Διὰ τοῦτο, παρακαλῶ ὑμᾶς, καὶ καλῶς τρέχετε, καὶ ἀβασκάνως πορεύεσθε, καὶ ἀταράχως ἴτε, καὶ ἀγαπητῶς καὶ ἑτεροβοηθῶς συναμίλλασθε, τόνον ἐπὶ τόνῳ προστιθέντες, προθυμίαν ἐπὶ προθυμίᾳ, εὐψυχίαν ἐπὶ εὐψυχίᾳ, ἄνω βλέποντες, ἄνω σκοποῦντες, μὴ περιβλεπόμενοι τοὺς ἐπαίνους καὶ τὰς κενοδοξίας, μηδὲ ὑπενδιδόντες τὸ καθόλου, μηδὲ ὀλιγωροῦντες ἐν τῇ ὀχληρίᾳ τῆς ἀσκήσεως ἢ τῶν προσκρουμάτων, ἢ τῶν προσπλήξεων, ἢ τῶν ἐπιτιμήσεων, ἀλλ’, εἰ καὶ τύχῃ, εὐθὺς διανιστάμενοι, πρὸς τὸ μὴ καταφθασθῆναι ὑμᾶς καὶ καταληφθῆναι ὑπὸ τοῦ δράκοντος, καὶ ἵνα οὕτως πάντα καλῶς καὶ ὁσίως διαπραττόμενοι, ὑπηκόως τε καὶ ταπεινοφρόνως, εἰλικρινῶς τε καὶ εὐεξαγορεύτως, φιλαδέλφως τε καὶ θεοβραβεύτως, ἀξιωθησώμεθα καὶ ἡμεῖς τῇ τοῦ δρόμου ἡμῶν ἀποπεραιώσει τὰς ἀμοιβὰς ὑπὸ τοῦ κυρίου δέξασθαι, τοὺς στεφάνους καὶ τὰ ἔπαθλα τῆς μακαρίας καὶ ἀθανάτου λήξεως, ἀπολυτρούμενοι ἐκ πάσης τιμωρίας καὶ κολαστηρίων τῶν αἰωνίων, τῆς τε πικρᾶς καὶ πολυθρυλήτου αἰσχύνης ἐκείνης, διὰ τῶν πρεσβειῶν τῆς παναγίας δεσποίνης ἡμῶν Θεοτόκου, αὐτῶν τε τῶν ἁγίων ἀγγέλων, τοῦ δεσπότου ἡμῶν, τοῦ Προδρόμου, τοῦ Θεολόγου, πάντων συλλήβδην ὁμοῦ τῶν μαρτύρων καὶ δικαίων καὶ ὁσίων, τοῦ τε πατρός μου καὶ πατρὸς ὑμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.