καὶ ἐν τῷ Ἁγίῳ Χριστοφόρῳ ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες. ἀπήγγειλεν ἡμῖν εἰσελθὼν ὁ οἰκονόμος, τέκνα καὶ ἀδελφοί, τὴν ἐν κυρίῳ ἀποκατάστασιν ὑμῶν, καὶ ὅπως συνήλθετε εἰς ἀλλήλους οἵ τε ἄρχοντες καὶ οἱ ἀρχόμενοι, οἳ μὲν κατὰ τὸ πρέπον ἀναλαβόντες τὴν προστασίαν καὶ διανείμαντες ἑκάστῳ δεόντως τὰς διακονίας, οἳ δὲ ὑποδεχόμενοι αὐτὰς εὐηκόως καὶ ταπεινοφρόνως ἐν τῇ καθηκούσῃ ὑποστολῇ καὶ εὐλαβείᾳ· εἶτα ἐπὶ τούτοις πᾶσιν, ὅτι συνανεκράθητε τῇ ἀγάπῃ, φιλοῦντες καὶ φιλούμενοι, ποθοῦντες καὶ ποθούμενοι, ὡς γενέσθαι ἐν πᾶσι μίαν ψυχὴν καὶ διάνοιαν καὶ θέλημα ἐν τῇ μεσολαβούσῃ εἰρηναίᾳ ζωῇ καὶ εὐταξίᾳ. καὶ ὅσον εὐφράνθη ἡμῶν ἡ ταπεινὴ ψυχὴ καὶ ἀπευχαριστήσαμεν τῷ κυρίῳ, τί δεῖ καὶ λέγειν; οὐδὲ γὰρ ἄλλο τι ἡμῖν τερπνὸν καὶ ἐπιθυμητὸν ὑπὸ τὸν οὐρανόν, ἢ τὸ ὑμᾶς εὖ βιοῦντας καὶ τὰ προστάγματα τοῦ κυρίου ἐνεργοῦντας ἀξίως τὴν κατὰ τὸ ἀγγελικὸν ὑμῶν ἐπάγγελμα διανύειν ζωήν.

Τοῦτο οὖν ἐπεὶ γέγονε καὶ εἷς ἕκαστος ἐγνώρισε τὸν καθηγούμενον αὑτοῦ ἀντὶ ἡμῶν τῶν ἁμαρτωλῶν, τόν τε τόπον καὶ τὸν τρόπον τῆς διακονίας, παρακαλῶ καὶ δυσωπῶ, μεινάτω ἐν ὑπομονῇ πολλῇ καὶ μακροθυμίᾳ, διαβιβάζων ἡμέραν ἐξ ἡμέρας ἐπικερδῶς καὶ σωτηρίως διὰ τῆς ἀνοθεύτου ὑπακοῆς καὶ ὑποταγῆς αὑτοῦ. καὶ μηκέτι εἴη ἐν ὑμῖν ἑτεροθελία, ἢ ἰδιογνωμία καὶ αὐτοῤῥυθμία καὶ ἐθελοθρῃσκεία· μηδ’ αὖ γογγυσμός, ἢ ψιθυρισμός, ἢ φατριασμός, μὴ μὴν στρηνιασμὸς ἢ παῤῥησία, ἢ γέλωτες ἀκρατεῖς, ἀργία τε καὶ ὀλιγωρία αὐθάδειά τε καὶ ὑπερηφανία, ἤ τι τῶν μὴ ἀρεσκόντων κυρίῳ. διὰ τοῦτο γὰρ γινώσκετε, τέκνα καὶ ἀδελφοί, ὅτι ἀπελίπομεν τὰ ἐν κόσμῳ, γονεῖς, ἀδελφούς, φίλους, οἰκείους, χώρας, πόλεις, δήμους, ἀγοράς, θέατρα, πᾶσαν τὴν ἐμπαθῆ καὶ φιλήδονον τοῦ βίου διαγωγήν, ἵνα Χριστὸν κερδήσωμεν, ἵνα οὐρανίως πολιτευσώμεθα, ἵνα τὰ πάθη καταργήσωμεν, ἵνα τὰς ἀρετὰς πλουτήσωμεν, ἵνα ὁσίως καὶ δικαίως πολιτευσάμενοι ἐν τῷ νῦν αἰῶνι, κατὰ μίμησιν τῶν ὁσίων ἡμῶν πατέρων, τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν.

ἐπεὶ οὖν τοιαύτη ἡ ἐπαγγελία ἡμῶν καὶ ἡ προσδοκία, τοιοῦτον δειχθείη, παρακαλῶ, καὶ τὸ ἔργον ὑμῶν καὶ ἡ ἀναστροφὴ καὶ ἡ διαγωγή, ὅπως κατὰ τὸ ὄνομα καὶ ἡ πολιτεία δείκνυται, καὶ ὅπως διαλάμψῃ ὁ βίος ὑμῶν ταῖς ἀγαθαῖς εὐπραγίαις, διδοὺς χάριν τοῖς πλησιάζουσιν ὁμοσχήμοις τε καὶ λαϊκοῖς, καὶ μὴν καὶ τοῖς ὁμοταγέσιν ὑμῶν ἀδελφοῖς, ὅπως δοξάζηται τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, καθὼς γέγραπται, ὅπως καὶ ἡμεῖς οἱ ταπεινοὶ χαίρωμεν, μᾶλλον καὶ μᾶλλον προθυμούμενοι εἰς τὸ ἀγαθὸν ἔργον ὑμῶν, ὁρῶντες πρὸ προσώπου ἡμῶν οἷον καὶ ἡλίκον μισθὸν ταμιεύεσθε ἑαυτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Βλέπε τοιγαροῦν, τέκνον μου Σωφρόνιε, τὴν δοκιμήν, ἣν ἐδοκιμάσαμεν ἐν σοί, ἀπὸ τῶν πολλῶν ἐκλεξάμενοί σε εἰς τὸ προστῆναι τῶν ἀδελφῶν σου, μὴ φανῇ ἀδόκιμος εἰς αἰσχύνην ἡμῶν καὶ ἐντροπήν· ἀλλ’ οὕτως τὸ φῶς σου τῶν ἀρετῶν φρυκτωρείτω καὶ οὕτως ὁ τοῦ βίου σου ῥυθμὸς λαλείσθω, ὡς ὀνομαστόν σε γενέσθαι ἔτι ἐν τοῖς ἀδελφοῖς σου καὶ μὴν καὶ ἐν τοῖς ἔξωθεν· πᾶς γὰρ ὁστισοῦν τὸν θεὸν ἐν ἑαυτῷ σχοίη διὰ τῆς ἐργασίας τῶν ἁγίων αὐτοῦ ἐντολῶν, ὀνομαστὸς γίνεται καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ τοσοῦτον, ὁπόσον γε καὶ ἐπιδίδωσι τὴν πρὸς αὐτὸν ἀγάπην. γενοῦ πρὸς τοὺς ἀδελφούς σου πάραινος, ἀγαθός, διδακτικός, ὑπομνηστικὸς τῶν δεόντων, ἐλεγκτικὸς τῶν ἁρμοζόντων, ἐπιτιμητικὸς τῶν προσηκόντων, ἰατρεύων τοὺς ἀσθενοῦντας, ἀνεχόμενος τῶν ἐξ ἀπειρίας ἀγνοούντων, συγκοπιῶν τοῖς κάμνουσι, πάντα ποιῶν καὶ λέγων εἰς τὸ κοινωφελές, ὅτι τὴν αὐτήν σοι δέδωκα ἐξουσίαν, ἥνπερ κἀγὼ ἔχω ὁ ταπεινὸς παρὰ θεοῦ ἐπὶ ταύτῃ τῇ ἡγεμονίᾳ. δευτερεύοντά σου κέκτησαι τὸν ἀββᾶν Ἀκάκιον. τὰ αὐτὰ τοιγαροῦν καὶ σοί, τέκνον μου Ἀκάκιε, προσφθέγγομαι, ἐπειδὴ ἐν δυσὶ μίαν καρδίαν θέλω εἶναι, μᾶλλον δὲ καὶ ἐν τοῖς πᾶσιν, ὥστε τῷ ἑνὶ θελήματι καὶ τῇ μιᾷ φρονήσει διοικεῖσθαι τοὺς ἀδελφοὺς ὑμῶν. ἐπίστηθι καὶ σύ, τέκνον οἰκονόμε, τῇ διακονίᾳ σου προθύμως καὶ γρηγόρως, νηφαλέως καὶ σπουδαίως, ἀπροσκόπως καὶ ἀπροσπαθῶς.

πάντες οἱ λοιποί, οἵ τε προέχοντες ἐν ταῖς διακονίας καὶ οἱ ὑπὸ τὰς διακονίας, καὶ πρό γε τῶν ἄλλων σύ, τέκνον πρωτοζευγῖτα, δεῖξον τὴν προθυμίαν ἐν τῷ ἔργῳ σου, ἵνα σε καὶ μᾶλλον ἀποδέχωμαι. οὕτως οὖν καὶ ὑμεῖς οἱ ἀμπελουργοί, οἱ κηπουροί, οἱ σκυτεῖς, οἱ ὀψοποιοί, οἱ κελλαρῖται, οἱ ἀρτοποιοί, οἱ ἀριστητάριοι, οἱ κανονάρχοι, οἱ ῥαφεῖς, μέχρι καὶ τοῦ ἐσχάτου, ἵν’ ὁ θεὸς δοξάζηται ἐν τῷ ἔργῳ ὑμῶν, ἵνα κτᾶσθε ζωὴν αἰώνιον ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν.

Τοὺς παλινδρομοῦντας ἀποδέξασθε καὶ συναριθμήσατε τοῖς λοιποῖς ἀδελφοῖς, ποιοῦντες τὰ καθήκοντα· χαίρω γὰρ ἐπὶ τῇ ἀνακλήσει ἑνὸς ἑκάστου, καὶ χαίρει καὶ ὁ θεὸς μετὰ τῶν ἀγγέλων αὑτοῦ, μόνον εἰ κατὰ μίμησιν τοῦ ἀσώτου κράζουσι τὸ “ἥμαρτον” καὶ ἐπιδείκνυνται διὰ τοῦ βίου αὑτῶν τὰ ἀρεστὰ κυρίῳ. περὶ τῶν χρειῶν ὑμῶν τῶν σωματικῶν πάντα, ὡς προείρηται, ποιήσει ὁ μέγας οἰκονόμος, διδοὺς ἑκάστῳ τὸ δίκαιον· πλὴν γενέσθω καὶ εἴ τι αὐτὸς ὁρίζει καὶ ἐντέλλεται ὑμῖν· εἰ δέ τι φανῇ ὑμῖν βαρὺ ἐν τοῖς ἐντελλομένοις, μετὰ τὸ ἐκπληρωθῆναι τὸ ἐνταλθέν, τότε δηλούσθω μοι κἀγὼ ἐπισκέπτομαι καὶ ὃ γίνεται γενήσεται θεαρέστως. λοιπόν, τέκνα μου καὶ ἀδελφοί, χαίρετε ἐν κυρίῳ, ἐργάζεσθε ἐν προθυμίᾳ, περιπατεῖτε ἐν ἀκακίᾳ, ἀναστρέφεσθε ἐν ἁπλότητι. γινέσθω ἐξαγόρευσις τῶν κρυπτῶν, ὅτι τοῦτο σωτήριον ψυχῆς καὶ ἀπαλλακτήριον παθῶν· γινέσθω ἡ ψαλμῳδία καὶ ἡ στιχολογία, ἡ ἀγρυπνία καὶ ἡ ἀνάγνωσις, κατὰ τὸ προσῆκον τοῦ κανόνος· ἡ ἐκμάθησις τῶν ψαλμῶν, τῶν τροπαρίων, καθ’ ὃ ἐπιτρέπει ὁ προηγούμενος· εἰ δὲ ἐκεῖνος ἀπείργει, οἶδεν ὃ ποιεῖ· πᾶς τις καταδεχέσθω τὰ παρ’ αὐτοῦ.

τὸ λοιπὸν εὔχεσθε καὶ ὑπερεύχεσθε τῆς ἡμετέρας ταπεινώσεως, ἵνα δῴη ἡμῖν κύριος λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ φρόνησιν ἐν τῇ διασκέψει τῶν ὀφειλόντων, κάθαρσίν τε παθῶν καὶ εἰσδοχὴν πνεύματος ἁγίου, ὅπως γενοίμεθα ὑμῖν εἰς ὄφελος, ὅπως διασώσοιμεν καὶ τὰς ἑαυτῶν ἐλεεινὰς ψυχὰς ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνα. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝϚʹ Περὶ τῆς πνευματικῆς ἡμῶν στρατείας, πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι καὶ ἐν τῷ Ἁγίῳ Χριστοφόρῳ ἀδελφούς. Τέκνα καὶ ἀδελφοί, ὡς προγέγραφα, πάντες ἐν Κυρίῳ ζῆτε καὶ ἀναστρέφεσθε, ἁρπάζοντες ὥσπερ θησαυρούς τινας τοὺς τῆς σωτηρίας ὑμῶν καρπούς, ἀποδιιστάμενοι πονηρίας κατὰ πᾶν ἐπιτήδευμα ἀταξίας. διὰ τοῦτο μὴ ἔστω τις ἐν ὑμῖν ὀλεθριοπαῤῥησίαστος, κατεβλακευμένος, ἡδονοκυρίευτος, φιλαμαρτήμων, ὑλοπαθής, αἰσχρόψυχος, μυσαρόνους· μὴ κλοποποιός, κἂν ἐν μικρῷ πράγματι· μὴ ζηλότυπος, ἐρεθιστής, συμβαλομάχος, μηδ’ αὖ γογγυστής· μὴ δυσκίνητος, μηδὲ ἀεργός, μηδ’ αὖ παράκουος· μήτε ὑπερήφανος, μήτε αὐθάδης· μὴ ἀλαζών, μὴ φιλαπεχθήμων, μὴ προφασιστής, ψευδολόγος, φατριαστής, εὑρεσίκακος, φιλόμαχος, ζητοφάγος, πολύυπνος, ἐπὶ σάρκα καὶ κόσμον καταβρίθων, ὥσπερ τὰ κτήνη· μηδὲ πάλιν Ἰούδας τις, μελετικὸς προδοσίας τῆς ἑαυτοῦ ψυχῆς καὶ ἀποσπάσεως ἀδελφοῦ αὑτοῦ· τοιοῦτοι γάρ εἰσιν οἱ ἑαυτοὺς ἀφαρπάζοντες ἀπὸ θεοῦ καὶ ἀποδιδράσκοντες καὶ πλανώμενοι εἰς τοὺς τῆς ἀνομίας τόπους, καθώς τινες ἐξετράπησαν, ἢ καὶ ἐκτραπήσονται τῶν λιποτακτιτῶν· οὐ γὰρ ὑποφέρουσι τὸν καύσωνα τῆς ἡμέρας. διὰ τοῦτο οὐδὲ λαμβάνουσι τὸν τοῦ ἀμπελῶνος μισθόν, οὐδὲ πάλιν ὡς στρατευσάμενοι τῷ παμβασιλεῖ θεῷ ἐπιμένουσι τὸν τοῦ πολέμου καιρόν, ἵνα πολεμήσαντες ἄριστα εὐαρεστήσωσι τῷ δεσπότῃ.

διὰ τοῦτο οὐδὲ τῶν θείων γερῶν καὶ δωρεῶν ἀπολαύσουσιν, ἀλλὰ καὶ λιποταξίῳ καταγραφέντες ἐμπτυσθήσονται καὶ ἐξοστρακισθήσονται καὶ ἀποδιωχθήσονται ἐν καιρῷ τῶν ἀμοιβῶν. εἰ γὰρ ἐπὶ <τῆς> τοῦ φθαρτοῦ καὶ ἐπικήρου βασιλέως, τοῦ ἰσοπαθοῦς καὶ αὐτοφυοῦς, οὕτως, τίς ἐπὶ τοῦ μεγάλου καὶ ἀθανάτου βασιλέως τῶν βασιλέων καὶ θεοῦ τῶν θεῶν καὶ κυρίου τῶν κυρίων; οὐ κατ’ ἀξίαν ἄρα κριθήσεται καὶ ἀποδοθήσεται ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ; ἀλλὰ μηδαμῶς ἐν ὑμῖν, ὦ τέκνα καὶ ἀδελφοί, γινέσθω οὕτως, μηδὲ ὑπονοστήσητε εἰς τὰ ὀπίσω, μηδὲ ἐξατονήσητε πρὸς τὴν ἄσκησιν, μηδὲ τὸν ὀλίγον καιρὸν τῆς στρατείας ἡμῶν (ὀλίγος γάρ ἐστι πρὸς τοὺς ἀπείρους αἰῶνας, ὅσον ῥανὶς πρὸς πέλαγος ἀπεριόριστον) ἐνακηδιάσαντες ἐκπέσοιμεν τῶν ἀτελευτήτων τιμῶν καὶ δοξῶν τῆς βασιλείας τῶν οὐρανῶν.

Τοιγαροῦν, ὦ καλοὶ στρατιῶται, συναθληταί, συνασκηταί, συνοδοιπόροι (ὅπως ἂν γὰρ εἴπωμεν ἕκαστον, ἔνεστιν ὑμῖν τῶν λεχθέντων), δράμωμεν, διώξωμεν, κρούσωμεν, ἐπιμείνωμεν. ἐγγὺς κύριος τοῦ στεφανῶσαι· αὐτὸς γάρ ἐστιν ὁ οὐρανόθεν βλέπων τὸν ἑκάστου δρόμον καὶ τοὺς στεφάνους πλέκων τῷ ὑπομείναντι μέχρι τέλους. διὰ τοῦτό ἐστε πάντες καθαροὶ διὰ τῆς ἐξαγορεύσεως, πάντες εἰρηνικοὶ διὰ τῆς ταπεινώσεως, πάντες εὐκίνητοι διὰ τῆς φιλεργίας. ἡ κεφαλὴ ὡς κεφαλὴ σκοπείτω καὶ βλεπέτω τὰ συμφέροντα τοῖς μέλεσιν· ὁ πρῶτος, ὧν ἐστι πρῶτος· ὁ οἰκονόμος, οὓς οἰκονομεῖ· ἕκαστος τῶν διακονούντων, οὓς διακονεῖ. ἀνδρίζεσθε, κελλαρῖται· συνειδήσει καθαρᾷ ἐκτελεῖτε τὸ ἔργον ὑμῶν. διεγείρεσθε οἱ ὀψοποιοί, προθυμίᾳ πληροῦντες τὰ ἑψήματα τῆς ἀδελφότητος, τοῖς θείοις λόγοις καὶ ταῖς προσευχαῖς μᾶλλον ἁλίζοντες αὐτά· ὡσαύτως οἱ τραπεζάριοι, τὴν ἴσην διανομὴν ἀπροσπαθῶς ἐκτιθέμενοι, μὴ λαθροφαγοῦντες, μηδὲ προσπαθῶς ἐπιδιδόντες κρᾶσιν ἤ τι τῶν βρωμάτων· οἱ μάγκιπες, τὸν ἄρτον κάλλιστον προσφέροντες διὰ τῆς εὐχρείας ὑμῶν τῷ κυρίῳ· τὸ γὰρ εἰς τοὺς ἀδελφοὺς γινόμενον εἰς θεὸν ἀνατρέχει. μή τι παρὰ τὸ διατεταγμένον ὑμῖν ἐν τῇ διακονίᾳ ἢ ἐσθίετε, ἢ μεταδίδοτε. οἱ ἐν τοῖς κήποις καὶ τοῖς παραδείσοις ἀποτεταγμένοι παντοίοις λαχάνοις δεξιοῦσθε τοὺς ἀδελφούς, ἵν’ ἐντεῦθεν πλουσιάζῃ ἡ χάρις ἐν ὑμῖν τοῦ θεοῦ.

τί πρὸς τοὺς ἐφισταμένους τοῖς ἀμπελῶσιν εἴπωμεν; ἀλλ’ ἢ ὡς ἀμπελῶσι κυρίου ἐφίστασθαι. τί πρὸς τοὺς ἀροτριῶντας, ἵνα τὸ μέγιστον τῶν διακονιῶν ἐσχάτως θώμεθα; ὅπως τὰ νεώματα καὶ τὰ διβολήματα, τὰς καθάρσεις τῶν χωρῶν καὶ τὰς κατασπορὰς ὡς ἐν ὄψει κυρίου ποιοῦντες. οἶδα, οἵους ἔχω ἐν ἑκάστῃ διακονίᾳ, προύχοντας τῇ προθυμίᾳ, στίλβοντας τῇ ὑπακοῇ, ἀστράπτοντας τῇ ταπεινοφροσύνῃ. τοιούτους θέλω τοὺς πάντας εἶναι· ἐκ γὰρ τοῦ θέλειν μόνον τὸ γίνεσθαι πάρεστι. βλέπετε καὶ αὐτοὶ οἱ κατὰ τὴν κανοναρχικήν, πῶς καὶ γράφετε καὶ ψάλλετε καὶ ἀναγινώσκετε, μὴ κλεπτῶς, μηδὲ φιλαυτικῶς, μηδὲ ὡς πρὸς τὸ μαθεῖν μόνον καὶ πρὸς τὸ θηρᾶσαι λέξιν καὶ πρὸς τὸ ἀδιάπτωτον ἔχειν τὴν προφοράν, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον, πρὸς τὸ λυσιτελοῦν τῇ οἰκείᾳ ψυχῇ, ἵνα πάντες ὡς ἕν ἐστε τῇ ὁμονοίᾳ καὶ τῇ αὐτοβουλίᾳ· ὁ δὲ κύριος καὶ θεὸς τοῦ πατρός μου, ὁ εἰρηνοποιήσας ἐν τῷ ἰδίῳ αἵματι τὰ σύμπαντα, ἔτι βραβεύσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ, εἰς ὁμόνοιαν, εἰς δικαιοσύνην, εἰς πᾶσαν προκοπὴν ἀγαθήν, ὅτι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΖʹ Εὐχαριστήριος πρὸς θεὸν ἐν τῷ ἐξελθεῖν ἡμᾶς ἐκ τῆς φυλακῆς· ὁμοῦ καὶ παραίνεσις, πρὸς τὸ ὑποφέρειν γενναίως καὶ εὐχαρίστως τὰ ἐπερχόμενα θλιβερά. πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι καὶ ἐν τῷ Ἁγίῳ Χριστοφόρῳ ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, ὁ ἀγαθὸς ἡμῶν θεός, ὁ ταχὺς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν οἰκτιρμοῖς, δυσωπηθεὶς ταῖς πρεσβείαις τῆς δεσποίνης ἡμῶν Θεοτόκου, τῶν δεσποτῶν ἡμῶν, τοῦ Προδρόμου καὶ τοῦ Θεολόγου, ἅμα ταῖς ἱκεσίαις ὑμῶν, μετήγαγε τὸν πειρασμὸν καὶ ἐξήγαγεν ἡμᾶς ἐκ τῆς φυλακῆς. λοιπὸν χαριστήριον αἶνον ἀναπέμψωμεν κοινῇ πάντες, ὅτι οὕτως ᾠκονόμησε καὶ μετέβαλε τὰ θλιβερὰ εἰς περιχαρῆ καὶ ἐξέτρεψε τὰς τοῦ πονηροῦ σκαιωρίας ἐκ μέσου, καθ’ ἡμῶν κινηθείσας τῷ ὄντι. πλήν, ὃ πέπονθα ἐγώ, διὰ τὰς ἁμαρτίας μου καὶ οὐ δι’ ἄλλα λογιστέον μοι· ἐν γὰρ τούτῳ εὐψυχῶ, ὅτι· γίνεταί μοι ἔκτισις ἁμαρτιῶν.

ἤδη δὲ ἐν τῷ πειρασμῷ ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ ἐδοκιμάσθημεν ἅπαντες, καὶ μάλιστα οἱ ἐνταῦθα· ὅσοι γὰρ πνεύματι ἁγίῳ καὶ ἀδιστάκτῳ πίστει διέζων, μεμενήκασιν ὡσαύτως ἔχοντες, μηδαμῶς παρατραπέντες, τοὐναντίον δὲ καὶ ἐπιστηριχθέντες καὶ βεβαιωθέντες ἐκ τοῦ τυχόντος κινδύνου· ὅσοι δὲ χλιαρότητι καρδίας καὶ διψυχίᾳ καὶ φιλοσαρκίᾳ καὶ ἀμελείᾳ διέτριβον, ἤδη ῥιπισθέντος τοῦ κακοῦ ὥσπερ φύλλα πεπτώκασι καὶ ὥσπερ ζιζάνια δίκην κοσκίνου ἐξεβλήθησαν τοῦ μοναστηρίου ὑφ’ ἑαυτῶν, ἵνα δειχθῇ οἵτινες ἐοίκασι καθαρῷ σίτῳ· τοῦτο γὰρ ψάλλων ὁ θεῖος Δαβὶδ ἔλεγε· “διαχώρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν”, δηλονότι τοὺς ἁμαρτωλοὺς καὶ ἀμελεῖς ἐκ τῶν ἐναρέτων καὶ ὁσίων. ἀλλ’ ὢ τοῦ πτώματος, ὅτι οὕτως ἐξ οἰκείας ἀπροσεξίας “διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην” τῆς ἀπωλείας! ὅμως ἀλγῶ ἐπ’ αὐτοῖς καὶ πενθῶ καὶ οὐ παύομαι ἀνακαλούμενος, ἕως ἂν ἐμπνέω, ἴσως τινὲς αὐτῶν ἐκ μικροῦ σπινθῆρος θεογνωσίας ἀναφθέντες καὶ μετανοίᾳ χρησάμενοι ἀνασφήλωσι τῆς κακίας καὶ ἐπιστραφῶσι καὶ ἐπισυναχθῶσιν ὡς πρόβατα πεπλανημένα ἀπὸ τῆς ὁδοῦ αὑτῶν τῆς πονηρᾶς.

Λοιπὸν τὸ ἐφ’ ὑμῖν ἄρτι, ἵνα μὴ τῷ πτώματι αὐτῶν ὑμεῖς ἔμφοβοι γένησθε, ἀλλὰ μᾶλλον θαρσαλέως σταίητε πρὸς τὸν ἀγῶνα τῆς εὐσεβείας, πρὸς τὰ σκάμματα τῆς ἀσκήσεως, πρὸς τὸν ἐκ χειρῶν κόπον, πρὸς τὸν ἐκ τῶν πολέμων ἱδρῶτα, πρὸς τὰ συμβαίνοντα ἑκάστοτε θλιβερὰ καὶ ἐπαχθῆ, καὶ τοῦτο μέχρις αἵματος, καὶ τοῦτο ἕως θανάτου· αὐτὸ γὰρ τοῦτο ἐπηγγειλάμεθα, ὡς ἴστε, ἐν τῷ λαμβάνειν ἡμᾶς τὸ ἅγιον σχῆμα. καὶ οὐκ εἰκῇ κατηχήθημεν, ἀλλ’ ὥσπερ ἀληθείᾳ ἐφωτίσθημεν καὶ καθήρθημεν τῶν ἁμαρτιῶν ἡμῶν, υἱοὶ φωτὸς γεγενημένοι, οὕτως ἀδιάψευστον καὶ τὴν ὁμολογίαν πεποιήμεθα, δι’ ἔργων αὐτὴν πάντως πιστωσάμενοι. τοίνυν ἕκαστος ἀναλογιζέσθω λοιπόν, τί ἐξ ὧν ὑπέσχετο καὶ καθωμολόγησε πέπονθε, καὶ ἐν οἷς μὲν κατελήφθη, εὐχαριστείτω τῷ δόντι δύναμιν ὑπενεγκεῖν τὰ τοιαῦτα, πρὸς δὲ τὰ λειπόμενα εὐτρεπιζέσθω, ἵν’ οὕτως τὸν τοῦ μαρτυρίου στέφανον ἀναδήσηται, ἐπεί, φησίν, “οὐχ ὁ λέγων μοι κύριε, κύριε, ἀλλ’ ὁ ποιῶν τὸ θέλημά μου, οὗτός μού ἐστιν ὁ πιστὸς θεράπων”. γενώμεθα τοίνυν, τέκνα μου καὶ ἀδελφοί, εὐχάριστοι ἐπὶ τοῖς ἤδη γεγενημένοις, καὶ δῶμεν αἶνον τῷ κατευνάσαντι τὴν ταραχήν, καὶ θεοπρεπῶς πρὸς τὸ ἑξῆς περιπατήσωμεν, ἀποδεχόμενοι τὴν μισθαποδοσίαν ἐν ἡμέρᾳ ἀποκαλύψεως καὶ δικαιοκρισίας θεοῦ, ὑπὲρ ὧν πράττομεν καὶ λέγομεν διὰ παντὸς τοῦ βίου ἡμῶν.

ὑπερευξώμεθα πάντων τῶν φιλανθρώπως πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διακειμένων, ἵν’ ἀμείψηται αὐτοὺς κύριος τοῖς προσκαίροις τὰ αἰώνια.

Περὶ τοῦ πότε ἐξελευσόμεθα, ὁ ἀδελφὸς ἡμῶν Κύριλλος ἀπαγγελεῖ, καὶ οὐ μόνον περὶ τούτου, ἀλλὰ καὶ περὶ τῶν ἐλλειπομένων ἡμῖν ἐν τοῖς γράμμασι. τὴν ἐπιστολὴν ἐπίδοτε εἰς τὸν Ἅγιον Χριστοφόρον. εὔχεσθαι ὑπὲρ ἡμῶν μὴ διαλείποιτε, τέκνα ἡμῶν ἠγαπημένα καὶ περιπόθητα, ἵνα σῳζώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΗʹ. Περὶ ὁμονοίας πρὸς τοὺς ἐν τῷ Ἁγίῳ Χριστοφόρῳ καὶ ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, οὐχ ὅτι πρόφασις ἐγένετο τοῦ ἐπιστεῖλαι ἡμᾶς, διὰ τοῦτο ἐπιστέλλομεν· ἀλλ’ εἰ καὶ μηδεὶς χρεία ἑτέρα παρῆν, δι’ αὐτὸ τὸ χρέος ἠναγκαζόμεθα ἂν ἐξαργῶς τοῦτο πρᾶξαι. ἐπεὶ δὲ ἐγένετο πρόφασις, εὐθύμως καὶ νῦν προσφθεγγόμεθα ὑμῖν, τέκνα καὶ ἀδελφοί. ὑγιαίνετε τοιγαροῦν, ὑγιαίνετε καὶ τὴν ἀγαθὴν πολιτείαν ὑμῶν ἐξανύετε, ἀναλαμβάνοντες τὰς ἐντολὰς τοῦ κυρίου καὶ ἐμπεριπατοῦντες ἐν ταῖς δικαιοσύναις αὐτοῦ, οὐδὲν ἄλλο σκοποῦντες καὶ οὐχ ἕτερόν τι ἐπιθυμοῦντες, ἢ τὸ εὐαρεστῆσαι θεῷ διὰ τῆς νεκρώσεως τῶν παθῶν καὶ ἀναλήψεως τῶν ἀρετῶν· ἐν τούτῳ γὰρ ἐξεληλύθαμεν ἀπὸ κόσμου καὶ ἐληλύθαμεν ἐν τῷ μοναστηρίῳ, καταλιπόντες πᾶσαν τὴν τοῦ βίου ματαιότητα, πᾶσαν προσπάθειαν, πᾶσαν φιλίαν καὶ ἀγάπην, γονικήν, ἀδελφικήν, τεκνικήν, υἱικήν, συγγενικήν, καὶ μὴν σαρκικὴν ἡδονήν, βιωτικὴν δόξαν, πᾶν εἴτι ἄλλο ἐπίκηρον καὶ μάταιον.

Ἐπεὶ τοιγαροῦν οὕτως προεθέμεθα καὶ οὕτως ἐβουλευσάμεθα, τὰ ἀκόλουθα τῷ σκοπῷ καὶ τῷ βουλεύματι ἡμῶν πράττοιμεν, ὦ ἀδελφοί, ἰχνηλατοῦντες τοὺς βίους τῶν ἁγίων, ἑπόμενοι τοῖς διδάγμασιν αὐτῶν, ῥυθμιζόμενοι τοῖς παραδείγμασιν αὐτῶν, οὐκ ἐπιβλέποντες ὧδε καὶ ὧδε, δεξιὰ καὶ ἀριστερά, διὰ τῶν ἴσως κατὰ τὴν παροῦσαν γενεὰν παρακρουομένων καὶ παραφθειρόντων τὸ ἀκριβὲς τῆς πολιτείας, ἀλλ’ ὁδῷ βασιλικῇ πορευόμενοι, ἐν ᾗ ἐστιν ἡ ἀδιάκριτος ὑπακοή, ἡ θεομίμητος ταπεινοφροσύνη, ἡ οὐράνιος ἀπροσπάθεια, ἡ θεϊκὴ ἁγνεία, ἡ ἰσάγγελος ἀπάθεια, ἡ πραότης, ἡ εὐθύτης, ἡ ἀγάπη, ἡ εἰρήνη, ἡ προθυμία, ἡ ὑπομονή, ἡ ἐργασία, ἢ εἴτις ἄλλη θεοειδὴς πρᾶξις, ἀλλ’ οὐ δαιμονική· ἡ γὰρ παρακοὴ καὶ ὁ γογγυσμὸς καὶ ἡ ὑπερηφανία καὶ ἡ κενοδοξία, ἡ ἀργία καὶ ἡ παῤῥησία, ἡ προσπάθεια καὶ ἡ φιλοσαρκία καὶ αἱ ἄλλαι τῆς κακίας ἐργασίαι ἐξ ἐναντίας ἵστανται τῶν ἀρετῶν. καὶ τὰς μὲν θεός ἐστιν ὁ γεννῶν, τὰς δέ, ὡς εἴρηται, ὁ Σατανᾶς, καὶ οὐδεμία “κοινωνία φωτὶ πρὸς σκότος”, οὐδὲ “συμφώνησις Χριστῷ πρὸς Βελίαρ”. υἱοὶ τοίνυν θεοῦ γένοισθε, υἱοὶ εὐπειθείας, υἱοὶ ὑπακοῆς, ἀλλὰ μὴ τέκνα ὀργῆς, τέκνα ἀπειθείας, υἱοὶ ἀπωλείας.

Βλέπε τοίνυν, πῶς προηγεῖσαι τῶν ἀδελφῶν· σου καὶ τέκνων μου, ἀδελφὲ καὶ τέκνον Λουκιανέ, καθώς σοι ἐνετειλάμην, καθὼς πρέπει καὶ καθήκει, ἔξω πάθους ὤν, ἔξω κενοδοξίας, ἔξω προσπαθείας, ἔξω πάσης πονηρᾶς πράξεως, ἵνα ἐκ σοῦ τὸν τύπον λαμβάνοντες τὸν βίον αὑτῶν καλλιγραφῶσιν. ὡσαύτως καὶ σύ, τέκνον μου Δομετιανέ, τῆς αὐτῆς ἔσο καταστάσεως, τὰ ἴσα τῷ ἀδελφῷ σου πράσσων εἰς περιποίησιν τῆς ἀδελφότητος. ἐν τοῖς δυσὶ μία ψυχὴ γνωριζέσθω, μᾶλλον δὲ ἐν τοῖς πᾶσι. μηδεὶς ἑτεροθελείτω, μηδεὶς ἰδιογνωμείτω, μηδεὶς ἀεργείτω, μηδεὶς γογγυζέτω, μηδεὶς νοθευέσθω. πάντες πρόθυμοι, πάντες εὐχάριστοι, εὐκίνητοι, εὐκατάνυκτοι, εὔκλητοι, εὐπρόσιτοι, ἀλληλοχαρεῖς, ἀλληλοφιλεῖς, ἄφθονοι, ἄζηλοι, ἵν’ οὕτως ἐπιγινώσκηται ἐν μέσῳ ὑμῶν ὁ κύριος εἶναι· εἰ γὰρ “ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι”, κατὰ τὴν ἐπιζητουμένην κατάστασιν, ἐκεῖ ἐστι, πῶς οὐχὶ ἐν ὑμῖν τοῖς πλείοσιν; εἴ περ καὶ ἐπειχθείητε καθ’ ἑκάστην φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ ὁ θεὸς ἐν ὑμῖν, τί τὸ λυποῦν, ἢ στενοῦν, ἢ ἀποπνῖγον; οὐδαμῶς, ἀλλὰ πάντα φορητά, κἂν ἐπίπονα εἶεν, εἴτε κατὰ ψυχήν, εἴτε κατὰ σῶμα. καὶ “εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν, ὅς γε τοῦ ἰδίου υἱοῦ”, φησίν, “οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ πάντων παρέδωκεν αὐτόν”; καὶ εἰ οὕτως φυλαξόμεθα εὐζωεῖν, πῶς οὐχὶ σὺν αὐτῷ κληρονόμοι βασιλείας οὐρανῶν γενησόμεθα;

Ναί, ναί, παρακαλῶ ὑμᾶς, τέκνα· ναί, δέομαι ὑμῶν ἐκτενῶς· ἐκκαύσατε ἑαυτοὺς τῷ θείῳ φίλτρῳ, στομώσατε ἑαυτοὺς τῇ προθυμίᾳ, κραταιώσατε ἑαυτοὺς τῇ ἀνδρείᾳ, καθάρατε ἑαυτοὺς τῇ ἁγνείᾳ, φωτίσατε ἑαυτοὺς ταῖς προσευχαῖς, ταῖς ἐντεύξεσι, ταῖς ψαλμῳδίαις, ταῖς ἀγρυπνίαις, ταῖς κατανύξεσι, ταῖς ἐξαγορεύσεσι, τοῖς δάκρυσι, τοῖς στεναγμοῖς. ἀνακαλεῖσθε, ἀνακαλεῖσθε τὴν ἀρχαίαν πατρίδα, ἀφ’ ἧς ἐκπεπτώκαμεν, λέγω δὴ τὸν Παράδεισον. ἐπιζητεῖτε, ἐπιζητεῖτε τὸ ἀγγελικὸν ἀξίωμα, ὅπερ ἀφῃρέθημεν διὰ τὸν πρῶτον ὄφιν, τὸν πικρὸν σύμβουλον, τὸν δόλιον ὑπασπιστήν. οὐ τοίνυν ἐπὶ πολὺ ὁ χρόνος τῆς ζητήσεως καί γε φθάζει τὸ ζητούμενον καὶ ἀποληψόμεθα, ἅπερ ἀπωλέσαμεν. τότε δὴ τότε, ὅτε ὁ θάνατος ἐνδημήσει, ἡ μετάθεσις ἡ ἀπὸ τῆς σαρκός, ἡ ἀπὸ τῆς φυλακῆς ἔξοδος. οὐκ ἔστιν οὖν χαίρειν τινὰ ἐν φυλακῇ, οὐδὲ ἐκεῖσε διανοεῖσθαι ἔχειν τὸν κλῆρον καὶ τὴν κατάσχεσιν, εὔχεται δὲ πᾶς ἀπὸ τῆς φυλακῆς ῥυσθῆναι. τοιοῦτοι τοίνυν ἐσώμεθα, ἐμπαράσκευοι ταῖς ἀγαθαῖς πράξεσιν, ἵνα κράζωμεν μετὰ τοῦ θείου Δαβὶδ πάντοτε· “ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου”.

Ἐπεὶ δὲ θανάτου ἐμνήσθημεν, γινώσκετε, ἀδελφοί μου, ὅτι ἀδελφοὶ ἡμῶν ἐκοιμήθησαν ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτό. τίνες δὲ οὗτοι; ὁ ἀββᾶς Θεοδόσιος, ὁ Νῶνος, ὁ Ὀνησιφόρος· ἡ τριὰς πρὸς τὴν τριάδα ἀπῆλθεν· ἐλπίζομεν δέ, ὅτι αὐτῇ παρασταίη. τί λοιπὸν ἀγωνιῶμεν περὶ τὴν ἐργασίαν τῶν ἐντολῶν; ἐγγὺς κύριος τοῖς ὑπομένουσιν αὐτόν· ἐπὶ θύραις τὸ στάδιον. μὴ οὖν ὀλιγοψυχήσωμεν, μηδὲ ἀκηδιάσωμεν τὴν ἐπιμονὴν τῆς ζωῆς ἡμῶν, εἰς τὸ ἐνεργεῖν τὰ ἀγαθά, ἀλλ’ ὅσον ὅσον ἐπιμείνωμεν καὶ φθάζει ἡ χαρά, φθάζει ἡ ἡμέρα τῆς ἐξόδου ἡμῶν, καὶ ἀπελευσόμεθα εἰς ζωὴν αἰώνιον, εἰς ἄκοπον ἀνάπαυσιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΝΘʹ. Ἐπὶ εὐδοκίᾳ καὶ ἐπικρατήσει, πρὸς τοὺς ἐν τοῖς Τριπυλιανοῖς ἀδελφούς. Ἀδελφὲ καὶ τέκνον Ἀθανάσιε, ἐπεὶ εὐδόκησεν ὁ θεὸς λαβεῖν ἡμᾶς λύσιν τῆς ἐπικρατήσεως ἡμῶν, καθ’ ὃ ἦμεν ὡρμημένοι, ἐξερχόμεθα εἰς τὸν Σακκουδίωνα. καὶ πρῶτον μὲν δεόμεθα τῶν εὐχῶν ὑμῶν εἰς τὸ διασωθῆναι ἡμᾶς ψυχῇ τε καὶ σώματι ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ πᾶσιν, οἷς πράσσομεν καὶ λέγομεν, εὑρεθῆναι ἡμᾶς κατ’ εὐαρέστησιν κυρίου ποιοῦντας. δεύτερον ὑπομνήσκομεν, ὅτι οὐκ ἀπαθῶς ἔχομεν περὶ ὑμῶν, οὔτε ἀμερίμνως, ἀλλ’ ἐν τῇ ταπεινῇ ἡμῶν ψυχῇ ἔχομεν ὑμᾶς ἀνατεθεωρημένους κατὰ πάντα καιρόν, καὶ μάλιστα κατὰ τὸν νῦν, διότι ἐν πολλῷ κόπῳ καὶ πόνῳ σωματικῷ διὰ τὸ ἐνιστάμενον θέρος ἐστέ. δυναμώσαι οὖν ὑμᾶς κύριος ὁ θεὸς τῇ εὐχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν εἴς τε τὸν ἔσω καὶ τὸν ἔξω. ἄνθρωπον, πρὸς τὸ ἐνεγκεῖν ὑμᾶς γενναίως τά τε ἀοράτως καὶ ὁρατῶς ἐπισυμπίπτοντα ὑμῖν. εἰσὶ δὲ πολλά· τίς γὰρ συνήσει τὰς τοῦ διαβόλου πανουργίας, τὰς παγίδας καὶ τὰ σκάνδαλα; νῆφε οὖν γρηγόρως, τέκνον Ἀθανάσιε καὶ αὐτὸς τέκνον Ἐφραίμ, πρὸς τὸ καθηγεῖσθαι κατὰ λόγον, πρὸς τὸ κυβερνᾶν θεοπρεπῶς τοὺς ἀδελφοὺς ὑμῶν· οὐ γάρ ἐστι μικρὸν τὸ ἔργον, οὐδὲ πολλῶν τὸ κατόρθωμα, ἀλλὰ καὶ λίαν τῶν σπανίων· “τίς γάρ ἐστι”, φησίν, “ὁ δοῦλος ἐκεῖνος ὁ πιστός, ὃν εὑρὼν ὁ κύριος αὐτοῦ καταστήσει ἐπὶ πάσης τῆς οἰκίας αὑτοῦ”;

Οἰκονομεῖτε οὖν τὰ πρὸς χρείαν τῶν ἀδελφῶν πνευματικῶς τε καὶ σωματικῶς, τέκνα μου, δεόντως, καὶ διεγείρετε ἑαυτοὺς ἑκάστοτε πρὸς τὰς ἐργασίας τὰς δεούσας, τὴν φιλανθρωπίαν τῇ ἀποτομίᾳ συγκιρνῶντες, τὸ ἁπαλὸν τῷ αὐστηρῷ, τὸ ἐπιτακτικὸν τῷ ἀνεκτικῷ, τὸ πρᾶον καὶ εὐσύμμικτον τῷ ἀπαῤῥησιάστῳ καὶ αἰδεστικῷ, κατὰ τὴν ἑκάστου ἰδιότητα, κατὰ τὸ ἑκάστου πρόσφορον. οἳ μὲν γὰρ δέονται κέντρου, ὡς διδάσκουσιν οἱ πατέρες, οἳ δὲ χαλινοῦ, ἄλλοι ἐπιτιμήσεως, οἳ δὲ ἀφέσεως καὶ ἕτεροι ἐλεγμοῦ, ἄλλοι δὲ παροράσεως. καὶ ἁπλῶς κατὰ τὸ πολυειδὲς τῶν χαρακτήρων πολυειδῆ εἰσι καὶ ποικίλα τὰ ἑκάστου ἤθη τε καὶ πάθη, καὶ πρὸς τοῖς ἑκάστου πάθεσι καὶ ἤθεσιν ὁ ἰατρικὸς λόγος ὀφείλει γίνεσθαι. πλὴν ὅτι τοῖς ὑψαύχεσι καὶ λανθάνειν δοκοῦσι, τὸ πάντα ἐπιμελῶς ἐπιτηρεῖν ἀναγκαῖον· τοῖς εἰς προὖπτον ἀπειθοῦσιν ἢ παρακούουσιν ἀναγκαία ἡ τῆς ἀγανακτήσεως ἐπιτίμησις, πρὸς τὸ μὴ καὶ τοὺς ἄλλους αὐθαδιάζεσθαι.

ὑμεῖς δὲ πάντες χάριτι Χριστοῦ οὐκ ἐστὲ τέκνα ὀργῆς, οὐδὲ ἀπειθείας, ὑπακοῆς δὲ καὶ εὐπειθείας· θεοῦ υἱοὶ ἐχρηματίσατε· δι’ αὐτὸν γὰρ ἐληλύθατε πάντες ἀπὸ κόσμου ἐνταῦθα καὶ δι’ αὐτὸν αἵματος καὶ σαρκὸς κοινωνίαν ἐφύγετε, καὶ ἕνεκα αὐτοῦ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἤρατε, καὶ χάριν τῆς αὐτοῦ ἀγάπης πάντα σκύβαλα ἡγήσασθε· καὶ ὑπὲρ τῶν ἐπηγγελμένων παρ’ αὐτοῦ ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι οὐδὲν εἰς προτίμησιν προεκρίνατε, ἀλλὰ καταλιπόντες καὶ γένος καὶ πατρίδα καὶ οἰκείους καὶ φίλους καὶ εἴτι ἄλλο ἦν ὑμῖν κατὰ κόσμον ἐπιθυμητόν, ἐξήλθετε καὶ ἥκετε ὡς “ξένοι καὶ παρεπίδημοι” κόσμου εἰς τὸ μέγα τοῦτο τῆς μοναδικῆς πολιτείας ἐπάγγελμα. ἀξιάγαστος ἡ ἀναχώρησις ὑμῶν, πολυμακάριστος ἡ αἵρεσις ὑμῶν. καὶ τίς οὕτως ἀναβλέψειε καλῶς, ὡς ὑμεῖς; ἀλλὰ παρακαλοῦμεν καὶ δεόμεθα, ἵνα ἀξίως τῆς ὑψηλῆς πολιτείας ταύτης βιοτεύωμεν, ἵνα μὴ ἔξω κόσμου ὄντες τὰ ἔνδον κόσμου πράττωμεν, ἵνα μὴ σάρκας φυγόντες σαρκικῶς ζήσωμεν. τοῦτο δέ, ὡς γίνεται καὶ ἔστι, γινώσκετε, κἂν ἡμεῖς μὴ λέγωμεν· εἰ γὰρ φιληδονοῦμεν, εἰ γὰρ φιλοπαθοῦμεν, εἰ τὰ θελήματα ἡμῶν ἱστῶμεν, εἰ πρωτείων ἀντιποιούμεθα, εἰ φιλονικοῦμεν περὶ μανδύων, περὶ ἱματίων, περὶ κουκουλλίων, περὶ στάσεως, περὶ γραφείων, περὶ πινακιδίων, περί τινων οὖν ἄλλων μικρῶν καὶ μηδαμινῶν, πῶς οὐχὶ σαρκικοί ἐσμεν; πῶς οὐχὶ κοσμικὸν ἡμῶν τὸ ἀγώνισμα;

Μηδαμῶς οὖν, ἀδελφοί μου, μηδαμῶς, μηδὲ τὸ ἁγιώτατον ἡμῶν τάγμα εἰς τοιαῦτα γελοιώδη καὶ νηπιώδη ἰδιώματα ὑποβάλλωμεν. δόξα μοναχοῦ τὸ ἀδοξεῖσθαι, τὸ ὀνειδίζεσθαι, τὸ φέρειν διὰ θεὸν μέμψιν, ἀλλὰ μὴ ἄξια ὀνείδους πράττειν· εἰ δὲ καὶ ἄξια, ἀρκετὸν τὸ φέρειν μόνον· τὸ δὲ καὶ ποιεῖν καὶ μὴ φέρειν παντάπασιν ἀλλότριον. καλλώπισμα μοναχοῦ τὸ ἀκαλλώπιστα διώκειν· εὐμορφία μοναχοῦ οὐ τὸ διασείεσθαι καὶ ἀλαζονεύεσθαι καὶ σοβαρεύεσθαι καὶ τὰ χειρίδια πλύνειν καὶ στιβίζεσθαι, ἵν’ οὕτως εἴπω, πορνικῶς, διὰ ζώσματος καὶ ἐνδύσεως καὶ ὑποδήσεως, ἀλλὰ τὸ τὰ ἤθη τῆς ψυχῆς κατεσταλμένα ἔχειν, τὸ κατὰ τῶν παθῶν ἵστασθαι ἀνενδότως, τὸ εἰρηνεύειν ἐν ἑαυτῷ ἀπὸ τῶν ἐπιθυμιῶν τῶν ἀτόπων· προσθήσω καὶ τὸ αὐχμηρὸν εἶναι καὶ ἄνιπτον ὡς ἐπὶ τὸ πολὺ καὶ δύσειμον, κακοφόρον, κακένδυτον, δι’ ἐπωμίου ἐμπαλωμένου, διὰ κουκουλλίου ὡσαύτως [καὶ] λοιπῶν φορεμάτων. τὸ δὲ ζητεῖν ἀλλάγματα καινούργια καὶ λεπτότατα καὶ εὔβαφα, τοῦτο στρηνιασμὸς καὶ πορνείας εὐτρεπισμός. καὶ ὄντως μέγα ἐστὶ τὸ ἐκφυγεῖν τὰς παγίδας τοῦ διαβόλου καὶ μετὰ τὴν φυγὴν τῶν εἰρημένων. τὸ δὲ καὶ μετὰ τούτων εἶναί τινα, πῶς οὐκ αὐτόκρημνον καὶ αὐτοβύθιστον γενέσθαι τοῖς πάθεσι;

δέομαι οὖν ὑμῶν, διὰ τὴν ἀγάπην τοῦ κυρίου ἐλεήσατε κἀμὲ τὸν ἀνήλεον καὶ ὑμᾶς τοὺς ἠλεημένους τῷ κυρίῳ· μή με παραδώσητε τῷ αἰωνίῳ πυρὶ ἔτι μᾶλλον κατακρίνεσθαι ἐκ τῆς κακίστης ὑμῶν ἀναστροφῆς· μᾶλλον δὲ διὰ τῆς ἐναρέτου ὑμῶν διαγωγῆς καὶ τὸ ἐκ τῶν οἰκείων μου κακῶν ὄφλημα ἀπολυτρώσασθε, ἐνέγκατέ με εἰς ζωὴν ἀπὸ θανάτου.

Φυλάττετε τοίνυν τὰ διατεταγμένα· μὴ ἀποληθαργεῖτε τὰ πατρικὰ παραγγέλματα· μὴ παρακρούεσθε τοὺς λόγους τῶν ἁγίων· μὴ ἀναισθητεῖτε ὡς βεβαρημένοι ταῖς ἀκοαῖς ἀπὸ πλημμελειῶν· μὴ τὸ παρὸν ἡδὺ διώκοντες τοῦ μέλλοντος ἀφρόντιστοί ἐστε. ἥξει, τέκνα μου, ἥξει καὶ οὐ χρονιεῖ ὁ μέλλων κρῖναι τὰ σύμπαντα, καὶ πρὸ τῆς κοινῆς ἐπιδημίας ἥξει ὁ μέλλων χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος φοβερὸς ἄγγελος· ἥξει ὁ χρόνος τῆς ἀσθενείας· ἥξει ὁ χρόνος τῶν πυρετῶν· ἥξει ὁ χρόνος τῆς ἐκπνεύσεως. φοβερὰ καὶ ταῦτα καὶ δύσοιστα καὶ τοσοῦτον, ὥστε μὴ φέροντες ἀποθνήσκομεν. τί λοιπὸν μετὰ τὸν χωρισμόν, ὅτε ἄγγελοι παραγίνονται; ποῖον μέρος ἆρα νικήσει λαβέσθαι ἡμᾶς; μικρὸν διήγημα ὑμῖν παραθήσω ἐνταῦθα, εἰ καὶ ἐπὶ προσώπου ἐξωτέρου ἐστί, διὰ τὸ ὠφέλιμον. λέγουσιν ἐν τῷ μέλλειν ἀποθνήσκειν τὸν πολυθρύλλητον λογοθέτην ἐκεῖνον Σταυράκιον, ὅτι ἐπ’ αὐτῶν ὢν τῶν τελευταίων ἀναπνοῶν, ἱδρῶν καὶ τρέμων καὶ τρίζων τοὺς ὀδόντας ἐφώνει λίαν ἀδρανῆ, ἀνακαλούμενος τὸ “βοηθεῖτε, ἐλεᾶτε” καὶ “κύριε, ἐλέησον! ὅσος λαὸς δαιμονικὸς μαῦρος καὶ δυσειδὴς ἐκ τῆς θαλάσσης ἐκβαίνει καὶ ἔρχεται πρός με”! πρὸς παραθαλασσίαν ἦν γὰρ κείμενος. καὶ κἂν οἱ παρόντες οὐκ ἐθεώρουν, ἐθεώρει ἐκεῖνος καὶ ᾐσθάνετο καὶ πικρῶς ἐλογοθετεῖτο ὁ λογοθετήσας πολλούς. τίς οὖν, ὡς εἶπον, ἐφ’ ἡμῶν νικήσει; ἆρα ὁ ἀγγελικὸς χορός, ἢ ὁ δαιμονικός;

ἐκεῖνοι ἡμᾶς πάντως ἀσπάσονται εὐθύς, οὓς καὶ πεφιλήκαμεν· ἐὰν τὴν ἁγνείαν, τὴν ὑπακοήν, τὴν ταπεινοφροσύνην, τὰς ἄλλας ἀρετάς, οἴδαμεν, ὅτι οἱ ἄγγελοι· εἰ δὲ τὴν κενοδοξίαν, τὴν θρασύτητα, τὴν ἀντιλογίαν, τὴν εὐτραπελίαν, τὰ γέλοια, τὴν ὑπερηφανίαν, οἴδαμεν πάντως, ὅτι οἱ δαίμονες· δαίμονες γάρ εἰσι τὰ πάθη, ὥσπερ καὶ αἱ ἀρεταὶ ἄγγελοι γάρ εἰσι. τίς οὖν νικήσει ἆρα; τίς λάβει τὴν ψυχήν μου; ἐλεήσατέ με, ἐλεήσατέ με. ἀγαπήσωμεν κοινῇ πάντες τὰς ἀρετάς, ἵνα οἱ ἄγγελοι ἡμᾶς λάβωσι καὶ ἐκεῖνοι νικήσωσι· μὴ τοὺς δαίμονας, ἵνα ἐκεῖνοι ἡμᾶς λάβωσι καὶ νικήσωσι, καὶ οὐαὶ οὐαὶ καὶ ὤφελον μὴ ἐγεννήθημεν· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, καὶ μάλιστα ἐν τῷ σχήματι τούτῳ, καὶ μάλιστα ἐὰν ἱερεῖς, καὶ μάλιστα ἐὰν ἡγούμενοι εἶεν ἤ τινες τῶν προεχόντων.

Μὴ καταμέμψησθε τὸν λόγον μου· οὐ γὰρ καταπτοεῖν ὑμᾶς ἀθέσμως ἐπείγομαι, ἀλλὰ χρεωστῶν, ἀλλὰ ἀγαπῶν, ἀλλὰ φιλῶν τὰ ἐμὰ τέκνα προλέγω τὰ δέοντα. εὕρω τοίνυν ὑμᾶς, εἴπερ κελεύει ὁ θεὸς ζῆν καὶ ὑποστρέφειν, πάντας ὑγιαίνοντας, πάντας εὐδρομοῦντας, πάντας ὑπηκόους, πάντας εὐηνίους ἢ μὴ ὑποπεσόντας εἰς ὃ μὴ θέμις, ἢ ὑποπεσόντας εὐκόλως δεξαμένους τὰ ἐπιτίμια, κἂν ἐν ἐλλείψει ἔργου, κἂν ἐν κανόνος παραλείψει, ἑτέρας ὡρισμένης ψαλμῳδίας, κἂν ἐν παρακοῆς ἐγκλήματι, κἂν ἐν γογγυσμῷ, κἂν ἐν ψιθυρισμῷ, κἂν ἐκ κλάσματος σκεύους, κἂν ἑτέρου τινὸς συντρίμματος· τὰ γὰρ ἐπιτίμια ὑποδεχόμενοι πάλιν ὑγιεῖς γίνεσθε καὶ οὐδὲ ἐγκληθήσεσθε οὔτε παρὰ θεοῦ, οὔτε παρ’ ἐμοῦ. μόνον ὑποτάγητε τοῖς πρώτοις ὑμῶν καὶ οἱ πρῶτοι ἀλλήλοις, καὶ ὁ κύριος τῆς εἰρήνης, εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ἔστω μετὰ πάντων ὑμῶν, τέκνα ἠγαπημένα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ξʹ. Περὶ ἐκκοπῆς τοῦ θελήματος ἡμῶν, πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφὲ καὶ τέκνον μου Σωφρόνιε, ἔχου τῆς διακονίας σου ἀνολιγώρως καὶ ἐπιμελῶς καὶ ἐπιτεταμένως· ἀναγκαῖον γὰρ τὸ αὐτὸ πάντοτε γράφειν καὶ διεγείρειν σου τὸ πρόθυμον. νῆφε οὖν ἐν πᾶσι διεξάγων τοὺς ἀδελφούς σου, συνεπόμενον ἔχων καὶ σύμβουλόν σου τὸν ἀββᾶν Ἀκάκιον, τὸ τέκνον μου. ἐπισκόπει, τήρει τὰς διεξόδους ἑκάστου, πῶς ἀναστρέφονται, πῶς κινοῦνται, πῶς διαγίνονται, ὡς ἂν εἰς δόξαν θεοῦ ἡ ζωὴ ὑμῶν διαφαίνηται καὶ ἡμῖν καὶ τοῖς πέριξ ὑμῶν, κατὰ τοὺς κειμένους ὅρους καὶ κανόνας τῶν ἁγίων πατέρων ἡμῶν, κατὰ τὰς ἐντολὰς τῆς ταπεινώσεως ἡμῶν, κατὰ τὰ κείμενα ἐπιτίμια· ἐν ᾧ γὰρ τόπῳ ταῦτα πολιτεύεται καὶ ἐνεργεῖται, ἐκεῖ θεὸς θεραπεύεται, ἐκεῖ φῶς ἀναλάμπει, ἐκεῖ εἰρήνη ἐμπαῤῥησιάζεται, ἐκεῖ χώραν ὁ Σατανᾶς οὐκ ἔχει, ἐκεῖ πόῤῥω τὰ πάθη. ὅπου ταῦτα ἀνεπιμέλητα καὶ ἄπρακτα μένουσιν, ἐκεῖ πάντως τὸ ἐναντίον, ἀντὶ τῶν ἀγαθῶν τὰ κακά, ἀντὶ τοῦ φωτὸς σκότος, ἀντὶ τοῦ Χριστοῦ ὁ Βελίαρ.

διὸ γρηγόρει, πρόσεχε, ἀναθεωρῶν τὰς καρδίας τῶν ἀδελφῶν διὰ τῆς ἐξαγορεύσεως, καὶ τυπῶν αὐτοὺς εἰς πᾶν ἔργον ἀγαθόν, μέσος ὢν καὶ μήτε ὡς δῆθεν ἡσυχίας καὶ προσευχῆς καὶ ἀναγνώσεως ἐῶν τὰ πράγματα κατὰ τὴν σωματικὴν ζωὴν διαφθείρεσθαι, μηδ’ αὖ πάλιν διὰ τῆς ἀνενδότου καὶ ἐπιμόνου πρὸς αὐτὰ σχολῆς καὶ τριβῆς τὸν νοῦν καταβαπτιζόμενος ἀπὸ τῆς περὶ θεὸν μνήμης καὶ θεωρίας· οὗτος γὰρ ὅρος εὐσεβείας. καὶ εἴπερ σὺ οὕτως βιοῖς, ἑπόμενόν ἐστι καὶ τοῖς ἀδελφοῖς σου, κατὰ τὴν μίμησίν σου, τὸ αὐτὸ ἀναλαμβάνειν καὶ πράττειν· οὔτε γὰρ διὰ τὸ ἐσθίειν καὶ πίνειν καὶ ἐνδύεσθαι ἀπεταξάμεθα, ἢ ἐν τούτοις ἐστὶ τὸ σωτήριον ἡμῶν, οὔτε πάλιν διὰ τὸ ἀργοὺς ἡμᾶς καὶ ἀκινήτους καὶ ἀτρόφους καὶ ἀνενδύτους εἶναι ἐληλύθαμεν εἰς τὸ σχῆμα τοῦτο, ἀλλὰ διὰ τὸ κατὰ καιρὸν ἀμφότερα ἐπιτηδείως ἐπιτελεῖν, κατὰ τὸ ἀποστολικὸν λόγιον, τὸ φάσκον· “πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω”, ἐπεὶ καὶ αὐτὸς ὁ μέγας ἀπόστολος φάσκει δωρεὰν ἄρτον ποτὲ μὴ βεβρωκέναι, ἀλλὰ ταῖς χρείαις αὐτοῦ καὶ τοῖς μετ’ αὐτοῦ οὖσιν ἐπαρκεῖν τὸν ἐκ τῶν ἁγίων αὐτοῦ χειρῶν κόπον. ταῦτα πράττε, ἐν τούτοις ἴσθι· μηδείς σε τῆς νεότητος καταφρονείτω· μὴ παρόρα τὰ ἐκζητήσεως χρῄζοντα, ἵνα μὴ διὰ τῆς δῆθεν χρηστότητος ἀψηλάφητα μένοντα τὰ μικρὰ εἰς μείζονα κακὰ φέρῃς τὴν ἀδελφότητα. λαθροφαγεῖ τις; ἐπιτιμάσθω.

ἰδιαζόντως ἔχει τι ἄνευ εὐλογίας μέχρι καὶ τοῦ τυχόντος; ἐπιτιμάσθω. μεταδιδοῖ, μήτι ἔχων ἐξουσίαν, βρῶμα, ἢ ἀντικαταλλαγὴν ποιεῖται πινακιδίου ἤ τι τοιοῦτο; ἐπιτιμάσθω. γογγύζει; ὡσαύτως. παρακοὴν ὤφλησεν; ἐπιτιμάσθω. οὐ θέλει ἐργάζεσθαι; μηδὲ ἐσθιέτω. φατριάζει ἢ κλέπτει; ἀφοριζέσθω, καθώς εἰσι τὰ ἐπιτίμια.

Ταῦτα δέ, τέκνα καὶ ἀδελφοί, ὑμεῖς ἐπακηκοότες, μὴ βαρέως φέρητε, μηδ’ ἐξ ἀσπλαγχνίας δοκεῖτε ἐπιλέγειν με ταῦτα, ἀλλ’ ἐξ ἄγαν φιλοστοργίας καὶ πόνου τῆς περὶ τῶν ψυχῶν ὑμῶν σωτηρίας, ἐφ’ οἷς λόγον ἀπαιτούμεθα. καὶ τὸ κρῖμα βαρὺ ἐπὶ τὴν κεφαλὴν ἡμῶν, ἐὰν μὴ ἀναγγείλωμεν καὶ ἀναγγέλλωμεν, ἐὰν μὴ ἀσφαλιζώμεθα καὶ νουθετῶμεν, ἐπεὶ καὶ πατρὸς ἀγαθοῦ ἔργον, μὴ ἐᾶν τὰ τέκνα ἀπαίδευτα, ἀλλὰ ταῖς μικραῖς ἀπειλαῖς καὶ προσκρούσεσι προοδοποιεῖσθαι αὐτοῖς τῆς αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν. ψεκτὸς δὲ καὶ βδελυκτὸς πατὴρ ὁ Ἡλί, καθὼς γέγραπται, εἰς τὸ μὴ κατὰ λόγον ἐπιπλήττειν καὶ σφοδρῶς ἐπιτιμᾶν τοὺς ἑαυτοῦ υἱοὺς παρανομοῦντας, ὃς καὶ μετὰ τῶν υἱῶν ἀπώλετο διὰ ταύτην μόνην τὴν ὑπόθεσιν. διὸ στῆτε γενναίως πρὸς τὴν ἄσκησιν ὑμῶν, πρὸς τὰς διακονίας, ἕκαστος πρὸς πᾶσαν ἀγαθὴν ἐπιτήδευσιν, ἵνα τῇ κατ’ ἀρετὴν ὑμῶν προκοπῇ καὶ τὰ σωματικὰ συναυξάνωνται. προσαγορεύομεν ἅπαντας. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ πάντων ὑμῶν, ἀδελφοὶ τιμιώτατοι.