Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΞΑ΄-Ο΄: Πνευματική προκοπή, εγρήγορση και αδελφική ενότητα

Έπαινοι για την ευταξία των μοναχών, οδηγίες προς τους προϊσταμένους των εξαρτημάτων, και αυστηρή στηλίτευση της ιδιορρυθμίας, της αποστασίας και της απουσίας φιλαδελφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 12

ΚΑΤΗΧΗΣΙΣ ΞΑʹ. Περὶ τοῦ προσέχειν ἑαυτοῖς, πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, ἀναψύχομεν, ὁσάκις ἂν ἐπιστῇ τις τῶν ἀδελφῶν ἐκ τῶν αὐτόθι, ἢ ἀπαίρει ἐκ τῶν ἐνταῦθα, καὶ πρὸς τὸ ὀξὺ ἀπαλλαττόμεθα μερίμνης διερωτῶντες καὶ διαμανθάνοντες τὰς ὑγείας ὑμῶν καὶ τὰ συμβαίνοντα πολυτρόπως. καὶ ὁπόταν μὲν διδαχθῶμεν καλῶς ἔχειν τὰ καθ’ ὑμᾶς, εὐθυμίας καὶ χαρᾶς πληρούμεθα· ἐπὰν δὲ ἐναντίως, πληττόμεθα καὶ κατατιτρωσκόμεθα καὶ περιεχόμεθα τῇ λύπῃ. τὸ δὲ νῦν ἔχον εὖ μεμαθηκότες παρὰ τοῦ πρεσβυτέρου Μελετίου καὶ τοῦ ἀδελφοῦ Σιλουανοῦ, ἠγαθύνθημεν καὶ παρεκλήθημεν κατὰ ψυχὴν οὐ μετρίως, καὶ χάρις θεῷ, καὶ εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἐπὶ τῇ ἐν ἅπασι κατευοδώσει ὑμῶν. καὶ μακάριοί ἐσμεν, τέκνα, εὐπραττοῦντες καὶ εὐβιοῦντες καὶ τῆς τῶν οὐρανῶν βασιλείας τὰς ἀπολαύσεις ἀποκαρπούμενοι διὰ τῆς μικρᾶς ὑμῶν ταύτης καὶ μηδαμινῆς κακοπαθείας, ὅτι πᾶς ὁ μοναχικὸς κόπος, ὡς οἱ πατέρες βοῶσιν, ἐλαφρός ἐστι καὶ οἷον μικρά τις ἀνία πρὸς τὴν ἀτελεύτητον καὶ μακαρίαν εὐφροσύνην.

Ἐὰν οὖν ἐπιμένοντες ἐπιμένητε, ὡς εἴρηται, “χαίρετε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς”. ἀλλὰ προσοχῆς χρεία καὶ ἑκάστοτε τῆς ἡμέρας καὶ τῆς ὥρας ἐπανάληψις τοῦ νοὸς ἡμῶν ποῦ ποτέ ἐσμεν καὶ ποῦ μέλλομεν μεθίστασθαι καὶ ποταπὴ ἡ ἀναχώρησις τοῦ κόσμου, ἡ ἀπάντησις τῶν ἀγγέλων, ἡ παράστασις τοῦ θεοῦ, ἡ ἀνάκρισις τοῦ κριτοῦ, ἡ ἀπόδοσις τῆς ἐκ δεξιῶν καὶ τῆς ἐξ εὐωνύμων παραστάσεως. τούτοις ὀρθρίζεσθε, τούτοις μελετᾶτε, ἐν τούτοις ἀναστρέφεσθε. ἤδη μαρτύρομαι ὑμῖν ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων αὐτοῦ, ἵνα ἀξίως τοῦ ἐπαγγέλματος περιπατοῦντες μὴ ἐκκλίνητε εἰς τὰ ἀριστερά, μηδὲ συληθῆτε εἰς τὴν ἁμαρτίαν, μηδὲ δελεασθῆτε εἰς τὴν παῤῥησίαν καὶ μέχρι γελοιάσματος, γωνιάσματος, προσεγγίσεως παντὸς μέλους ἤ τινος ἄλλου τῶν γνωρίμων ὑμῖν. βλέπετε, βοῶ, καὶ βοῶν οὐ παύσομαι· τὰ ὦτα ἀνοίξατε καὶ τὴν καρδίαν κάητε καὶ σύνετε ἃ λέγω, καὶ διαφυλάττεσθε ἀσινεῖς, κοπιῶντες ὑπὲρ ἡμῶν, ὑπὲρ τῶν ἀσθενῶν, ὑπὲρ τῶν πτωχῶν, ἵν’ ὡς ἐργάται τοῦ ἀμπελῶνος θεοῦ κομίσησθε τὸν μισθὸν πολὺν καὶ ἄπειρον.

Ἤκουσταί μοι, ὡς ἀλογία γίνεται ἐξ ὑμῶν· λέγετε γὰρ καὶ ἀποχωρίζετε καὶ ἀπομερίζεσθε, “ζεῦγος ἐμόν” φάσκοντες “καὶ μὴ μιχθῇ μου ὁ χόρτος, καὶ τοῦτο καὶ τὸ ἄλλο ἐμοὶ ὁρᾷ”. καὶ ταῦτα παραλυτικά εἰσι τῆς καταστάσεως. τί λέγουσιν οἱ πατέρες; ὅτι ἐνδέχεται μηδὲ πινακίδιον λέγειν τινὰ ἴδιον, μηδὲ γραφεῖον, καὶ ὑμεῖς, ὡς ἤρξασθε, ταχὺ διαμερίζεσθε, καὶ τὰ οἰκήματα μεμέρισται καὶ ἡ ἀδελφότης. οὐχὶ τῷ ἐμῷ θελήματι οἱ πάντες κάμνετε; οὐχὶ καὶ δι’ ἐμέ ἐστε ἐν τοῖς αὐτόθι; τί λοιπὸν ματαιοκοπεῖτε οἱ τοιοῦτοι; ἀλλ’ εἰ καὶ ἐγένετο, ἀπάρτι μὴ γένηται. ναί, τέκνα μου, ὑπομνήσκω ὑμᾶς μετὰ παρακλήσεως, μηδὲ εἰκῇ δράμωμεν καὶ πυκτεύσωμεν, ὡς εἰς ἀέρα δέροντες, ἀλλ’ ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ καὶ ἔργῳ καὶ λόγῳ καὶ ἐπιτηδεύματι ἑαυτοὺς κατευθύνωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΒʹ. Περὶ ἀκακίας, πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες. ἐξ ὅτε εἰσῆλθεν ὁ οἰκονόμος, μὴ μαθόντες τὰ περὶ ὑμῶν, τέκνα, ἀσχάλλομεν καὶ ἀδημονοῦμεν, τί καὶ ποταπῶς περισῴζοισθε ὑγιαίνοντες ψυχικῶς τε καὶ σωματικῶς. κἂν γὰρ ὧδε καθήμεθα, ὡς αὐτόθι ὄντες τὸ μεριμνᾶν ἔχομεν καὶ ὁρᾶν ὑμᾶς κατὰ ψυχήν. τοῦτο νύκτωρ καὶ μεθ’ ἡμέραν, τοῦτο πρὸς πᾶσαν ὥραν καὶ ἁμαρτωλὸν εὐχὴν ἡμῶν, ἵν’ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρακαλῆται καὶ ἀγαθύνηται καὶ δυσωπῆται δι’ ἱκεσιῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, ἐπὶ τῇ σωτηρίᾳ καὶ ἀγαθοπραγίᾳ ὑμῶν. τίς ἆρα ἡ κατάστασις ὑμῶν ἄρτι ἡ εὐκταία καὶ ζηλωτὴ καὶ εἰρηνικὴ καὶ φίλη ἡμῖν, πάντων ὑπακουόντων καὶ πάντων ταπεινουμένων, καὶ πάντων διαγωνιζομένων, ἀγρυπνούντων, ψαλλόντων, προσευχομένων, ἐξαγγελλόντων, εἰρηνευόντων, κοπιώντων, ὑποπιπτόντων, βιαζομένων, ὑπομενόντων, κατενενυγμένων; ἐὰν γὰρ οὕτως ἐστέ, ὄντως οἰκεῖ ἐν ὑμῖν πνεῦμα ἅγιον καὶ ὡς ἀληθῶς μαθητεύετε τῷ σωτῆρι καὶ τοῦ ἁγίου σχήματος οὐ νοθεύετε τὴν σεβασμιότητα, καὶ τάχα ἕως τῆς εἰσόδου τοῦ οἰκονόμου, ἐπεὶ οὐχ ὁλικῶς ἀπεκατεστάθητε· νῦν δὲ χάριτι Χριστοῦ χρονισάντων ὑμῶν, πάντως ὅτι ἐβεβαιώθητε καὶ ἐστηρίχθητε καὶ συνεστοιβάσθητε καὶ ἀπήρξασθε παντὸς ἀγαθοῦ καὶ σωματικοῦ πράγματος.

Σὺ μὲν οὖν, τέκνον Ἀκάκιε, ἀκάκως πορεύθητι—“ἄκακοι γάρ”, φησί, “καὶ εὐθεῖς ἐκολλῶντό μοι”—, ἔχων καὶ τὸ πανοῦργον τοῦ ὄφεως· ἐπειδὴ γὰρ ἄρχων εἶ ἄρτι καὶ κεφαλή, τὸν ἐμὸν ἐπέχων τόπον, ὅρα τοῖς ὀφθαλμοῖς καὶ τοῖς ἔσω καὶ τοῖς ἔξω τὰ τῶν ἀδελφῶν σου, καὶ ἄκουε τέσσαρσιν ἀκοαῖς σου, μή τις ἀδελφῶν ἐξ ἀφυλαξίας ἐμπέσῃ εἰς κρημνὸν καὶ βάραθρον ἁμαρτίας ἐν τῷ μὴ προαναγγέλλειν σε, ἐν τῷ μὴ διαμεριμνᾶν σε καὶ διαζητεῖν τοῦτον κἀκεῖνον. καὶ πῶς; φησί. σὺ ἀδελφέ, τί οὕτως καὶ διατί τοιῶσδε οὐκ ἐπορεύθης; ἢ καὶ ἀποδεχόμενος καὶ προσευχόμενος τοῖς ἀξίοις νόει ἅ σοι λέγω· δῴη γάρ σοι κύριος σύνεσιν. καὶ πρὸς ὑμᾶς λέγω· ἴδοιμι οὖν, πῶς αὐτῷ μέλλετε ὑποτάσσεσθαι οἱ πάντες τῶν ἀδελφῶν, καὶ μάλιστά γε οἱ πρῶτοι, ἐξ ὧν καὶ οἱ ἄλλοι συνέψονται· εἴ τι γὰρ ὁρᾷ ὁ ἔσχατος τοῦ πρὸ αὐτοῦ, τοῦτο καὶ ποιήσει. σύ τε πάλιν, ἀββᾶ Διονύσιε, ἐν ἐπιμελείᾳ ἔσο ἐν τοῖς ἔργοις τῶν χειρῶν σου, θεοφιλῶς διεξάγων τοὺς ἀδελφοὺς τοὺς συγκάμνοντάς σοι, ἐπερειδόμενος τῇ βουλῇ τοῦ Ἀκακίου· καὶ εἰρηνικὰ ἐν πραΰτητι ὁμίλει, ἔστιν ὅτε καὶ πληκτικόν· ἀλλ’ οὐκ εἰσὶ τὰ τέκνα μου νωθρὰ καὶ παρειμένα, μᾶλλον δὲ αὐτοκίνητα καὶ περιδέξια. πάλιν δὲ σύ, τέκνον Εὐόδιε, οἰκονόμει καλῶς τὸν ἀδελφόν σου καὶ ἐν τῇ βουλῇ τοῦ Ἀκακίου τὸ ὁμόψυχον πρὸς πάντας κέκτησο, οὕτως ὢν ἐν μέσῳ τῶν ἀδελφῶν, ὡς ἔσχατος τῇ προθέσει.

κἂν τὸ πρωτεῖον ἔχῃς, καὶ ἐν οἷς ἂν λέγῃς καὶ πράττῃς, τὸν θεὸν πρὸ ὀφθαλμῶν ἔχε, ἵνα διδῇς χάριν τοῖς ὁρῶσί σε, μηδ’ αὖ παραφθείρων τὰ πράγματα τοῦ μοναστηρίου. αὐτός, ἀββᾶ Γρηγόριε, ὡς ἀσκὸς ἐλαίου μεστὸς ἔσο εἰς τὴν ἀδελφότητα, ἐπὶ πάντας διοδεύων καὶ τοὺς πάντας εἰς χρηστότητα φέρων· ἱερεὺς θεοῦ φωτιστικὸς γὰρ εἶ καὶ φωτίζειν ὀφείλεις. ἔπειτα αὐτός, τέκνον ἀββᾶ Δωρόθεε, συμψύχει τῷ Διονυσίῳ, καὶ ἐν δυσὶ σώμασι μία ψυχὴ ἔστω καὶ βουλή, ἵν’ εὐφραίνωνται οἱ ἀδελφοί. βλέπετε, πῶς ὑμεῖς οἱ κελλαρῖται ἵνα τὸν τῆς διακονίας μισθὸν λάβητε κἀγὼ ἀκούων τὰ περὶ ὑμῶν χαίρω. σύ, τέκνον Ἡρακλᾶ, τὴν ἄμπελον ὡς ἄμπελον κυρίου ἐργάζου, πρὸ δὲ ταύτης σεαυτόν, ἵνα φέρῃς οἶνον κατανύξεως. καὶ ἑνὶ ἑκάστῳ τῶν ἀδελφῶν τῇ αὐτῇ δυνάμει προσλέγομαι, καὶ παρακαλῶ καὶ δυσωπῶ, τεκνία μου, οὕτως περιπατήσατε, ἵνα χαρῶμεν εἰς τὸν αἰῶνα· περὶ γὰρ σοῦ, τέκνον ἀββᾶ Γεράσιμε, καὶ τῶν σὺν σοὶ ἐπὶ τὸ εἰσελθεῖν ὄντων, οὐκ ἔχω πολλὰ λέγειν, ἢ ἵνα συντομεύσητε καὶ εἰσίητε ἐνταῦθα. ὁ Χριστὸς ὑμᾶς φυλάξοι, τέκνα ποθεινότατα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΓʹ. Περὶ ταπεινοφροσύνης πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, ἡ ἐμὴ ἐπιθυμία καὶ ἀνάπαυσις τί ἄλλο, ἢ τὸ ἀκούειν περὶ τῶν ἐμῶν τέκνων, ὅτι ὑγιαίνουσιν ἐν τῇ κατὰ θεὸν προκοπῇ καὶ μέντοι καὶ τῇ σωματικῇ εὐρωστίᾳ; ἐπεὶ οὖν τοῦτο εἰσελθόντες οἱ ἀδελφοὶ ἀπήγγειλαν, χαρᾶς πόσης ὅτι οὐ γεγόναμεν ἔμπλεοι, δοξάζοντες καὶ εὐχαριστοῦντες τῷ περιφρουροῦντι ὑμᾶς κατὰ πάντα θεῷ, ἀδελφοὶ τιμιώτατοι;

καί γε ἐγνώκαμεν μάλιστα διὰ τῆς ἀπαγγελίας τοῦ Ἐπιφανίου τὴν ἐνοῦσαν ὑμῖν τάξιν καὶ εὐθύτητα καὶ θεοπραγίαν· ἐδίδαξε γὰρ πρῶτον μέν, ὅτι σύ, τέκνον Ἀκάκιε, κατὰ σκοπὸν διώκεις καὶ περικρατεῖς τὸ ὅλον τῆς ἀδελφότητος διεγηγερμένως καὶ γρηγόρως καὶ θεοσυνέτως, συμπαρεδρεύοντα ἔχων καὶ τὸν καλὸν Γρηγόριον, εἰς διομάλισιν καὶ γαληνότητα τῶν δυσκολούντων καὶ κλυδωνιζόντων ἔσθ’ ὅτε πραγμάτων· ἔπειτα ὅτι καὶ αὐτός, ἀββᾶ Διονύσιε, δι’ ὃ εἶ φερωνύμως εἰπεῖν, νύσσεις ἑαυτὸν εἰς ἀγάπην θεοῦ καὶ εἰς θερμότητα πνευματικήν, πατρικῶς καὶ μητρικῶς ὡς ἐγκόλπια τοὺς οἰκείους σου ἀδελφοὺς βρεφοτροφῶν οἱονεὶ καὶ περιέπων ἀμφότερα· εἶτα ὅτι καὶ σύ, τέκνον Εὐόδιε, εὐοδοῦσαι ἐν κυρίῳ καὶ εὔοδα ποιεῖς κατενώπιόν σου τὰ ἀρεστὰ καὶ θεῷ καὶ ἡμῖν· ἔπειτα οἱ πάντες, κελλαρῖταί τε καὶ πρῶτοι καὶ δεύτεροι καὶ μέσοι καὶ ἔσχατοι, ὡς ὑπὸ μιᾶς κεφαλῆς καὶ μιᾶς ψυχῆς ἄγεσθε καὶ διεξάγεσθε, εἰρηνικῶς καὶ ὑποτακτικῶς τὰ πάντα καλῶς περαιούμενοι. ἐν τούτοις ἡ χαρὰ ἡμῶν, ἐν τούτοις ἡ προκοπή, ἐν τούτοις ἡ εὐελπία. καὶ ναί, ναί, τέκνα μου, καὶ ἀπὸ τοῦ παρόντος τῇ χάριτι τοῦ θεοῦ ἀναστρεφόμενοι φάνητε ὁποῖοί ἐστε, ἀνόθευτοι καὶ ἀκαπήλευτοι μαθηταὶ τοῦ κυρίου καὶ γνήσιοι υἱοὶ τῆς ταπεινώσεώς μου, ἀποσῳζόμενοι ὡς ἐν τῇ παρουσίᾳ καὶ ἐν τῇ ἀπουσίᾳ, ὡς ἐν τῇ κατὰ πρόσωπον συντυχίᾳ καὶ ἐν τῇ διὰ τοῦ γράμματος.

μὴ οὖν ἔστω τις παρεκτροπὴ ἢ παρακίνησις· ἀλλ’ εἰ καὶ συμβαίη γενέσθαι, θᾶττον εἴη προσεπανόρθωσις· καὶ γὰρ ἄνθρωποί ἐσμεν, σφάλμασιν ὑποκείμενοι. ἐάν τις μαχήσηται, πάλιν πραϋνθήτω· ἐάν τις ἀντιλογήσῃ, ταπεινωθήτω, ἢ καὶ γογγύσῃ, ἀλλὰ θᾶττον ἐξαιτήσει τὴν συγχώρησιν· καὶ μάλιστά γε ἐπὶ τῶν πρώτων καὶ τὴν εἰρήνην διωκόντων τὴν πραότητα καταλαμβάνεσθε. ἔστω σου ὁ λόγος, Ἀκάκιε, ἐν φόβῳ θεοῦ, καὶ πρό γε τοῦ λόγου τὸ φρόνημα καὶ ἀρχικὸν καὶ ὑποτακτικὸν καὶ θεωρητικόν, ἀλλὰ καὶ παρορατικόν, συγκαταβαίνων ἀλλὰ καὶ συνανερχόμενος, μὴ καταλύων τὴν τάξιν, ἥνπερ ἔλαβες διὰ τῆς ἁπλότητος, ἀλλὰ μηδὲ ὑπὲρ τὸ δέον ἀντιποιούμενος αὐτῆς διὰ τῆς μονοῤῥεπείας καὶ αὐτοθελήσεως καὶ αὐτοκρατορίας καὶ αὐθεντείας. μιμητὴν ἐμοῦ γενέσθαι οὐ τολμῶ σοι λέγειν, ἀλλὰ τῶν πατέρων· ἐν τῷ γὰρ οὕτως σε περιπατεῖν εὖ ἔσθι, ὅτι πάντα καλὰ ἐνώπιόν σου φανήσονται καὶ “θῆρες ἄγριοι εἰρηνεύσουσί σοι”, κατὰ τὸ τοῦ Ἰὼβ λόγιον, οὐχὶ ἄνθρωποι καὶ ἀδελφοὶ ὁμόψυχοι. ἐὰν σὺ οὕτως, πόσον ὀφείλουσιν ὅ τε ἀββᾶς Διονύσιος καὶ ὁ ἀββᾶς Εὐόδιος καὶ οἱ λοιποὶ ὑποταχθῆναι; ἢ τάχα ὡς κηρὸς τῷ μαλάσσοντι, ὡς χαλκὸς τῷ τύπτοντι καὶ ὡς ἄλογον τῷ ἄγοντι.

Μὴ οὖν, τέκνα, ἀδολεσχήσητε, μηδὲ ἀντιλογήσητε, μηδὲ ἐκζητήσητε κυριότητας καὶ πρωτοφανείας καὶ ἐρεσχελίας, εἰς τὸ παρὰ τῶν κοσμικῶν οὕτως ὑμᾶς λαμβάνεσθαι· ἀποδεδοκιμασμένα γάρ εἰσιν ἀπὸ θεοῦ καὶ τῆς ταπεινώσεώς μου· ἐμοὶ δὲ καὶ τῷ θεῷ ἀγαθόν ἐστι προσκολλᾶσθαι ἀλλήλοις διὰ τῆς ταπεινώσεως καὶ τίθεσθαι ἐν κυρίῳ τὰς ἐλπίδας ὑμῶν, οὐκ εἰς ἀνθρώπους, τοῦ ἐξαγγελθῆναι πάσας τὰς αἰνέσεις ὑμῶν οὐκ εἰς τόδε χωρίον, οὐδ’ εἰς τόδε ἀγρίδιον καὶ πόλιν καὶ παροικίαν, ἀλλ’ “ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών”, καθὼς ὁ θεῖος Δαυὶδ ἀνακράζει. ἔριδες καὶ ζῆλοι ἐν τοῖς κατὰ κόσμον, φθόνοι καὶ πρωτοκλησίαι καὶ πρωτοκαθεδρίαι ἐν τοῖς ματαιόφροσιν· ἐν ἡμῖν δὲ τὰ ἀντικείμενα, ὑπόπτωσις, μικρολογία, ἐσχατωσύνη, ἱλαρότης, πραότης, ἀμαχότης, τὸ τυπτηθῆναι, εἰ τύχοι, καὶ ῥαπισθῆναι καὶ ἐν τούτῳ στρέψαι καὶ τὴν ἄλλην σιαγόνα, ἢ ἀγγαρευθῆναι μίλιον καὶ ἀπιέναι δύο, ὡς ὁ διδάσκαλος ἡμῶν Χριστὸς λέγει. γνῶτε οὖν τίνος ἐστὲ μαθηταὶ ἐκ τῶν οἰκείων ὑμῶν ἔργων· οἴδατε ὅτι Ἰησοῦ Χριστοῦ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. διὰ τοῦτο πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν ταῦτα ἀναθεωρεῖτε καὶ ἐκζητεῖτε καὶ μεθοδεύετε, καὶ ἀντιφέρετε καὶ συλλαμβάνεσθε, πρὸς τὸ ὀρθοποδεῖν ὑμᾶς ἐν τῇ ὁδῷ τοῦ θεοῦ, καὶ εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν ἄρχεσθαι ὑμᾶς κρειττοτέρως πορεύεσθαι ἕως τοῦ αἰῶνος.

ΚΑΤΗΧΗΣΙΣ ΞΔʹ. Παραινετικὴ πρὸς τοὺς εἰς Τὰ Καθαρὰ ἀδελφούς. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, εἰ μὲν τῇ σωματικῇ ταύτῃ καὶ πρὸς μικρὸν διαστάσει συνείπετο καὶ ὁ κατὰ ψυχὴν διασπασμός, ἐθρήνησα ἂν ἐφ’ ὑμᾶς πικρῶς, διαιρεθέντας ἐν τοῖς αὐτόθι, καὶ ἀπεκλαυσάμην μακρὸν καὶ ἕως θανάτου τὸ τοιοῦτον ἀλγεινὸν πάθος καὶ ἀθεράπευτον, καὶ οὐδεμία μοι παρηγορία οὐδὲ λόγος ἦν πρὸς ταῦτα, ἀλλὰ πάντα κατεβαλλόμην ἄν, πάντα ἐποίουν, ἵνα συνηρμοσάμην ὑμᾶς πάλιν τῷ ἀδελφικῷ ὑμῶν σώματι καὶ περιήρθρωσα τοῖς ἄλλοις καὶ τηλικούτοις μέλεσιν. ἀλλ’ ἐπεὶ οἰκονομία τὸ γεγονὸς καὶ ἐπέκτασις τεκνικὴ καὶ πλατυσμὸς πνευματικὸς καὶ προκοπὴ τοῦ ταπεινοῦ ἡμῶν κοινοβίου, καὶ δόξα καὶ αἴνεσις εἰς θεὸν καὶ καύχημα καὶ χαρὰ τῆς ἐμῆς ταπεινώσεως ἡ τοῦ πνευματικοῦ τέκνου, τοῦ ἀδελφοῦ ὑμῶν τε καὶ ἡγουμένου, ὥσπερ οὐκ ἐκεῖνος ἀλλ’ οὐδ’ ὑμεῖς συναπεῤῥάγητε, μένετε δὲ ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν, οἱ πάντες κἂν εἰς τὰ πέρατα διαστῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. διὸ οὐ κλαίω, οὐδὲ ποτνιῶμαι, οὐδὲ κατακόπτομαι, οὐδὲ κατατήκομαι οὔτε ἐφ’ ὑμῖν, οὔτε ἐπὶ τοῖς ἐν τῷ Σακκουδίωνι, οὔτε ἐν τοῖς ἄλλοις μοναστηρίοις, ἀλλὰ χαίρω καὶ κατατέρπομαι ὁρῶν μου τὴν προκοπὴν δι’ ὑμῶν καὶ τὸ ἔργον μου πολυπλασιαζόμενον διὰ τῆς εὐχῆς τοῦ κυρίου μου πατρὸς καὶ πατρὸς ὑμῶν.

καὶ ὡς εἰς οἰκοδομὴν ὑμᾶς μᾶλλον πέμψας καὶ ὡς ἀποστολικοὺς ἄνδρας, εἰς τὸ φωτίσαι πολλούς, καὶ ὡς ἐργάτας τῶν ἐντολῶν τοῦ κυρίου, γήθω καὶ ἀναθάλλω καὶ ἐγκαλλωπίζομαι ἐν τοῖς ἐμοῖς τέκνοις, κἂν ἐλεεινός εἰμι· εἰ δὲ καὶ δακρύω καὶ στένω ἀδιαλείπτως (ἀληθὲς γάρ), ἀλλὰ ἄλλοις τρόποις· ἐξ ἀγάπης γάρ μου ταπεινῆς καὶ στοργῆς, κἂν ἀνάξιός εἰμι, φιλικῆς καὶ πατρικῆς καὶ κηδεμονικῆς, τὸ μὲν διὰ τὴν σωματικὴν στέρησιν (ὁπόσα γὰρ ἂν εἴποι τις, ἐφίεται καὶ ὁ πνευματικὸς πατὴρ καὶ τὰ πνευματικὰ τέκνα καὶ σαρκὶ ἀλλήλους ὁρᾶν), τὸ δὲ διὰ τὸ σῶσμα ὑμῶν, ἵνα μὴ μόνον ὡς ἀπέλυσα, ἀλλὰ καὶ μειζόνως ἐνοικοδομῆτε καὶ προσθήκῃ τῶν εἰς ἀρετὴν ἐπιδόσεων.

Δεῦρο δὴ οὖν, τέκνα μου, φυλάσσητε τὰς παρακαταθήκας ὑμῶν, ἃς παρελάβετε δι’ ὁμολογίας ὑμῶν ἐν ἐπιθέσει τῶν ἁμαρτωλῶν μου χειρῶν κατενώπιον τοῦ βήματος τοῦ Χριστοῦ, μέχρις ἂν ἐμπνέητε· καὶ δεύτερον, καθὼς ὑμᾶς ἀπέταξα ἐν τοῖς αὐτόθι, γένοισθε τῷ ἡγουμένῳ καὶ ἀδελφῷ μου καὶ τέκνῳ στηριγμὸς καὶ πλουτισμὸς καὶ πλατυσμός, πάντα ποιοῦντες καὶ λέγοντες ἐπὶ συστάσει τῆς οὔσης ἢ καὶ ἐπισυναγομένης ἀδελφότητος· καὶ ὡσὰν φύραμα καλὸν ὅλους εἰς ἑαυτοὺς ἀναζυμώσατε καὶ τῷ πυρὶ τῆς ἀγάπης ἐξοπτήσαντες ἄρτος ἦτε ἡδὺς θεῷ τε καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ ὑμῶν τῷ ἡγουμένῳ. καὶ μὴ λάβητε, τέκνα μου ἠγαπημένα, τὸν καιρὸν εἰς ἀνάπαυσιν σωματικὴν καὶ ἐκπλήρωσιν θεληματικήν, ἀλλ’ εἰς αἴνεσιν θεϊκὴν καὶ εἰς δόξαν εὐσεβῆ καὶ ἀνάπαυσιν ψυχικήν, καὶ μετὰ τοῦτο, ἐπεὶ εὐθυνεῖται ὁ τόπος εἰς μετρίαν καὶ ἀρκοῦσαν παράκλησιν σωματικήν· τότε γὰρ ἕξει τὸ ἀκατάκριτον ἡ παράκλησις, ἐὰν προηγουμένην ἔχῃ τὴν πνευματικὴν ἀπόλαυσιν.

καὶ ἴδοιμί σε λοιπόν, ὦ τέκνον μου πεποθημένον Βαρσανούφιε, καὶ σέ, ὦ φίλτατόν μου τέκνον Γεράσιμε, ὅπως ἔχοιτε περιπατῆσαι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ὑπὸ τῶν λόγων τυπούμενοι τοῦ ἀδελφοῦ ὑμῶν καὶ ἡγουμένου καὶ ὁμοψυχοῦντες αὐτῷ ἐν πᾶσι καὶ τρέχοντες εἰς δόξαν αὐτοῦ πνευματικήν, καὶ εἰρηνεύοντες πρὸς ἀλλήλους καὶ ὑποτασσόμενοι θάτερος θατέρῳ· οὐχ οὕτως γὰρ ἔπεμπεν ὁ δεσπότης ἡμῶν Χριστὸς ὁ θεὸς τοὺς μαθητὰς αὑτοῦ; “καὶ ὁ ἕτερος αὐτῶν”, φησίν, “ᾑρεῖτο ὑποταγῆναι τῷ μείζονι”. δέον λοιπὸν ἐν ἀγάπῃ ὑποτάσσεσθαί σε τῷ Βαρσανουφίῳ καὶ ὑμᾶς τοὺς λοιποὺς φωστῆράς μου, θεὸν ἐν πᾶσιν οἱ πάντες πρὸ ὀφθαλμῶν ἔχοντες, τὸν τῆς δόξης κύριον, ἀναμνημονεύοντες τὸν θάνατον καθ’ ἡμέραν καὶ ὡς παρόντας λογιζόμενοι τοὺς ἀγγέλους, καὶ τὴν ἀπόθεσιν τοῦ σκήνους καὶ τὴν ἐκ τοῦ κόσμου ἐκδημίαν, καὶ τὴν εἰς θεὸν ἐνδημίαν, τὸ φοβερώτατον λογοθέσιον, τὸ ἀπαραλόγιστον κριτήριον, τὸν ἀποφατικὸν λόγον τοῦ μονογενοῦς υἱοῦ καὶ θεοῦ ἡμῶν πρὸς τοὺς ἁμαρτωλοὺς μέν, ὧν πρῶτός εἰμι ἐγώ, “πορεύεσθε ἀπ’ ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ”· πρὸς δὲ τοὺς δικαίους, μεθ’ ὧν καὶ ὑμεῖς, “δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου”.

πρὸς ταῦτα οὐδὲν ὁ κόσμος, οὐδὲν ἡ ἐπίγειος χαρά, οὐδαμινὴ ἡ ἀνθρωπίνη δόξα, ὁ καλλωπισμὸς τῶν ἱματίων, ὁ μυρισμὸς τῶν ἀρωμάτων, ὁ χορτασμὸς τῶν βρωμάτων, ὁ ἐμπλησμὸς τῶν πομάτων, τὰ μαγγανεύματα τῶν μαγειρευμάτων, αἱ κραιπάλαι, αἱ οἰνοποσίαι, αἱ ἀδηφαγίαι, αἱ ὀλλύμεναι ἡδοναὶ πᾶσαι καὶ ἄχρηστοι.

Ὑμεῖς οὖν, τέκνα μου, χορτάσατε τὸν θεὸν καὶ τὰ θεῖα καὶ οὐράνια· μεθύσατε τὰ τοῦ πνεύματος ὑπὲρ κόρον, ἀπολαύσατε τὰ ὄντως ἡδέα καὶ γλυκερὰ ὑπὲρ μέλι καὶ κηρίον, τὰ λόγια τῆς χάριτος· καλλωπίσασθε τῇ ἁγνείᾳ, διακοσμήθητε τῇ ἐγκρατείᾳ, πλουτήσατε τῇ εὐπραξίᾳ, δοξάσθητε τῇ ταπεινοφροσύνῃ, ἀνέλθετε εἰς οὐρανοὺς τῇ ἀπαθείᾳ, μεγαλύνατε τὸν κύριον σὺν τοῖς ἀγγέλοις, τοξεύσατε τὸν ἀντίπαλον τῇ θεοφοβίᾳ, ἀριστεύσατε μετὰ τοῦ ἁγίου Δαυίδ, τῇ τριαδικῇ ἐπικλήσει ὡς τρίλιθον πέμποντες κατὰ τοῦ νοητοῦ Γολιὰθ τὴν ἁγίαν προσευχὴν ὑμῶν, πάντοτε φωτιζόμενοι, πάντοτε καθαιρόμενοι, πάντοτε οὐρανιούμενοι, ἵνα εἴρηται καὶ πρὸς ὑμᾶς ὡς ἀπὸ στόματος κυρίου, “ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου”, προσευχόμενοι καὶ ὑπὲρ τῆς ἐμῆς ἀναξιότητος, ἵνα μὴ καταπίῃ με τέλεον ὁ πειράζων, ἵνα λάβω ὅπλα δικαιοσύνης, ἵνα περιφράξωμαι ἔργοις εὐσεβείας, ἵνα προπορεύωμαι ὑμῶν, εἰ καὶ τολμηρὸν εἰπεῖν, μωσαϊκῶς, ἵν’ ἐπάρω ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ ἀπὸ προσώπου τῶν Ἀμαληκιτῶν δαιμόνων, ἵν’ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας τῶν ἀγαθῶν ἐπιτηδευμάτων. ἀλλὰ πολὺ καὶ ὑπὲρ ἐμὲ τὸν ἄσωτον καὶ ἀπεγνωσμένον τὸ αἴτημα· πλὴν οὐ κακὸν ἐπεθύμησα, οὐδ’ ἵνα εἰς κακὸν εὔχησθε ᾐτησάμην.

σώσαι ὑμᾶς Χριστὸς ὁ θεὸς ἡμῶν, καὶ σώσαι κἀμὲ καὶ πάντας τοὺς ὧδε κἀκεῖσε καθεζομένους ἀδελφοὺς ἡμῶν τῇ προσευχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, καὶ σώσαι εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΕʹ. Περὶ ἀγάπης καὶ ἐξόδου ψυχῆς· πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες. εὐαποδέκτως ἔχων πρὸς τὰ τίμια ὑμῶν γράμματα πάνυ, ἀδελφοί μου τιμιώτατοι, ἀπολογίαν πρέπουσαν ἔχοντα διὰ συντετριμμένης καρδίας καὶ πνεύματος ταπεινώσεως, καὶ ἐν τῷ λυπηθῆναι ὑμᾶς ὄντως εὐφράνθην, διότι πίστεως καὶ ἀγάπης σημεῖον τὸ τοιοῦτον οὐκ ἐφ’ ὑμῖν μόνον, ἀλλὰ καὶ ἐπ’ ἐμοὶ τῷ ἀθλίῳ πατρί. “ὃν γὰρ ἀγαπᾷ”, φησί, “κύριος, καὶ παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται”. συγχωρήσαι ὑμῖν ὁ θεὸς καὶ πάλιν λέγω καὶ ἀλύπως πρὸς τὸ ἑξῆς ἔχειν ἐχομένους τῆς φροντίδος καὶ ἐπιμελείας ὑμῶν. ἀλλὰ δεῦρο ἔλθωμεν καὶ ἐπὶ καθολικῆς κατηχήσεως.

Γινώσκετε τοίνυν ἀληθῶς, ὦ τέκνα μου ἠγαπημένα, ὅτι οὐκ ἐν ἡμέρᾳ, οὐκ ἐν νυκτί, οὐκ ἐν ὡρισμένῃ ὥρᾳ ἄλλη τις εὐχή μοι ὑπάρχει προαρχομένη καὶ ἀπολήγουσα, ἢ τὸ ὑμᾶς σῴζεσθαι, διατηρουμένους, τῇ σκέπῃ τοῦ θεοῦ καὶ τῇ εὐχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ἀσινεῖς καὶ ἀπροσκόπους ἐν ἅπασι πράγμασιν. ἐν τούτῳ καὶ ὁ πόνος μου καὶ ἡ ἀδολεσχία, μᾶλλον δὲ ἡ ζωὴ καὶ ὁ θάνατος, προσθήσω δὲ ὅτι καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ ἡ χαρὰ καὶ ἡ λύπη· καὶ οὐδὲν ἄλλο μοι περισπούδαστον, τέκνα μου, καὶ ἐπιθυμητόν, ἢ τὸ ὑμᾶς κερδῆσαι καὶ ὑμᾶς τελειῶσαι καὶ ὑμᾶς παραστῆσαι θεῷ ζῶντι θυσίαν καθαρὰν καὶ ἄμωμον. ἀλλ’ οὔπω ἠξίωμαι, οὔπω πέφθακα εἰς τηλικοῦτον μέτρον, πλὴν ὅτι ἐφίεμαι καὶ ἀγωνιῶ καὶ στέργω, δυναμοῦντος θεοῦ καὶ συνευδοκούντων ὑμῶν καὶ συνερχομένων καὶ συνεπομένων μοι. ἀμήτωρ ἐγὼ καὶ ἀπάτωρ καὶ ἀγενεαλόγητος· ὡς παραφρονῶν λέγω. εἰ δέ τις ἐρωτᾷ με, πόθεν ἦργμαι, ἀποκρινοῦμαι ἐξ ὑμῶν γενεαλογεῖσθαι· καὶ γὰρ αὐτοί μου πατὴρ καὶ μήτηρ καὶ ἀδελφοί μου καὶ τέκνα· πρὸ δὲ ὑμῶν πατήρ μου καὶ πατὴρ ὑμῶν ὁ γεννήσας με πνεύματι, ἐπεὶ πρό γε τούτου, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὁ θεὸς ὁ πατὴρ πάντων καὶ δεσπότης. μιμητὴς ὀφείλω τοίνυν γενέσθαι θεοῦ, ἀλλὰ καὶ ὑμεῖς τῶν ἀποστόλων.

ἠγάπησε καὶ ἠγαπήθη, καὶ τοσοῦτον, ὥστε τὸ οἰκεῖον αἷμα κενῶσαι τοὺς ἁγίους μαθητάς, κατὰ ἀφομοίωσιν ἐκείνου, ὑπὲρ τῆς ὁμολογίας τοῦ ὀνόματος αὐτοῦ· τὰ γὰρ σωματικὰ τοῖς σωματικοῖς παρωμοίωται.

Ἀγαπήσατέ με, τέκνα μου, καὶ ὑμεῖς, καθὼς κἀγὼ ἠγάπησα ὑμᾶς, κἂν ἁμαρτωλός εἰμι, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ ὑμῶν· καὶ γὰρ ὁ ἔρως μου ὑμεῖς ἐστε καὶ γλυκασμὸς καὶ ἡ ἐπιθυμία. μὴ νομίσητε εἰκαιολογίαν εἶναί τινα ῥημάτων ταῦτα, ἀλλὰ πιστεύσατε κατὰ τὸν λόγον εἶναι καὶ τὴν ῥυπαρὰν καὶ ἀκάθαρτόν μου καρδίαν. καὶ εἰ δοκιμὴν ζητεῖτε, οὐχ εὑρήσετε· κἂν ἄρα εὑρήσητε, ἐξεστηκώς εἰμι καὶ ἠλλοιωμένος, ἀλλ’ οὐ τὴν καλὴν ἀλλοίωσιν. σκέπτεσθε δὲ ὑμεῖς τὰ γινόμενα καὶ ὡς οἴδατε συμβιβάζετε αὐτὰ ἐν ταῖς καρδίαις ὑμῶν, καὶ τὸ λοιπὸν ἀγωνίζεσθε, τέκνα μου, καὶ τρέχετε τῷ πνευματικῷ δρόμῳ, ἄνω ἐπαίροντες τὰ ὄμματα τῶν διανοιῶν ὑμῶν, ἀνασκοποῦντες τὰ οὐράνια, ἀναθεωροῦντες τὰ αἰώνια, ἀναζητοῦντες ἑκάστοτε πῶς καὶ πότε· ἆρα ἐν χειμῶνι, ἐν θέρει, ἐν ἡμέρᾳ ἢ ἐν νυκτί, ἐν γήρει ἢ ἐν νεότητι, ἐν τῷ χρόνῳ τούτῳ ἢ ἐν τῷ μέλλοντι, ἐν ταύτῃ τῇ ἡμέρᾳ ἢ τῇ ὥρᾳ; καί γε μᾶλλον ὑπὲρ πάντα τὸ ἔσχατον καὶ ἀληθινὸν ἥκει, ὁ θάνατος. ἔρχονται οἱ μερισταὶ τῆς ψυχῆς, παραγίνεται ὁ ἀντίδικος ἐχθρός. λογοθετεῖται τὰ πρακτέα καὶ ῥητέα· τελεῖται νίκη ἢ ἧττα. καὶ τούτοις ἑαυτοὺς κατασφαλιζόμενοι οὐ μὴ ἔσησθε εὔκολοι πρὸς ἁμαρτίαν, οὐ μὴ ἐμπέσητε εἰς τὸν βόθρον τῆς κακίας, ἀλλὰ ἴδοιτε τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς αἰωνίου ζωῆς ὑμῶν.

Ἔχεσθε τοίνυν καὶ τῶν σωματικῶν ἔργων· διασπουδάζετε ἐν ἀμφοτέροις· στόματι ὑμνεῖτε θεόν· γλώσσῃ λαλεῖτε ἀλήθειαν· χερσὶν ἐργάζεσθε τὸ κατὰ δύναμιν· ποσὶ περιπατεῖτε εἰς ὁδὸν εἰρήνης· ὅλον ὑμῶν τὸ σῶμα ἅγιον καὶ τὰ μέλη μέλη Χριστοῦ. “ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ”, φησί, “ποιήσω πόρνης μέλη; μὴ γένοιτο”. διὰ τοῦτο φεύγετε τὴν παῤῥησίαν· μή τις πληγῇ, μή τις μωμηθῇ, μὴ συγκοιτάσῃ νέος νέῳ· εἰδ’ οὖν ἀλλὰ μηδὲ γέρων γέροντι, καὶ μάλιστα ἄρτι ἐν τῷ καλοκαιρίῳ, μὴ ἐν στιβάσι χόρτων, μὴ ἐν ὑποσκίῳ δένδρῳ, μὴ ἐν ἀποκρύφῳ τόπῳ. “οἱ ὀφθαλμοὶ κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι”, ὡς γέγραπται, “ἐπιβλέποντες ἐπὶ πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη”. μὴ γελοιάζετε ἄσεμνα· μὴ συνεγγίζετε ὁμιλοῦντες ἢ καθεζόμενοι· μὴ ἐκθερμαίνετε τῇ συνεχείᾳ σάρκες σάρκας· μὴ λαμβάνετε χορτασμοὺς κοιλίας· μὴ πίνετε οἶνον (συμβουλευτικῶς λέγω) οἱ ὑγιαίνοντες· καὶ γὰρ τοῦτο αἰτησαμένων ἀδελφῶν γέγονεν· οὐκ οἶδα εἰ μὴ κατὰ ἀδυναμίαν ἔργου, ἢ κατὰ ἀσθένειαν. ἀρκοῦσι τὰ ἔσωθεν κύματα· ἀρκεῖ τὸ φυσικὸν πῦρ· ἀρκεῖ ἡ φλὸξ τῆς κινήσεως. εἰ δὲ βάλλοις τὸ οἰνικὸν πῦρ, ἐκκαυθήσῃ καὶ ἐμπρησθήσῃ ἐμπρησμὸν τὸν ὀλέθριον· οὐ φέρει γὰρ ἡ σάρξ· κινεῖται, ἀναβράζει, ζητεῖ τὰ οἰκεῖα· ἀναγκαζομένη χωρεῖ κατὰ σκότους. διὰ τοῦτο “ἄρσενες ἐν ἄρσεσι”, φησὶν ὁ ἀπόστολος, “τὴν ἀσχημοσύνην τελοῦντες”.

διὰ τοῦτο ἕκαστος ἐκκαίεται ἐν τῇ ὀρέξει τοῦ πλησίον· “τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν”, πάλιν φησίν, “αἰσχρόν ἐστι καὶ λέγειν”· φθάζει γὰρ καὶ εἰς ἀλογωτέρας ὁρμὰς καὶ παρασυμβλήσκεται τοῖς κτήνεσι τοῖς ἀνοήτοις ὁ ἁλούς, καὶ οὔπω λέγοιμι τὸ χαλεπώτατον πάθος, καὶ ἐν ἡμῖν αὐτοῖς ὂν καὶ μονομερῶς πορνεῦον ἐκτὸς ἑτέρου σώματος.

Βλέπετε, τέκνα μου, ἀναγγέλλω ὑμῖν καὶ προασφαλίζομαι, προκηρύττω καὶ προφητεύω. ἔστησεν ὁ θεὸς ἡμέραν ἐτάσεως· κρινεῖ καὶ παραδώσει εἰς τὰ ἀνήκεστα βασανιστήρια μετὰ δαιμόνων τὰ αὐτὰ ἐργαζομένους. προφθάσατε τῷ κυρίῳ ἐν ἐξομολογήσει, φανεροῦντες τὰ ὑποβαλλόμενα ὑπὸ τοῦ διαβόλου τῷ ἀββᾷ Ἀκακίῳ, πάντα ἐν εὐσχημοσύνῃ ποιοῦντες, μετρίως τοὺς ὕπνους λαμβάνοντες, ἀγρυπνοῦντες αὐτὸν τὸν ὀλίγον κανόνα ὑμῶν καὶ θᾶττον ἐξεγειρόμενοι οἱ πάντες καὶ παριστάμενοι. καὶ μακάριοί ἐστε· ἐὰν εὕρῃ ὑμᾶς ὁ κύριος οὕτως ποιοῦντας, ἀποδώσει ὑμῖν τὴν βασιλείαν τὴν αἰώνιον. ἵνα δὲ καὶ τοῦτο εἰδῆτε, ὅτι ὁ ταπεινὸς Ταράσιος ἀπέδρασεν, ἀλλ’ ἐφανέρωσεν ἑαυτὸν καὶ πάλιν ἀνθυποστρέψας διὰ γραμμάτων αὑτοῦ, πολλῆς ταπεινώσεως γέμων. ὁ κύριος καὶ πατήρ μου καὶ πατὴρ ὑμῶν πολλὰ ὑμᾶς προσαγορεύσει, ὁ οἰκονόμος, ὁ παροικονόμος, ὁ πρωτοπρεσβύτερος καὶ πρὸ τούτων ὁ ἀδελφὸς ὑμῶν, ὁ ἡγούμενος τῶν Καθαρά, ἔπειτα πᾶσα ἡ ἀδελφότης. ὁ κύριος φυλάξαι ὑμᾶς ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἀεί, ἀδελφοὶ τιμιώτατοι, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞϚʹ. Περὶ τῆς πνευματικῆς ἡμῶν ἀθλήσεως· πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες. χαιρετίζω ὑμᾶς καὶ νῦν διὰ τῆς τῶν γραμμάτων προσκυνήσεως, ἠγαπημένα καὶ περιπόθητά μου τέκνα, καὶ προσαγορεύω, ἕνα ἕκαστον ἀσπαζόμενος καὶ περιπτυσσόμενος. ἐρωτῶ δέ, πῶς τὰ καθ’ ὑμᾶς ἔχει; πῶς ἡ εἰρήνη τοῦ θεοῦ φρουρεῖ ὑμᾶς; πῶς ὁ φόβος τοῦ κυρίου ἁγνίζει ὑμᾶς; πῶς τὰ δικαιώματα αὐτοῦ εὐφραίνει τὰς καρδίας ὑμῶν; πῶς ἡ τῆς εὐταξίας ἁρμονία συμβιβάζει ὑμᾶς; πῶς ἡ εἰλικρινὴς πίστις βεβαιοῖ ὑμᾶς; πῶς ἡ θεοκύρωτος ὁμολογία τῆς ὑποταγῆς ὑμῶν συνάπτει ὑμᾶς; πῶς ἡ ἀνυπόκριτος ὑπακοὴ ἀνυψοῖ ὑμᾶς; πῶς ἡ χριστομίμητος ταπεινοφροσύνη, ἡ εἴσοδος καὶ ἡ ἔξοδος ὑμῶν, ἡ τροφὴ καὶ ὁ πότος ὑμῶν, ἡ ὀλιγοσυντυχία καὶ ἀκραυγία ὑμῶν, ἡ ἐξαγόρευσις καὶ ἡ ἀνάστασις ὑμῶν; εἶτα, πῶς καὶ τὰ κατὰ χεῖρα ἔργα ὑμῶν; πῶς ἡ δύναμις τῶν τιμίων ὑμῶν μελῶν; πῶς ὁ θερισμὸς τῶν πολυσπόρων χωρῶν; ἤρξασθε, ἐμεσάσατε, ἐπληρώσατε; ἀπαγγείλατε οὖν, ἐπιφθέγξασθε, δότε ἀπόκρισιν οἱ πρῶτοι, οἱ μέσοι, οἱ τελευταῖοι· εὐφράνατέ με τὸν δείλαιον, τὸν πατέρα μου καὶ πατέρα ὑμῶν· καὶ γὰρ ἐν μερίμνῃ ἐσμέν, περιτρύζουσαν ἔχοντες καὶ τὴν καρδίαν καὶ ἐναγώνιον, ἀδολεσχοῦσαν ἐπὶ τῇ τοιαύτῃ μεταστάσει καὶ ἐπὶ τῇ ἀπολήψει τῆς σωματικῆς ὑμῶν ἀναχωρήσεως.

μή πού τις ἀτακτεῖς μή πού τις ἀφηνιάζει, ἀπογογγύζει, φιλοσαρκεῖ, παῤῥησιάζει; μή πού τινες φιλιάζουσι μετὰ τοῦ διαβόλου, ἐπὶ τὸ αὐτὸ συνεδριάζοντες, οἷον κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ λέγοντες “διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν τῆς ὑποταγῆς ἡμῶν”; ἀλλ’ “ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς. τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς· ἐγὼ γὰρ κατεστάθην” ἐφ’ ὑμᾶς, ἐξ ἑκουσίας ἐπιδόσεως ὑμῶν καὶ ἐθελουσίου δουλώσεως ὑμῶν, διαγγέλλειν ὑμῖν τὸ πρόσταγμα κυρίου. καὶ διὰ τοῦτο ταῦτα λέγω, διὰ τοῦτο ἀσφαλίζομαι, διὰ τοῦτο τὴν ἐρχομένην ῥομφαίαν προαναγγέλλω. οὐδεὶς οὖν φεύξεται τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ· οὐδεὶς οὖν δύναται λῦσαι ἑαυτόν, οὔτ’ ὑπ’ ἀνθρώπου, οὔτ’ ὑπ’ ἀγγέλου, ἅπαξ δεθεὶς διὰ τῆς ἀποτακτικῆς ὁμολογίας. τὰ φάρμακα κείσθωσαν διὰ τοὺς νοσοῦντας· εἰ δὲ μή γέ τις νοσηλεύεται, χάρις τῷ ἰατρῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν θεῷ. ἐκοπιάσατε καί γε κοπιᾶτε, ἠθλήσατε καί γε ἀθλεῖτε ὑπομένοντες τὸν κύριον ἐν τῇ ἀσκήσει ὑμῶν, ἐν τῇ ὑποταγῇ ὑμῶν, ἐν τῇ κοπῇ τῶν θελημάτων ὑμῶν, ἐν τῇ συμβαινούσῃ στενώσει τῶν ἐπιθυμιῶν ὑμῶν.

μὴ οὖν ἀπολέσητε τὰ προειργασμένα· ἀλλ’ ὥσπερ σπείρετε ἐν δάκρυσιν, ἐν στεναγμοῖς, ἐν κατηφείᾳ, ἐν λιμῷ καὶ δίψει, οὕτως θερίσετε ἐν ἀγαλλιάσει τότε, ὅτε ἀποδιδεῖ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ὁ τῶν ὅλων κριτής. “ἄκουε οὐρανέ”, φησίν, “καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησε”, μὴ ὅτι γε, ἀδελφοί μου, “υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν”; μὴ ὅτι “ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου οὐ συνῆκεν”; ἀλλ’ “οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου” (πνευματικῶς λαμβανόμενα) καὶ “ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον”.

Ἀκούετε τοίνυν, παρακαλῶ. τὸ αὐτὸ φρονεῖτε, τῷ αὐτῷ στοιχεῖτε, ἐν τῇ τοῦ προηγουμένου ὑμᾶς ὁδηγίᾳ ἑπόμενοι, ὡς καθ’ ἡμέραν ἀποθνήσκοντες, μὴ διὰ βρῶμα ἢ πόμα ταρασσόμενοι, ἢ παροξυνόμενοι, ἢ γογγύζοντες. τί λέγει ὁ ἀπόστολος; “εἰ διὰ βρῶμα σκανδαλίζεται ὁ ἀδελφός μου”, φησίν, “οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω”. μὴ γένησθε υἱοὶ ἀπειθείας, μὴ γένησθε υἱοὶ πορνείας, μὴ γένησθε τέκνα ὀργῆς, τέκνα ἁμαρτίας, κρύπτοντες τὰ πάθη καὶ ἐν τόποις ἐν οἷς οὐκ ἐπισκοπεῖ ὁ κύριος, ὑπὸ τὸ τῇδε ἢ τῇδε δένδρον, ἢ ὑπὸ τὸ δάσος, ἢ τὴν ἄμπελον, ἢ ὑπὸ κτίσμα τὸν θεὸν παροργίζοντες διὰ τῆς ἀσελγείας καὶ ὥσπερ διὰ τὴν ἁγίαν Σωσάνναν οἱ μωροὶ πρεσβύτεροι κατακρινόμενοι θανάτῳ αἰωνίῳ. ἄνω τὰς καρδίας ὑμῶν, ἄνω τὸν ὀφθαλμὸν ὑμῶν· “θεὸς ἐκδικήσεων κύριος. οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ”. τίς οὖν μὴ φρίξῃ; τίς μὴ ἐκσταθῇ; τίς μὴ ἐξαγγείλῃ; τίς μὴ ὑποταγῇ; τίς μὴ ἑαυτὸν μέχρις αἵματος; διὰ τοῦτο σύ, τέκνον παροικονόμε, ἐν συνέσει καὶ εὐλαβείᾳ ἡγοῦ τῶν πάντων· ἔπειτα σύ, τέκνον μου Ἀκάκιε, καὶ οἱ λοιποὶ πρώτιστοι. ἵνα δὲ καὶ τὰ καθ’ ἡμᾶς γνῶτε, ὅπως ἔχει, χάριτι Χριστοῦ ὑγιαίνομεν.

ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ πάντοτε τὸ ἔλεος αὐτοῦ ἐπιδιδοὺς ἡμῖν, φυλάξαι καὶ στηρίξαι καὶ βραβεύσαι τὴν ζωὴν ὑμῶν, τὴν διαγωγὴν ὑμῶν, καὶ ἐν καιρῷ εὐθέτῳ καταξιώσαι ἡμᾶς τῇ εὐχῇ τοῦ πατρός μου ἀπολαυεῖν ὑμᾶς ἅπαντας ὑγιαίνοντας ψυχῇ καὶ σώματι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΖʹ. Περὶ καταστάσεως· πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, γινώσκων γινώσκω, ὅτι ἄρτι ἐν πολλῷ μόχθῳ ἐστὲ καὶ ἀγῶνι, συγκύπτοντες καὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος φλογιζόμενοι καὶ ἱδρῶτι θερμῷ περιῤῥεόμενοι ἐν τῷ θερίζειν ὑμᾶς τὸν σῖτον καὶ ἀναλέγεσθαι τοὺς στάχυας. διὸ ἁρμόζον ἐλογισάμεθα τοῖς οὕτω κοπιῶσι καὶ ὑπὲρ ἡμῶν ἀγωνιζομένοις διὰ τῆς κατηχήσεως προσφθέγξασθαι τὰ δέοντα. εὐλογία οὖν κυρίου ἐφ’ ὑμᾶς, τέκνα μου, καὶ κατευλογήσαι ὑμᾶς κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ὑψίστων, νευρῶν καὶ κραταιῶν τὰς ψυχὰς καὶ τὰ σώματα ὑμῶν, ἵνα τὸ μὲν πρὸς τὰς πνευματικὰς λειτουργίας, τὸ δὲ πρὸς τὰς σωματικὰς χρείας ἔχητε ἰσχύειν καὶ ἀκαταπόνητοι διαμένειν.

Ἐγὼ τοίνυν ἐπίσταμαι τὰς θερινὰς ὥρας, ἡλίκαι καὶ καυσώδεις εἰσὶ καὶ ὅσην τὴν ἀχθηδόνα φέρουσιν, ὥστε, εἰ μὴ πολλὴ προθυμία εἴη, οὐκ ἂν δύναιτό τις εὐμαρῶς διεξελθεῖν αὐτάς. παρακαλῶ οὖν ὑμᾶς, διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ στῆτε πρὸς τὸν ἀγῶνα τὸν ἑκάτερον, καὶ ἐν εὐσχημοσύνῃ καὶ καταστάσει τὸ πρωῒ παρίστασθε μετὰ τὴν ψαλμικὴν καὶ θείαν παράστασιν τῷ τυχόντι ἔργῳ, καὶ ἀπάρχεσθε ἐν ἐξομολογήσει κυρίου, ἤγουν τῇ στιχολογίᾳ καὶ εὐχῇ. καὶ δέομαι ἵν’ ὁμοῦ οἱ πάντες φθέγγησθε τὰ θεῖα λόγια, ἐκτὸς τῶν ἀναγκαζομένων ἐπιλαλεῖν καὶ διεγείρειν, καὐτοὶ δὲ μὴ ἀπολειπέσθωσαν παντάπασι τῆς ἱερολογίας. καὶ οὕτως φθαζούσης τῆς τρίτης παύσασθε τοῦ ἔργου καὶ στῆτε καὶ ψάλατε τῷ κυρίῳ ἐν συνέσει τὴν τρίτην, καὶ ἀνατείνατε τὰς χεῖρας ὑμῶν εἰς τὸν οὐρανόν, πρὸς τὸ παρασχεθῆναι ὑμῖν τὴν χάριν τοῦ ἁγίου πνεύματος ἐπὶ τονώσει τῆς ψυχῆς καὶ τοῦ σώματος ὑμῶν, ἄνευ τοῦ καθίσματος δηλονότι· καὶ ἐν τρισὶ τέσσαρσιν ἢ καὶ πρὸς γονυκλισίαις προσεκτικῶς εὐξάμενοι, εἰς ἐφόδιον δυνάμεως ὑμῶν, καὶ νοερᾶς καὶ αἰσθητῆς, γεύσασθε ὅπερ χορηγεῖ ὁ κύριος, πλὴν Τετραδοπαρασκευῆς, καθὼς ὑμῖν προδεδήλωκα.

τοῦτο δὲ παρατηρείσθω, ἵνα μὴ ἐν ταῖς ἐσθιάσεσι θορυβοποιΐαι γίνωνται καὶ ὀχλαγωγίαι, μηδ’ αὖ ἐν τοῖς θερισμοῖς ἔριδες καὶ ἐθελοθρῃσκεῖαι, ὡς ἐντεῦθεν φύεσθαι καὶ ταραχὰς καὶ λύπας, καὶ μέντοι καὶ παρακοὰς καὶ γέλοια καὶ παῤῥησίας ἀσέμνους. μηδαμῶς οὖν, τέκνα μου, τὰ τοιαῦτα γένηται, ἀλλ’ εὐλογημένον εἴη τὸ ἔργον ὑμῶν καὶ δεδοξασμένον, ὡς ἐν ἐποψίᾳ θεοῦ πραττόμενον. ἀλλήλοις οὖν κοινωνεῖτε θερίζοντες, καὶ τῷ ἐγγύθεν ὁ πλησίον ἐναπομένοντι ἐξ ἀδυναμίας ἢ ἐκ δυσκολίας τοῦ ἔργου ἐπαμυνέτω καὶ βοηθείτω, ἵνα τῷ συνισασμῷ εὐθερία γένηται καὶ τῶν πάντων συμπροθυμία καὶ ἁπλῶς κατὰ τὴν τῶν προεχόντων διαταγήν, ἀναπαυομένων ὑμῶν ἐν τῷ μεσέμβρῳ, ἢ καὶ ἐν ταῖς νυξίν, ὑπὸ δένδροις ἢ ὑπὸ στοαῖς. βλέπετε ἀσφαλῶς, μὴ συμπλησιάζωσι καὶ συνεγγίζωσι σάρκες σαρξί, μηδὲ ἐναπομένωσι δύο δύο ὁμοῦ ἐν ἀποκρύφοις τόποις, μηδὲ παῤῥησιαζέσθω μιλάκιον μετὰ μιλακίου. γρηγορεῖτε οἱ ἐπιτηροῦντες, προσέχετε οἱ ἐπιστημοναρχοῦντες· ὁ σπορεὺς τῶν ζιζανίων ἀοράτως πάρεστι, μήπως συνεισέλθῃ λανθανόντως καὶ ὑποσπείρῃ τὸ φάρμακον τῆς ἀπωλείας καὶ ἐν τούτῳ παροργίσωμεν τὸν δεσπότην ἡμῶν θεόν. διὰ τοῦτο γρηγορεῖτε.

Ἐν τῷ κανόνι τοίνυν, ἐπειδὴ εἰς ὀλίγον ἐστὶν ἡ ψαλμῳδία, μήτι γε καὶ αὐτὴ συγκεχυμένη ἔστω, ἀλλὰ νηφάλεος, καταρτίζουσα ὑμᾶς πρὸς πᾶν ἔργον ἀγαθόν. εὑρίσκεσθε δὲ οἱ πάντες καὶ μηδεὶς ἐναπομενέτω καὶ εὑρεθῇ ἀκάνονος καὶ ἄψαλτος, ἐὰν ἦν ὑπὲρ δέκα χειρῶν ἐργασάμενος, ἐπεὶ οὐκ ἔστιν ἄξιος ὁ τοιοῦτος οὐδὲ ἐσθιάσεως τῇ τοιαύτῃ ἡμέρᾳ. λέγομεν δὲ ταῦτα οὐχ ὡς ἔτυχεν ἀπονητί, ἀλλ’ ὡς ἔοικε φροντίζοντες τὸ τῆς σωτηρίας ὑμῶν καὶ συγκαιόμενοι ταῖς προθυμίαις ὑμῶν παρυπομνήσκομεν, εἰς τὸ μὴ ἐκκλίνειν ὑμᾶς τὴν ὁδὸν τοῦ θεοῦ. ἐάν τίς τι ἔχῃ λυπηρόν, μὴ κρυπτέτω αὐτό, ἀλλ’ ἀναφερέτω εἰς τοὺς τὰ πρῶτα ἔχοντας καὶ δι’ αὐτῶν ἀναγγελλέσθω, καὶ οὕτως τὰ καλὰ βεβαιούσθω καὶ τὰ ἐστραμμένα διορθούσθω καὶ τὰ ἐπιμελείας χρῄζοντα θεραπευέσθω. μή τις ἀργείτω, μηδὲ ὁ τυχών· ὁ γὰρ τοιοῦτος οὐ τῆς μερίδος τῶν ἀδελφῶν, οὐδὲ τῶν ζητούντων τὸν κύριον. τέμνειν οὐκ ἰσχύεις, ἀδελφέ, ἢ οὐκ εὖ φυεὶς εἶ; αἶρε τὰ δράγματα. αἴρειν τὰ δράγματα οὐ δύνῃ; ἔκλεγε τοὺς στάχυας, κόμιζε ὕδωρ ἢ ἄλλο τι τῶν παρισταμένων, ἢ ἐν τῷ ὑπαίθρῳ ἢ ἐν τῷ οἴκῳ, καὶ ὁ θεὸς δέχεται καὶ τὰ δύο λεπτὰ τῆς χήρας, ὡς τὰ τῶν πολλὰ καταβαλλομένων ἐν τῷ γαζοφυλακίῳ. ὁ Χριστὸς μεθ’ ὑμῶν νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΗʹ. Περὶ τοῦ καλῶς ποιμαίνειν τὰ λογικὰ πρόβατα τοῦ Χριστοῦ· πρὸς τοὺς εἰς Τὰ Καθαρὰ ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, τὰ καθ’ ὑμᾶς εἰσελθόντες οἱ ἀδελφοὶ ἀπήγγειλαν ἡμῖν, καὶ ἐπὶ τῇ ἀγαθῇ ἀπαγγελίᾳ αὐτῶν ἐχαροποίησαν ἡμᾶς τῷ ὄντι· καὶ γὰρ χαρὰ ἡμῖν ἐστιν οὐκ ὀλίγη, ἡνίκα ἀκούομεν ὅτι περισῴζοισθε χάριτι Χριστοῦ οἱ πάντες, διακρατοῦντες τὴν κατάστασιν ὑμῶν καὶ ἐργαζόμενοι τὰ θεῖα ἐντάλματα, ἐν οἷς φωτιζόμενοι υἱοὶ φωτὸς χρηματίζετε καὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν ὑποδείκνυσθε. καὶ τοιγαροῦν, τέκνα μου ἠγαπημένα, οὕτως φρονεῖτε καὶ οὕτως φρουρεῖσθε, καὶ οὕτως ὑπεξάγεσθε ἡμέραν καθ’ ἡμέραν, ἀναζωπυρούμενοι τῷ θείῳ ἔρωτι καὶ ἀνακαινιζόμενοι τῷ ἐνοικοῦντι ἐν ὑμῖν ἁγίῳ πνεύματι, καταργοῦντες μὲν πᾶσαν ἡδονὴν καὶ πᾶσαν ἐπιθυμίαν τῆς φθειρομένης σαρκός, ἀναβλαστάνοντες δὲ καὶ ἀναφύοντες ὡς παράδεισος θεοῦ τὰς ἀειζώους ἀρετάς, πάντα στέγοντες, πάντα ὑπομένοντες ὑποτακτικῶς, ὑπηκόως, ἐξαγγελτικῶς, εὐεργετικῶς, ἀγαπητικῶς, συμπαθητικῶς, ἐν ἀλλήλοις χρηστευόμενοι, ἐν ἀλλήλοις χωρούμενοι, τὰ βάρη ἀλλήλων βαστάζοντες.

Καὶ γοῦν πρῶτος σύ, τέκνον Βαρσανούφιε, βλέπε ἵνα τὴν διακονίαν, ἣν παρέδωκά σοι, ἄμωμον διατηρήσῃς ἐνώπιον τοῦ ζωογονοῦντος τὰ πάντα θεοῦ· μὴ κατὰ πρόσκλησιν, μηδὲ κατὰ καταφρόνησιν, μηδὲ κατὰ ἀγανάκτησιν, μηδὲ κατὰ ἄλογον ταπείνωσιν, μηδὲ κατὰ ἔπαρσιν φρονήματος, ἀλλ’ οὕτως καὶ οὕτως, συμβουλευτικῶς, οἰκτιρμονικῶς, “ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα”. οὕτως ἱμειρόμενος εὐδόκει καὶ τὴν ψυχὴν αὐτὴν τιθέναι ὑπὲρ τῶν καλῶν σου ἀδελφῶν καὶ τέκνων μου. μέγα τὸ ποιμαίνειν τὰ πρόβατα τοῦ Χριστοῦ. “εἰ ἀγαπᾷς με”—τί εἴρηκεν ὁ Χριστὸς πρὸς τὸν ἅγιον Πέτρον; —, “ποίμαινε τὰ πρόβατά μου”. καὶ σύ, τέκνον, εἰ ἀγαπᾷς τὸν Χριστὸν καὶ ἐμὲ τὸν ἁμαρτωλόν, ποίμαινε καλῶς τὰ τέκνα μου, μᾶλλον δὲ τὰ ἀρνία τοῦ Χριστοῦ. ἐὰν δέ τινες ὡς ἐρίφια σκιρτῶσιν—ἀκούω γὰρ καί τι τοιοῦτον—, κατάστειλον τὰ θράση αὐτῶν, δίδαξον αὐτούς, ὡς “τὰ ἐρίφια ἐξ εὐωνύμων” τοῦ Χριστοῦ σταθήσονται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἐν τῷ μέρει τῶν ἀπολλυμένων, ἐν τῇ μερίδι τοῦ Σατανᾶ. ἐν τούτῳ φόβησον τὰς καρδίας καὶ πάταξον αὐτοὺς τῷ λόγῳ τῆς ἀπειλῆς, ἵνα γένωνται κἀκεῖνοι ὡς ἀρνία. τὰ γὰρ ἀρνία ἥμερά εἰσιν, ἄκακα, πραϋπρόσωπα, εὔνομα, εὐποίμαντα, ἀκραύγαστα, τὰ δὲ ἐρίφια πολύστριγγα, δυσκατεξάνυστα, δύσνομα, κακότροπα. οὐαὶ τοῖς τοιούτοις, ὅτι πυρὸς αἰωνίου δίκη αὐτοὺς ἀναμένει.

μὴ οὖν τις γένηται, τέκνα μου, τοιοῦτος· μή, παρακαλῶ, ἐπεὶ ἀνάγκη τὸν ποιμένα λιμαγχονῆσαι καὶ ἄγξαι αὐτὰ καὶ ἀφορίσαι· ἀλλὰ συνίετε ἃ λέγω καὶ τὸ θέλημα τοῦ θεοῦ ἐργάζεσθε.

Βλέπε καὶ σύ, τέκνον μου Δανιήλ, πῶς ἐφίστασαι, πῶς ἀναστρέφῃ ἐν μέσῳ τῶν ἀδελφῶν σου. φώτιζε αὐτούς, ἅλιζε αὐτούς, συνέτιζε αὐτούς· μὴ καταδέχου τὰς ἀταξίας καὶ τὰς νεωτερικὰς παιδιάς, μηδὲ τὰς πολυκραυγοσύνας. ἀγάπα τοὺς εὐκαταστάτους, τοὺς εὐλαβοπροσώπους, τοὺς ἀπαῤῥησιάστους, τοὺς καταστηματικούς, τοὺς φιλεργούς, τοὺς εὐηκόους, τοὺς ταπεινόφρονας, τοὺς ἀγογγύστους, τοὺς ἀγελοιάστους· τοὺς δὲ ἐναντίους μίσει ἀμίσως καὶ διόρθου καὶ ὑποδειγμάτιζε τὰ κράτιστα, ἵνα μηδείς ἐστι θεῷ ἐναντιούμενος καὶ ἀλλοτριούμενος· ἐναντιοῦται δὲ καὶ ἀλλοτριοῦται ὁ ἄτακτος, ὁ ψίθυρος, ὁ γογγυστής, ὁ γελωτοποιός, ὁ παῤῥησιαστής, ὁ λαθροφάγος. ἀλλὰ μὴ εἴη τις τοιοῦτος ἐν ὑμῖν, πάντες δὲ θεοπρεπέστατοι καὶ θεοκίνητοι καὶ θεόδρομοι. ὁ κύριος φυλάξαι ὑμᾶς, τέκνα ἠγαπημένα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΞΘʹ. Περὶ ὑπομονῆς πρὸς τοὺς ἐν τοῖς Τριπυλιανοῖς ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, χάρις ὑμῖν καὶ εἰρήνη ἐπὶ πάσῃ τῇ ἀγαθῇ ὑμῶν καταστάσει, ἐπὶ τῇ ὑπακοῇ, ἐπὶ τῇ ταπεινοφροσύνῃ, ἐπὶ τῇ εὐλαβείᾳ, ἐπὶ τῇ χρηστότητι, ἐπὶ ταῖς νυκτεριναῖς καὶ ἡμεριναῖς ὑμνολογίαις καὶ στιχολογίαις ὑμῶν. βλέπετε, τέκνα, ἵνα πάντα ἀπαραλείπτως γίνηται. τοῦτο δὲ οὐκ ἂν ἄλλως, εἰ μὴ ἐκ τοῦ ἔχειν ὑμᾶς τὸν φόβον τοῦ θεοῦ καὶ μὴ ἀπολῆξαι τὸ πῦρ τῆς ἀγάπης αὐτοῦ ἐκ τῶν καρδιῶν ὑμῶν· ἐπὰν γὰρ ἐκεῖνο ἀποσβεσθῇ ἀπὸ ψυχῆς τῆς οἱασοῦν, ἐκεῖθεν ἀνατέλλουσιν ἀθυμίαι καὶ ῥᾳθυμίαι, τρίβολοι καὶ ἄκανθαι τῶν παθῶν, χαυνώσεις καὶ ἐκλύσεις σωματικαί, ὄκνοι καὶ ἀκηδίαι, ὕπνοι ἄμετροι καὶ τροφαὶ ἀχόρταστοι καὶ εἴτι ἄλλο εἶδος τῆς κακίας· πάρειμι γὰρ λέγειν τὰς πυριφλέκτους ἡδονὰς καὶ τοὺς σκοτομηνεῖς λογισμοὺς καὶ τὰς σχέσεις καὶ ἐφέσεις τῆς ἐπικήρου ζωῆς. γνώρισμα δὲ τοῦ μὴ ἀποσβεσθῆναι τὸ πῦρ ἐκεῖνο τὸ ἅγιον καὶ ἄυλον, τὸ τὴν ψυχὴν ἀεὶ προθυμεῖσθαι περὶ τὰ καλὰ ἀτόνως, κἂν ἀτονῇ, καὶ ἀνολιγώρως, εἰ καὶ ὀλιγωρεῖ· ἐκτελοῦσα τὰ καθήκοντα, τὰς ὑπακοάς, τὰς ἐργασίας, τὰς στιχολογίας, τὰς ἐξαγορεύσεις, τὰς τῶν χειρῶν ὑπουργίας, τὰς προσευχάς, τὰς ἐννόμους ἐγκρατείας, τὰς κατὰ πᾶν ἄλλο τι οὖν ἐν τῇ μακαρίᾳ ὑποταγῇ ἐπιθεωρουμένας ἐνεργείας.

ὁ τοιοῦτος τρισμακάριστος, ὁ τοιοῦτος θεοπόθητος, ὁ τοιοῦτος πᾶσιν ἐπέραστος, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας οἷον χρώματά τινα ἀναπέμπων τὰ θεῖα χαρίσματα ἐν τῇ προσωπικῇ εἰδέᾳ καὶ ἐπίχαρις καὶ περικαλλὴς θεοπρεπῶς τοῖς ὁρῶσι δεικνύμενος. εἰκόνα γὰρ τῆς ψυχῆς αὑτοῦ πως διὰ τῶν ἕξω αἰσθήσεων ὑποχαρακτηρίζει· οἱ γὰρ λογισμοῖς ἀτόποις ἐνεχόμενοι καὶ μὴ προαναγγείλαντες εἰς τὸ βοηθηθῆναι, κατὰ μικρὸν ἐκπεπτώκασι τῆς θείας αὑτῶν ὁμολογίας, θήραμα τῷ διαβόλῳ γενόμενοι. ἀλλ’ εὐχόμεθα, ἵνα ὁ ἀνακαλούμενος καθ’ ἑκάστην ἡμέραν πάντας τοὺς ἀπωσμένους ἐπιστρέψῃ κἀκείνους εἰς τὴν ἰδίαν αὑτῶν ποίμνην, εἰς τὸ μὴ ἐκδαπανηθῆναι αὐτοὺς τελείως ὑπὸ τῆς ἁμαρτίας. πλὴν τὴν δέουσαν ἔρευναν μὴ ἀμελήσητε καὶ αὐτοὶ ποιήσασθαι· εἰ γὰρ οἱ θρέμματα ἄλογα ἀπολωλεκότες οὐκ ἀνεκτῶς φέρουσι τὴν ζημίαν, πόσῳ γε οἱ λογικὰ ἐμπεπιστευμένοι ὀφείλουσιν ἐπιζητεῖν τὰ ἀπολλύμενα; ἐπεὶ δὲ οὖτοι πεπόνθασι τὸ πτῶμα, οἱ λοιποὶ ἀσφαλίσασθε· γέγραπται γάρ· “ἀσεβῶν καταπιπτόντων, οἱ δίκαιοι ἔμφοβοι ἔσονται”. ἔμφοβοι τοίνυν ἔσεσθε καὶ ἀσφαλῶς διαβαίνετε· κρημνοὶ γὰρ ἑκατέρωθεν, ὑπὸ τοῦ διαβόλου κατασκευαζόμενοι.

διὰ τοῦτο μηδεὶς ἀνεξαγόρευτος μενέτω, μηδὲ ἰδιοθελὴς ὑπαρχέτω, μήτε φιλήδονος, μήτε φίλαυτος· ἐν γὰρ τοῖς τοιούτοις ἐνισχηθέντες οἱ προειρημένοι καὶ πονηρὰ συνέδρια βουλευόμενοι, προκαταλαβούσης ἀδηφαγίας, μᾶλλον δὲ κλεψοφαγίας, φιλοσαρκίας τε καὶ φιλαμαρτίας, ὠλίσθησαν εἰς τὸν βόθρον τῆς ἀποδράσεως, ἐλεεινὰ ἄρτι βαδίζοντες καὶ οἴκτιστα, περιερχόμενοι ὧδε κἀκεῖσε ὡς πρόβατα πλανώμενα· ἐρωτώμενοι ψεύδονται· μὴ ψευδόμενοι αἰσχύνονται, ἐξ αὐτῆς τῆς ἀποκρίσεως καὶ τῆς ὁράσεως τὴν δήλωσιν τῆς ἁμαρτίας αὑτῶν ἐπιφερόμενοι ἔντρομοι, ἔμφοβοι, κατηφεῖς, ὀδυνηροί, εἰς γῆν ἀληθῶς τὸ πρόσωπον νεύοντες. εὐχὴ ἀπ’ αὐτῶν ἀπελήλαται· πρὸς τίνα γὰρ τὰς χεῖρας ἀροῦσιν, ἐξότε ἀπὸ θεοῦ ἀποδιδράσκουσι; ψαλμῳδία καὶ ᾠδὴ ἐκ τοῦ στόματος αὐτῶν ἐξῆρται· τίνι γὰρ ψαλοῦσιν “ὑπομένων ὑπέμεινα τὸν κύριον”, ἡνίκα διὰ τῆς ὀλιγωρίας ἀπεθανατώθησαν; ὕπνος ἐν αὐτοῖς βαθὺς καὶ ῥᾳθυμία, δυσελπιστία, μᾶλλον δὲ ἀνελπιστία.

διὰ τοῦτο προσεύχεσθε μὲν ὑπὲρ αὐτῶν τὰ εἰς ἐπιστροφήν, προσεύχεσθε δὲ τὰ ὑπὲρ ὑμῶν εἰς στηριγμόν, λέγοντες καὶ κράζοντες· “ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω”, καὶ τὸ “πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι”, καὶ “αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος· ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν”, ἵνα ὡς στρατιῶται Χριστοῦ πολεμοῦντες καὶ μὴ καταπίπτοντες τὸν τῆς δικαιοσύνης στέφανον διὰ τῆς ὑπομονῆς ἀπολαύοιτε.

Ναί, ναί, τέκνα μου, παρακαλῶ ὑμᾶς, δέομαι πρὸ τῶν ποδῶν ὑμῶν· μὴ κατολιγωρήσητε, μὴ δέξησθε τὸν διάβολον σύμβουλον, μὴ ἀτονήσητε ἀπὸ τῆς ἀθλητικῆς ὑμῶν ἐνστάσεως· μικρὸν γὰρ ὅσον ὅσον καὶ ὁ χρόνος παρατρέχει, οἵ τε στέφανοι καταπλέκονται καὶ “μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος εὑρήσει ποιήσαντα οὕτως”, καθὼς προσέταξεν. περὶ τῶν ἀτακτησάντων ἄλλων, καθὼς ἀκήκοα, οὐκ ἐγράψατέ με· πλὴν εἰσίτωσαν ἐνταῦθα· οὐκ οἶδα, ἐάν τι ἄλλο δοκιμάζητε μετὰ συμβουλῆς γενέσθαι, πάντως δὲ τὰ ὀφειλόμενα ἐπιτίμια δεδώκατε. ὁ κύριος ὑμᾶς διαφυλάξαι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Οʹ. Περὶ τοῦ ἐγκαρτερεῖν ἐν τῇ ὁμολογίᾳ ἡμῶν· πρὸς τοὺς ἐν τῷ Ἁγίῳ Χριστοφόρῳ ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, μεμαθηκὼς καὶ νῦν διὰ τοῦ οἰκονόμου τὰ καθ’ ὑμᾶς ἐχαροποιήθην καὶ ἐλυπήθην, τὸ μὲν διὰ τὴν ὑμῶν τῶν προηγουμένων ἐν κυρίῳ εὐζωΐαν καὶ ὑγείαν τῶν τε ὀρθοποδούντων ἀδελφῶν καὶ ὀρθοποδησάντων ἐπὶ τῇ ὑποταγῇ τῆς εὐσεβείας ἐν ὑπομονῇ ἀγαθῇ καὶ θεαρέστῳ διαγωγῇ, τὸ δὲ διὰ τὴν γνώμην τῶν πάλιν σκολιασάντων καὶ ἀποδρασάντων, εἰ καὶ πάλιν ἀνεκλήθησαν. ἀλλ’ ὑμᾶς μὲν ἐπὶ τὸ πλεῖον κύριος φυλάττων φυλάξει καὶ ἑδραιῶν ἑδραιώσει, εἰς τὸ ἀποτελέσαι τὸν δρόμον τῆς ἀθλητικῆς ὑμῶν διατριβῆς· πρὸς δὲ τοὺς σκολιοὺς ἐκεῖνο προσφθέγξομαι· “υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος”, ἐκζητοῦντες τὰ θελήματα τῶν διανοιῶν ὑμῶν ἐν ἐριθείᾳ τῶν παθῶν ὑμῶν, οὐ πρὸ ὀφθαλμῶν τιθέμενοι φόβον θεοῦ καὶ κρίσιν ἀνταποδόσεως, πῦρ ἀτελεύτητον, σκότος ἐξώτερον, βρυγμὸν ὀδόντων καὶ τάρταρον ἀσυνείκαστον, ἀλλ’ οὕτως ἀδεῶς καὶ αὐθαδῶς, ψευδῶς τε καὶ παικτῶς τὸν θεὸν λογιζόμενοι, διὰ τῆς ἐκτροπῆς τῶν ἐπιτηδευμάτων ὑμῶν; ἕως πότε ἐπιλανθάνεσθε τῶν κριμάτων αὐτοῦ; ἕως πότε οὐ λαμβάνετε αἴσθησιν μεταμελείας; ἕως τίνος τίθεσθε βουλὰς πονηρὰς ἐν ταῖς ψυχαῖς ὑμῶν, προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις, ἐξερευνῶντες ἐξερευνήσεις ματαίας;

οὐκ ἀνακαλεῖσθε οὖν ἑαυτοὺς ἐκ τοῦ πτώματος ὑμῶν; οὐκ ἀναφέρεσθε ἐκ τῆς σκοτώσεως ὑμῶν; οὐκ ἀναλαμβάνετε ἐκ τῆς ὁρμῆς ὑμῶν; τίνος δοκεῖτε ἀποδιίστασθαι; τίνα δοκεῖτε ἀρνεῖσθαι; ἀλλ’ οὐχὶ τὸ πνεῦμα τὸ ἅγιον, ὃ ἐλάβετε εἰς ἡμέραν ἀπολυτρώσεως διὰ τοῦ ἁγίου σχήματος; οὐχὶ πῦρ ἐκκέκαυται κατὰ τῆς κεφαλῆς ὑμῶν; ἀρκείτω ὧδε. μηκέτι προσθῆτε, μηκέτι ὁ διάβολος χαίρῃ ἐν ὑμῖν, μηκέτι θεραπεύητε τὸν ἀντίδικον. ἀγαπήσατε τὸν ἀγαπήσαντα ὑμᾶς κύριον· εἰσοικίσασθε τὸν ἀγαθὸν δεσπότην. καὶ περὶ τῶν προτέρων αὐτὸς ἀγαθός ἐστιν, εὐπαράκλητος, εὐμενής· συγχωρήσει ὑμῖν διὰ τῆς ταπεινώσεώς μου.

Τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ· ὀρθώσατε τὰ χαυνώματα τῶν ψυχῶν ὑμῶν· στηρίξατε τὰς βάσεις τῶν καρδιῶν ὑμῶν· συνάξατε τὰ συντρίμματα τῶν διανοιῶν ὑμῶν. ταῦτά εἰσιν, ἃ συντάσσεσθέ μοι, ἃ καθομολογεῖτε. οὐδὲ ἂν πῦρ καὶ μάχαιρα ἠπειλεῖτο, οὐδὲ ἐὰν βάσανοι καὶ ποιναὶ ἀνετείνοντο, ὅλως ἐχρῆν ὑμᾶς ἐκκλῖναι. ἀλλὰ νῦν ὑπὲρ μικροῦ πράγματος, ὑπὲρ πονηροῦ θελήματος, πᾶσαν καταπατήσαντες θείαν συνθήκην, ἱερὰν ὁμολογίαν, ἀπεπηδήσατε ὡς δαμάλεις οἰστρῶσαι· ἐπορεύθητε ἐν τόπῳ ἀνύδρῳ καὶ ἀβάτῳ θεοσεβείας· ηὐλίσθητε, τὸ δὴ λεγόμενον, εἰς κώμας· συνανεστράφητε ἀνδράσι καὶ γυναιξὶ κοσμικοῖς· ἐφάγετε, ἐπίετε, ὡς ἐν ἡμέρᾳ σφαγῆς, καθάπερ τινὲς σῦες. ἐκ δὴ τοιούτων σπερμάτων, οἷα ἆρα ἀνίσχουσι γεώργια; φεῦ τῆς ταλαιπωρίας μου! ἵνα με ἡ γῆ κατέπιεν! καιρὸς ὄντως μοι εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· “πέσετε ἐπ’ ἐμὲ τὰ ὄρη καὶ οἱ βουνοὶ κατακαλύψατέ με τὸν ἄνομον, τὸν ἁμαρτωλόν, διότι οὓς ἐγέννησα, ἠθέτησαν νόμους θεοῦ· ἐμόλυναν σάρκα, προέδωκαν παρθενίαν, ἀπεμπολήσαντο τὴν ὑποταγήν, γεγόνασι παίγνιον δαιμόνων”! μὴ γὰρ οὐχὶ ὧδε κἀκεῖ ἄγει τοὺς πειθομένους αὐτῷ, ἀνασπῶν αὐτοὺς ὡς ἐκ μάνδρας καὶ λαμβάνων κατάβρωμα νοητῶς ἐπὶ στόματος ἁμαρτίας ὁ Σατανᾶς;

ἀλλὰ δεῦρο κἂν ἀπὸ τοῦ παρόντος ἐκνήψωμεν, ἀνανήψωμεν, ἀναβλεψώμεθα, ἐπισκεψώμεθα τὴν πλάνην, τὴν ἀβουλίαν· καταμεμψώμεθα ἑαυτούς, ταπεινωθῶμεν, συντριβῶμεν, ὑποπέσωμεν, ἐξαγορεύσωμεν, ἐρασθῶμεν, ἐπιλαβώμεθα ἐκ μικροῦ τῆς προτέρας καλλίστης ἡμῶν διαγωγῆς.

Ναί, δέομαι πάντων ὑμῶν· “οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν”, στῆτε γενναίως, πορεύεσθε ἀκλινῶς, πείθεσθε τῷ προεστῶτι. χαίροις, Κάνδιδε· χαίροις, Πολύβιε· χαίροις, Κοσμᾶ· χαίροις, Παῦλε· χαίροις, Θεωνᾶ· χαίροις, Ἰσχυρίων· ἄρα καὶ ὑπερέχεις, ὡς σὺ οἶδας· ἕκαστος γὰρ ἐκ τῆς οἰκείας καταστάσεως τὰ ἐγκώμια καὶ τὰς κωμῳδίας κέκτηται (ἂν καλῶς, καλά, ἂν κακῶς, κακά) καὶ ἀκούει καὶ ἐπίσταται καὶ μακαρίζεται. ἐγὼ δὲ ἐλπίζω μηδένα ἀπολέσθαι, ἀλλ’ εἰ καὶ ὠλίσθησάν τινες, πάλιν ἐπὶ τῆς αὐτῆς καταστάσεως γεγενῆσθαι. σὺ δέ, τέκνον Δομετιανέ, σύμψυχος ἔσο τῷ πρώτῳ σου ἀδελφῷ Λουκιανῷ. βλέπε τὴν παρακαταθήκην, βλέπε τὰς ἐντολάς. “ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται”, καὶ οὐκ ἐμὲ τὸν ἁμαρτωλόν, ἀλλὰ τὸν θεόν, δι’ ὅν ἐσμεν καί ἐστε. σπουδάσατε, γρηγορήσατε· πάντα ὑμῶν κατὰ λόγον ἔστωσαν, ἐν μηδενὶ κατολιγωρούντων ὑμῶν κατὰ πάντα τὰ ὀφειλόμενα, καὶ εἴη κύριος ὁ θεὸς ἡμῶν ἀποπληρῶν ὑμᾶς καὶ χάριτος καὶ εὐλογίας, στηρίζων, δυναμῶν, κραταιῶν δι’ εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ὅτι αὐτῷ πρέπει δόξα καὶ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.