Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΟΑ΄-Π΄: Υπομονή στους διωγμούς, εσχατολογικές προσδοκίες και ορθόδοξη ομολογία

Ομιλίες που πραγματεύονται τον αόρατο πόλεμο, τα εσχατολογικά γεγονότα με αφορμή φυσικές καταστροφές, και την ακλόνητη στάση των μοναχών στις πάσης φύσεως δοκιμασίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 8 από 12

ΚΑΤΗΧΗΣΙΣ ΟΑʹ. Περὶ ταπεινοφροσύνης καὶ εὐταξίας, πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες, πρὸς τοὺς ἀναπτομένους ἡμῖν πολέμους ἐντεῦθεν καὶ ἐντεῦθεν ἐκεῖνο ἔχω λέγειν· “ἐδόθη ἡμῖν ὄντως σκόλοψ τῇ σαρκί, ἄγγελος Σατάν, ἵνα μὴ ὑπεραιρώμεθα”, ἵνα μὴ φυσιώμεθα, ἵνα μὴ ἀλαζονευώμεθα, ἀλλὰ μᾶλλον παιδευόμενοι ταπεινώμεθα καὶ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ καταφεύγωμεν, ὡς οὐκ ἐνόντας ἄλλως διασῴζεσθαι· ὅταν δὲ διὰ πάσης σπουδῆς ὑποτάξωμεν τὸ ἀνυπότακτον φρόνημα καὶ γνῶμεν ἑαυτούς, ὅτι ὅλως διόλου ἐσμὲν ταλαίπωροι, μηδὲν κατορθοῦν δυνάμενοι δίχα βοηθείας θεοῦ, μεσιτείᾳ τοῦ καθοδηγοῦντος, ὅστις ἂν εἴη, τότε συγκαταβήσεται περὶ τὴν κάμινον τῶν παθῶν ἡμῶν ἄγγελος, ὥσπερ τοῖς περὶ τὸν Ἀζαρίαν, καὶ ἐκτινάξει τὴν φλόγα τῆς ἐπιθυμίας ἐκ τῆς καρδίας, καὶ ἐμποιήσει ἐν ταῖς ψυχαῖς ἡμῶν “ὡς πνεῦμα δρόσου διασυρίζον” τὸ τῆς ἁγνείας δῶρον. διά τοι τοῦτο ταπεινώμεθα· κάτω τὸ φρόνημα ἡμῶν, κάτω τὰ ὄμματα· ὑποπιπτέτω ὁ λόγος, ἡττάσθω ἡ διάλεξις καὶ ἐγγὺς τὸ ἔλεος τοῦ φιλανθρώπου θεοῦ.

μηδεὶς ἄπιστος, μηδεὶς δόλιος, μηδεὶς σκολιός, μηδεὶς τοῖς χείλεσιν εὐλογείτω, “τῇ δὲ καρδίᾳ αὐτοῦ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ”, ὥσπερ ἐστὶν ὁ ἰδιόῤῥυθμος καὶ ὁ αὐτοσύνετος· “μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος”, κατὰ τὸν ἀπόστολον· μηδεὶς περιπαρήτω τῷ τῆς παῤῥησίας πτώματι καὶ ἐμπέσῃ εἰς βάθη κακῶν, καὶ ἀποτίσῃ ποινὰς αἰωνίας. ὅλως φωτεινοὶ γένοισθε, ὅλως εἰλικρινεῖς, ὅλως γνήσιοι υἱοί. ὡς τέκνα, ὡς ἀδελφοί, ὡς συγκληρονόμοι περιπατήσωμεν, μὴ καταδεχόμενοι τὰς εἰς ἀλλήλους βλάβας, μηδὲ τὰς νεωτερικὰς ἀταξίας, ἀλλ’ ὡς ἐπὶ πᾶσι καὶ νῦν. ἐπεὶ πάρεστι τὸ γενέθλιον τοῦ δεσπότου ἡμῶν καὶ προστάτου, τοῦ ἁγίου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, καὶ μέλλουσιν ἤδη ἀπὸ ἑσπέρας οἱ κληθέντες πατέρες καὶ ἀδελφοὶ παραγίνεσθαι, εὕρωσιν ὑμᾶς εὐκαταστάτους, ἴδωσιν ἡγιασμένους, γνώσωσιν ὑμᾶς ἀπροσκόπους. καὶ τοῦτο πῶς; ἵνα ἕκαστος, καθὼς διετάχθη, ἐν τῇ διακονίᾳ αὑτοῦ παραμένων χρησιμεύσῃ, ῥυθμίζων ἑαυτὸν ἐν πάσῃ ἀγαθῇ πράξει καὶ λαλῶν προσηκόντως, καὶ σιωπῶν εὐστόχως, καὶ ψάλλων προθύμως, καὶ ὑπουργῶν ἐνδυναμούμενος· βλέπετε γάρ, ἵνα ἐν τῇ ψαλμῳδίᾳ συναθροιζόμενοι πάντες ἀνελλιπῶς καλῶς χοροστατήσωμεν καὶ συμφωνήσωμεν καὶ ἀνακρουσώμεθα τὰ θεοτερπῆ ᾄσματα τοῦ Προδρόμου, καὶ ἁπλῶς κατά τε τὴν λειτουργίαν τῆς ἐκκλησίας, κατά τε τὴν ὑπουργίαν τῆς τραπέζης.

ταύτην τὴν μίαν ἡμέραν, παρακαλῶ καὶ δέομαι, ὑπὲρ τὰς λοιπὰς χαρίσασθέ μοι εὐκατάστατον, εὐαπόδεκτον, ἵνα δοξασθῇ ὁ θεὸς διὰ τοῦ ἔργου ὑμῶν ἐν τῇ ὠφελείᾳ τῶν ὁρώντων, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΒʹ. Εὐχαριστήριος πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, ἐν τῇ πόλει ταύτῃ οἰκούντων ἡμῶν ἐπιγίνεται μανθάνειν ἡμᾶς τὰ συμβατικὰ τῶν ἀνθρώπων τοῦ παρόντος βίου, οἷον τῶν μὲν τὰς προβολάς, τῶν δὲ τὰς διαδοχάς, καὶ τῶν μὲν τὰς ἐξορίας, τῶν δὲ τὰς δημεύσεις καὶ ἄλλων τὰς ἀμέτρους χαράς, ἑτέρων δὲ τὰς θανασίμους λύπας, ἢ ἐκ πλούτου, ἢ ἐκ πενίας, ἢ ἐκ χηρείας, ἢ ἐξ ἀπαιδίας, ἢ ἐκ συκοφαντίας, ἢ ἐξ ἁρπαγῆς, ἢ ἐκ πλεονεξίας· καὶ γάρ, ὡς ἔπος εἰπεῖν, πᾶς ἄνθρωπος δολίως πορεύεται πρὸς τὸν πλησίον αὐτοῦ “καὶ πτέρνῃ πτερνιεῖ” τὸν ἀδελφὸν αὐτοῦ, καὶ πολλοῖς τοῖς κακοῖς ἐμπέπλησται ἡ ζωὴ τῶν ἀνθρώπων. ἡμεῖς οὖν ἄρτι, ὅτι χάριτι τοῦ καλέσαντος ἡμᾶς θεοῦ εἰς τὸ ἱερὸν καὶ ἄσυλον σχῆμα τοῦτο ἠξιώθημεν φυγεῖν τὰς κοσμικὰς ἀπάτας καὶ τὴν ἐπάλληλον φορὰν τῶν ματαίων πραγμάτων, ὡς ἐν λιμένι καθωρμημένοι ἐν τῷ ταπεινῷ μοναστηρίῳ, μηδὲ τὴν τυχοῦσαν ἔχοντες μέριμναν πρὸς τὸ πρᾶξαι ἀνθρωπίνως, ἢ πλουτῆσαι, ἢ ὑψωθῆναι, ἢ ἀμύνασθαι, ἢ ἀντιλυπῆσαι, ἢ ἐγγαμίσαι, ἢ στρατευθῆναι, ἢ πολεμῆσαι, ἢ κατακοπῆναι καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι, τί ἀνταποδώσωμεν αὐτῷ περὶ πάντων τούτων, ὧν ἀνταπέδωκεν ἡμῖν; τί προσοίσωμεν ἐπάξιον; τί φθεγξώμεθα; τί καὶ ἐννοήσωμεν πρὸς τούτοις, ὅτι καὶ ἐλπίζομεν βασιλείας οὐρανῶν ἐπιτυχεῖν καὶ τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν κληρονομῆσαι;

ὄντως δίκαιον ἡμῖν ἐστιν ἑκάστοτε λέγειν ἐκεῖνο τὸ προφητικόν, τὸ “τίς εἰμι. ἐγώ, κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με τοσοῦτον”;

Οὐκ ἔστιν οὖν ἡμῖν χαρά, ὅτι οὐ φροντίζομεν τοῦ κόσμου τούτου; οὐκ ἔστιν ἀγαλλίασις, ὅτι τὸ περιθρύλλητον πρᾶγμα τοῦτο τῆς βασιλείας πρὸς τὸ καθ’ ἡμᾶς ἀξίωμα εἰς οὐδὲν λογιζόμεθα; οὐκ ἔστι δόξα, ὅτι ἅπαντας τοὺς θησαυροὺς τῶν βασιλέων καὶ τοὺς πολυτιμήτους λίθους καὶ μαργαρίτας πρὸς τὸν τῶν ἀρετῶν πλοῦτον ὡς χοῦν ἡγούμεθα; τί κάλλιον ἡμῖν καὶ τί μεῖζον, καὶ τί τερπνότερον καὶ τί μακαριώτερον, εἴπερ φρονοῦμεν καὶ εἴπερ αἰσθανόμεθα, λογικοὶ ὄντες, οἷα τὰ ὁρώμενα πρὸς τὰ νοούμενα; ἐμοὶ μὴ γένοιτο, εἰ καὶ ταπεινὸς ὤν, ἐπιθυμῆσαι οὐχὶ τόδε ἢ τόδε τῶν ἐραστῶν καὶ περισπουδάστων ἀνθρώποις, ἀλλ’ οὐδὲ πάσας τὰς βασιλείας τοῦ κόσμου τούτου διδομένας μοι, ἐπειδὴ κληρονόμος θεοῦ καὶ συγκληρονόμος Χριστοῦ ἐφίεμαι γενέσθαι, τοῦ δεσπόζοντος οὐρανοῦ καὶ γῆς καὶ τῶν ἁπάντων, ὥσπερ καὶ ὑμεῖς. ἀλλ’ ἐγὼ μὲν οὐκ ἐπιτεύξομαι, μὴ πράττων κατὰ τὸν πόθον· ὑμεῖς δὲ εὖ οἶδ’ ὅτι ἐπιτεύξεσθε, τέκνα μου, ἐάν· περ βεβαίαν καὶ ἀκλινῆ τὴν πίστιν ὑμῶν κατέχητε καὶ τὸ ἀσάλευτον τῆς μακαρίας ὑμῶν ὑποταγῆς, τῶν ἐν αἰῶσιν ἀπείροις ἀποκειμένων ἀγαθῶν, ὧν τὸ ὑπερβάλλον μέγεθος καὶ τὸ τῆς λαμπρότητος ἀξίωμα οὐδὲ εἰκάσαι ἐστὶ πρὸς τὰ ἐνταῦθα μεγαλαυχούμενα κατὰ ἀμυδράν τινα εἰκόνα.

Παρακαλῶ· οὖν ὑμᾶς ὁ τάλας διὰ τὰ τοιαῦτα καὶ τηλικαῦτα ἀποκείμενα ὑμῖν ἀγαθὰ μηδέ, εἰ παραδώσωμεν τὸ σῶμα, ἵνα καυθῇ, νομίσωμέν τι μέγα πεποιηκέναι, οὐχ ὅτι μικρόν τι νηστεύομεν, ἢ ἀγρυπνοῦμεν, ἢ γονυκλιτοῦμεν, ἢ ἀστατοῦμεν, ἢ κολαφιζόμεθα ἐν ταῖς ὑπαλλαγαῖς τῶν ἱματίων, ἢ τῶν ὑποδημάτων, ἢ τῶν φθειρῶν, ἢ τῶν ἄλλων ὁποιωνοῦν εἴποιέν τις κόπων, ὅτι σκιὰ καὶ ὄναρ εἰσίν. καὶ μακάριος ἄνθρωπος, ὃς ταῦτα συμβάλλει καὶ συμβιβάζει ἐν τῇ καρδίᾳ αὑτοῦ καὶ προστίθησιν ἡμέραν ἐξ ἡμέρας εἰς εὐχάς, εἰς δάκρυα, εἰς ταπείνωσιν, εἰς ὑπακοήν, εἰς κατάνυξιν, εἰς πραότητα, εἰς ἐλεημοσύνην, εἰς ἀπάθειαν. ὄντως ὁ τοιοῦτος τῶν φρονίμων ὁ φρόνιμος καὶ τῶν σοφῶν ὁ σοφός. εἴην δ’ ἂν ἐγὼ ὁ ἀνάξιος τῆς μοίρας τῶν τοιούτων, καὶ εἴ τις ἐμοὶ πείθοιτο, καὶ διὰ τοῦτο καὶ ἐμπαιζέσθω καὶ χλευαζέσθω, ἄφρων καὶ ἄνους λεγόμενος καὶ πᾶσιν ὑποπίπτων καὶ ὑπὸ πάντων εὐτελιζόμενος.

Οὗτός μοι τῆς παρούσης κατηχήσεως ὁ λόγος· εὔχεσθε δέ μοι, ἀδελφοί, ἵνα καὶ εἰς τὸ ἑξῆς ἡ παιδεία κυρίου ἀνοίγῃ μου τὰ ὦτα πρὸς τὸ ἀκοῦσαι ἢ εἰπεῖν τι τῶν λυσιτελούντων ὑμῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΓʹ. Περὶ τοῦ μὴ ἰδιογνωμονεῖν, πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἐν τῷ τὴν ἀδελφότητα διαμερισθῆναι ὧδε κἀκεῖσε, ἐπὶ τῇ τοῦ θέρους χρείᾳ, συνδιαμεμέρισταί μου καὶ ἡ ταπεινὴ ψυχή, καὶ νοητῶς μεταβαίνω ἐκ τοῦδε εἰς τόνδε τὸν τόπον περιβλεπόμενος καὶ κατασκοπούμενος, τίς ἆρα καὶ ποταπὴ ἡ κατάστασις αὐτῶν, εἰ σῳζόμενοί εἰσιν ὑπὸ κυρίου, εἰ πορευόμενοί εἰσιν ἐν ὁδῷ ἀμώμῳ. οἴδατε γάρ, ὅτι ἄφεσιν μικρὰν λαβοῦσα ἡ εὐόλισθος ἡμῶν φύσις, ἀγριοῦται καὶ θηριοῦται καὶ ἀποκύει θάνατον ἁμαρτίας. διὰ τοῦτο καρδιάζομαι ὁ ἐλεεινὸς καὶ συμπιάζομαι καὶ συνθλίβομαι τῇ μερίμνῃ καὶ τῇ φροντίδι, τῇ ἀδολεσχίᾳ κατατηκόμενος, κἂν οὐδὲν ὑμῖν συνοίσω εἰς ὠφέλειαν· εὐχὴν γὰρ οὔπω ἔχω, ἵνα συνεπαμύνωμαι ὑμῖν ἢ ἐκείνοις.

κύριος δὲ ὁ θεὸς τοῦ πατρός μου ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει· κύριος εὐλογήσει ὑμᾶς τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ, καὶ συμβιβάσει καὶ συμφράξει τῇ εἰς ἀλλήλους ἀπαῤῥησιάστῳ ἀγάπῃ, καὶ συνενώσει τῇ ὁμοψύχῳ βουλήσει καὶ προαιρέσει, “ἵνα μὴ ᾖ ἐν ὑμῖν σχίσματα”, κατὰ τὸν ἀπόστολον, μηδὲ γνωμικὰ θελήματα, μηδὲ ἰδικὰ ἐπιθυμήματα, ἅτινά εἰσι πονηρὰ ἐπιτηδεύματα, ἀλλὰ τὸ αὐτὸ ὑπάρχῃ κοινῶς καὶ καθολικῶς, ἓν θέλημα καὶ ἓν ἐπιθύμημα, ὡς ἐξ ἑνὸς καὶ ἐν ἑνὶ σώματι ἐνεργούμενον· τοῦτο γὰρ τὸ κοινόβιον καὶ τοῦτο ἡ ἐκκλησία, καὶ ἐν τούτῳ τὸν Χριστὸν κεφαλὴν ἔχοντες ἐπιδεικνύμεθα. ἕως πότε λοιπὸν αἱρετιεῖ ὁ αἱρετιῶν καὶ ἰδιογνωμεῖ ὁ ἰδιογνωμῶν; “οὐαί”, φησίν, “οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες”. ἀρκεῖ αὐτῷ ἡ τηλικαύτη ἀρὰ τοῦ προφήτου. “πάντα πρόιντο ἄν”, ὥς φησί που ὁ θεολόγος Γρηγόριος, “ἢ τοὺς οἴκοθεν λογισμούς, μεθ’ οὓς ἔρχονται, καὶ τὴν συνήθειαν, ᾗ συνανεστράφησαν”. ἀλλ’ οὐ χρὴ ταῦτα εἶναι· ἔν τισιν· ἢ οὐκ οἴδατε, τί λέγει πάλιν ὁ θεῖος καὶ μέγας Βασίλειος; ὅτι “ὁ ὑπὲρ τοὺς ἄλλους ἐπιζητῶν τι πλέον, ἐκείνης ἐστὶ τῆς φωνῆς ἄξιος, ᾗ φησι· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ”. διὰ τοῦτο συντριβόμεθα τοῖς λογισμοῖς, διὰ τοῦτο ταλαιπωροῦμεν μὴ προκόπτοντες, διὰ τοῦτο ἀναβαίνουσι διαλογισμοὶ πονηροὶ ἐν ταῖς καρδίαις ἡμῶν.

διὰ τοῦτο γινόμεθα υἱοὶ παραπικραίνοντες καὶ διαγογγύζοντες.

Ἀλλ’ οὖν δι’ ἐπιγνωμοσύνης ἀφέμενοι τὰ οἰκεῖα θελήματα στοιχήσωμεν τῷ κανόνι τῆς εὐθύτητος, κατὰ πάντα τὰ προστεταγμένα ἡμῖν ἐνθέως καὶ νομίμως πορευόμενοι. μή μοι λεγέτω τις ἀφρονεύων, “ὤφειλον τὸ καὶ τὸ πράσσειν παρὰ τοὺς πολλούς, καὶ ἐπάξιός εἰμι τοῦ καὶ τοῦ ἀπολαύειν, διὰ τὸ ὁρμεῖσθαί με ἐκ τοῦ τοιούτου καὶ τηλικούτου”. σαρκικὰ τὰ ῥήματα, μᾶλλον δὲ σατανικὰ τὰ κινήματα· ἐν τούτῳ γὰρ ἀλλοτρίους ἑαυτοὺς τῆς τοῦ θεοῦ ἐκκλησίας οἱ τοιοῦτοι καθιστάνουσιν. εἰ γὰρ τέκνα ἐστέ, οἱ πάντες ἕν ἐστε καὶ ἐκ τοῦ ἑνὸς γεγεννημένοι· καὶ γὰρ ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου “ἐγὼ ὑμᾶς ἐγέννησα”, ὥς φησιν ὁ θεῖος ἀπόστολος· εἰ δὲ ἕν ἐστε, πῶς τὸ ἓν οὐ στέργετε, ἀλλὰ τοῖς μὲν χείλεσί με πατέρα ὀνομάζετε, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχετε ἀπ’ ἐμοῦ; ὤ, πῶς οὐκ αἰσχύνεσθε; πῶς οὐκ αἰδεῖσθε; ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς “καταβέβηκα”, φησίν, “ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός”. ὑμεῖς δὲ τὸ ἐναντίον τοῖς ἔργοις ἀντιφθέγγεσθε ἐλθόντες ἐνταῦθα, οὐχ ἵνα ποιῆτε τὸ θέλημα τοῦ θεοῦ δι’ ἐμοῦ τοῦ ταπεινοῦ, ἀλλὰ τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὑμῶν, ὡς οἷα τέκνα ὀργῆς καὶ ἀπειθείας. “

ὄντως”, ὡς εἶπεν ὁ τῆς ἁγίας Κλίμακος ὑφηγητής, “οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθῇς, οὐδὲ τὸ ἄνω πάσχα θεάσῃ, εἰ μὴ πικρίδας καὶ ἄζυμα φάγῃς διὰ παντός· οὐ μὴ φωτισθῇς, οὐδ’ οὐ μὴ σοφισθῇς, εἰ μὴ ὡς ἐν μαχαίρᾳ ἐκτέμῃς ῥιζόθεν ἐκ τῆς καρδίας τὸ οἰκεῖόν σου θέλημα καὶ προσοίσῃς ἑαυτὸν ὁλοτελῶς δι’ ὑπακοῆς τῷ καθηγεμόνι σου”.

Καὶ ταῦτα μὲν περὶ τοῦ χαλκοῦ θελήματος· μετὰ τοῦτο δὲ καὶ περὶ τῶν ἄλλων ὑπομνήσκω, ἵνα νηφόντως καὶ γρηγορότως ὑπαντῶμεν εἰς τὰς νυκτερινὰς καὶ ἡμερινὰς ψαλμῳδίας, πρὸς τὰς τοῦ ὕπνου ἐξεγέρσεις, πρὸς τὰς τῶν ἔργων κλήσεις, πρὸς τὰς τῶν λογισμῶν ἐξαγγέλσεις, ἑτοιμαζόμενοι ἑαυτοὺς πρὸς τὴν τοῦ θανάτου ὥραν, πρὸς τὴν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς ἔξοδον, πρὸς τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετὰ τῶν ἀγγέλων ἄνοδον, πρὸς τὴν τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος παράστασιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΔʹ. Περὶ τῆς χαροποιοῦ ἡμῶν ὑποταγῆς· πρὸς τοὺς ἐν τῷ Σακκουδίωνι ἀδελφούς. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, πῶς ὑμῖν τανῦν προσφθέγξομαι; ἀλλ’ εἰ καὶ τολμηρόν, ἀποστολικῶς. “χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε”. διατί; ὅτι τὸ ἔργον τοῦ θεοῦ διανύετε, ὅτι τὸ μοναδικὸν σχῆμα περιβέβλησθε, ὅτι τὸν τῆς ὑποταγῆς κανόνα ὑπεξέρχεσθε, καθ’ ἑκάστην ἡμέραν θλιβόμενοι, στενοχωρούμενοι, ταλαιπωρούμενοι, συλλυπούμενοι, τοῦτο μὲν ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ ξηροκοιτίαις, τοῦτο δὲ ἐν κόποις καὶ μόχθοις καὶ ἔργοις τῶν διακονιῶν ὑμῶν, ἐν κοπαῖς τῶν θελημάτων, ἐν ἐπαγωγαῖς τῶν προσταγμάτων, ἐν ἀλουσίᾳ τῆς σαρκὸς ὑμῶν, ἐν ῥακοδυσίᾳ καὶ ῥυπαροφορησίᾳ τῶν ἐνδυμάτων καὶ ὑποδημάτων ὑμῶν· προσθήσω τούτοις, ἐν ἐπιτιμίοις καὶ ἀφορισμοῖς τῶν ἐλλειμμάτων, τὸ μεῖζον ἔτι, ἐν ἀκαταπαύστοις προσβολαῖς, κρούμασί τε καὶ κεντήμασι καὶ οἷόν τι τοξεύμασι καὶ λογχεύμασι τῶν ὁρατῶς καὶ ἀοράτως πολεμούντων ὑμᾶς. ἔνθεν ὁ οἰκονόμος ἕλκει, ἐκεῖθεν ὁ παροικονόμος ἀνθέλκει· ὁ ἐσθιάτωρ ἑτέρωθεν, ὁ ἀρτοποιὸς ἄλλοθεν, τοῦτος κἀκεῖνος, ἵνα μὴ τοὺς πάντας λέγω. εἶτα καὶ ἐπὶ τῶν δαιμόνων ἔνθεν ὁ τῆς πορνείας, ἐκεῖθεν ὁ τῆς ἀκηδίας, ἄλλοθεν ὁ τῆς λαιμαργίας, ἑτέρωθεν ὁ τῆς ἀστασίας. καὶ πόσα καὶ πηλίκα τὰ πάθη; ἀνεξαρίθμητα. οὐκ εἰκότως οὖν εἴρηκα ὑμῖν τὸ “χαίρετε ἐν κυρίῳ πάντοτε”.

ναί, ὄντως, ἀδελφοί μου ἠγαπημένοι, καὶ μακάριοί ἐστε καὶ τρισμακάριοι ταῦτα διὰ θεὸν ὑπομένοντες καὶ ταῦτα αἱρούμενοι καὶ ταῦτα ἀσπαζόμενοι. καὶ τί ἐκ τούτων; ἀνατελεῖ ἐν ταῖς καρδίαις ὑμῶν ἐν τῷ μέλλοντι αἰῶνι δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ζωὴ καὶ εὐφροσύνη καὶ ἀνάπαυσις αἰώνιος, υἱοθεσία καὶ κληρονομία Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ, ἀνθ’ ὧν οὕτως ἐφρονήσατε καὶ οὕτως εἵλεσθε, καλῶς καὶ θεομακαρίστως καὶ παντεπαινέτως κόσμον μισήσαντες καὶ τὰ περὶ κόσμον, γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ ἰδίων χωρισθέντες, πατρίδων καὶ πόλεων καὶ χωρῶν καὶ ἀγρῶν καὶ οἴκων διαστάντες καὶ πρὸς μόνον θεὸν καταφυγόντες τὸν κύριον καὶ βασιλέα τῆς δόξης, τὸν ἀγαθὸν καὶ ὑπεράγαθον δεσπότην, καὶ τούτῳ δουλεύοντες, τούτῳ παριστάμενοι, τούτῳ λατρεύοντες, τούτῳ ᾄδοντες ἀεννάως, τούτου τὰς ἐντολὰς καὶ τὰ δικαιώματα ἐκζητοῦντες, τούτου τὰ ἀρεστὰ καὶ φιλητὰ πράττοντες.

καὶ γὰρ ἐν ὑμῖν οὐ περὶ πατρὸς καὶ μητρὸς λόγος, οὐ περὶ γυναικὸς καὶ παίδων φροντίς, οὐ περὶ δούλων καὶ δουλίδων μέριμνα, οὐ περὶ κτήσεων καὶ ὑπάρξεων ἀδολεσχία, οὐ περὶ τιμῶν καὶ ἀξιωμάτων διαγωνία, οὐ περὶ ἀρχόντων καὶ βασιλέων ἐπιθυμία, οὐ περὶ κραιπάλης καὶ οἴνων διϋλισμένων καὶ τῶν ἄλλων τρυφῶν διασπουδασία, οὐ περὶ μικρῶν, οὐ περὶ μεγάλων, οὐ περὶ οὐδενὸς ἄλλου τῶν ἀπολλυμένων, ἀλλὰ περὶ μόνου τοῦ κατ’ εὐαρέστησιν θεοῦ διαζῆν ὑμᾶς, περὶ μόνων τῶν ἀποκειμένων ἐν οὐρανοῖς ἀγαθῶν. ἆρα οὐκ ἀξίως ἀνταγαπήσει ὑμᾶς ὁ δεσπότης; ἆρα οὐκ ἀξίως καλέσει ὑμᾶς τέκνα; ἆρα οὐκ ὀφειλόντως ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ πρὸς ὑμᾶς “δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου”;

Τοιαῦτα οὖν ὑμῶν τὰ ἀγωνίσματα, τοιαῦτα τὰ διασπουδάσματα, τηλικαῦτα τὰ ἐλπιζόμενα. διὰ τοῦτο καὶ πάλιν ἐρῶ· χαίρετε ἀκαταλήκτως· χαίρετε δὲ κατὰ τὸ φθάσαν, ὅτι καὶ ἀδελφὸν κάλλιστον ἀπεστείλαμεν πρὸς τὸν μέλλοντα αἰῶνα, τὸν κύριον ἀββᾶν Ἱερεμίαν, καλῶς πολιτευσάμενον καὶ ὁσίως ἐκβιώσαντα καὶ προστεθέντα τοῖς λοιποῖς ἡμῶν ἀδελφοῖς εἰς ζωὴν ἀτελεύτητον. καὶ μακάριος, ὅστις μετὰ τοιούτου τέλους ὑπαναχωρήσει τῶν ἐνθένδε. ἔτι χαίρετε, ὅτι τοὺς δύο ἀδελφοὺς ἡμῶν, τόν τε ἀββᾶν Εὐστάθιον καὶ τὸν ἀββᾶν Ἐπιφάνιον, ἠξιώθημεν ἀπολαβεῖν ὑγιαίνοντας καὶ σεσωσμένως ἐπαναλύσαντας ἐκ τῆς Ῥώμης, οὐκ ἐπαινετοὺς μὲν κατὰ τὸ προφανές, διὰ τὴν ἰδιογνώμονα αὐτῶν ἐν τοῖς ἐκεῖσε ἀπέλευσιν, ἐπαινετοὺς δὲ λίαν διὰ τὴν κρυπτὴν αὐτῶν ἐργασίαν· ἔργον γὰρ ἀποστολικὸν ἐπλήρωσαν, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀνάθεμα ἀπὸ Χριστοῦ καὶ ἀφ’ ἡμῶν ἑλόμενοι ὑπὲρ τῆς ἡμετέρας τῶν ταπεινῶν δόξης καὶ θελήσεως. τοῦτο ἀπέδειξεν ἄρτι θεὸς διὰ τῆς εὐαγοῦς αὐτῶν παλινστροφίας, οὐκ ἀποδοκιμάσας τὴν σπουδὴν αὐτῶν, οὐδὲ ἀνόνητον τὸν κόπον αὐτῶν ἀποδείξας. ἡγεῖσθε αὐτοὺς ὡς ἀδελφοὺς ὑμῶν τιμίους· οὐκέτι δὲ αὐτοῖς εἴτε ἑτέροις τοιαύτης ἀφορμῆς ἔξοδος· μή τις βουλεύσηται, μή τις διανοήσηται καὶ ὀλοθρευθείη ἀπὸ θεοῦ· ἅπαξ γὰρ ἔφθασε τοιαύτη ὑπόθεσις καὶ ἅπαξ γέγονεν, ὃ γέγονεν, τὸ δὲ δεύτερον θάνατος αἰώνιος. ἀσφαλίσασθε οἱ πάντες.

ἐλπίζομεν δὲ καὶ τὸν ἀββᾶν Νικόλαον ἀπολαβεῖν, καθὼς ἤκουσται ἡμῖν, καὶ εὔξασθε καὶ ὑπὲρ ἐκείνου καὶ ὑπὲρ τῶν ἐξ ἀβουλίας ἄλλων ἀποδρασάντων, ἵνα ὁ κύριος ἀνακαλέσηται καὶ ἐπισυναγάγῃ τοὺς πάντας εἰς τὴν μάνδραν αὑτῶν καὶ σώσῃ εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΕʹ. Ὅτι χρὴ τὸν καθηγούμενον τὴν ψυχὴν τιθέναι ὑπὲρ τοῦ οἰκείου ποιμνίου· καὶ περὶ σπουδῆς καὶ ἐπιμελείας τοῦ κατὰ θεὸν βίου ἡμῶν, καὶ τοῦ προσέχειν ἑαυτοῖς ἀπὸ τῶν παγίδων τοῦ διαβόλου. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, μικρὸν ἀπολιμπανόμενος ὑμῖν χρόνον ἐν ταῖς συμβαινούσαις ἀναγκαίαις ἀποδημίαις, ὡς πολὺν ἤδη πεποιηκὼς κατεπείγομαι τῇ ἐπιθυμίᾳ εἰς ὑποστροφήν, τὸ μὲν ἀγωνιῶν διὰ τὸ μή τινα συμβῆναι ἐκ τῶν ἀμαρτιῶν μου ἀταξίαν (οἶδα γὰρ τὸν διάβολον ὠρυόμενον λέοντος δίκην καὶ ζητοῦντα τίνα ψυχὴν ἁρπάξας καταπιεῖν), τὸ δὲ ἐπιθυμῶν συνεῖναι ὑμῖν κατὰ πάντα καιρὸν καὶ τόπον· οὐδὲ γὰρ τέρπει με ἡ ἀπουσία, οὐδὲ μετεωρίζει με, κἂν ἁμαρτωλός εἰμι, ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, ὡς ἂν τρυφῶν διατελοίην τὰς ἡμέρας, ἐπιγαννύμενος ταῖς ὁδοιπορίαις καὶ τοῖς θεάμασι τῶν ἐν τῷ βίῳ γινομένων πραγμάτων καὶ ὑμᾶς ἐῶν ἐπιταλαιπωρεῖν ταῖς ἀσκητικαῖς διαγωγαῖς. μὴ διὰ τοῦτο ὑπολαμβάνητε, τέκνα καὶ ἀδελφοί, ἀλλ’ εὖ ἴστε, ὅτι ὅπου περ ἂν ἀπίω, πάντας ὑμᾶς ἐν τῇ ταπεινῇ μου καρδίᾳ ἔχω καὶ μεθ’ ὑμῶν εἰμι τῇ διανοίᾳ ἐποδυνώμενος τοῖς ὀδυνωμένοις, συναγωνιῶν τοῖς ἀγωνιῶσι, συνευφραινόμενος τοῖς εὐδρομοῦσι, κλαίων τε καὶ μεριμνῶν περὶ ἑνὸς ἑκάστου ὑμῶν, ὅπως διασῴζοισθε. εἰς τί γὰρ ἄλλο κεκλήκατέ με εἰς κεφαλὴν ὑμῶν, καὶ εἰς ὅ τι ἄλλο ὀφείλω ζῆν, χαίρειν τε καὶ εὐφραίνεσθαι;

ἀλλ’ οὐχὶ δι’ ὑμᾶς τὰ τοῦ θεοῦ τέκνα; οὐχὶ διὰ τὴν ἐν κυρίῳ προκοπὴν ὑμῶν; οὐχὶ διὰ τὸν ἔνθεον ζῆλον ὑμῶν; οὐχὶ διὰ τὴν μαρτυρικὴν ὑμῶν πολιτείαν; ἐν τούτοις γὰρ καὶ ἐκζητηθήσομαι ὑπὸ τοῦ δεσπότου θεοῦ, ὅπως ὑμᾶς ἐποιμάναμεν καὶ ὡδηγήσαμεν, εἰ ἀπλανῶς τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ ὑπέδειξα ὑμῖν, εἰ ὡς ποιμὴν συνεφλέχθην ὑμῖν τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, κατὰ τὸν μέγαν ἐκεῖνον Ἰακώβ, εἰ τὸ ἀπολωλὸς ἐξεζήτησα καὶ τὸ πεπλανημένον ὑπέστρεψα, εἰ τὸ ἠσθενηκὸς ἰάτρευσα, καθὼς πάλιν ἄλλος προφήτης, ἀλλὰ μὴ εἰς οἰκείας ἡδονὰς τὴν προστασίαν ἐνοσφισάμην, τῇ ἀμελείᾳ προδοὺς τὰ πρόβατα τοῖς ἅρπαξι τῶν ψυχῶν λύκοις, ἀπεμπολῶν οἷον καὶ σφάττων καὶ ἀπολλὺς αὐτὰ διὰ κακίας. διὰ τοῦτο, ὦ ἀδελφοί μου, οὐκ ἄλογον τὸ ἐν ἐμοὶ πάθος, ἀλλ’ ὡς ὁρᾶτε καὶ πάνυ δικαιότατον, καὶ οὐκ ἀρκεσθήσομαι, ὁσάκις ἂν καὶ τὰ αὐτὰ φθέγξωμαι, ἀποδυρόμενος τὴν ἐμαυτοῦ ταλαιπωρίαν καὶ εἰς οἷόν εἰμι κρῖμα. δότε μοι οὖν, δέομαι ὑμῶν, δεξιὰς καὶ αὐτοὶ οἵ γε καὶ δυνάμενοι μάλιστα διὰ τῆς καμνούσης ἀρετῆς ὑμῶν. ὀρέξατε χεῖρα βοηθείας· συνασπίζοισθε, συναντιλαμβάνοισθε, συνανορθοῦντες καὶ συμβιβάζοντες τὰ εἰς εἰρήνην καὶ εὐστάθειαν, καὶ ὁ δικαιοκρίτης εἰκότως διανεμεῖ ὑμῖν τὰς ὀφειλομένας μισθαποδοσίας.

Ἐγὼ τοίνυν ὁ ἁμαρτωλὸς χαίρω ἐπὶ τῇ εἰσδοχῇ τῶν εἰσερχομένων προσώπων καθ’ ἑκάστην (θεόπεμπτοι γάρ εἰσι), καὶ ἐπὶ τῷ πληθυσμῷ τῆς ἐλαχίστης ἡμῶν μονῆς ἐνήδομαι, ἐπειδὴ θέλημα κυρίου ἐστὶν τὸ ἐπὶ τὸ αὐτὸ εἶναι τοὺς πλείονας, καὶ δεῖγμά ἐστι τῶν ἀποστολικῶν ἡμερῶν ἐκείνων, ἐν αἷς ἐπὶ τὸ αὐτὸ χιλιάδες συνῳκίζοντο καὶ συνέζων· πῶς γὰρ ἂν καὶ τοὺς ἀγγέλους μιμήσαιντο ἄνθρωποι, εἰ μὴ διὰ τῆς τηλικαύτης συναγωγῆς καὶ εὐζωΐας; ἀλλ’ ὅσον τὸ χαίρειν, τοσοῦτο καὶ μᾶλλον τὸ φοβεῖσθαι πρόσεστί μοι ἐν συντριμμῷ τῆς καρδίας μου, οὐχ ἕνεκεν ἐπιλείψεως σωματικῶν χρειῶν (οἶδα γάρ μου τοῦ δεσπότου τὰς ἀψευδεῖς ἐπαγγελίας), ἀλλὰ χάριν τῆς ἐνούσης μοι ψυχικῆς ἀδυναμίας, ἰλιγγιῶν καὶ θαμβούμενος ὅπως ὑμᾶς διεξάξοιμι, μηδὲν ἐλλελοιπὼς τῶν δεόντων καὶ προστεταγμένων μοι πράττειν τε καὶ λέγειν ἐν μέσῳ ὑμῶν. καὶ τότε μόνον εὑρίσκω ἄνεσιν, ἡνίκα παραπέμψωμεν ἀδελφὸν πρὸς τὸν μέλλοντα αἰῶνα, ὡς ἤδη θησαυρὸν ἐναποτιθέμενοι εἰς ἄσυλον χωρίον. πρὸς γὰρ τοὺς ἐπιβιοῦντας, εἰ καὶ καλοὶ καὶ σπουδαῖοι εἶεν, καὶ χαρὰ καὶ ἀγωνία πρόσεστι, τὸ μὲν διὰ τὴν προσδοκίαν τῆς ἀγαθῆς ἀποπερατώσεως, τὸ δὲ διὰ τὸ ἐπίμηκες τοῦ δρόμου καὶ τὸ τῆς ἀρετῆς πρόσαντες· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου καὶ οὐκ οἶδα τί τέξεται ἡ ἐπιοῦσα· ἔτυχε γὰρ καὶ Ἑωσφόρον ἐκ τοῦ οὐρανοῦ κατενεχθῆναι, ἄγγελον ὄντα πρωτοστάτην.

συνέβη καὶ μαθητὴν γνήσιον προδότην τοῦ διδασκάλου γενέσθαι, ἀπὸ τῆς ἀποστολικῆς καθέδρας καταποθέντα εἰς κλῆρον ἀνόμων, ἀλλ’ ὃ μὲν διὰ τὴν ἔπαρσιν, ὃ δὲ διὰ τὴν φιλαργυρίαν, ἀμφότεροι δὲ διὰ τὴν ἀθέτησιν· ὧν μή τις ὑμῶν εἴη τῆς μερίδος, ἀλλὰ καὶ τοὺς ἤδη ὑπηνεχθέντας καὶ ἰουδαΐσαντας παλινδρομῆσαι αὖθις ποιήσαι κύριος καὶ ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας. ἵνα τί γὰρ πλανῶνται ὡς πρόβατα ἄνευ ποιμένος ἔξω τῆς μάνδρας αὑτῶν, εἰς ἐρήμους τόπους ἐπιβοσκόμενα, πάντως δήγματα λαμβάνοντες καθ’ ἑκάστην ὑπὸ τοῦ δάκνοντος πολυμόρφου ὄφεως τῶν ἡδονῶν τὰς πτέρνας τῶν ἀνθρώπων; καὶ τίς ὠφέλεια ἐν τῷ αἵματι τῆς πολυσαρκίας αὐτῶν, ἐν τῷ καταβαίνειν αὐτοὺς μικρὸν ὕστερον εἰς διαφθοράν; μὴ ἐξομολογήσωνται ἐκεῖ τῷ κυρίῳ χοῦς ὄντες; οὐδαμῶς.

Διὸ προσέχετε πάντες ἀπὸ τῶν κριμάτων αὐτοῦ, καὶ οἱ ἐστῶτες βλέπετε πῶς στήκετε. ἀποστολικὸν τὸ παράγγελμα· συνεισέρχεται γάρ πως ἡ οἴησις λέγουσα ἐκεῖνο τὸ τοῦ Δαβίδ, “ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα”, δι’ οὗτινος φρονήματος συνεχωρήθη αὐτῷ ἡ πτῶσις. οἱ κοπιῶντες τοῖς λογισμοῖς μὴ ἐνδώσητε ἀπὸ τοῦ πολεμεῖν ὑμᾶς τὸν διάβολον· φεύξεται γὰρ οἶδ’ ὅτι, ἐπιμενόντων ὑμῶν διὰ τῆς καρτερίας. οἱ ἀπομωρανθέντες ἐξ ἀναλγησίας, εἴπερ τινὲς ἦτε, ἀναζωπυρήθητε δι’ εὐαισθησίας, μήπως ὡς συκῆ ἐξηραμμένη ἐκτμηθῆτε ὑπὸ τοῦ γεωργοῦ τῶν ψυχῶν διὰ τὴν ἀκαρπίαν. οἱ τὰς ἐπισυναγωγὰς καὶ ἐπισυστάσεις ἐπιχειροῦντες μηκέτι ταῦτα πράξητε, ἵνα μὴ ὡς Δαθὰν καὶ Ἀβειρὼν οἱ ὑπερήφανοι καὶ ἀντινομοθέται καὶ ἀντιτακτῖται τοῦ Μωσέως χάνασα ὑμᾶς καταπίῃ ἡ γῆ τῆς ἁμαρτίας. οἱ ὀλιγόψυχοι καὶ ἁψίκοροι καὶ ταραχοποιοὶ παύσασθε τῆς ἐξ ἀφροσύνης καὶ ἐξ ὑψηλοφροσύνης ὑμῶν πραττομένης κακίας, ἵνα μὴ ταράσσοντες καὶ ταρασσόμενοι καταποντισθῆτε ἐν τῇ θαλάσσῃ τῆς ἀνομίας. πάντες τὰ πάντα ἀσφαλίσασθε, κατορθώσατε, εὖ πράξατε.

οἱ φλύαροι καὶ γογγυσταὶ μὴ πολλούς μοι κόπους ἀκαίρως παρέχετε, μήπως ἐν ῥάβδῳ τῶν ἐπιτιμίων ἐπιστραφῶ ὑμῖν· ὁ δὲ κύριος τῆς ἀγάπης καὶ θεὸς πάσης παρακλήσεως, ὁ καταλλάξας καὶ εἰρηνοποιήσας τὰ πάντα ἐν τῇ σαρκὶ αὑτοῦ, εἰρηνεύσειε, βραβεύσειε, συμβιβάσειε πάντας ὑμᾶς ἐν ὁμονοίᾳ, ἔτι καὶ ἔτι ἀγωνιζομένους καὶ βελτιουμένους, ἕως ἂν φθάσωμεν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος αὐτοῦ, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟϚʹ. Ὅτι χρὴ ἐναγωνίους καὶ ἐμμερίμνους ἡμᾶς εἶναι ἐν τῷ πνευματικῷ σταδίῳ μέχρι θανάτου, ὡς ἂν καταστεφθείημεν τοῖς τῆς δικαιοσύνης στεφάνοις παρὰ τοῦ παμβασιλέως θεοῦ. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, ὥσπερ τοῖς ἐν τῷ σταδίῳ τρέχουσιν ὠφέλιμον τὸ ἐκ τῶν παιδοτρίβων παραθαῤῥύνεσθαι καὶ ἐπαλείφεσθαι, οὕτως λυσιτελοῦν ἐμὲ τὸν ἁμαρτωλὸν τὸ συμπροθυμεῖσθαι ὑμῖν περὶ τὰς χρηστοτέρας ἐλπίδας, ὑμᾶς λέγω τοὺς ὡς ἀληθῶς δρομεῖς τοῦ κυρίου καὶ τρέχοντας οὐκ ἐν μικρῷ διαστήματι τόπου καὶ πρὸς μίαν ὥραν, ἀλλ’ ἐν τῷ μεγάλῳ διαύλῳ τοῦ ἀπὸ γῆς εἰς οὐρανὸν ἀφικνουμένου διαστήματος παντὸς τῆς ζωῆς ἡμῶν τέλους τὸ ἐναγώνιον ἔχοντας, ἔνθα καὶ Παῦλος ὁ μέγας κῆρυξ τῆς οἰκουμένης δεδραμηκὼς σὺν πᾶσι τοῖς ἁγίοις τὸν τῆς δικαιοσύνης, καθὼς αὐτός φησιν, ἀπελήψατο παρὰ κυρίου στέφανον.

Ἐπεὶ οὖν τοιοῦτος καὶ τηλικοῦτος ὁ ἀγών, τὸ στάδιόν τε καὶ ὁ δρόμος, θεατὰς μὲν ἔχων τὰς ἄνω μυριάδας τε καὶ χιλιάδας τῶν ἁγίων ἀγγέλων, ἀγωνοθέτην τε αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἐν τῷ ἀπροσίτῳ θρόνῳ τῆς οἰκείας δόξης κεκαθικότα, καὶ μὴν καὶ τοὺς τῆς ἐναντίας μερίδος συμπράκτορας, τοὺς ποικίλους φημὶ καὶ πολυμεθόδους δαίμονας, καταβαλεῖν ἡμᾶς καὶ συμποδίσαι καὶ ἀπολέσαι παντὶ τρόπῳ πειρωμένους, πόσον, παρακαλῶ, δέον ὑμᾶς προσεχεῖς εἶναι, ἐμφόβους τε καὶ περιμερίμνους, ἠσκημένους τε καὶ ἐναγωνίους, ὥστε μὴ μόνον καλῶς ἐνάρξασθαι τοῦ δρόμου; ὠφελήσειε γὰρ εἰς οὐδέν, εἰ μὴ καὶ πρὸς τὸ ἑξῆς νεανικώτερόν τε καὶ ἀνδρικώτερον ἐπειχθῶμεν· καὶ οὐδὲ οὕτως ἡ τῆς νίκης ἐπιτυχία, εἰ μὴ μέχρι θανάτου, κἂν παραταθείη πολὺ τὸ τῆς ζωῆς ἡμῶν μέτρον, ἐνστησώμεθα σκοπήσωμεν δέ, εἰ δοκεῖ, ἐνταῦθα κατὰ σύγκρισιν ἡμῶν τε καὶ τῶν κατὰ κόσμον τρεχόντων, κἀν τούτῳ ἐπιγνωσόμεθα ὅσον τὸ διάφορον.

ἐκείνοις οὖν λειφεῖσι καὶ ἡττηθεῖσιν, ἴσασιν οἱ πεπειραμένοι οἷα πρόσωπα κατηφῆ γίνονται· ὀφθαλμοὶ κάτω νενευκότες, δάκρυα προχεόμενα· καὶ γὰρ καὶ ἑαυτοὺς τύπτουσι· καὶ τὰς οἰκείας τρίχας τίλλουσι, στένοντες καὶ ποτνιῶντες, ὀδυνηρῶς τε καὶ ᾐσχυμμένως παριστάμενοι ἐπὶ προσώπου τοῦ βασιλεύοντος κατὰ μέσου τοῦ σταδίου, συνδεδεμένοι τε τὰς χεῖρας, καὶ ταῦτα τῶν ἐπάθλων διανεμομένων κατ’ ὀφθαλμοὺς αὐτῶν μετὰ εὐφημιῶν πολλῶν καὶ ἀνακηρύξεων πρὸς τοῦ λαοῦ παντὸς τοῖς ἐκνικήσασι καὶ στεφανωθεῖσι. τοιγαροῦν καὶ ἐφ’ ἡμῖν ὡς ἐν εἰκόνι τοιοῦτόν τι ἕξει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ γὰρ καλῶς τὸν ἀγῶνα ἀγωνισάμενοι, κατὰ τὸ λόγιον, καὶ τὴν πίστιν τηρήσαντες, παρασταθήσονται τῷ παμβασιλεῖ θεῷ ἐν τοῖς οὐρανοῖς φαιδροί τινες καὶ γεγηθότες, καταστεφόμενοι τοῖς ἀκηράτοις καὶ ἀμαράντοις τῆς δικαιοσύνης διαδήμασι, χιτῶνάς τε λευκούς, ὑπὲρ χιόνα στίλβοντας, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον ὑπενδυόμενοι καὶ ὅσοις ἄλλοις ὡραίοις τε καὶ ποικίλοις πρὸς αὐτοῦ διακοσμούμενοι. ἡ δὲ ἀνάῤῥησις φοβερά τις καὶ πολύηχος· ὑπὸ γὰρ πάσης τῆς τῶν οὐρανίων δυνάμεων ἀγγελικῆς πληθύος εὐφημηθήσονται καὶ ἐπαινεθήσονται, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλ’ εἰς ἀεὶ καὶ διηνεκῶς· οὐ γάρ ἐστι πέρας πώποτε οὔτε τῆς χαρᾶς καὶ εὐφροσύνης, οὔτε μὴν τῆς στεφανώσεως καὶ ἀπολαύσεως, οὐδ’ αὖ τῆς εὐφημίας καὶ ἀνακηρύξεως.

Τί οὖν λοιπόν, ἀδελφοὶ καὶ πατέρες; οὐ δραμούμεθα μᾶλλον καὶ μᾶλλον; οὐκ ἐπειχθησόμεθα ἔτι καὶ ἔτι; οὐ προσπαρακαλέσομεν λαβεῖν ἡμᾶς δύναμιν καὶ ἰσχὺν παρά τε τοῦ φιλανθρώπου θεοῦ καὶ παρὰ τῶν καθηγουμένων, τὴν εἰς τὸ καλῶς τρέχειν καὶ ἀνεμποδίστως ἐμπειρίαν; ναί, δέομαι καὶ παρακαλῶ καὶ ἀντιβολῶ, φοβερώτατον ἀγῶνα ὑπέδειξεν ὁ λόγος, ἀνεκλάλητον μὲν εἰς χαρὰν καὶ δόξαν τοῖς ἀνδρείως τρέχουσι καὶ νικῶσιν, ὀλεθριώτατόν τε καὶ ἐπικινδυνώτατον τοῖς ἀτημελῶς καὶ ῥᾳθύμως ἢ ἐναπομένουσιν, ἢ συμποδιζομένοις, ἢ ἀποῤῥηγνυμένοις τοῦ σταδίου. “ὁ ἔχων ὦτα”, φησὶν ὁ κύριος, “ἀκούειν ἀκουέτω”. ἀκούσατε τοίνυν, τέκνα, καὶ προσέχετε φρικτῶς, καὶ τρέχετε νηφαλέως καὶ ἐπιστημόνως, γνωρίζοντες τοὺς ἐπιτρέχοντας καὶ ὑποσκελιστὰς ἡμῶν δαίμονας. οὐδεὶς οὖν δύναται τρέχειν, εἰ μὴ γυμνωθῇ παντὸς περιβολαίου, μόνον τὴν ἐπιστηθίδα φορῶν τῆς πίστεως. λέγομεν δὲ οὐ μόνον κατὰ πᾶσαν τὴν ἔξωθεν ὕπαρξιν, ἀλλὰ καὶ κατὰ τὴν ἔνδον ποικιλοφόρον τῶν ἰδίων θελημάτων ἀποποίησιν. οὐδεὶς οὖν εὐδρομεῖ ἐν τῷ σταδίῳ, εἰ μὴ ἐξησκημένος ἐστὶ τὸ σῶμα συμμεμετρημένῃ τινὶ καὶ αὐτάρκει διαίτῃ βρώσεώς τε καὶ πίστεως.

εἰ δὲ καὶ ἀλείψασθαι δέοι ἀντὶ ἐλαίου τὴν καρτερίαν καὶ τὴν ἀκαταπόνητον ὑπομονήν, εἰ δὲ καὶ προγυμνασθῆναι καὶ προδιασκέψασθαι, τοῦτο οἱ ἔτι δοκιμαζόμενοι καὶ πρὸς τὸ σχῆμα ἀποβλέποντες ἕξουσιν· εἰ δὲ καὶ ἐκ τῆς ὁποιασοῦν ἀφετηρίας ἐκπεπηδηκέναι δέοι, ἐκ τῆς καλλίστης καὶ συντομωτάτης ὑπακοῆς ἐξελευσόμεθα. οὐδεὶς οὖν ἐπ’ αὐτοῦ τοῦ δρόμου ὢν οὔτε διαμάχεται τοῖς συναμιλλωμένοις, οὐδὲ φθονεῖ, οὔτε ἐνδεικτιᾷ οὔτε πρὸς αὐτούς, οὔτε πρὸς ἄλλους, τοὺς ὁρῶντας· συντεταμμένῳ δὲ νοῒ καὶ ὀφθαλμοῖς αὐτοῖς συνενευκόσι καὶ μηδ’ ἑτέρωθε βλέπουσιν ἵεται καὶ ἐπείγεται κάτω βαλεῖν τοὺς ὑπεναντίους, ἕως φθάσῃ ἐν τῷ πέρατι· ὅπερ ἡμῖν μᾶλλον ἀναγκαῖον.

Διὰ τοῦτο, παρακαλῶ ὑμᾶς, καὶ καλῶς τρέχετε, καὶ ἀβασκάνως πορεύεσθε, καὶ ἀταράχως ἴτε, καὶ ἀγαπητῶς καὶ ἑτεροβοηθῶς συναμίλλασθε, τόνον ἐπὶ τόνῳ προστιθέντες, προθυμίαν ἐπὶ προθυμίᾳ, εὐψυχίαν ἐπὶ εὐψυχίᾳ, ἄνω βλέποντες, ἄνω σκοποῦντες, μὴ περιβλεπόμενοι τοὺς ἐπαίνους καὶ τὰς κενοδοξίας, μηδὲ ὑπενδιδόντες τὸ καθόλου, μηδὲ ὀλιγωροῦντες ἐν τῇ ὀχληρίᾳ τῆς ἀσκήσεως ἢ τῶν προσκρουμάτων, ἢ τῶν προσπλήξεων, ἢ τῶν ἐπιτιμήσεων, ἀλλ’, εἰ καὶ τύχῃ, εὐθὺς διανιστάμενοι, πρὸς τὸ μὴ καταφθασθῆναι ὑμᾶς καὶ καταληφθῆναι ὑπὸ τοῦ δράκοντος, καὶ ἵνα οὕτως πάντα καλῶς καὶ ὁσίως διαπραττόμενοι, ὑπηκόως τε καὶ ταπεινοφρόνως, εἰλικρινῶς τε καὶ εὐεξαγορεύτως, φιλαδέλφως τε καὶ θεοβραβεύτως, ἀξιωθησώμεθα καὶ ἡμεῖς τῇ τοῦ δρόμου ἡμῶν ἀποπεραιώσει τὰς ἀμοιβὰς ὑπὸ τοῦ κυρίου δέξασθαι, τοὺς στεφάνους καὶ τὰ ἔπαθλα τῆς μακαρίας καὶ ἀθανάτου λήξεως, ἀπολυτρούμενοι ἐκ πάσης τιμωρίας καὶ κολαστηρίων τῶν αἰωνίων, τῆς τε πικρᾶς καὶ πολυθρυλήτου αἰσχύνης ἐκείνης, διὰ τῶν πρεσβειῶν τῆς παναγίας δεσποίνης ἡμῶν Θεοτόκου, αὐτῶν τε τῶν ἁγίων ἀγγέλων, τοῦ δεσπότου ἡμῶν, τοῦ Προδρόμου, τοῦ Θεολόγου, πάντων συλλήβδην ὁμοῦ τῶν μαρτύρων καὶ δικαίων καὶ ὁσίων, τοῦ τε πατρός μου καὶ πατρὸς ὑμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΖʹ. Ὅτι δεῖ κατὰ λόγον ποιμαίνειν τὰ λογικὰ πρόβατα τοῦ Χριστοῦ, καὶ διδασκαλία παραινετικὴ περὶ τοῦ εὐτόνως καὶ ἐπιμελῶς καταρτίζειν ἑαυτοὺς πρὸς πᾶσαν ἀσκητικὴν εὐθύτητα, ῥηθεῖσα μετὰ μίαν ἡμέραν τῶν Φώτων. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἐπεὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν τῷ πνεύματι, τελέσαντες τὰς ἱερὰς τῶν ἑορτῶν ἡμέρας, ἀναγκαῖόν ἐστιν, ὥσπερ ὑμᾶς ἐν ταῖς καθηκούσαις διακονίαις, οὕτως κἀμὲ τὸν ἁμαρτωλὸν ἐν τῇ οἰκείᾳ φροντίδι γενόμενον ἀνοῖξαι τὸ ταπεινὸν στόμα εἰς τὸν τῆς ὑπομνήσεως λόγον· δέον γὰρ τοῦτο ἐνεργεῖν ἡμᾶς, ἐφ’ ὅσον ἐσμὲν εἰς κεφαλὴν ὑμῶν, εἰς προστασίαν τε καὶ ὁδηγίαν τοῦ κρείττονος, ἐφ’ ὅσον λόγον ἀπαιτηθησόμεθα ἐν ἡμέρᾳ κρίσεως παρὰ τοῦ δεσπότου τῶν ὅλων θεοῦ περὶ ἑνὸς ἑκάστου ὑμῶν, ὅπως καὶ ἡλίκως διεξάγομεν καὶ εἰ κατὰ τὸ εὐάρεστον αὐτῷ ἐν οὐδενὶ παραλείψαντες τὰ δέοντα, πάντα δὲ συνεισενεγκόντες δι’ ἔργου καὶ λόγου τὰ πρέποντα· ὅπερ ἐμοὶ φοβερὸν ἄγαν καὶ ἔντρομον, δεδιότι τὴν ἀπολογίαν ἐν τῷ συνερεῖν λόγον μετὰ τοῦ κριτοῦ τῶν ἁπάντων. τίς γὰρ καὶ ποταπὸς εἴη ὁ δουλικὸς πρὸς τὸν δεσπότην, ὁ ῥυπαρὸς πρὸς τὸν καθαρόν, ὁ ὑλικὸς πρὸς τὸν ἄυλον, ὁ ὑπεύθυνος πρὸς τὸν ἀνεύθυνον, ὁ κάκιστος πρὸς τὸν ἀγαθόν, ὁ ὑπαίτιος πρὸς τὸν ἀναίτιον, ὁ ἀγνωμονικὸς πρὸς τὸν εὐεργετικόν;

καὶ εἰ ἕκαστος περὶ ἑαυτοῦ ὀφείλων δοῦναι λόγον, δεδοικώς ἐστι καὶ οὐκ ἀρκῶν ἑαυτῷ εἰς σύστασιν, ἀλλὰ πανταχόθεν περιστατούμενος καὶ περιελκόμενος, καὶ ταῦτα ἴσως ἀγαθὰ πράττων, πόσον ἐγὼ ὁ τάλας περιστατηθήσομαι καὶ ἐξαπορηθήσομαι καὶ ἀλλοιωθήσομαι, καὶ οἷον τῷ δέει ἀποτεθνήξομαι, ἔτι ἐμπνέων τῶν περὶ ἐμαυτοῦ τε ἀναριθμήτων σφαλμάτων καὶ ὑμῶν ἑνὸς ἑκάστου τῆς ὁδηγίας λόγον κατανοούμενος; διὰ τοῦτο, ὡς ἔφθην εἰπών, ἔντρομός εἰμι καὶ ἐκστατικός, καὶ μάλισθ’ ὅταν ἐν ἐπαισθήσει γένωμαι τῆς περὶ τῶν τοιούτων ἐννοίας, κλαίων καὶ ὀδυρόμενος, στένων καὶ περιοδυνώμενος, βοῶν ἐν τῇ καρδίᾳ μου καὶ αἴρων τοὺς ὀφθαλμοὺς εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, τὴν ἐκεῖθεν ἐπιζητῶν ἐπικουρίαν συνεργίᾳ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν· τῷ ὄντι γάρ, τέκνα μου καὶ ἀδελφοί, ἐπικίνδυνόν ἐστι τὸ τῆς προστασίας ἀξίωμα καὶ φοβερὰ τὰ ἐπὶ τοῦτο ἐπιτίμια, αἱ ἀραὶ καὶ ἀπειλαί, αἳ διὰ στόματος τῶν προφητῶν ἐκ τῶν ἄνωθεν χρόνων ἀνεφωνήθησαν τοῖς μὴ ποιμάνασι κατὰ λόγον τὰ λογικὰ πρόβατα.

Δεῦτε λοιπὸν πρὸς τὸ κοινῇ συμφέρον πάντες συγκινούμενοι, θερμοτέραν τὴν ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν πρόθεσιν ἀναλαμβανόμενοι, πράξωμεν τὰ καθήκοντα, θελήσωμεν τὰ δέοντα, ἐνεργήσωμεν τὰ συμφέροντα· μικροὶ καὶ μεγάλοι καὶ γέροντες καθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καταρτίσωμεν ἑαυτοὺς σκεύη ἐκλογῆς, ἁγιωσύνην ἐπιτελοῦντες ἐν πνεύματι, φεύγοντες τὴν τῶν κακῶν ἐπιτήδευσιν, τὴν ὑπερηφανίαν, τὴν παρακοήν, τὴν φιληδονίαν, τὴν φιλοσαρκίαν, ἐπιδιώκοντες τὴν τῶν ἀρετῶν ἀνάληψιν, τὴν ταπεινοφροσύνην, τὴν ὑπακοήν, τὴν ἁγνείαν καὶ φιλαδελφίαν· ἀποῤῥίψωμεν πόῤῥω ἀπὸ καρδίας τὰς σαρκικὰς καὶ φιληδόνους σχέσεις, οὐ λέγω ἀπὸ τῶν ἔξω μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔνδοθεν καὶ ἐν ἡμῖν αὐτοῖς, ἤγουν τοῦ μὴ ἔχειν πρὸς τὸν ἕτερον παρὰ τὸν ἄλλον ἀδελφὸν πλείονα τὴν ἀγάπην· πονηρὰ γάρ ἐστι καὶ μισόθεος, κλέπτρια καὶ δουλοπρεπής, λανθανόντως μὲν ἐπεισιοῦσα, δῆθεν ὡς ἐξ ἀγάπης ἀδελφικῆς, εὑρισκομένη δὲ ὡς ἐκ πορνείας σατανικῆς. σκέψασθε τὸ πάθος, φείσασθε τὸν ὄλεθρον, μὴ ἐμπαρῆτε εἰς τὸ βάραθρον, ἵνα μὴ ἀποτίννυτε κἀντεῦθεν καταδίκας, ἐν δὲ τῷ μέλλοντι αἰῶνι κρίσιν ἀτελεύτητον.

οἴδατε, ὡς πολλὰ τὰ ἔνεδρα τοῦ διαβόλου καὶ πολλαὶ αἱ μεθοδεῖαι αὐτοῦ, ποικίλως καθ’ ἡμῶν ἐξευρισκόμεναι· καὶ οὐκ ἄν τις ῥυσθείη τούτων, εἰ μὴ δι’ ἐξαγορεύσεως καὶ τῆς πρὸς τὸν καθηγούμενον πίστεως, τῷ λόγῳ τῆς ταπεινοφροσύνης καὶ ὑπακοῆς καθοδηγούμενος. καὶ οἱ παρὰ τήνδε τὴν ὁδὸν μὴ πορευσόμενοι ἐκπεπτώκασι καὶ πίπτουσιν, ὥσπερ ἀναγινώσκομεν· οἱ δὲ τῷ παρόντι συστοιχοῦντες κανόνι ἀπεφάνθησαν φωστῆρες ἐν κόσμῳ λάμψαντες, τὸν ζόφον τῆς ἁμαρτίας ἀποφυγόντες καὶ τὸν διάβολον καταπατήσαντες τῇ ἀπονεκρώσει τῶν οἰκείων θελημάτων.

Παρακαλῶ οὖν ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμφρονας καθιστάναι τῆς οἰκείας σωτηρίας καὶ πρὸς πᾶσαν εὐθύτητα καταρτίζειν ἑαυτούς· πρὸς ὃ δὲ ἕκαστος, καθὼς ἐνοχλεῖται, κατὰ τούτου καὶ τὸν ἀγῶνα ὀφείλει ἀναλαμβάνειν, πρὸς τὸν φθόνον τὰ κατὰ τοῦ φθόνου, τοῦ μισεῖν τὴν παραυτίκα δόξαν· ἐκ γὰρ τοῦ ἐρᾶν κρείττων τοῦ πέλας φαίνεσθαι κατά τε ἀγχίνοιαν, κατά τε μελουργίαν, κατά τε ψαλμῳδίαν, κατά τε ἀνάγνωσιν, κατά τε ἄλλην τινὰ εὐφυΐαν, ἢ πνευματικὴν ἢ σωματικήν, ὑποσμύχεται τὸ πάθος καὶ ἐκδαπανᾷ καὶ τήκει τὸν ἔχοντα. ἀλλήλων οὖν μέλη ὄντες, καθώς ἐσμεν ἓν σῶμα οἱ πάντες, ἀλλήλοις συγχαίρωμεν, ἀλλήλοις συναγαλλώμεθα, ἀλλήλων τὰ κατορθώματα ἡγώμεθα. ὃ μὲν τυχὸν εὐμελεῖ, σὺ δὲ μεγαλοφωνεῖς, ὃ δὲ εὐαναγνωστεῖ, σὺ δὲ νοηματικώτερος τῶν ἀναγινωσκομένων· ἄλλος ἀγχίνους, σὺ δὲ ἀπολογητικώτερος· πρὸς διαταγὴν ἔργων χρησιμεύων ὁ δεῖνα, ἀλλὰ καὶ σὺ πρὸς ὑπακοὴν εὐθύτερος, καὶ πολλῷ γε κρεῖττον τὸ δεύτερον τοῦ προτέρου· καὶ γὰρ τὰ δοκοῦντα εἶναί τι, πρὸς τὰ ἀληθῶς ὄντα οὐδέν εἰσι.

τί γὰρ μελουργία ἢ εὐφωνία, ἢ ἀνάγνωσις, ἢ εὐνοησία, ἢ μεγαλοφωνία, ἢ καλλιγραφία, ἢ μουσουργία, πρὸς τὴν μακαρίαν καὶ ἐπέραστον ταπείνωσιν καὶ ὑπακοήν, πρὸς τὴν χρηστότητα καὶ ἁπλότητα, πρὸς τὴν πραΰτητα καὶ γαληνότητα, πρὸς τὴν ἀνεξικακίαν καὶ ἀγογγυσίαν, πρὸς τὴν φιλοθεΐαν καὶ πολυευχίαν, πρὸς τὰς ἄλλας ἱερὰς ἀρετάς, ὧν ἡ κτῆσις τοῦ θέλοντος, κἂν κακόφωνός ἐστι, κἂν ἄψαλτος, κἂν δυσανάγνωστος, κἂν ἀφυέστατος, κἂν ἀδιάρθρωτος τὴν γλῶσσαν, κἂν βραχὺς τὴν ἡλικίαν, κἂν ἐνδιάστροφος τοὺς ὀφθαλμούς, κἂν δυσειδὴς τὴν ὄψιν, κἂν σκάζων τὰ μέλη; οὕτω γὰρ εὐπόριστον ὁ ἀγαθὸς ἡμῶν θεὸς καὶ πᾶσιν εὐπρόσιτον τὸ τῆς ἀρετῆς ἀγαθὸν προύθηκεν ἡμῖν, οὐ διὰ σωματικῶν προτερημάτων, ἀλλὰ διὰ ψυχικῶν διαθέσεων κατασπειρόμενον καὶ αὐξούμενον καὶ τελειούμενον.

Λοιπὸν ταῦτα ἐννοοῦντες μένωμεν οἷς ἐσμεν, χαιρόμενοι τὰ εἰς ἀλλήλους, συμβιβαζόμενοί τε καὶ συναρμολογούμενοι διὰ πάσης εὐταξίας εἰς τὴν κατὰ θεὸν ζωὴν ἡμῶν· βλέπετε γάρ, ἀδελφοί μου, ὅτι πληθύνομεν καὶ ὀφείλει πάντα. κατὰ τάξιν γίνεσθαι, καὶ ἐπὰν μικρόν τι ἀτακτήσῃ, τὸ ὅλον τῆς ἀδελφότητος ἡμῶν σύστημα κινεῖται καὶ συγκλονεῖται, ἀπόλλον τὸν οἰκεῖον κόσμον τῆς ἀρετῆς, ὥσπερ ἔχει ἐπὶ παντὸς ἄλλου τῶν ἔξω συνταγμάτων· καὶ γάρ, εἰ μὴ καθηκόντως διεξάγηται καὶ βασιλεία [καὶ οἰκία], ἑκάστου ἀξιώματος τὰ οἰκεῖα παντὶ καιρῷ καὶ τρόπῳ ἐπιδεικνυμένου, οὔπω βασιλεία καὶ οἰκία. ὡσαύτως [ἐπὶ] χοροῦ τε καὶ δήμου καὶ παντὸς ἄλλου. οὕτω πολὺ μᾶλλον ἡμῖν δέον καὶ ὠφέλιμον, τοῖς συναθροισθεῖσιν ἐν ὀνόματι κυρίου ἐπὶ τὸ αὐτὸ καὶ οὖσιν ἐν τῷ καταλόγῳ τοῦ ἀγγελικοῦ στρατεύματος, τὸ τῆς εὐταξίας καλόν, λέγω δὴ τὸ ἀθορύβως καὶ ἀταράχως καὶ ψάλλειν καὶ προσεύχεσθαι ἡμᾶς, ἵστασθαι καὶ μεθίστασθαι, καθέζεσθαι καὶ ἐγείρεσθαι, ὑπνοῦν καὶ ἀνίστασθαι, καταβαίνειν καὶ ἀναβαίνειν, ἡσυχάζειν καὶ λαλεῖν, ἐσθίειν καὶ πίνειν, εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι, ἐρωτᾶν καὶ ἀποκρίνεσθαι, ὁμαδεύεσθαι καὶ διαλύεσθαι, ζητεῖν καὶ διδεῖν καὶ λαμβάνειν καὶ εἰσδέχεσθαι, δουλεύειν καὶ δουλεύεσθαι, τιθεῖν καὶ κρατεῖν, ἐνδύεσθαι καὶ ἐκδύεσθαι, ὑποδύεσθαι καὶ ἐξυποδύεσθαι· ἅπαντα γὰρ ταῦτα καθ’ ἑκάστην ἡμέραν φαίνεται ἐν ἡμῖν.

καὶ εὐταξίας μὲν οὔσης, θείῳ φόβῳ κεκραμένης, οἷόν τις θάλασσα ἡ πᾶσα ἀδελφότης γαληνιῶσα καταφαίνεται, κινουμένη μὲν καὶ φερομένη, ἀλλὰ πραΰτατα κύματα ὑποφρίσσουσα, τῆς κινήσεως ὡς ὑπὸ πνεύματος ἁγίου ἐπαιρομένη, ἀταξίας δὲ ἐξ ἀπροσεξίας παρεισαγομένης, ὡς ἐκ σφοδρῶν τινων πνευμάτων καὶ καταιγίδων τῶν εἰσπνευσάντων ταράσσεται καὶ ἀναβράσσεται, μισητὰς καὶ εἰδεχθεῖς καὶ ὑποβρυχίους τοῦ σκάφους τῆς ψυχῆς τὰς τρικυμίας ἀνεγείρουσα καὶ ἀποπέμπουσα. μὴ γὰρ οὐχὶ τοιοῦτόν ἐστιν ἰδεῖν, ὅτε ἀπὸ κραυγῶν καὶ θορύβων, ἀπὸ γελοίων καὶ στρηνιασμάτων, ἀπὸ προσκρουσμάτων καὶ συμπιασμάτων, ἀπὸ ὠθισμάτων καὶ ἀντωθισμάτων καὶ ἐξανατρεπόμεθα καὶ ἀναλλοιούμεθα; καὶ ἵνα ἐγγύθεν λάβωμεν τὸ ὑπόδειγμα, τί γέγονεν ἐπὶ τῆς μεταδόσεως τῆς εὐλογίας τῶν ἁγιασμάτων καὶ ἐπὶ τῆς ἐξόδου τῆς τραπέζης; οὐχὶ ἔμελλε συμπατεῖσθαι ὁ παῖς μικροῦ δεῖν καὶ τελευτᾶν; καὶ οὐχὶ ἐπὶ τὸ αὐτὸ οἱ τέσσαρες ταξιάρχαι ὁλοχειρὶ μετὰ πολλῆς ἀντιβάσεως καὶ ἀντιστάσεως μόλις ἠδυνήθησαν ἐνεγκεῖν τὴν ἄτακτον ῥύμην ὑμῶν, καθάπερ ἐπὶ τῶν κοσμικῶν; μὴ γὰρ ἐξέλιπε τὸ ἁγίασμα; μὴ γὰρ οὐκ ἤμην ἐγὼ ὁ τάλας ἑνὶ ἑκάστῳ μεταδιδούς; μὴ ἦν τὸν προεισδεξάμενον μειζόνως εὐλογηθῆναι καὶ καθαγιασθῆναι;

οὐδαμῶς, ἀλλ’ ἢ μᾶλλον ὑφείλετο οὕτως πράξας τὸν ἁγιασμὸν ἐξ αὑτοῦ, οὐ τιμήσας τὸ δῶρον· εἰρήνης γὰρ ἦν τὸ δῶρον καὶ ἡ εὐλογία εὐταξίας, καὶ ὁ ἁγιασμὸς εἰρηνοποιοῦ καταστάσεως. καὶ ἐπὶ τῆς τραπέζης, μὴ ὅτι οὐ πάντες ἔχωμεν ἐξελθεῖν, ἢ ὁ προεξελθὼν ἡγίασται ἐν τῇ ταχυτῆτι αὑτοῦ; οὐδαμῶς, ἐκαρπώσατο δὲ μᾶλλον ἀντὶ ὠφελείας βλάβην διὰ τῶν ἀγανακτησάντων ἀδελφῶν.

Ἀλλὰ μὴ οὕτως, τέκνα καὶ ἀδελφοί. δέομαι ὑμῶν καὶ παρακαλῶ, συνίετε τί τὸ θέλημα τοῦ θεοῦ, ὅτι οὐ μόνον ἀγαθὸν ὀφείλει εἶναι, ἀλλὰ καὶ τέλειον καὶ εὐάρεστον, πρὸς τὸν καταρτισμὸν τῶν πολλῶν γινόμενον.

ταῦτα μὲν ὑμῖν οὐκ ὀνειδιστικῶς, ἀλλ’ ὑπομνηστικῶς εἴρηταί τε καὶ λέλεκται, ἵνα πρὸς τὸ ἑξῆς ἀσφαλῶς βιοτεύωμεν, καὶ διὰ τοῦτο μόνον μεμνημένοι τῶν παλαιῶν καὶ ἤδη παρελθόντων, ἵνα φύγωμεν τὴν τῶν ὁμοίων διάπραξιν· ὁ δὲ κύριος τῆς εἰρήνης καὶ θεὸς πάσης παρακλήσεως, ὁ συνέχων τάξει τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὁ καὶ δεῆσαν ὀφθῆναι αὐτὸν ἐπὶ τῆς γῆς, πρὸς τὸ ἀνασώσασθαι τὸ ἀνθρώπινον, μὴ ὅλον εὐθὺς φανῆναι εἰς ἀνδρὸς τελείου σχῆμα, ἀλλὰ τάξεως ἀκολουθίᾳ καὶ νόμῳ τῷ καθ’ ἡμᾶς ἀπὸ βρέφους ἐλθεῖν εἰς τὰς μεθηλικιώσεις, ὡς καὶ ὀκταήμερος περιτμηθῆναι καὶ ἐν τεσσαράκοντα ἡμέραις ὑπὸ τοῦ δικαίου Συμεὼν ἀγκαλισθῆναι, κατὰ τὸ εἰθισμένον ἐν νόμῳ· ἔπειτα, δωδεκαέτη γενόμενον συγκαθίσαι τοῖς ἱερεῦσι καὶ γραμματεῦσιν, ἡνίκα ἀναγνοὺς τὸ βιβλίον, πτύξας, τῷ ὑπηρέτῃ ἔδωκεν· ἔπειτα ἐπὶ τοῦ τριακοστοῦ ἔτους βαπτισθῆναι καταξιώσας, ἀναγέννησιν ἡμῖν υἱοθεσίας χαριζόμενος—, αὐτὸς δῴη ὑμῖν δύναμιν καὶ κραταίωσιν πρὸς πᾶσαν πρᾶξιν ἀγαθὴν καὶ κίνησιν, πρὸς πᾶσαν εὐταξίαν καὶ ὁμόνοιαν, πρὸς πᾶσαν εἰρήνην καὶ πραΰτητα, ἐν εἰλικρινείᾳ τῆς μετ’ ἀλλήλων ἀγάπης, ὡς ἂν εὑρεθείημεν ἅπαντες ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως αὐτοῦ χορὸς ἐπὶ τὸ αὐτὸ ἅγιος καὶ δῆμος ἡγιασμένος, σκηνὴ πεφωτισμένη μετὰ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος αὐτῷ εὐαρεστησάντων, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΗʹ. Περὶ τοῦ φυλάττειν ἑαυτοὺς ἀπὸ τῆς πονηρᾶς συνδυάσεως καὶ τῆς ἀνωφελοῦς καὶ ἀκαίρου παῤῥησίας, καὶ τοῦ μεθ’ ὑπομονῆς ὑποίσειν ἡμᾶς τὰς ἀσκητικὰς στενοχωρίας, ἐπ’ ἐλπίδι τῆς εὐρυχωρίας καὶ ἀπολαύσεως τῶν αἰωνίων ἀγαθῶν. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ὡς γλυκεῖά μοι ἡ πρὸς ὑμᾶς ὁμιλία τε καὶ θεωρία, ἡνίκα μάλιστα ἡμέρα ἐπισταίη κατηχήσεως, ὁρῶντι ὁμοῦ πάντας συνηγμένους ἐπ’ ὀφθαλμοὺς τῆς ταπεινώσεώς μου. εἰ γὰρ καὶ ἀμοιρῶ λόγου τοῦ καθήκοντος—ὀλίγος γάρ εἰμι ἀμφοτέρωθεν—, ἀλλ’ οὖν ὅτι ἀποπληροῦμεν τὸ τῶν ἁγίων πατέρων ἡμῶν σύνηθες, χαίρομεν καὶ εὐφραινόμεθα, ἀνθομολογούμενοι τῷ κυρίῳ ὑπὲρ ὧν πεποίηκε δι’ ὑμᾶς εἰς τὴν ταπείνωσιν ἡμῶν. ὅτι δὲ καὶ τῶν κατηχήσεων οὕτως ἐπιμελῶς γινομένων ἐπισυμβαίνουσιν ἀταξίαι, ὥσπερ καὶ πρὸ μικροῦ, οὐ θαυμαστόν, ἐπεὶ καὶ ἐν τοῖς πατράσιν ἡμῶν, ἔνθα ηὔγει τὸ φῶς τῆς ἀρετῆς ὑπὲρ τὰς ἡλιακὰς ἀκτῖνας μετὰ τῆς τοῦ λόγου βρύσεως, ἔστιν ὅτε συνέπιπτε τὰ ὅμοια, καὶ ἴστε οἱ πεπειραμένοι τὰ κατ’ αὐτοὺς ἀναγνώσματα. τί λοιπόν ἐστι τὸ ζητούμενον;

ἵνα ἀνολιγώρητον ἔχων τὴν περὶ ὑμᾶς φροντίδα ἐν τῇ ταπεινῇ μου ψυχῇ ἐπιδείκνυμι τὰ δέοντα ἔργῳ καὶ λόγῳ, νουθετῶν, παρακαλῶν, ὑπομνήσκων, διαβεβαιούμενος, ἐπιτιμῶν, χρηστευόμενος, ἀπειλῶν, ὑπισχνούμενος ἰδίᾳ τε ἑνὶ ἑκάστῳ καὶ δημοσίᾳ κοινῇ πᾶσιν, ὡς ἂν τῷ συνεχεῖ τῆς ὑπομνήσεως ἕλξειν ὑμᾶς εἰς τὸ εὐθὲς καὶ σωτήριον ἐπικουρίᾳ θεοῦ καὶ συνεργίᾳ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν.

Τοῦτο οὖν τὸ ἔργον μου καὶ ἡ σπουδή μου, τοῦτο ἡ ζωή μου καὶ ἡ φροντίς μου, καὶ διὰ τοῦτο ταῖς προλαβούσαις ἡμέραις ἡ πρὸς ὑμᾶς ἀγανάκτησις (συγχωρήσατε) γέγονεν οὐκ ἐκ μισητῆς διαθέσεως, οὐδὲ ἐκ θυμικῆς ὁρμῆς, οὐδὲ ἐξ αὐθεντικῆς ἐξουσίας—ἄπαγε—, ἀλλ’ ἐξ ἄγαν περιπονήσεως καὶ ἐκ φιλοστόργου καὶ πατρικῆς ἀγαπήσεώς μου, εἰ καὶ ὑπὲρ ἐμὲ τὸ λεγόμενον· ἰδὼν γὰρ ὅτι σύνδεσμος γέγονεν ἔν τισι πονηρὸς καὶ ἐπισύστασις κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ, διεξανέστην, ἔδραμον, ἔσπευσα σβέσαι τὸ ἐνσπαρὲν πῦρ ὑπὸ τοῦ πολυμόρφου ὄφεως, ἵνα μὴ ἐκ μικροῦ σατανικοῦ σπινθῆρος ἀνακαυθῇ μεγάλη φλὸξ ἀταξίας, κατεσθίουσα ἅπαντας ἐν μιᾷ καιροῦ ῥοπῇ· τοῦτο γὰρ ἦν τὸ γενηθέν. εἶτα ἐπετίμησα καὶ ἐπέπληξα αὐτούς τε τοὺς ἁλόντας καὶ τοὺς μὴ ἁλόντας, ἵνα τοὺς μὲν τῇ στύψει τῶν ἐλέγχων καὶ ὀνειδισμῶν ἀπαλλάξω τῆς χαυνώσεως καὶ τῆς οἰήσεως, καθιστῶν αὐτοὺς εἰς μετριοφροσύνης στεῤῥότητα, τοὺς δὲ τῷ κακῷ ὑποδείγματι φοβήσας ἀσφαλίσωμαι, μὴ εἰς τὰ ὅμοια ἐμπεσεῖν ἀπειρίᾳ τῆς ἐμπτώσεως.

καὶ γοῦν φυλάξασθε ἀπὸ τοῦ παρόντος, παρακαλῶ καὶ δέομαι, ἐκ πάσης πονηρᾶς συνδυάσεως καὶ οἰηματικῆς ἰδιοῤῥυθμίας, ἐπιβλαβοῦς τε ἀναζητήσεως καὶ παρεκτροπῆς νομοθεσιῶν, στοιχοῦντες τῷ κανόνι τῆς παραδεδομένης ἡμῖν παρὰ τῶν ἁγίων πατέρων ἡμῶν διδασκαλίας καὶ νομοθεσίας, ὅτι οὐχ ὡς ἔτυχεν οὐδὲ ἀκανονίστως, ἀλλ’ ἐν βασάνῳ πολλῷ μετὰ πόνων καὶ ἱδρώτων ἐκ τῶν ἄνωθεν χρόνων, ὃ ὡρίσθη ἐν ἡμῖν, ὥρισται, καὶ ὃ διατυποῦται ἐν ἡμῖν, διατετύπωται, εἰς ἔνδειξιν ἀληθείας τοῦ καθ’ ἡμᾶς ἀγγελικοῦ βίου καὶ εἰς ἔλεγχον τῶν ἑτεροφρονούντων πρὸς τὰς εὐθείας ἐντολὰς τοῦ κυρίου.

Ἐμπορεύεσθε οὖν λοιπὸν τὴν ἀγαθὴν ἐμπορίαν ὑμῶν, καὶ διανύετε τὸν ἐν κυρίῳ δρόμον ὑμῶν, ὑπαλείφοντες ἑαυτοὺς τῷ ἐλαίῳ τῆς καρτερίας καὶ ὑπομονῆς, καὶ ὑποφέροντες τὰς ἀσκητικὰς στενοχωρίας, δι’ ὧν ἑτοιμάζεται ὑμῖν ἡ εὐρυχωρία τῆς ἀπολαύσεως τῶν αἰωνίων ἀγαθῶν. τίνες δέ εἰσιν αἱ στενοχωρίαι; ἦ πάντως, ἃς καθ’ ἑκάστην ἐνεργεῖτε, τὰς ἀγρυπνίας καὶ ψαλμῳδίας, τὰς ἐκ χειρῶν ἐργασίας, τὰς ὀλιγοδεΐας, τὰς ὀλιγοποσίας, τὰς ἐπαλλήλους μεταφορὰς καὶ μεταγωγὰς τῶν διακονημάτων, ὅσον ἐν στάσει, ἐν εὐταξίᾳ, ἐν βαδίσματι, ἐν ἐνδύματι, ἐν ὑποδήματι, ἐν σκεπάσματι, ἐν συνθλίψει, ἐν ἀποστερήσει, ἐν προτιμήσει, ἐν παραθεωρήσει, ἐν ἄλλῳ δηποτοῦν πράγματι· καθ’ ἕκαστον γὰρ εἶδος ἀθλεῖτε κοπιῶντες ἡμέρας καὶ νυκτός. καὶ ὅτι ἀληθές, μαρτυροῦσι πολλοὶ τῶν ἁγίων, μαρτυρεῖ δὲ πρὸ πάντων καὶ μετὰ πάντων ὁ μέγας καὶ θεῖος Βασίλειος, μαρτυρικὴν ἔνστασιν ὁρίζων τὴν ὑποταγήν. τί δὲ ἆρα ὑπὲρ τούτων ὀνησόμεθα; ἢ τί ἡμῖν τὸ ἀνταπόδομα; ἀλλ’ οἱ ἀμάραντοι τῆς δικαιοσύνης στέφανοι, ἡ κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν, ἡ υἱοθεσία καὶ ἡ ἀφθαρσία καὶ ἡ ἀθανασία, καὶ πᾶσα εἴτις ἄλλη ἐπινενόηται μακαριότης.

τοιαύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀδελφοί μου, ἐνέγκοιτε, παρακαλῶ, ἔτι καὶ ἔτι τὸν προκείμενον ἡμῖν ἀγῶνα τῆς ἀσκήσεως, μὴ πτυρόμενοι ταῖς ἐπισυμβαινούσαις ὑποσκελίσεσι τῶν τινῶν (πίπτουσι γὰρ ὥσπερ φύλλα οἱ ἑαυτοῖς στοιχοῦντες) καὶ μὴ ἐπερειδόμενοι τῷ φόβῳ τοῦ θεοῦ, μηδὲ ἀκηδιῶντες ἀπὸ τῶν ἐπισυμβαινουσῶν ὀχληρῶν καὶ λυπηρῶν, ἕνεκεν τῆς κατὰ θεὸν ὑμῶν ζωῆς. εἰ γὰρ μὴ λυπώμεθα, οὐδὲ χαριούμεθα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ εἰ μὴ στενοχωρώμεθα καὶ στενώμεθα, οὐκ εὐφρανθησόμεθα οὐδὲ εὐπαθήσομεν ἐν τῷ αἰῶνι τῷ μέλλοντι. ἀλλ’ ὅτι λυπούμεθα καὶ θλιβόμεθα, ταλαιπωροῦμεν καὶ κατακαμπτόμεθα, ἐν τούτῳ μᾶλλον ἀγαλλιασώμεθα· δεῖγμα γὰρ πάντως, ὅτι ἐν τῷ μέλλοντι αἰῶνι ἀντὶ τῶν λυπηρῶν τὰ χρηστὰ ἡμῖν ἀνατελεῖ, ἀντὶ τῆς πτωχείας ὁ πλοῦτος, ἀντὶ τῆς ὀλιγοκτησίας ἡ πολυκτημοσύνη τῶν οὐρανίων θησαυρῶν, ἀντὶ τῆς σαρκικῆς κατατήξεως ἡ ψυχικὴ εὐπάθεια, ἀντὶ τῆς ἀπομονώσεως παντὸς τοῦ κόσμου ἡ ὑπὸ κυρίου ἐν ἡμέρᾳ ἀνταποδόσεως ἀνάῤῥησις. οἷον γὰρ καὶ ἡλίκον, ἐπὰν ἀκούσωμεν τῆς μακαρίας ἐκείνης φωνῆς, καλούσης καὶ λεγούσης ἡμῖν “δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου”!

διὰ τοῦτο, εἰ δέοι ἡμᾶς καὶ καθ’ ἡμέραν ἀποθνήσκειν ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, εὐπροθετήσωμεν καὶ ἑαυτοὺς ἀπεκδώσωμεν τέμνεσθαι, καίεσθαι, ξέεσθαι, πάντα τὰ ἆθλα ὑπομένειν, καθάπερ οἱ ἅγιοι μάρτυρες· οὐ γάρ τι ξένον ἐκεῖνοι πεποιήκασιν, οὐδὲ ἄλλο πρέπον ἐκείνοις, ἡμῖν δὲ ἕτερον ἀγαπᾶν καὶ ἀσπάζεσθαι, ἀλλὰ τὸν αὐτὸν ἀγῶνα καὶ τὴν αὐτὴν ἐπιθυμίαν, ὅτι καὶ πάντες ἕν ἐσμεν τῇ φύσει καὶ θεοῦ πλάσματα καὶ ὑπὲρ ἑνὸς εἰς τὸν κόσμον τοῦτον εἰσήχθημεν, τοῦ δοξάσαι θεὸν διὰ τῆς φυλακῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν. εἰ δὲ ὅτι κοπαὶ μελῶν καὶ αἱμάτων ἐκχύσεις καὶ τυράννων κολάσεις οὐ πάντοτε πᾶσίν εἰσιν, ἀλλ’ ἡμεῖς, ὡς ἐφθάσαμεν, διὰ τοῦ ὑψηλοῦ βίου τούτου τὸ τῆς ὑπακοῆς ἡμῶν μαρτύριον ἐπιτελέσωμεν, ἑτεροτρόπως κολαζόμενοι καὶ ἀοράτως κενοῦντες τὸ αἷμα καὶ τὰ μέλη νοητῶς κατακοπτόμενοι, ὡς ἂν τοῖς ἁγίοις μάρτυσι συναπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΟΘʹ. Περὶ τοῦ ἀνὰ χεῖρα γενομένου σεισμοῦ καὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου, καὶ διδασκαλία παραινετικὴ περὶ σπουδῆς καὶ ἐπιμελείας, πρὸς ἐργασίαν τῶν ἐντολῶν τοῦ θεοῦ. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, τοῦ περὶ τὸν σεισμὸν φόβου προσγενομένου ἡμῖν ἐκ τῆς χθὲς ἡμέρας, οὐ χρεία περὶ ἄλλου τινός, ἢ περὶ τούτου δὴ μόνον διαλεχθῆναι, πόθεν καὶ οὗτινος χάριν γίνεται. καὶ ἄλλοι μὲν τῶν Ἑλλήνων ἄλλα ἔφασαν, ποιότητα γῆς καὶ νηνεμίαν ἀνέμων καὶ ἄλλα τινὰ ἕτερα ἀλόγως φυσιολογοῦντες καὶ μηδαμοῦ τὸ ἀληθὲς ἐξευρίσκοντες· ἡμᾶς δὲ ὁ θεῖος Δαυὶδ πιστοῦται λέγων· “ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται”· οἱονεὶ γὰρ βλέμματί τινι αὐστηρῷ πρὸς δοῦλον δεσπότης χρώμενος ἔντρομον αὐτὸν καθίστησιν. οὕτως ὁ ἀληθινὸς δεσπότης τοῦ παντὸς καὶ ποιητὴς δοῦλα τὰ πάντα ἔχων παριστάμενα, ἐπειδὰν τὴν καθ’ ἡμῶν ἐξ ἁμαρτιῶν ἀγανάκτησιν θελήσῃ ἐνδείξασθαι, τὸ παντέφορον ὄμμα τῆς δυνάμεως αὑτοῦ ἐμβριθῶς πρὸς τὴν κτίσιν ὑποβλέψας, ποιεῖ αὐτὴν τρέμειν, ἵν’ ἡμεῖς φοβηθέντες καὶ τρομάξαντες ὡς δοῦλοι ὠργισμένοι ἐπαναχθῶμεν πρὸς σωφρονισμὸν καὶ διόρθωσιν τῶν προσταγμάτων αὐτοῦ.

Ἴδε οὖν, ἀδελφοί μου, οἵα αὐτοῦ φοβερὰ ἡ δύναμις, ἡλίκη ἡ ἔνδειξις τῆς ἀγανακτήσεως, ὁ θυμὸς τῆς ὀργῆς αὐτοῦ! καὶ εἰ ὁ παρὼν τοιοῦτος καὶ τηλικοῦτος, ποταπὸς δ’ ἂν εἴη ἐκεῖνος ὁ σεισμὸς τῆς τοῦ παντὸς συντελείας, κατὰ τὸ “ἰδοὺ ἐγὼ ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σείω λέγει κύριος”; ποῖος φόβος ἕψεται; ποῖος τρόμος γενήσεται, ὅταν ἀρασσομένη ἡ γῆ ἀναδώσειε πάντας τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους, συμπηγνυμένων ὀστέων πρὸς ὀστέα καὶ φυομένων ἐν αὐτοῖς σαρκῶν καὶ νεύρων, καὶ πάλιν ψυχουμένων καὶ ἀνισταμένων τῶν σωμάτων; ὅταν ὁ οὐρανὸς ὡς βιβλίον εἱλισσόμενος τοὺς ἀστέρας ἀποβάλλεται καὶ τοὺς φωστῆρας ὑπαλλάττεται, ἤχου καὶ βροντῆς ἐξακουομένης διὰ τῆς τοῦ ἀρχαγγέλου σάλπιγγος ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν; ὅταν αὐτὸς ὁ θεὸς ἡμῶν ἐμφανῶς ἥξῃ, μυρίων μυριάδων καὶ χιλίων χιλιάδων ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πάντων τῶν ἄνω δυνάμεων προηγουμένων καὶ προπορευομένων ἔμπροσθεν αὐτοῦ; ὅταν θρόνοι τεθῶσι καὶ κριτήριον καθίσῃ ὁ ἀδέκαστος κριτὴς καὶ δεσπότης, πάντα γυμνὰ καὶ τετραχηλισμένα κρίνων καὶ διευθύνων καὶ ἐξετάζων βουλὴν καὶ πρᾶξιν καὶ λόγον τῶν βεβιωμένων ἡμῖν;

ὅταν ἐν ῥιπῇ ὀφθαλμοῦ, τούτων πάντων τελουμένων, ἐξενεχθῇ ἡ μεγάλη καὶ φοβερὰ ἀπόφασις, καλοῦσα τοὺς μὲν δικαίους εἰς βασιλείαν οὐρανῶν καὶ ζωὴν αἰώνιον, τοὺς δὲ ἁμαρτωλοὺς ἀποπέμπουσα εἰς πῦρ ἐξώτερον καὶ σκώληκα ἰοβόλον, καὶ εἰς σκότος ἀφεγγὲς καὶ εἰς χάσμα μέγα καταδύσεως ᾅδου καὶ τάρταρα ψύχους ἀνυποστάτου, καὶ εἰς πάσας τὰς ἀπειλουμένας φρικωδεστάτας κολάσεις; τίς οἴσει ταῦτα πάντα, ὦ ἀδελφοί; τίς ἐνέγκει τὰ φρικτὰ καὶ δεινά; τίς ὑποστήσεται τὰ φοβερὰ καὶ ἐκστατικά, ἰδεῖν οὐρανοὺς σχιζομένους, τὴν γῆν ἀναῤῥησσομένην, βλέψαι τὰ πλήθη τῶν ἀγγέλων, αὐτὸν τὸν κύριον καὶ θεὸν ἐρχόμενον ἐπὶ νεφελῶν κρῖναι πᾶσαν τὴν γῆν;

Ἀλλ’ οὐκ εἰς μακρὰν ταῦτα καὶ ἐγγὺς τὸ προσδοκώμενον, καὶ κατὰ πόδας καὶ ἐπὶ θύραις ὁ κριτής. “ἰδού”, φησίν, “ὁ νυμφίος· ἐξέλθετε δὴ εἰς ἀπάντησιν αὐτοῦ”. ἀλλ’ εἰ μὲν ἔχωμεν τὰς λαμπάδας φαιδρὰς τῆς ἀγνοίας καὶ τὸ ἔλαιον τῆς συμπαθείας καὶ ἀγάπης ἐπ’ αὐταρκείᾳ, εὖ ἂν ἔχοι· ἀσμενέστατα γὰρ ὑπαντήσωμεν καὶ συνεισέλθωμεν εἰς τὸν νυμφῶνα αὐτοῦ· εἰ δὲ μή γε, ἀποπεμφθησόμεθα, τῆς θείας πύλης ἐκείνης μὴ ἀνοιγομένης ἡμῖν κρούουσι, κακῶς φρονήσασι καὶ νυστάξασι καὶ καθευδήσασι καὶ οὐχ ἑτοίμοις εὑρεθεῖσι.

Διό, ἵνα μὴ ταῦτα συμβῇ ἡμῖν, διεγερθῶμεν οἱ καθεύδοντες ὑπὸ τοῦ ὕπνου τῆς ῥᾳθυμίας· διαναστῶμεν οἱ ὀλιγωροῦντες ἀπὸ τῆς ἀτόνου ἀκηδίας· νήψωμεν οἱ μεθύοντες ἀπὸ τῆς καρώσεως τῆς λογισμομαχίας· ἁγνεύσωμεν τὰς ψυχὰς οἱ χραίνοντες αὐτὰς ταῖς ἀτόποις ἐπιθυμίαις· στηρίξωμεν τὰς καρδίας κραταιότητι τῆς πίστεως οἱ ἔχοντες αὐτὰς σεσαλευμένας ἀπὸ τῆς διψυχίας καὶ παλιμβουλίας καὶ φιλοσαρκίας· οἱ εὐδρομοῦντες ἔτι δράμωμεν ἀκαταπόνητα, οἱ ὑποσκελισθέντες ἀναστῶμεν διὰ μετανοίας ἐπιπονωτέρας, κινηθῶμεν πρὸς ἐργασίαν ἐντολῶν οἱ λιθώδεις καὶ ναρκώδεις καὶ πεπωρωμένοι· ἐμβλέψωμεν πρὸς οὐρανὸν οἱ κοσμοθεάμονες καὶ φιλοθέατροι καὶ φιλοπαιγνεῖς· ἐκρήξωμεν δάκρυον κατανυκτικὸν ἐκ πεπωρωμένης καρδίας οἱ πετρώδεις καὶ δυσκίνητοι πρὸς τὸ καλόν· οἱ φωτεινοὶ ἔτι φωτισθῶμεν, οἱ καθαροὶ ἔτι καθαρθῶμεν, οἱ διεγερτικοὶ ἔτι διαναστῶμεν, οἱ φιλάρετοι ἔτι ἐρασθῶμεν, οἱ πολυεργοὶ ἔτι ἐργασώμεθα, οἱ σπουδαῖοι ἔτι σπουδαιολογήσωμεν καὶ σπουδεργήσωμεν, οἱ ταπεινόφρονες ἔτι ὑψωθῶμεν διὰ τῆς ἁγίας ταπεινώσεως, οἱ φιλάδελφοι ἔτι ἀνάψωμεν τὸν πνευματικὸν καὶ ἀπαῤῥησίαστον εἰς ἀλλήλους ἔρωτα· οἱ προϊστάμενοι τῶν ἔργων καὶ τῶν διακονιῶν καὶ τῶν εὐταξιῶν ἔτι ἐχώμεθα τῶν φροντίδων ἡμῶν ἀπαθέστερον καὶ συνετώτερον, ὡς ἐν τάξει φωστήρων καὶ ὀφθαλμῶν καὶ κανόνων· οἱ ὑπακούοντες καὶ ὑποτασσόμενοι ἔτι προσθῶμεν τὴν ἀναντίλογον εὐπείθειαν, τὴν ἀγόγγυστον εὐκινησίαν, τὴν εὐμετάφορον διακονίαν, τὴν ἐπίπονον ἐργασίαν, ὡς υἱοὶ φωτὸς καὶ τέκνα εἰρήνης.

οἱ ἱερουργοῦντες καὶ διακονοῦντες ὡς ἀρχάγγελοι καὶ ἄγγελοι καὶ πρὸ τοῦ βήματος καὶ ἐν τῷ βήματι καὶ πρὸ τῶν εὐχῶν καὶ ἐν ταῖς αὐχαῖς φαίνοισθε τῷ παντοκράτορι κυρίῳ· οἱ νέοι τὸ δυσκάθεκτον τῶν ὁρμῶν ἀποῤῥίψαντες ἀναλάβετε τελειότητα· οἱ φιλοσώματοι καὶ φιλήδονοι ὑποστάλθητε ἀπὸ τῆς παῤῥησίας καὶ ἀλληλοβλεψίας, πρὸς θεῖον ἔρωτα ἀνακαιόμενοι· οἱ δυνατῶς ἔχοντες κατὰ τὸ σῶμα πρός τε νηστείαν καὶ ἀγρυπνίαν τοῦ ἐν ὑμῖν χαρίσματος μὴ ἀμελεῖτε, ὃ ἐδόθη ὑμῖν ὑπὸ κυρίου, εἰς οἰκείαν σωτηρίαν καὶ ἑτέρων ῥᾳθυμούντων ἐπαναγωγήν· οἱ φιλάρεσκοι καὶ φιλοπόται καὶ φιλοπρόοδοι σύνετε τὸ ἀλυσιτελές, ἐπιθυμίαν ἀσπαζόμενοι τοῦ κατατρυφᾶν κυρίου καὶ τῶν λόγων αὐτοῦ· οἱ προκαμόντες ἐν τῷ ἔργῳ κυρίου μὴ ὡς ἀναπεπτωκότες καὶ ὡς ἤδη τὸ πᾶν ἐργασάμενοι ζητεῖτε ἀνάπαυσιν· ὁ γὰρ ὄλεθρος αἰφνίδιος καὶ οὐδὲ ὁ πᾶς τοῦ βίου δρόμος ἐπαρκεῖ πρὸς τοὺς ἀγῶνας· οἱ μελετῶντες τὸν νόμον κυρίου ἡμέρας καὶ νυκτὸς ἔτι φροντίζετε τῆς θείας ὑμνήσεως καὶ παραστάσεως καὶ ἀνυσταξίας νύκτωρ τε καὶ μεθ’ ἡμέραν· οἱ μεμυκότες ὡς ἄλογα ζῶα ἐν καιρῷ λειτουργίας παντοίας ἀνοίξατε τὸ στόμα καὶ ἑλκύσατε πνεῦμα, ψάλατε τῷ κυρίῳ συνετῶς.

οἱ πάντες τὰ πάντα εὖ πράξατε, εὖ διάθεσθε, ἀεὶ φροντίζοντες, ἀεὶ τρέχοντες καὶ συντρέχοντες, ἁμιλλώμενοι καὶ συναμιλλώμενοι, προθυμούμενοι καὶ συμπροθυμούμενοι, συμβιβάζοντες καὶ συμβιβαζόμενοι, ἐπαμύνοντες καὶ συνεπαμυνόμενοι, εἰρηνεύοντες καὶ συνειρηνευόμενοι, ὡς πῦρ ἀναπτόμενοι ἐν τῷ θείῳ ζήλῳ, ὡς ξίφος ἀκονούμενοι πρὸς τὸν πολεμοῦντα δράκοντα, ὡς μάχαιρα ἀνατεινόμενοι πρὸς πᾶσαν ἐκδίκησιν ἐντολῆς θεοῦ, ὅπως ἐν τούτοις συντηρούμενοι καὶ περιφρουρούμενοι θεὸν θεραπεύσητε, ἀγγέλους ξενίζητε, ἀνθρώπους ἐκπλήττητε, τὸν ἐφάμιλλον δρόμον τῶν ὁσίων πατέρων ἡμῶν διεξερχόμενοι· οἷοι γὰρ ἐκεῖνοι, τῷ ὄντι φρόνιμοι πραγματευταὶ καὶ κερδαίνοντες τὰ κέρδους ἄξια, ὅτι οὐκ ἐφίλησαν κόσμον, οὐδ’ ἠγάπησαν σάρκα, οὐδ’ ἐπόθησαν φθοράν, οὐδ’ ἐδέθησαν φίλτρῳ τοῦ παρόντος βίου, ἀλλὰ μικρὸν πονήσαντες, μικρὸν ταλαιπωρήσαντες (μικρὸν γάρ ἐστι τῷ ὄντι κατὰ τοὺς ἀπείρους μέλλοντας αἰῶνας καὶ ἡ ἑκατονταέτις ἐνταῦθα διαβίωσις) ἔτυχον ζωῆς αἰωνίου, ἐπέτυχον χαρᾶς ἀνεκλαλήτου, ἀθανασίας καὶ βασιλείας οὐρανῶν, ἧς καὶ ὑμᾶς ἀνολιγώρως ἀποπληροῦντας τὴν ἀθλητικὴν ὑμῶν ὑποταγὴν πιστεύω ἀραρότως μετασχεῖν καὶ ἀπολαῦσαι σὺν πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Πʹ. Περὶ ἀγάπης εἰς τὸν καθηγούμενον καὶ ὑπομονῆς καὶ καρτερίας, τοῦ μὴ καταισχῦναί τι τῶν προδιηνυσμένων ἡμῖν ἐν τῷ ἀγγελικῷ ἡμῶν σχήματι. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἐσιώπησα μικρὸν ὅσον τὴν τοῦ καιροῦ δυσκολίαν παραπέμψασθαι· ἐπεὶ δὲ εἰς ἑαυτοὺς ἐγενόμεθα χάριτι Χριστοῦ καὶ τελοῦμεν τὴν ἀσκητικὴν ἡμῶν ζωήν, ἀναγκαῖον πάλιν τὸ σύνηθες ἐνεργεῖν. εἴθε δὲ ἐδυνάμην τοσοῦτον φθέγγεσθαι, ὅσον εἰς παράκλησιν ὑμῶν ἱκανεῖν καὶ ὅσον εἰς τὸ συγκροτῆσαι καὶ συνάψαι ὑμᾶς ἐν πνεύματι ἀγίῳ, καὶ εἰς τὸ πτερῶσαι ὑμῶν τὰς ψυχὰς ἐν ἐπιθυμίᾳ τοῦ ἔρωτος τοῦ ἀγαθοῦ. ὀλιγοστὸς δὲ ὢν ὀλίγα φθέγγομαι, καὶ πενιχρὸς τυγχάνων πενιχρὰ ῥήματα· προβάλλομαι. εἴη δὲ διὰ τῆς ὑμῶν εὐηκοΐας καὶ εὐαισθησίας φανῆναί τι χρήσιμον πρὸς ἐμοῦ τοῦ ἀχρησίμου, εἰς δόξαν τῆς μεγαλωσύνης αὐτοῦ.

τοῦτο δὲ πρῶτον ἔχω λέγειν, ὅτι ἀπέχω καὶ ὑπεραπέχω τὴν πρός με τὸν ἁμαρτωλὸν εἰλικρινῆ ὑμῶν ἀγάπην καὶ ἀληθινὴν καὶ ἀδίστακτον πίστιν, ὅτι ἐν καιρῷ ἀγῶνος οὐκ ὤφθητε ὥς τινες σκαιοὶ καὶ ἐπίπλαστοι καὶ ψευδώνυμοι, ἀλλ’ ὡς τέκνα γνήσια κατὰ θεὸν προεθήκατε ἑαυτοὺς πάντα παθεῖν ὑπὲρ ἑνὸς μόνου, τοῦ μὴ παρατραπῆναι τῆς κατὰ θεὸν προαιρέσεως· εἰ δὲ καί τινες ἐξωλίσθησαν καὶ ἐξωστρακίσθησαν, οὐδὲν πρὸς ὑμῶν οὐδὲ θαυμαστόν, ἐπεὶ καὶ διάβολος ἐν ἀγγέλοις καὶ Ἰούδας ἐν ἀποστόλοις, ἵνα μὴ λέγω μετὰ τῶν ἄλλων τὴν ἑξηκοντάδα ἐκείνην, ἥτις ἐπὶ τὸ αὐτὸ συνομονοήσασα κατὰ τοῦ μεγάλου καὶ θείου Σάβα ὤφθη ἀντίθετος καὶ ἀντίπαλος.

Τί οὖν λοιπὸν ὑμῖν ἐπάξιον προσερήσομαι; τίνα δὲ ἐγκωμίου ὑπόθεσιν προσθήσομαι εἰς εὐφημίαν ὑμῶν; ὅλως ὤφθητε ἐν κόσμῳ ὑπερκόσμιοι, φιλοπάτορες, φιλόθεοι, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν ὑποπτήσσοντες, ἕνα μόνον φόβον φοβούμενοι, τὸ πρὸ θεοῦ φοβηθῆναί τι καὶ διὰ τοῦτο τοὺς τῆς ὁμολογίας ὑμῶν προδοῦναι νόμους. ἀλλὰ τί; ἐθαυμαστώθητε ἐν κόσμῳ, ἐδοξάσθητε ἐν οὐρανῷ, ἐμακαρίσθητε ὑπὸ τῶν εὐσεβῶν. εἶδον ὄντως, ὅσον τὸ ὕψος τοῦ ἀγγελικοῦ καὶ μοναδικοῦ σχήματος· ἐξεπλάγησαν ἐν τῷ ἀθραύστῳ τῆς καρτερίας ὑμῶν, ἐν τῷ συνημμένῳ δεσμῷ τῆς ἀγάπης ὑμῶν· κίνησις τοσαύτη καὶ τηλικαύτη, ὡς πανταχοῦ σχεδὸν γῆς καὶ θαλάσσης ἐξηχηθῆναι τὸν λόγον, καὶ οὐδαμῶς παρετράπητε, ἀλλ’ ἔστητε κραταιοί, ἐφ’ ᾧ καὶ αὐτοὶ οἱ κρατοῦντες τάχα δοκῶ τεθαυμάκασι· γίνεται γὰρ τοῦτο μετὰ τὴν τῆς ταραχῆς κατάληξιν. καὶ ταῦτα μὲν ἐνταῦθα, ἔσται δὲ μικρὸν ὕστερον πάντως ἡ τελευταία ἡμέρα καὶ τὸ ἀδέκαστον κριτήριον τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἀποδώσει ὑμῖν, καθὼς πεπιστεύκατε καὶ καθὼς ἠγωνίσασθε ἐν πᾶσι τοῖς συμβεβηκόσιν.

οὗτος ὁ μικρός μου πρὸς ὑμᾶς λόγος τῆς εὐχαριστίας καὶ ἀπολογίας, καὶ ταῦτα ἐπεσημηνάμην, οὐχ ἵνα κομπάσω τὰ κατ’ ἐμαυτόν, ἢ τὰ καθ’ ὑμᾶς (ἐγὼ γάρ εἰμι γῆ καὶ σποδός) καὶ ὡς οἵτινες λέγουσιν ἃ λελέχασιν· οὐ γὰρ σχολή μοι λεπτολογεῖν· πλὴν ὅ τι περ ἂν εἴποι τις περὶ ἐμοῦ κακόν, ἀληθεύει, ἐκτὸς ἑνός, τοῦ μὴ αἱρετικόν με εἶναι.

Λοιπὸν χαίρειν ἐῶ τὰ λεγόμενα, πρὸς ἐμαυτὸν δὲ γίνομαι καὶ σκοπῶ ὅ τι καί εἰμι, ἀπευθύνων ἐμαυτὸν πρὸς τὴν ἐντολήν· κἀντεῦθεν γινώσκω ὅ τι δεῖ με πράττειν καὶ ὅσον ἀπῶσμαι ἐξ αὐτῆς· τὸ γὰρ λέγειν οὕτως καὶ ἑτέρως τοὺς ἀνθρώπους οὐδὲν ὀνήσει μοι, ἢ μᾶλλον τὸ ἀσφαλεστέρως ἔχεσθαι τῆς ἑαυτοῦ καταστάσεως, καθὼς οἱ ἅγιοι ἡμῶν πατέρες διδάσκουσιν. δεύτερος δὲ λόγος, ἵνα μὴ καταισχύνωμέν τι τῶν προηγωνισμένων ἡμῖν ἐκ τῶν ἤδη παρόντων, ἀλλ’ ὥσπερ ἐναρχόμενοι τελῶμεν τὰ δέοντα καὶ ἐνάρετα, φωτὶ φῶς προσλαμβανόμενοι καὶ ἐκ δόξης εἰς δόξαν μετερχόμενοι. τοῦτο δὲ διὰ τῆς ἐν ἅπασιν ἐναρέτου ἡμῶν διαγωγῆς, ὡς ἂν ἐγκομβοῦσθαι ἡμᾶς τὴν ταπεινοφροσύνην καὶ ἕλκειν τὴν ὑπακοήν, ἐνεργεῖν τὴν ἀγάπην, τὴν πραότητα, φεύγειν τὸ αὐτόβουλον, τὸ αὐτάρεσκον· ἐξ ὧν ὁ θάνατος, τὸ πονηρεύεσθαι, τὸ φιλοπρωτεύειν, τὸ φιλοδοξεῖν· ἐφ’ οἷς ἡ ταχεῖα ἀπώλεια καὶ δι’ ὧν πεπτώκασιν οἱ πεσόντες ἀπὸ τοῦ αἰῶνος μέχρι τοῦ παρόντος ἐν τούτῳ τῷ τῆς ὑποταγῆς σκάμματι.

Νῦν οὖν ὡς ἤδη κεκαθαρμένοι ἀπὸ τῶν ζιζανίων, σκολόπων καὶ ἀκανθῶν, εὐκαρπήσατε, τέκνα μου, εὐζωήσατε, νέαν πολιτείαν ἐπιδείξασθε, μηδὲν ἐπιφερόμενοι τοῦ τῶν ἀπολισθησάντων φρονήματος, ἵνα μὴ τὰ αὐτὰ πάθητε· ὅλοι εἰλικρινεῖς, ὅλοι καθαροί, ὅλοι φέροντες ὕβριν, ἐξουδένωσιν, παραπληκτισμόν, πόλεμον ἐμφύλιον, ἐγκράτειαν, ὑπομονήν (τοῦτο γὰρ τὸ μαρτύριον τῆς ὑποταγῆς), καὶ οἱ ταῦτα ὑπομεμενηκότες λήψονται τὸν στέφανον τῆς δικαιοσύνης, ὅτι καὶ πρὸς μείζονα, εἰ δέοι, οὐκ ἀπολιγωρήσουσι· γέγραπται γάρ, ὅτι “ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστιν”· οἱ δὲ ἐν τοῖς ἐλαχίστοις ὀλιγωροῦντες πρόδηλον, ὅτι τῶν μεγίστων οὐδὲ ἄκρῳ δακτύλῳ ἅψασθαι δυνηθήσονται. τοιγαροῦν, ὡς ἤδη πυρωθέντες τῷ φίλτρῳ τοῦ Χριστοῦ καὶ στομωθέντες ταῖς περιστάσεσι καὶ τοῖς κινδύνοις, ἐνέγκατε γενναίως τὰ καθ’ ἑκάστην συμπίπτοντα καὶ ἀναδράμωμεν ἐπὶ τὴν χρυσῆν ὄντως ἐκείνην πολιτείαν τῶν ἁγίων πατέρων ἡμῶν, ἐν οἷς οὐ πεπολίτευτο παρακοή, ὑπερηφανία, ἀντιλογία, παῤῥησία, ὕβρις, ταραχή, ἧν δὲ εἰρηνικὴ καὶ ἀγγελική τις κατάστασις, ταῖς αὔραις τοῦ πνεύματος γαληνιῶσα. οἴδατε, ἃ λέγω, ὅτι ἀληθῆ καὶ ἀγαθά· εἰ δὲ ἀγαθά, καὶ ἐφετά· εἰ δὲ ἐφετά, τί καὶ ἡμεῖς μὴ ληψώμεθα αὐτά; τί μὴ ἀγαπήσωμεν; τί μὴ κραταιῶς ἀντισχῶμεν; καὶ διατί ἵνα φανῶμεν ἀλλότριοι ὧν μακαρίζομεν καὶ ὧν θαυμάζομεν;

τοῦτο γὰρ οὐ τῶν φρονίμων, ἀλλὰ τῶν ἠλιθίων, μᾶλλον δὲ τῶν ἀλογωτάτων. τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; ἀποκρίθητέ μοι εὖ πάντες. τίς φυλάσσων τὰς ἐντολὰς τοῦ κυρίου; ἀποσιωπησάτω μηδείς. εἰ οὕτως ἐσμέν, μακάριοι· εἰ οὕτως τελέσωμεν τὸν ἀγῶνα, πανάγιοι, καὶ εἴη ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεργίᾳ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν στηρίζουσα καὶ ὁδηγοῦσα καὶ κατευθύνουσα ὑμᾶς ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς εἰς πᾶν ἔργον ἀγαθὸν ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.