Καὶ γοῦν πρῶτος σύ, τέκνον Βαρσανούφιε, βλέπε ἵνα τὴν διακονίαν, ἣν παρέδωκά σοι, ἄμωμον διατηρήσῃς ἐνώπιον τοῦ ζωογονοῦντος τὰ πάντα θεοῦ· μὴ κατὰ πρόσκλησιν, μηδὲ κατὰ καταφρόνησιν, μηδὲ κατὰ ἀγανάκτησιν, μηδὲ κατὰ ἄλογον ταπείνωσιν, μηδὲ κατὰ ἔπαρσιν φρονήματος, ἀλλ’ οὕτως καὶ οὕτως, συμβουλευτικῶς, οἰκτιρμονικῶς, “ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα”. οὕτως ἱμειρόμενος εὐδόκει καὶ τὴν ψυχὴν αὐτὴν τιθέναι ὑπὲρ τῶν καλῶν σου ἀδελφῶν καὶ τέκνων μου. μέγα τὸ ποιμαίνειν τὰ πρόβατα τοῦ Χριστοῦ. “εἰ ἀγαπᾷς με”—τί εἴρηκεν ὁ Χριστὸς πρὸς τὸν ἅγιον Πέτρον; —, “ποίμαινε τὰ πρόβατά μου”. καὶ σύ, τέκνον, εἰ ἀγαπᾷς τὸν Χριστὸν καὶ ἐμὲ τὸν ἁμαρτωλόν, ποίμαινε καλῶς τὰ τέκνα μου, μᾶλλον δὲ τὰ ἀρνία τοῦ Χριστοῦ. ἐὰν δέ τινες ὡς ἐρίφια σκιρτῶσιν—ἀκούω γὰρ καί τι τοιοῦτον—, κατάστειλον τὰ θράση αὐτῶν, δίδαξον αὐτούς, ὡς “τὰ ἐρίφια ἐξ εὐωνύμων” τοῦ Χριστοῦ σταθήσονται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἐν τῷ μέρει τῶν ἀπολλυμένων, ἐν τῇ μερίδι τοῦ Σατανᾶ. ἐν τούτῳ φόβησον τὰς καρδίας καὶ πάταξον αὐτοὺς τῷ λόγῳ τῆς ἀπειλῆς, ἵνα γένωνται κἀκεῖνοι ὡς ἀρνία. τὰ γὰρ ἀρνία ἥμερά εἰσιν, ἄκακα, πραϋπρόσωπα, εὔνομα, εὐποίμαντα, ἀκραύγαστα, τὰ δὲ ἐρίφια πολύστριγγα, δυσκατεξάνυστα, δύσνομα, κακότροπα. οὐαὶ τοῖς τοιούτοις, ὅτι πυρὸς αἰωνίου δίκη αὐτοὺς ἀναμένει.