Βλέπε τοίνυν, πῶς προηγεῖσαι τῶν ἀδελφῶν· σου καὶ τέκνων μου, ἀδελφὲ καὶ τέκνον Λουκιανέ, καθώς σοι ἐνετειλάμην, καθὼς πρέπει καὶ καθήκει, ἔξω πάθους ὤν, ἔξω κενοδοξίας, ἔξω προσπαθείας, ἔξω πάσης πονηρᾶς πράξεως, ἵνα ἐκ σοῦ τὸν τύπον λαμβάνοντες τὸν βίον αὑτῶν καλλιγραφῶσιν. ὡσαύτως καὶ σύ, τέκνον μου Δομετιανέ, τῆς αὐτῆς ἔσο καταστάσεως, τὰ ἴσα τῷ ἀδελφῷ σου πράσσων εἰς περιποίησιν τῆς ἀδελφότητος. ἐν τοῖς δυσὶ μία ψυχὴ γνωριζέσθω, μᾶλλον δὲ ἐν τοῖς πᾶσι. μηδεὶς ἑτεροθελείτω, μηδεὶς ἰδιογνωμείτω, μηδεὶς ἀεργείτω, μηδεὶς γογγυζέτω, μηδεὶς νοθευέσθω. πάντες πρόθυμοι, πάντες εὐχάριστοι, εὐκίνητοι, εὐκατάνυκτοι, εὔκλητοι, εὐπρόσιτοι, ἀλληλοχαρεῖς, ἀλληλοφιλεῖς, ἄφθονοι, ἄζηλοι, ἵν’ οὕτως ἐπιγινώσκηται ἐν μέσῳ ὑμῶν ὁ κύριος εἶναι· εἰ γὰρ “ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι”, κατὰ τὴν ἐπιζητουμένην κατάστασιν, ἐκεῖ ἐστι, πῶς οὐχὶ ἐν ὑμῖν τοῖς πλείοσιν; εἴ περ καὶ ἐπειχθείητε καθ’ ἑκάστην φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ ὁ θεὸς ἐν ὑμῖν, τί τὸ λυποῦν, ἢ στενοῦν, ἢ ἀποπνῖγον; οὐδαμῶς, ἀλλὰ πάντα φορητά, κἂν ἐπίπονα εἶεν, εἴτε κατὰ ψυχήν, εἴτε κατὰ σῶμα. καὶ “εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν, ὅς γε τοῦ ἰδίου υἱοῦ”, φησίν, “οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ πάντων παρέδωκεν αὐτόν”; καὶ εἰ οὕτως φυλαξόμεθα εὐζωεῖν, πῶς οὐχὶ σὺν αὐτῷ κληρονόμοι βασιλείας οὐρανῶν γενησόμεθα;