Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΠΑ΄-Ϟ΄: Μνήμη θανάτου, η εκλογή ηγουμένου και η στενή οδός της αρετής

Αναφορές στη δυσκολία της ασκητικής οδού, ποιμαντικοί έλεγχοι για παραπτώματα, παραμυθία για την κοίμηση αδελφών και προτροπές για εγκράτεια κατά την Αγία Τεσσαρακοστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 9 από 12

ΚΑΤΗΧΗΣΙΣ ΠΑʹ. Ὅτι τραχεῖα καὶ ἀνάντης ἡ ἀρετή, ἡ δὲ κακία εὔληπτος καὶ κατωφερής, καὶ διὰ τοῦτο προθυμητέον καὶ ἀγωνιστέον ἀνιέναι ἡμᾶς ἐπ’ αὐτὸ τὸ ἀκρότατον τῆς ἀρετῆς, ὡς ἂν τύχοιμεν τῆς ἀιδίου λήξεως. Ἀδελφοὶ καὶ πατέρες, ἐκ τοῦ λέγειν ἐστὶ τὸ ποιεῖν, καὶ ἐκ τοῦ ζητεῖν προέρχεται τὸ εὑρίσκειν· ὥστε, ὁσάκις ἂν κατηχῶμεν, οὐκ ἀνόνητος ὁ λόγος. ἀλλὰ τοῦτό ἐστι κατανοήσαντας θαυμάσαι, ὅτι ἐπὶ μὲν τῆς κακίας ἅπαξ τις ἢ δεύτερον εἰπὼν τὰ αἴσχιστα καὶ πονηρὰ εὐθὺς θέλγει ἑαυτόν τε καὶ τοὺς ἀκούοντας πρὸς τὰς ἀθεμίτους πράξεις, καὶ σχεδὸν ἐν μιᾷ καιροῦ ῥοπῇ ἐν ἕξει τῆς ἁμαρτίας καθίστησι τοὺς ἁλόντας· ἐπὶ δὲ τῆς ἀρετῆς καὶ μυρία τις φράσας σωτήρια μόλις ἂν δυνηθείη ἑλκύσαι ψυχὴν εἰς συγκατάθεσιν θεοσεβείας. οὕτω τοιγαροῦν δυσπόριστόν τι πρᾶγμα τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσπερ ὁδός τις ἀνάντης καὶ τραχεῖα, ἐξ ἀντιπαραθέσεως δὲ τὸ κακὸν εὔληπτον καὶ κατωφερὲς λίαν. καὶ ἐννόει μοι τὴν ὁδὸν τὸ πρὸς οὐρανὸν ἀπὸ γῆς διάστημα εἶναι. πόσου οὖν κόπου χρεία καὶ πόσης δυσχερείας πρᾶγμα ἀνιέναι ἡμᾶς ἐπ’ αὐτὸ τὸ ἀκρότατον; καὶ πόσης εὐχερείας κατιέναι ἡμᾶς ἕως αὐτῶν τῶν κατωτάτων τῆς γῆς;

διὰ τοῦτο ἐπιμελητέον, χειραγωγητέον, προθυμητέον ἐν ἀλλήλοις καὶ πρὸς ἀλλήλους, λέγουσι καὶ προσφθεγγομένοις οὐδὲν τῶν ἐπιγείων καὶ χαμαιζήλων, ἀλλὰ περὶ τῶν οὐρανίων καὶ ἀιδίων, εἴπερ ἀναβαίνειν ἐφιέμεθα, ἀλλὰ μὴ καταβαίνειν· τοῖς γὰρ λόγοις ἑπόμενόν ἐστι ψυχὴν κατακολουθεῖν, καὶ ὥσπερ τῷ ἀνυψουμένῳ σκότωσιν ἐμποιεῖ τὸ προσβλέπειν κάτω, οὕτω καὶ τοῖς ἐν ἀρετῇ τὸ πρὸς τὰ ἡδέα τοῦ βίου ἐπιστρέφειν τὸ τῆς ψυχῆς ὄμμα· ἀλλ’ ἄνω θεωρεῖν ἀεὶ εὐαγὲς καὶ λυσιτελές, ὅπου ἡ κεφαλὴ ἡμῶν, ὁ Χριστός, ὅπου ὁ θησαυρὸς ἡμῶν, ἡ ζωὴ ἡ αἰώνιος.

Μηδαμῶς τοιγαροῦν, ὦ ἀδελφοί, λοιπὸν ἐξατονήσωμεν ἀνερχόμενοι, μηδὲ ἀποκάμωμεν πρὸς τὸ ὕψος ἀτενίζοντες· οὐ γὰρ ἐκ δυνάμεως ἡμῶν τὸ φθάσαι, ἀλλ’ ἐκ θεοῦ βοηθείας καὶ ἀντιλήψεως, καὶ ἰδοὺ ἀνήχθημεν καὶ προεκόψαμεν καὶ ἐσμὲν ἕκαστος κατὰ τὸ ποσὸν τῆς προθυμίας αὑτοῦ ἐν τῷδε καὶ ἐν τῷδε τῷ τῆς ἀρετῆς τόπῳ· διαφέρομεν γὰρ ἀλλήλων πλέον τῆς κατὰ τὸ σῶμα εἰδέας ἐν ταῖς τῆς ψυχῆς διαθέσεσι, καὶ ἄλλος ἄλλου θερμότερον ἀσπάζεται τὴν ταπείνωσιν, τὴν ὑπακοήν· καὶ ὁ μὲν προὔχει ἐν τῷ χαρίσματι τῆς πρὸς τὸν πλησίον ἀγάπης, ἕτερος ἐν τῇ τῆς φροντίδος τῶν πλειόνων ἐπιμελείᾳ, εἴτε κατὰ τὴν ἐπιστημοναρχικὴν διακονίαν, εἴτε κατὰ τὴν τῶν ἔργων ἐπιστασίαν, εἴτε κατὰ τὴν τῶν χρειῶν διανομήν, οἰκονόμου λέγω, κελλαρίτου, ἀριστηταρίου, ὑποδηματοῤῥάφου, βεστιαρίου, ἄλλου τινὸς τῶν ὄντων· πάντες γὰρ τὴν ὁδὸν κυρίου πορεύονται καὶ πᾶσι τοὺς τῆς ἀφθαρσίας στεφάνους αὐτὸς προευτρεπίζεται, μόνον ἵνα μικρὸν ἐνέγκωμεν, μικρὸν ὑπομείνωμεν τοὺς κόπους, τοὺς ἱδρῶτας, τὴν ἐπαγωγὴν τῆς ἐργασίας, τῆς ἀγρυπνίας, τῆς νηστείας, τῆς ψαλμῳδίας, τὸ ψῦχος, τὸν ὑπωπιασμὸν τῆς ἐκ τῶν ἐνδυμάτων ἐλαφρότητος, ἢ τραχύτητος, ἢ ἀχρειότητος· οὐ γὰρ ἀνεκτῶς φέρω ἐν τούτοις, ἀδελφοί μου—μάρτυς κύριος—, ἀλλὰ συμπιέζομαι καὶ συμφλέγομαι ταῖς ἑκάστου ὀλιγωρίαις, καὶ τὸ ὅσον εἰς δύναμιν ἐπιδίδωμι ἑαυτὸν τὰ τῆς ἀναπαύσεως ὑμῶν ἔχειν.

ἀλλ’ ὁρᾶτε καὶ αὐτοί, ὅτι ἔργον ἐστὶ τοσούτους ἐνδύεσθαι καὶ ὑποδύεσθαι ἐξ εὐχερείας καὶ ἀναπαύσεως, οὐκ εὐπορίας οὔσης τῶν ἡμῶν, οὔτε τῶν διανεμόντων ἀεὶ ἐπὶ τῆς αὐτῆς καταστάσεως ὑπαρχόντων. πλὴν συνεθέμεθα καὶ πεινᾶσαι καὶ διψῆσαι, γυμνητεῦσαι καὶ πτωχεῦσαι ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, ὑπὲρ ἧς καὶ ὁ θεῖος ἀπόστολος “ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι” καὶ τοῖς ἄλλοις ἀθλήμασι φαίνεται διαζήσας. οὐ μὴν ἀλλὰ καὶ πάντες οἱ ἅγιοι· “περιῆλθον γάρ”, φησίν, “ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς”.

Εἰ οὖν οὕτως οὗτοι, πῶς ἡμεῖς ἄλλως βιοῦντες, ἄλλως αἱρούμενοι ζῆν, τῆς αὐτῆς ἐκείνοις ἀξιωθῶμεν τιμῆς; οὐδαμῶς. ἀλλ’ εἴπερ τις βλέπει ἑαυτὸν ἔν τινι τῶν ἀπηριθμημένων ἀρετῶν, χαιρέτω ὅτι κατελήφθη εἰς μέτρον ἁγίου ῥιγῶν τυχόν, ἢ πεινῶν, ἢ διψῶν, ἢ ὀνειδιζόμενος, ἢ καταφρονούμενος· ἴσως δὲ ἄρα οὐδὲ ἄξιος ὁ τοιοῦτος τῆς ὁμοίας τοῦ οἰκείου ἀδελφοῦ περιποιήσεως, ἢ διὰ ζωὴν προϋπάρξασαν ἁδροτέραν, ἢ διὰ ἕξιν στερεωτέραν, ἢ καὶ ὅτι ἁμαρτημάτων ἕνεκεν προγεγενημένων ἢ παρόντων χρεώστης ἐστί. καὶ οὕτω σκοπεῖν δεῖ ἕκαστον καὶ πάντα εὐχαρίστως δέχεσθαι τὰ ἐκ θεοῦ διὰ τῶν προεχόντων διδόμενα, μηδαμῶς γινομένου γογγυσμοῦ ἢ καταλαλιᾶς πρὸς τὸν δεδωκότα, ἢ μόνον ὑπομνήσεως προσηνοῦς καὶ εὐλαβοῦς, ἡνίκα καλεῖ ἡ χρεία. καὶ εἰ ταῦτα ποιοῦντες ἐπιμείνωμεν, μακάριοί ἐσμεν, ἀδελφοί, καὶ τῆς ἐκεῖσε ἀναπαύσεως ἐπιτευξόμεθα, ἔνθα οὐκ ἔστι πόνος καὶ κόπος, λύπη καὶ ἀδολεσχία, ἀλλὰ πάντα χαρά, ἀγαλλίασις, θυμηδία, εὐθυμία εἰς ἀτελευτήτους αἰῶνας ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠΒʹ. Περὶ ἐπιμελείας τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ καὶ τῆς ἀποδράσεως τῶν ἀδελφῶν ἡμῶν, καὶ ἀσφαλείας τοῦ κατὰ θεὸν βίου ἡμῶν. Ἀδελφοί μου καὶ πατέρες, μὴ δύναται ἠρεμεῖν ὁ κυβερνήτης, ἐφ’ ὅσον πλεῖ ἐν τῇ θαλάσσῃ πηδαλιουχῶν τὴν ναῦν κατὰ τὰς πνοὰς τῶν ἀνέμων, ἢ ὁ ποιμὴν ὁ καλός, ἡνίκα θηρίων αἰσθάνεται ἐπιστασίαν, πρὸς ἁρπαγὴν τῶν προβάτων; οὐδαμῶς· ἀλλ’ ἀμφότεροι νήφουσί τε καὶ φροντίζουσι, τρέχουσί τε καὶ διώκουσιν, ἀγρυπνοῦσί τε καὶ σκοποῦσι, περιθέουσιν ὧδε κἀκεῖσε, πρὸς τὸ καὶ τὴν ναῦν ἀπὸ τρικυμίας λυτρώσασθαι καὶ τὸ ποίμνιον ἀπὸ διαρπαγῆς. οὕτω τοίνυν ὅ τε ψυχῶν προστάτης καὶ ὁ τῶν λογικῶν προβάτων ἐπιστάτης διαγωνίζεται· καὶ πολλῷ γε πλέον καὶ μειζόνων ἡ ἀρχή, καὶ περὶ μειζόνων ὁ κίνδυνος καὶ ἡ σωτηρία.

διὰ τοῦτο κἀγὼ ὁ ταπεινὸς δεδιῶ, τρέμω, στένω καὶ ποτνιῶμαι ὁρῶν τὴν ἐμαυτοῦ ἀναξιότητα καὶ τοῦ ἀξιώματος τὸ μέγεθος, τήν τε δυσχέρειαν τῆς προστασίας καὶ τὸ δυσπόριστον τοῦ πράγματος· τῷ ὄντι γὰρ ἔργον ἐστὶν ἄρχειν ψυχῶν καὶ καθηγεῖσθαι λαοῦ τοσούτου, ἐφ’ ὧν ὅσα τὰ συμπίπτοντα καὶ παριστάμενα ἀοράτως τε καὶ ὁρωμένως ἐν ἑκάστῃ ἡμέρᾳ, ἴστε καὶ ἡμῶν μὴ λεγόντων· οὐχὶ γὰρ καθάπερ ἐν θαλάσσῃ κλύδων τις διεγειρόμενος, ἢ καταιγὶς διαπνέουσα, ἔστιν ὁρᾶν ἐν τῷ κοινοβίῳ, ὁπόταν τὰ τῆς πονηρίας πνεύματα εἰσπνέοντα διεγείρωσιν ἀταξίας ἐν μέσῳ τῆς ἀδελφότητος διὰ τῶν ἀφρονεστέρων καὶ ἀμελεστέρων καὶ ῥᾳθυμοτέρων; ἢ πάλιν ὡς ἐπὶ θηρίων ἀγρίων εἰσπηδώντων ἐν μέσω τῆς ποίμνης καὶ διαρπαζόντων πρόβατα, ὁπηνίκα ἀποστατήσῃ εἷς ἢ δύο ἀδελφοί, ὥσπερ γέγονε πρὸ τριῶν ἡμερῶν ἐπὶ τοῦ ἐλεεινοῦ Σίλα καὶ Προκοπίου; καὶ εἴθε ὑπὸ θηρῶν αὐτοὺς σαρκοφάγων ἦν διαρπαγῆναι, ἀλλὰ μὴ ὑπὸ τοῦ ψυχοφθόρου δαίμονος, τοῦ λαβόντος αὐτοὺς ἐκ μέσου ἡμῶν καὶ κατεσθίοντος νοητῶς ἐν τῇ πλάνῃ τῆς ὁδοῦ αὑτῶν καὶ ἐν τῇ ἐνεργείᾳ τῶν παθῶν αὑτῶν!

Ἀπεπλάνησεν αὐτοὺς καὶ ἀφήρπασε τὸ πρότερον, καὶ οὐκ ἐδυσώπησεν αὐτοὺς ἡ τοῦ θεοῦ φιλανθρωπία, πρὸς στηριγμὸν ὑποστρέψασα καὶ πάλιν εἰσαγαγοῦσα ἐν τῇ μάνδρᾳ αὐτῶν· ἀλλ’ ἤδη αὖθις ἀπελάκτισαν, ηὐθαδίασαν, διεῤῥάγησαν, κεκλοφότες μετὰ τῶν ψυχῶν τὰ σκεπάσματα καὶ ἐνδύματα, ἐκεῖνο, εἰ καὶ τολμηρὸν εἰπεῖν, τοῖς ἔργοις πρὸς τὸν θεὸν ἀποφθεγξάμενοι· “ὁδούς σου εἰδέναι οὐ βουλόμεθα”· ἤ, ὡς μὴ ὄντος θεοῦ τοῦ τὰς ὁμολογίας εἰσδεξαμένου καὶ κρίνειν μέλλοντος τὰ σύμπαντα, κατὰ τὸ “εἷπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστι θεός”. οὕτω πεπράχασιν, οὕτως ἀπεπήδησαν τῆς ἀδελφότητος, οὕτως ἔθεντο ὑπὸ πόδας τὰς θείας συνθήκας, οὕτως ἀπηρνήσαντο πάντα τὰ συμπεφωνημένα ἐπὶ τοῦ φοβεροῦ βήματος αὐτοῦ, τοῦ μέχρις αἵματός τε καὶ θανάτου ὑπομεῖναι, ὑποστῆναι, ἔργῳ καὶ λόγῳ πάντα καταδέξασθαι. καὶ —οὐαί, οὐαί—πῶς οὐ μὴ θρηνήσω ὁ τάλας; πῶς οὐ μὴ πενθήσω ὁ κακὸς ποιμήν; πῶς οὐ μὴ σχετλιάσω ἐπὶ τῇ συμφορᾷ αὐτῶν, ἐπὶ τῷ πτώματι αὐτῶν; πρόβατον ἄλογον ὁ ἀπόλλων λυπεῖται καὶ ἀθυμεῖ καὶ καταδύεται, καὶ πῶς ἐγὼ ἀπαθῶς ἐνέγκω ὁ ἐλεεινὸς ἐπὶ τοῖς ἀπολωλόσιν;

ἀλλὰ τοῦτο μετὰ τῶν ἀμαρτιῶν μου ἐγένετο αὐτοῖς, καθὼς εἴρηται, ὑπὸ ἀναλγησίας καὶ σκληροκαρδίας καὶ ἀφοβίας καὶ καταφρονήσεως θεοῦ· ἦ γὰρ ἂν ἔψαλλον ἐκεῖνο· “ὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου”, συνεπᾴδοντες ἄλλο· “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, τοῦ τε πατρὸς καὶ τοῦ κοινοβίου; θλῖψις ἢ στενοχωρία, ἢ λιμός, ἢ διωγμός, ἢ μάχαιρα, ἢ κίνδυνος, ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν”; ἀλλὰ πρὸς τὸ μηδὲν τῶν τοιούτων λέγειν ἢ πράττειν ὅλην τὴν ἡμέραν ἐμελέτησαν κακὰ ἐν ἑαυτοῖς καὶ χείλη δόλια κινοῦντες κατεψιθύριζον· ἤργουν καὶ προφασιζόμενοι ὤμνυον, καὶ καταψευδόμενοι οὐ διέλιπον αἰτιῶντες καὶ αἰτιώμενοι καὶ τῇ κατὰ μικρὸν ἀμελείᾳ κατασυρθέντες εἰς τὸ βάραθρον τῆς ἀποστασίας· ὅταν γὰρ ἄρξηταί τις δυσκίνητος πρὸς τὰς ἐργασίας εἶναι καὶ ἀντίλογος πρὸς τὰς ὑπακοὰς καὶ σκληρὸς πρὸς τὰς ὑποταγάς, ἀφηνιάζων καὶ γωνιάζων, εὑρίσκων τε ἐκ συνεργείας δαίμονος τόπον καὶ καιρὸν πρὸς τὴν ἀποστασίαν εὔθετον (παρέχει γὰρ ὁ ἄρχων τοῦ κόσμου τούτου τοῖς πειθομένοις αὐτῷ τὰ καταθύμια), τότε εἰς τὴν κατάστασιν ταύτην ἐρχόμενος οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ ἀδελφὸν ἕτερον συναποστάτην ἑαυτῷ ἀποδείκνυσιν.

Ὢ βία, βία! τί γίνεται; τί πράττεται; πῶς νικᾷ ὁ δαίμων; πῶς καταισχύνομεν τοὺς φύλακας ἡμῶν, τοὺς ἁγίους ἀγγέλους; πῶς προστιθέμεθα τῇ μερίδι τοῦ ἀντικειμένου, πρὸς ἐντροπὴν τοῦ μεγάλου θεοῦ ἡμῶν, τοῦ καλοῦ ποιμένος, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον διὰ σταυροῦ τε καὶ θανάτου; πῶς ὀψόμεθα τὸ πρόσωπον αὐτοῦ; πῶς οἴσομεν τὴν ὀργὴν αὐτοῦ; οὐδ’ ἐξευρεθείη κόλασις, κατὰ τὴν κακίαν ἡμῶν κατ’ ἀξίαν κρίνουσα ἡμᾶς, καθόσον ἀπεδοκιμάσαμεν αὐτόν, λαμβάνουσα ἡμᾶς εἰς αἰωνίαν τιμωρίαν, τοὺς δυστήνους, τοὺς κτηνώδεις, τοὺς δυστυχεῖς, τοὺς παγκακίστους. ἄλλοι ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἡμεῖς ὑπὸ τοῦ ἀπαταιῶνος ἁρπαζόμεθα. ἄλλοι μαρτύρων ἔνστασιν ἐπιδείκνυνται καὶ ἡμεῖς ἀρνητῶν πτῶμα ὑποστήκομεν. ἄλλοι ὑψοῦνται εἰς τὸν οὐρανὸν καὶ ἡμεῖς εἰς τὰ κατώτατα τῆς γῆς καταγόμεθα. ἄλλοι ἀναβάσεις ἀρετῶν τίθενται ἐν ταῖς καρδίαις καὶ ἡμεῖς καταβάσεις τεκταινόμεθα ἐν ταῖς ἑαυτῶν ἀπωλείαις. οὐκ ἀνανήψομεν ὀψέποτε; οὐκ αἰσθανθησόμεθα; οὐκ ἐροῦμεν τὸ προφητικὸν ἐκεῖνο, “ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας”;

ναί, παρακαλῶ, ἐπειχθῶμεν, ἐπειχθῶμεν, ἀγωνισώμεθα, δράμωμεν, ὑπὲρ μὲν τῶν ἀπολωλότων εὐχόμενοι τὴν ἐπιστροφήν, φεύγοντες δὲ ἡμεῖς τὰ αἴτια, ἐξ ὧν ἐκεῖνοι ἐπαγιδεύθησαν, ἐνεργοῦντές τε τὰ θεοπρεπῆ καὶ ὅσια, τὴν ἀδιάκριτον ὑπακοήν, τὴν διὰ χειρὸς εὐτονίαν τοῦ ἔργου ἡμῶν, τὴν ἐν ταπεινοφροσύνῃ εὐπείθειαν ἡμῶν, τὸ δι’ ἐξαγορεύσεως πάντα φανερὰ ποιεῖν καὶ λέγειν, τὸ εὐθὺς ἐξ ἀρχῆς ὑποβάλλοντι τῷ δαίμονι λογισμοὺς ἀνατρεπτικοὺς ἐπιτιμᾶν καὶ λέγειν “ὕπαγε ὀπίσω μου, Σατανᾶ”, εἴτε πρὸς ἐπιθυμίαν ἡδονῆς ὑποβάλλοντι, εἴτε πρὸς ἀποστασίαν ἐρεθίζοντι, εἴτε πρὸς ἀκηδείαν χαυνοῦντι, εἴτε πρὸς ἀνυπομονησίαν σκυλλεύοντι, εἴτε πρὸς ἀπιστίαν ἐνεδρεύοντι· ἵστησι γὰρ ἀεὶ τὰ ἔνεδρα, τὰς παγίδας, τὰ θήρατρα, τοὺς λόχους· ἐπιδίδωσι τὰ γευστρία, τὰ λεγόμενα ληκύθια· οὐ κεκοίμηται, οὐκ ἠσχόληται, οὐκ εἰς τροφήν, οὐκ εἰς ποτόν, οὐκ εἰς ἄλλο τι, ἀλλ’ ἓν ἔργον αὐτοῦ, τοῦτο μόνον νύκτωρ τε καὶ μεθ’ ἡμέραν, τὸ ἀπολέσαι τὰς ψυχὰς ἡμῶν.

Μία τοίνυν καὶ πρώτη βοήθεια ἡ δι’ ἐξαγορεύσεως ἀσφάλεια μετὰ τῆς τοῦ θεοῦ βοηθείας καὶ ἀντιλήψεως. λοιπὸν μὴ ῥᾳθυμήσωμεν, μηδὲ καταπέσωμεν, εἰ καὶ μέγας ἐστὶ τῇ δυναστείᾳ τῆς ἀνομίας, εἰ καὶ δόλιός ἐστι τοῖς τρόποις τῆς κακίας, εἰ καὶ ἄσωτός ἐστι τῇ φύσει καὶ μονόεργος τῇ ἀπωλείᾳ ἡμῶν. μὴ καταπτοηθῶμεν αὐτόν. ἐξότε Χριστὸς ὁ θεὸς ἡμῶν τὴν σάρκα ἡμῶν ἀνέλαβε καὶ ἠνθρωπίσθη, ἐκεῖνος ἐξενευρίσθη, ἐξευτελίσθη· “τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος” ψάλλομεν· ἔδωκεν ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ ὁ νικήσας αὐτὸν κύριος. πίστει τεθαῤῥηκότες λογιούμεθα αὐτὸν ὡς στρουθίον, ὡς ἑρπετὸν καταπατούμενον ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠΓʹ. Ὅτι χρὴ ἀναλογίζεσθαι τί ἐσμεν καὶ πόθεν καὶ τί γεγόναμεν, καὶ ποῦ πάλιν πορευσόμεθα, ὡς ἂν καλῶς βιοτεύσαντες κομισώμεθα τὰς αἰωνίους ἀμοιβάς. Ἀδελφοὶ καὶ πατέρες, ὁρῶ καὶ σκοπῶ, ὅτι ἑτέρωθεν οὐκ ἔστιν ἡμῖν μέθοδος ὠφελείας, ἢ ἐκ τοῦ ἀνακινεῖν ἡμᾶς τοὺς περὶ τῆς σωτηρίας ἡμῶν λόγους, καὶ τοῦτο σχεδὸν εἰπεῖν κατὰ πᾶσαν ἡμέραν καὶ ὥραν· ἐντεῦθεν γὰρ ἐλεγχομένη ἡμῶν ἡ ψυχὴ καὶ οἷον μαστιζομένη τοῖς ἐλέγχοις ἀποδιδράσκει πως τῆς περὶ τὰ πάθη ἀσχολίας, καὶ ἐξευρίσκει ὁδὸν ἀληθείας καὶ ἀπλανίας. ἀλλὰ θαῦμα, ὄντως θαῦμα, πῶς ἐπὶ μὲν τῆς κακίας καὶ μὴ λαλούντων ἡμῶν, ἀλλὰ κωφευόντων καὶ συστελλομένων ὅσον εἰς δύναμιν, ὅμως διὰ τῆς τοῦ ἀλλοτρίου ἐπιβουλῆς λογιζόμεθα τὰ κακὰ καὶ ἐμπηρώμεθα εἰς τὰς ἡδονάς, ἐπὶ δὲ τῆς ἀρετῆς τοσοῦτον κατατρίβοντες καὶ κατατηκόμενοι μόλις μικρόν πως ἀνανεύομεν, καὶ τοῦτο κατ’ αὐτὴν τὴν ὥραν τῆς ὑπομνήσεως· εἶθ’ οὕτως μετὰ τὴν πλήρωσιν τοῦ λόγου ἢ τῆς ὥρας, πολλοῦ γε εἰπεῖν τῆς ἡμέρας, πάλιν ὡς μὴ ἀκηκοότες ἐπιλανθανόμεθα τῶν δογμάτων τῆς εὐσεβείας, καὶ οἷον ἁρπάζει ὁ πονηρὸς τοὺς κακῶς καταβληθέντας λόγους τῆς ὠφελείας καὶ ἀντεισάγει τὰ ζιζάνια τῆς ἁμαρτίας. φεῦ τῆς μοχθηρίας! φεῦ τῆς ἐπὶ τὰ πονηρὰ ἐπιῤῥεπῶς ἐγκειμένης φύσεως ἡμῶν ἐλεεινοτάτης!

Τί δὴ λοιπόν, ὦ ἀδελφοί, φῶμεν πρὸς ταῦτα; ἀλλ’ ἦ τὸ ἀεννάως κινεῖν ἡμῶν τὴν γλῶτταν, ἐπανοίγειν ἡμῶν τὰ ὦτα, λαλεῖν τοῦτο καὶ ἐκεῖνο, ἀναλογίζεσθαι τὸ δέον καὶ ἁρμόζον, ὅπως τῇ συνεχείᾳ τοῦ λόγου καταπιαζομένη ἡμῶν ἡ ψυχὴ δυνηθῇ πως τῶν πολυμηχάνων πειρατηρίων τοῦ διαβόλου ἀπολυτρωθῆναι. διὰ τοῦτο καὶ τὸ νῦν ὑπομνησθῶμεν, παρακαλῶ, ἐννοηθῶμεν, ἀναλογισώμεθα, διασκοπήσωμεν, ἐπιθεωρήσωμεν, τί ἐσμεν καὶ διατί ἐσμεν καὶ ποῦ ἐσμεν καὶ ποῦ πάλιν πορευσόμεθα. ἐσμὲν τοιγαροῦν πλάσματα θεοῦ, ἔργον χειρῶν αὐτοῦ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος, τὸ κράτος πάντων τῶν ὑπὸ τῶν οὐρανὸν ἔχοντες (πάντα γὰρ ὑποτέτακται ὑπὸ τοὺς πόδας ἡμῶν, ὡς γέγραπται), ἀγγέλων δεύτεροι, ὡς αὐτοὶ τῆς πρώτης φύσεως. διατί δὲ ἐσμέν; ἀλλ’ ἦ πρὸς τὸ εἶναι εἰς δόξαν τοῦ κράτους αὐτοῦ, ἐφαμίλλως τῶν ἀγγέλων, διὰ τῆς κατὰ πάντα φυλακῆς τῶν ἐντολῶν αὐτοῦ· ἠλαττώμεθα γὰρ μικρόν τι παρ’ ἀγγέλους, ὡς πάλιν γέγραπται, μᾶλλον δὲ οὐδὲ μικρόν, ὁπηνίκα τὴν φθορὰν ἀποθέμενοι πρὸς τὴν ἀφθαρσίαν χωρήσωμεν. ποῦ δὲ ἐσμέν;

ἀλλ’ ἦ ἐν τῷ ἐξορίστῳ χωρίῳ, ἐν τῷ σκοτεινοτάτῳ οἰκητηρίῳ, κατὰ τὴν διὰ τοῦ προπάτορος ἡμῶν ἀβουλίαν καὶ παρακοὴν καὶ φιληδονίαν, φθάσασαν εἰς ἡμᾶς τοὺς αὐτοῦ ἐγγόνους· ἐφ’ οἷς δέον κλαίειν καὶ πενθεῖν, σκυθρωπάζειν τε καὶ στυγνάζειν, κατὰ μίμησιν τῶν παραυτίκα πεπονθότων παρὰ βασιλέων τὰ ὅμοια, ἀναλογιζομένους ὁπόθεν ἐξεπτώθημεν, ἐξ οἵας εὐπρεποῦς ἐνδιαίτης, ἀγγελικῆς διαγωγῆς, τῆς μακαρίας τοῦ Παραδείσου τρυφῆς, καὶ τὸ πότε κελευσθησόμεθα εἰς ὃν προσεκρούσαμεν δεσπότην ἀγαθὸν παραγενέσθαι, πρὸς τὸ λογοθετηθῆναι κατὰ τὴν ἐν ἐξορίᾳ πολιτείαν καὶ ζωὴν ἡμῶν. ποῦ δὲ πορευσόμεθα;

ἀλλ’ ἦ εἰς τὸν ἐκεῖθεν κόσμον, εἰς τὸ τρισμακάριστον τῶν ἀγγέλων ἐνδιαίτημα, εἰς τὴν φωτεινὴν χορείαν, εἰς τὴν ἀνέσπερον ζωήν, εἰς τὸ φοβερὸν καὶ παγκόσμιον κριτήριον, ἔνθα ὁ τῶν πάντων κριτὴς καὶ θεὸς καθίσας ἐπὶ θρόνου δόξης ἐν ῥιπῇ ὀφθαλμοῦ κρινεῖ τὰ σύμπαντα, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν φυλάξασι τὰς ἐντολὰς διδοὺς στάσιν δεξιάν, χαρὰν ἀνεκλάλητον, ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν, βασιλείαν οὐρανῶν καὶ ὧν οὐκ ἐφικνεῖται νοῦς ἀνθρώπου ἐμβατεῦσαι, τοῖς δὲ παρακούσασι καὶ διὰ ῥᾳθυμίας καὶ φιληδονίας καὶ ἀναλγησίας ἐνεργήσασι τὰ πονηρά, μοιχείαν, πορνείαν, κλοπήν, φθόνον, φόνον, ἀσέλγειαν, ἀκαθαρσίαν, ἀθέτησιν, ἀποστασίαν, ὑπερηφανίαν, κενοδοξίαν, τὰ λοιπὰ ἕτερα τῆς κακίας εἴδη, ἀπονέμων τὰς αἰωνίους τιμωρίας, τὸ πῦρ τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγές, τὸν ζόφον, τὸν τάρταρον, τὸ χάσμα, τὸν βρυγμόν, τὸν ὀλολυγμόν, τὸν κοπετόν, ἑκάστῳ κατὰ ἀναλογίαν τῶν οἰκείων ἁμαρτημάτων. καὶ τίς φρονήσας ἐντεῦθεν, τίς καλῶς βιασάμενος τὴν φύσιν, ἐνέγκοι γενναίως, εἰ δέοι καὶ τεθνάναι ὑπὲρ τοῦ καλοῦ, ἵν’ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλάμψῃ ὡς ὁ ἥλιος, γένηται ἐν τῇ μερίδι τῶν ἁγίων, ἐν τῇ χοροστασίᾳ τῶν ἀγγέλων, ἐν τῇ εὐφροσύνῃ τῶν μαρτύρων, ἐν τῇ ἀπολαύσει τῶν προφητῶν καὶ ἀποστόλων;

φεῦ δέ, εἰ διὰ τὴν παραυτίκα ἡδονὴν τῆς σαρκός, διὰ τὴν ὀλίγωρον καρδίαν, διὰ τὴν φιλόκοσμον ἕξιν, διὰ βραχέα καὶ βδελυρὰ καὶ οὐδενὸς ἄξια, καταντήσαι εἰς ἐκείνην τὴν ἐλεεινὴν μερίδα τῆς εὐωνύμου στάσεως, εἰς τὴν ὀδυνηρὰν ἀπαγωγήν, εἰς τὴν ἀνεπίστροφον ἐξορίαν, εἰς τὴν ἀπαράληκτον τιμωρίαν, εἰς τὰ δεσμὰ τὰ ἄλυτα, εἰς τὰ οὐαί. καὶ οὐαὶ τῷ μέλλοντι ἐμπίπτειν, ὅτι οὐκ ἔστιν ἀνάνευσις, οὐκ ἔστι παλιμβουλία, οὐκ ἔστι φιλανθρωπία, οὐκ ἔστι τροπολογία, οὐ παρὰ θεοῦ, οὐ παρὰ ἀγγέλων, οὐ παρὰ ἁγίων, οὐκ ἐλεῶν, οὐ συγχωρῶν, οὐχ ὑποχαλῶν τὰς τιμωρίας διὰ τὸ ἀπέραντον εἰς αἰῶνας αἰώνων.

Ταῦτα οὖν, τέκνα, πάντες, καὶ οἱ δοκοῦντες εὖ δραμεῖν καὶ οἱ ὀκλάζοντες, καὶ οἱ προθυμούμενοι καὶ οἱ ἀθυμοῦντες, καὶ οἱ προὔχοντες καὶ οἱ δευτερεύοντες, οἱ θερμοὶ καὶ ψυχροί, οἱ πλούσιοι καὶ πένητες τῶν ἀρετῶν, καὶ μὴν πᾶς ἄνθρωπος ἐσωτικὸς καὶ ἐξωτικὸς καὶ πᾶσα φυλὴ καὶ γλῶσσα λογιζέσθω· καὶ φροντίσωμεν, εὖ διαθώμεθα, δράμωμεν, κατεπειχθῶμεν, ἐνεργήσωμεν, ἀποῤῥίψωμεν τὰ πάθη ὡς μιάσματα, ἐκτείνωμεν χεῖρας ἡμῶν εἰς θεὸν τὸν σῴζοντα, εὐπροθετήσωμεν τὸ καθ’ ἑκάστην ἡμέραν μαρτυρεῖν, τὸ αἷμα κενοῦν, τὰ μέλη τέμνεσθαι, τὰς σάρκας καταξαίνεσθαι, τὰ ὀστᾶ συντετρῖφθαι, οὐχ ὅτι βρώματος στερηθῆναι ἢ πόματος ἡδύτητα, ἱματίου τε ψιλοῦ, ὑποδήματος καλοθέτου, τιμῆς τε καὶ στάσεως καὶ κλήρου, ἅτινα γέλοιόν ἐστι καὶ λέγειν πρὸς τὰ κείμενα, ἵνα καλῶς ἐνταῦθα βιώσαντες, κατὰ λόγον διαζήσαντες, κατὰ τὸ ἐπάγγελμα ἡμῶν τὸ ἅγιον ἀκριβολογησάμενοι τὴν ὑπακοήν, τὴν ταπείνωσιν, τὸ πιστὸν καὶ ἀμετάθετον καὶ ἀνεξάρνητον τῶν ὁμολογιῶν φυλάξαντες, ἐξέλθωμεν τῆσδε τῆς φυλακῆς χαίροντες, ἀπιόντες μετὰ παῤῥησίας, μετὰ ἐλπίδος χρηστῆς, εἰς τὸ κομίσασθαι τὰς παρὰ θεοῦ ὑποσχέσεις, τὰς αἰωνίους ἀμοιβάς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος, σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠΔʹ. Ὅτι χρὴ τὸν καθηγούμενον πρὸς τοὺς τὸ στάδιον τῆς μαρτυρικῆς ὑποταγῆς διανύοντας πάντα ποιεῖν καὶ δρᾶν, ὅσα εἰς εὐθυμίαν φέρει, ἵνα κατὰ τῶν ἐχθρῶν τὴν νίκην ἀράμενοι στεφάνους αἰωνίους παρὰ τοῦ ἀγωνοθέτου θεοῦ ἀμείψωνται. Ἀδελφοί μου καὶ πατέρες, τοῖς κατὰ σάρκα τρέχουσιν ἐπιστάται τινές εἰσιν ἀλείφοντες πρὸς τοὺς ἀγῶνας καὶ ὑποδεικνύντες πῶς καὶ ποῦ τοὺς ἁμιλλωμένους δέξοιντο καὶ ἀποστρέψοιντο καὶ τὰ ἄλλα, ὅσα εἰς προθυμίαν ἐνάγει τῆς κατὰ τὴν νίκην ἀποπεραιώσεως. οὕτω τοιγαροῦν ἔξεστι καὶ ἡμῖν τοῖς ταπεινοῖς πρὸς ὑμᾶς τοὺς ὄντως πύκτας καὶ ἀθλητὰς τοῦ Χριστοῦ, τοὺς τὸ στάδιον διανύοντας τῆς μαρτυρικῆς ὑποταγῆς, καὶ πάντα λέγειν καὶ δρᾶν, ὅσα εἰς παράκλησιν, ὅσα εἰς ἀνδρίαν, ὅσα εἰς εὐθυμίαν, ὅσα εἰς ὑπομονήν, ὅσα εἰς εὐψυχίαν, ὅσα εἰς ἐμπειρίαν φέρει τοῦ καλλίστου ἀγῶνος ἡμῶν, ἵνα κατὰ τῶν ἐχθρῶν ἡμῶν τὴν νίκην ἀπενεγκάμενοι στεφάνους οὐ προσκαίρως ἀλλ’ αἰωνίως παρὰ τοῦ ἀγωνοθέτου θεοῦ ἀμειψώμεθα.

Εἴδομεν δέ, εἰ δοκεῖ, πῶς ἐκεῖνοι παρασκευάζονται πρὸς τοὺς ἀγῶνας, ἵν’ ἐκ παραδείγματος τὰ καθ’ ἡμᾶς σκοπήσωμεν. ἐκεῖνοι τοίνυν, ἐπὰν ἐπιστῇ ὁ καιρὸς τῆς ἀγωνίας, μᾶλλον δὲ καὶ πρὸ τοῦ καιροῦ, οὐχ ὡς ἔτυχε διέρχονται καὶ διατρίβουσιν, ἀλλὰ προγυμνάζονται καὶ προάλλονται, δοκιμάζονταί τε καὶ σημειοῦνται, διαιτῶνται καὶ οἷον ἐξασκοῦσι, διὰ πάσης ἐναγόμενοι καταρτήσεως, ὡς καὶ διατριβὰς τὰς ἐν μέσῳ κωλύεσθαι, καὶ τροφὰς τὰς οὐκ ἐπὶ τοῦτο συντελούσας, ἄλλα τε ὅσα ἐκεῖνοί τε ποιοῦσι καὶ πράττουσιν εἰς τροφὴν τοῦ σώματος καὶ εὐεξίαν μετριωτάτην. καὶ ὁ λόγος δὲ αὐτοῖς, ὥς φασι, νύκτωρ τε καὶ μεθ’ ἡμέραν οὐκ ἄλλος, ἢ ὁ τῆς ἁμίλλης αὐτοῖς ἐστι καὶ τοῦ πῶς ἐξελθόντες τῶν ἀφετηριῶν ἴονται καί ποι τράποιντο, ἢ τίς τινα τῶν ἀντιθέτων καταῤῥάξοιεν· καὶ οὕτως οὐ μικρὸν αὐτοῖς τὸ ἀγώνισμα. διατί; ἀλλ’ ἵνα διὰ τῆς νίκης κομίσωνται φθαρτοὺς στεφάνους καὶ ἐπικήρους μισθούς, τέρψωσί τε τοὺς θεατὰς καὶ φιλητάς, ἐπ’ αἰσχύνῃ τῶν νενικημένων. εἰ τοίνυν οὕτως οὗτοι καὶ πολλὴ πρὸς αὐτοὺς ἡ ἀγωνία καὶ ἡ συζήτησις τῶν τε ἐπιστατούντων καὶ τῶν ἐπὶ μέρους αὐτῶν ῥεπόντων, πόσον οἴεσθε χρῆν ἡμᾶς καὶ ὑμᾶς ἔχειν τὸν ἀγῶνα, τὴν ἐπιμέλειαν, τὴν συζήτησιν, τὴν διερεύνησιν, τὴν περιμερίμνησιν, τὴν ἀγρυπνίαν, τὴν νῆψιν κατὰ τοῦτο, κατ’ ἐκεῖνο, πρὸς τόδε κἀκεῖνο;

οὐ γὰρ ἄπειρος οὐδὲ ἀμαθὴς οὐδὲ ὀλίγωρος ὁ ἀντίδικος καὶ ἀντίθετος ἡμῶν ἐχθρός, ἀλλ’ ἐξ ἐναντίας ἱστάμενος· πολλὴν καὶ αὐτὸς καὶ ἀνεκδιήγητον τὴν καθ’ ἡμῶν μελέτην ποιούμενος φαίνεται, ποῦ πλήξῃ, πόθεν ὑπαντήσῃ, πόθεν ἀποκρούσῃ, ὁποτέρως ἐπιῤῥίψῃ, εἰσδύσῃ τὰ βέλη, τὰ ἔνεδρα, σκελίσῃ οἷον καὶ ὠθίσῃ καὶ καταβάλῃ εἰς γῆν τὸν ταπεινὸν μοναχὸν καὶ πύκτην τῆς εὐσεβείας.

Ἆρ’ οὖν οὐ μέγας ἡμῖν ὁ ἀγών; οὐ πολλὴ ἡ φροντίς; οὐ πολλὴ ἡ ἐπιμέλεια; οὐκ ἆραί ἐστι τὰς χεῖρας εἰς οὐρανὸν καὶ εἰπεῖν “ἔπιδε, κύριε, ἐξ ἁγίου κατοικητηρίου σου; ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς”; πολλῆς ἡμῖν χρεία καὶ ἀπαύστου τῆς ἐπὶ τοῦτο μελέτης καὶ τύρβης, καὶ οὐ πούποτε ἀλλ’ ἢ ἔχειν τὸν σκοπὸν καὶ τὸν λογισμὸν <ἢ> ἐν τούτῳ· καὶ οὕτω μετὰ ταπεινώσεως καὶ συντριβῆς καρδίας, καὶ τοῦτο μετ’ ἐλπίδος καὶ εὐανδρείας ψυχῆς, καὶ τοῦτο μετὰ πίστεως εἰλικρινοῦς καὶ ὑπακοῆς δεδοκιμασμένης, ὡς ἐντεῦθεν τὸν ἐχθρὸν ὁρῶντα δειλαίνεσθαι καὶ ἀποτρέπεσθαι. οὐκ ἀφίησι κύριος τὸν τῆς ἀρετῆς ἀγωνιστὴν ὀλιγωρῆσαι πώποτε, εἴπερ ἀρωγὸν αὐτὸν ἐπικαλεῖται ἔχειν· “ἐπ’ αὐτῷ γὰρ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου”· καὶ αὐτοῦ ἐπικουροῦντος, τίς ὁ ἀντιστῆναι δυνάμενος; τίς ὁ καταβαλεῖν ἰσχύων; οὐδαμῶς, ἀλλ’ εἰ καὶ ἐπαναστῇ χιλιὰς καὶ μυριὰς ἐχθρῶν, οὐ φοβηθήσεται ὁ τοιοῦτος· τῷ γὰρ ὀνόματι κυρίου ἀμυνεῖ καὶ σκορπιεῖ αὐτούς· εἰ καὶ ὁ δρόμος μακρός (παρατείνει γὰρ τόσα καὶ τόσα ἔτη τυχόν), ἀλλ’ οὐδὲ μία ἐκκοπὴ πρὸς τὴν ἐν κυρίῳ βοήθειαν καὶ πρὸς τὴν τῆς νίκης ἀπόλαυσιν. ἐκεῖ αὐθημερὸν τρέχουσι καὶ οἱ νικῶντες στεφανοῦνται, χαίρουσί τε καὶ ἀγάλλονται· καὶ οὐκ ἐπίμονον αὐτοῖς ἐπὶ πολὺ τὸ χαρμόσυνον, ἀλλ’ ἕως τινὸς χρόνου καὶ πάλιν ὡς μὴ νενικηκότες εἰσίν.

ἀλλ’ οὐχὶ ἐπὶ τῶν προκειμένων ἡμῖν ἄθλων· ἄν τε γὰρ καταξιωθῇ τις ἐκνικῆσαι, μακάριος οὗτος καὶ τρισμακάριος καὶ πολυμακάριος, ὅτι ἅπαξ στεφανωθεὶς στεφάνοις ἀφθαρσίας ἀειμενὲς αὐτῷ ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις καὶ ἡ δόξα καὶ ἡ λαμπρότης ἐναντίον οὐ μικροῦ σταδίου καὶ εὐαριθμήτου πλήθους, προσκαίρου τε καὶ διαλυομένου τάχιστα, ἀλλ’ ἐπὶ τοῦ μεγάλου δικαστηρίου, ἐν ᾧ τάξις καὶ παράστασις ἀγγελική· ἐφ’ ᾧ φόβος καὶ τρόμος ἀνεκδιήγητος, ἀνοιγομένων τῶν πρακτέων τε καὶ ῥητέων, καὶ φωνούσης σάλπιγγος καὶ διηχούσης τὰ σύμπαντα, οὐρανοῦ εἱλισσομένου, γῆς ἀνασειομένης, ἄστρων πιπτόντων, ἡλίου σκοτιζομένου, σελήνης ἀμαυρουμένης, πάντων τῶν στοιχείων ἀλλοιουμένων, ποταμοῦ πυρὸς διερχομένου καὶ ῥοιζηδὸν ἀναπαφλάζοντος, σκωλήκων ἰοβόλων ἀναβρυόντων καὶ ἑλεῖν ἐφιεμένων σάρκας ἁμαρτωλῶν, χασμάτων ὑποδεικνυμένων ζοφωδεστάτων καὶ συντεθλιμμένων, εἰς ὑποδοχὴν τῶν καταδίκων, δεσμῶν εὐτρεπιζομένων εἰς παράλυσιν νεύρων καὶ ὀστῶν καὶ μυελῶν. καὶ τί δεῖ καταλέγειν ὅσα λυπηρὰ τοῖς ἁμαρτωλοῖς, τοῖς δὲ δικαίοις περιχαρῆ τε καὶ εὐφρόσυνα;

Οὐαί, οὐαὶ τότε ὄντως τῷ ἡττημένῳ, ὅτι ὑπὸ τῶν ἀγγελικῶν δήμων κατεμπτυσθήσεται καὶ καθυβρισθήσεται, ἑστὼς σκυθρωπὸς καὶ κατηφὴς καὶ κάτω νενευκὼς καὶ μηδὲ τὸ ὄμμα ἆραι δυνάμενος, διὰ τὴν ἀφροσύνην καὶ τὴν ἀβουλίαν· εἶτα δέσμιος καὶ κατατυπτόμενος καὶ παραδιδόμενος ἀποτόμοις ἀγγέλοις ἅμα τοῖς ἀπατήσασιν αὐτὸν δαίμοσιν ἀπαχθήσεται εἰς ὄλεθρον τῆς κακῶς πραξάσης σαρκός, εἰς καῦσιν τῆς δεινῶς ὑπακουσάσης ψυχῆς, τέλος καὶ ἐν ᾧ ἐμβληθήσεται κολάσεως μὴ ἐχούσης. τί ὁ τοιοῦτος ὠφελήθη, ἵνα μέχρι τῆς συντελείας ἔζησε καὶ τὰ πάντων ἀνθρώπων ἐπιθυμητὰ ἔπραξεν, ἀπολαύσας ἐν ἡδοναῖς καὶ ἀπάταις τὰ πάντων ἀνθρώπων; ὄντως ἐζημιώθη ζημίαν πονηράν· ὄντως ἠπατήθη ἀπάτην ἐλεεινήν· ὄντως ἔλαβεν ὀβολὸν καὶ ἀπώλεσεν ἀναρίθμητα τάλαντα χρυσίου· ὄντως ἐπίπρασε τὰ αὑτοῦ ἐν μιᾷ δραχμῇ χαλκῇ καὶ ἀντωνήσατο τὰς ἀϊδίους κολάσεις· ὄντως μιᾶς ἡμέρας, μᾶλλον δ’ οὐ μιᾶς ὥρας, προέκρινεν ἀπόλαυσιν, ζημιωθεὶς τὴν ἀπέραντον βασιλείαν, ἐλεεινὸς ἐλεεινὰ πεπραχώς, δύστηνος δύστηνα ἐργασμένος! εἴθε τοῖς ἀλόγοις κατεκρίθη, ἢ λογικὸς ὢν ὑποστῆναι τὰς ἀπληρώτους τιμωρίας!

ἀλλὰ δεῦρο θέα μοι τὸν ἀγωνιστὴν Χριστοῦ, τὸν καλῶς φρονήσαντα, τὸν πάντα ἀπεμπολήσαντα τὰ ἑαυτοῦ θελήματα καὶ ἐπιθυμήματα καὶ τὸν μαργαρίτην Χριστὸν μόνον κτησάμενον· τὸν μὴ πλανηθέντα ἐν τοῖς παροῦσιν ἡδέσιν ὑπὸ τοῦ πλάνου, ἀλλ’ ὡς πλάνον λογισθέντα, ἀποστολικῶς εἰπεῖν, καὶ ἀληθῆ· τὸν μὴ δουλώσαντα ἑαυτὸν τοῖς πάθεσιν, ἀλλ’ ἀδούλωτον τὴν ψυχὴν ἀπὸ παθῶν διαφυλάξαντα καὶ δοῦλον ἐπιθυμήσαντα μόνον ἀκοῦσαι τοῦ κυρίου· τὸν μὴ δελεασθέντα, κατὰ μίμησιν τῶν πολλῶν, μᾶλλον δὲ γελάσαντα καὶ καταγελάσαντα τὸν κόσμον καὶ τὰ τοῦ κόσμου καὶ τοὺς ὑπ’ αὐτοῦ ἐμπαιζομένους καὶ ὡς καλοῖς καὶ ἐφετοῖς καὶ ἐπικερδέσι τοῖς κακοῖς καὶ πονηροῖς καὶ ἐπιβλαβέσι προστιθεμένους· τὸν ἐγκρατῆ γενόμενον καὶ περιελόντα τὰς τῆς σαρκὸς ἡδονὰς καὶ ἀγαπήσαντα τὴν παρθενίαν καὶ τὴν ἀκτημοσύνην, τὴν προσευχήν τε καὶ τὰ ἄλλα ὅσια ἐν τῷ μίσει τῆς ἁμαρτίας καὶ ἀνομίας. οὗτος ἐφρόνησε καλῶς· οὗτος, ἵνα τὴν πᾶσαν εὐδαιμονίαν τοῦ κόσμου τῶν πάντων ἀνθρώπων ἔχων καὶ ἀποῤῥίψας καὶ ἀποταξάμενος διὰ θεόν, οὐδὲν ἂν μέγα πεποιήκει, ἀλλ’ ὡς ἕνα ὀβολὸν ἢ ὡς πενιχρὰν δόξαν καὶ ἐφήμερον πρὸς θησαυροὺς ἀνεκλείπτους καὶ τιμὴν ἀπέραντον καταλλαγὴν ἐποιήσατο.

καὶ ὅρα μοι αὐτὸν ἐκεῖθεν, πῶς εὐφρανθήσεται, πῶς κατατρυφήσει, πῶς εὐλογήσει τὴν καλὴν αὑτοῦ συμβουλήν, τοὺς χρηστοὺς αὑτοῦ συμβούλους, τοὺς δεξιοὺς αὑτοῦ συμποριστάς· καὶ ἵνα μὴ εἰς μῆκος ἐκτείνωμεν τὸν λόγον, τοῦ μὲν οὐκ ἔστι τέλος τῆς εὐφροσύνης ἐν ἀποῤῥήτῳ τῷ καὶ λόγῳ, τῷ δὲ ἔμπαλιν οὐκ ἔστι πέρας τῆς λύπης καὶ τῆς ὀδύνης καὶ κολάσεως ἐν ἀφορήτῳ τρόπῳ καὶ λόγῳ.

Τοίνυν, ἵνα λίθινοι ἦμεν, αἴσθησιν ὠφείλομεν λαβεῖν καὶ ἐπαινέσαι ἔργον ὃ εἰργασάμεθα μέγιστον καὶ μακάριον, φυγόντες τὸν κόσμον καὶ μονάσαντες καὶ τὸν δι’ ἁγνείας ἐξασκοῦντες βίον. τί τὸ λειπόμενον; ἵνα δρόμον ἐπὶ δρόμῳ καὶ εὐτονίαν ἐπὶ εὐτονίᾳ καὶ προθυμίαν ἐπὶ προθυμίᾳ δεξάμενοι καὶ οἷον ἀναπτερωθέντες καὶ ἀναζέσαντες τὰς καρδίας πετάσωμεν πρὸς θεὸν δι’ ἀρετῆς, ἐν μηδενὶ διδόντες χώραν τῷ διαβόλῳ εἰς τὸ ὁπωσοῦν κρατεῖσθαι ἡμᾶς. ἐῤῥέτωσαν λοιπὸν φιλοδοξίαι, φευγέτωσαν παρακοαί, ἀποδιδρασκέτωσαν γογγυσμοί, ψιθυρισμοί, παῤῥησίαι, φατρίαι, πολυλογίαι, ὀκνηρίαι, γλωσσομαχίαι, φθόνοι, ἔριδες, καταλαλιαί, μίση, πᾶν βδελυρὸν πάθος· παῤῥησιαζέσθω δὲ καὶ ἀναλαμπέτω ἡ ταπεινοφροσύνη, ἡ καλὴ καὶ ἀσπαστὴ καὶ θεοποιός, ἡ ὑπακοὴ ἡ οὐρανόκλητος, ἡ παρθενία ἡ χριστογέννητος, ἡ κατάνυξις ἡ φωτίστρια, ὁ κλαυθμὸς ὁ κεχαριτωμένος, εἴτι ἕτερον τῶν ὁσίων πράξεων· ὧν γένοιτο πάντας ἡμᾶς μετασχόντας κληρονόμους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠΕʹ. Περὶ τῆς εἰς ἡμᾶς ἀγαπήσεως τοῦ δεσπότου Χριστοῦ, καὶ ὅτι μετὰ πολλοῦ κόπου καὶ ἱδρῶτος κατορθοῖ τις τὴν ἀρετήν, καὶ χρὴ μὴ ὀλιγωρεῖν ἡμᾶς πρὸς τοὺς πόνους, ὡς ἂν τύχοιμεν βασιλείας οὐρανῶν. Ἀδελφοί μου καὶ πατέρες, πᾶσα μάθησις καὶ τέχνη πρὸς τὸ οἰκεῖον τέλος ἀφορῶσα τοὺς διδασκομένους διανίστησι· καὶ γὰρ ὁ γεωργὸς οὐ πρὸς τὰ παρόντα ἐπαχθῆ καὶ ὀδυνηρὰ τῆς γεωργίας βλέπων ἀθυμεῖ, ἀλλὰ πρὸς τὸν μέλλοντα καρπὸν ἀναδίδοσθαι σκοπῶν προθυμότερον ἀναλαμβάνεται τὰ τῆς γῆς ταλαιπωρήματα· καὶ ὁ πλευστικὸς οὐ πρὸς τοὺς ἐκ τῆς θαλάσσης ἀναῤῥιπιζομένους κινδύνους ὁρῶν τῆς ἐμπορίας ἀπολιμπάνεται, ἀλλὰ πρὸς τὸ μέλλον κέρδος ἀναθεωρῶν κατατολμᾷ πολλῆς ὁδοῦ, κυμάτων τε καὶ πνευμάτων καὶ καταιγίδων. πάλιν ὁ πραγματευτὴς πρὸς μακρὰν ὁδὸν στέλλεσθαι μέλλων οὐ καταπίπτει, οὐκ ἀποῤῥᾳθυμεῖ, ἀλλὰ πρὸς τὸ πέρας τοῦ κέρδους κατεπειγόμενος ἐγχειρίζεται τῆς προκειμένης ταλαιπωρίας, καὶ ἁπλῶς εἰπεῖν ἐφ’ ἑκάστης μεθόδου τῶν ὑπὸ τὸν οὐρανὸν πᾶν ὅ τι οὖν ἐπιτυγχάνει τις, εἴτε βασιλεύς, εἴτε ἄρχων, εἴτε πλούσιος, εἴτε δυνάστης, εἴτε ἔγγαμος, εἴτε ἄγαμος, μετὰ πόνου καὶ ἱδρῶτος, μετ’ ἐπιμελείας καὶ σπουδῆς, μετὰ ἀγρυπνίας καὶ νήψεως, μετὰ βουλῆς καὶ συνδιασκέψεως, μεθ’ ὑπομονῆς καὶ μακροθυμίας καὶ τῶν ἄλλων, ὅσα εἰς τὴν προκειμένην θεωρίαν συντείνει.

οὕτω τοιγαροῦν καὶ ἐπὶ τῆς τέχνης τῶν τεχνῶν, τῆς καθ’ ἡμᾶς λέγω πολιτείας, ἔργον ἐστὶν οὐ τὸ τυχόν, ἀλλὰ πολλοῦ δεόμενον κόπου καὶ πόνου, εἰς τὸ τελεσθῆναι καὶ ἀπαρτισθῆναι· καθὼς γὰρ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τὸ διάφορον ταύτης πρὸς ἐκείνας, ὅτι αἱ μὲν ἀπὸ τῆς γῆς καὶ πρὸς τὰ τῆς γῆς καὶ ὁρῶσι καὶ συντελοῦνται, αἱ δὲ ἀπὸ θεοῦ καὶ πρὸς οὐρανὸν ἀφορῶσιν.

Εἰ τοίνυν ἐπ’ ἐκείνων ἀγῶνες καὶ πόνοι καὶ ἱδρῶτες, ὡς εἴρηται, πόσον ἐφ’ ἡμῖν πλεονάζειν ὀφείλουσι; διὰ τοῦτο “στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν τὴν αἰώνιον”. διὰ τοῦτο “τίς ἀναβήσεται εἰς τὸ ὄρος κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ”; ἀπορητικῶς ὁ ἅγιος Δαυὶδ ἀνακέκραγε. καὶ πάλιν ἐν ἐκείνοις “τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω”; διὰ τοῦτο πᾶσαν ἡμέραν σχεδὸν καὶ ὥραν καὶ ἡμεῖς οἱ ταπεινοὶ πρὸς τὴν τούτου συζήτησιν καταγινόμενοι φθεγγόμεθα καὶ ἀκούομεν, βουλευόμεθα καὶ σκεπτόμεθα, ἀγρυπνοῦμεν καὶ φροντίζομεν, καὶ οὔπω εὐμαρῶς εὑρίσκομεν τὸ ζητούμενον, ἀλλὰ κοπιῶμεν ἀσυστροφοῦντες καὶ περιελκόμενοι πανταχόθεν εἰς τὰ πρὸς σωτηρίαν συντείνοντα. πόθεν δὲ ἄλλοθεν, ἢ διὰ τὸν κωλυτὴν τῆς σωτηρίας καὶ ἐμποδιστὴν τῆς κατὰ ψυχὴν ὁδοιπορίας διάβολον; ἐκεῖνος γάρ ἐστιν ὁ ἐξ ἡμερῶν αἰῶνος ἕως τοῦ παρόντος κατὰ τοῦ γένους ἡμῶν κινούμενος καὶ διακωλύων ἡμᾶς τῆς πρὸς οὐρανὸν πορείας καὶ τῆς ἐκεῖσε ἀποκειμένης ἡμῶν ἐλπίδος, διὰ τὴν ἀπ’ ἐκεῖνον ἐξ ἐπάρσεως ἐνταῦθα καταδίκην αὐτοῦ.

ἀλλὰ μηδαμῶς, ὦ ἀδελφοί, ἀθυμήσωμεν, μηδὲ καταπέσωμεν ἐν τῇ τοῦ μακαρίου βίου τούτου δυσχερείᾳ· θεὸν γὰρ ἔχομεν τὸν ἐπίκουρον, τὸν συλλήπτορα, τὸν ἐγείροντα ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψοῦντα πένητα, τὸν περιζωννύντα δύναμιν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν καὶ νικῶντα τὸν πειραστὴν ἡμῶν ἐχθρόν. μόνον τὰ τῆς δυνάμεως ἡμῶν ἐπιβαλλόμενοι μὴ παυσώμεθα· μόνον τὸ τῆς προθέσεως ἡμῶν ἐπιδεικνύμενοι μὴ ὀλιγωρήσωμεν. οὐχ οὕτως ἐραστὴς ἐρωμένης ἐπιθυμεῖ; οὐχ οὕτως γονεὺς τὰ οἰκεῖα ἔγγονα φιλεῖ, ὡς ἡμᾶς στέργει καὶ ἀγαπᾷ ὁ δεσπότης τῶν ἁπάντων θεός; θέλγεται ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, ἐρωτεύεται ἐπὶ τῇ διαγωγῇ ἡμῶν, ἀνοίγει τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, ὑποδείκνυσι τὸν φωτισμὸν τοῦ κάλλους αὐτοῦ, τὴν ὡραιότητα τῆς ἐπιθυμίας αὐτοῦ· ἀνάγει τὸν νοῦν ἡμῶν δι’ ἀγγελικῆς φωταγωγίας ἐπὶ τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς· περιφυλάττει ἀπὸ τῶν ἀοράτων ἐχθρῶν ἐν τῇ σκέπῃ τῶν πτερύγων τῆς προνοίας αὑτοῦ, ὡς ἐπὶ καλιᾶς. τί δεῖ πολλὰ λέγειν;

τοσοῦτος καὶ τηλικοῦτός ἐστιν εἰς ἀγάπην καὶ φίλτρον ἡμῶν τῶν ἁμαρτωλῶν, ὥστε τῶν πατρικῶν κόλπων ἐξαναστῆναι, κλῖναί τε τοὺς οὐρανοὺς καὶ κατελθεῖν διὰ ταπεινώσεως πρὸς ἡμᾶς καὶ γενέσθαι ἄνθρωπος· ὁ πάντων κύριος, ὁ τὸ πᾶν λόγῳ συστησάμενος, ὁ δεδοξασμένος καὶ ὑπερύμνητος, βρέφος γενέσθαι κατεδέξατο, ἐξ εὐτελοῦς μητρὸς γεννηθεὶς τὸ φαινόμενον· ὁ πλουτίζων τὰ σύμπαντα καὶ πέρας τοῦ μυστηρίου τὸν διὰ σταυροῦ θάνατον ἀναδεξάμενος ἐν προλαβοῦσι πολλοῖς μυκτηρισμοῖς καὶ ὀνειδισμοῖς, μαστιγώσεσι καὶ ῥαπισμοῖς, ἀνέστη τριήμερος, ἀφαρπάσας ἡμᾶς ἐκ χειρὸς τοῦ δράκοντος καὶ δοὺς ἡμῖν τὴν κατ’ αὐτοῦ δύναμιν καὶ ἰσχύν, εἰς τὸ καταπαίζειν αὐτὸν καὶ καταπατεῖν ὡς στρουθίον καὶ ὄφιν σκολιάζοντα. τίς τοίνυν οὕτως ἠγάπησεν, ἢ πατὴρ υἱόν, ἢ μήτηρ θυγατέρα, ἢ ἀνὴρ γυναῖκα, ἢ φίλος φίλον, ὡς αὐτὸς ὑπὲρ ἡμῶν τῶν φιλουμένων τοιαῦτα δράσας καὶ πεπονθώς; ἀλλ’ οὐκ ἂν ἔχοι τις εἰπεῖν καὶ λόγῳ μετρῆσαι τὸ ὑπερβάλλον τῆς ἀγάπης καὶ ἀγαθότητος αὐτοῦ.

Ὁ τοίνυν οὕτως φιλήσας καὶ ὑπὲρ ἡμῶν παθών, μὴ οὐχὶ βοηθὸς ἡμῶν ἐστι πᾶσαν ἡμέραν καὶ ὥραν, ἀντιλήπτωρ καὶ καταφυγή, εἴπερ αὐτὸν μὴ ἀπωσώμεθα ἀφ’ ἡμῶν διὰ τῆς τῶν παθῶν ἐνεργείας; διὰ τοῦτο γινώσκοντες δράμωμεν, ἀδελφοί· δράμωμεν, ἐπειχθῶμεν καὶ σπουδάσωμεν, φέροντες πάντα τὰ λυπηρὰ καὶ ἐπαχθῆ, εἴτε ὁρωμένως εἴτε ἀοράτως ἡμῖν ἐπισυμβαίνοντα· στῶμεν γενναίως πρὸς τὴν πάλην τοῦ ἐχθροῦ· μὴ δῶμεν νῶτα πρὸς τὰ σκάμματα τῆς ὑποταγῆς· μὴ πρὸς τὰ παρόντα σκοποῦντες ἀλγεινά, τὰ δι’ ὑπακοῆς καὶ ἐργοχείρων, ψαλμῳδίας τε καὶ ἀγρυπνίας, νηστείας τε καὶ κοπῆς θελημάτων, ἀποπέσοιμεν τῆς ἀνεκλαλήτου χαρᾶς τῶν ἐπὶ τῇ ὁμοίᾳ ζωῇ ἐπιτυχόντων βασιλείας οὐρανῶν. οὐδεὶς ἐκείνων τῶν ὁσίων οὔτε ἐπεζήτησεν, οὔτε ἐξεζήτησεν ἄλλο τι, ἢ τὸ δι’ ὑπακοῆς ὁδεύειν καὶ δι’ ἐκκοπῆς τοῦ θελήματος ζῆν ἐν κυρίῳ, χαίρειν ἐάσαντες πάντα τὰ κατ’ οἰκείαν ἔφεσιν καὶ δόξαν, μαθητεύματα λέγω καὶ σπουδάσματα, τὸ δὴ λεγόμενον ἐργοχειρίδια καὶ καλλιγραφήματα, τροπαρίσματα καὶ μελουργήματα, ἀναγνώσματα καὶ λογοτριβήματα, λογοφορήματα καὶ προτιμήματα καὶ ὅσα τῶν ἀπολλυμένων, ἀλλ’ οὐ σῳζομένων ἐστί· τὸ γὰρ ποιεῖν καὶ λέγειν ἐν διακονίᾳ οὐ δι’ ἄλλο τι, ἢ δι’ αὐτὸ τὸ καλὸν καὶ τὴν τοῦ καθηγουμένου πρόσταξιν ἦν αὐτοῖς.

σκοπήσωμεν δὲ καὶ ἡμεῖς, εἰ οὕτως ἐσμέν· καὶ εἰ οὕτως, εὖ ἂν ἔχοι καὶ μακαρία ἡ ὁδὸς ἡμῶν καὶ τρισμακαρία ἡ ζωὴ ἡμῶν. καὶ τί ἄλλο ἐπιζητοῦμεν εἰς δόξαν καὶ ἔπαινον ἐντεῦθεν καὶ ἐν τῷ μέλλοντι αἰῶνι;

οὐδὲ γὰρ ἐνταῦθα ἄλλως πως τετίμηταί τις καὶ δεδόξασται, ὡς ἐγὼ σκοπῶ, ἢ ἐκ τῶν τοιούτων ἐπιτηδευμάτων· εἰ δὲ μὴ οὕτως, φεῦ τῆς ζημίας, μᾶλλον δὲ τῆς ἀπωλείας, ὅτι πρὸς τὸ μηδὲν ἐνταῦθα κερδαίνειν ἔτι ἀπόλλυμεν καὶ τὰ αἰώνια ἀγαθά· καὶ εἴθε μόνον τοῦτο (ἦν γὰρ ἂν ἔλαττον κακοῦ κακόν), ἀλλ’ ὅτι καὶ πρὸς τιμωρίαν παραδίδωσιν αἰωνίαν τοὺς ἀπολλύντας τὴν ἑαυτῶν καρδίαν διὰ ἀσυνεσίας τῶν ὀφειλόντων ἐπὶ σωτηρίᾳ πράττεσθαι· ὧν μὴ γένοιτο, μήτε παθεῖν, μήτε ἀκοῦσαι ἡμᾶς, ἀλλὰ πάντας τὴν καλλίστην ὁδὸν μεταχειριζομένους πράττειν τὰ θεοφιλῆ καὶ ἐνάρετα καὶ διαζῆν μετὰ εἰρήνης καὶ ἀγάπης, μεθ’ ὑπομονῆς καὶ ταπεινώσεως, στέργειν τε πάντα τὰ προστασσόμενα, μηδαμῶς ἀντιλέγειν, μηδὲ ἀφηνιάζειν, μηδέ τι τῶν ἄλλων παθῶν ἐνεργεῖν, ἵνα τούτοις καὶ τοῖς τοιούτοις ἐπερειδόμενοι καὶ ὑψούμενοι καὶ εὐκλεούμενοι φθάσωμεν εἰς μέτρον τελειότητος, εἰς κατάστασιν εὐταξίας, εἰς ἐπαινετὴν πολιτείαν, εἰς παράδειγμα ἀρετῆς τοῖς ἐγγύθεν τε καὶ πόῤῥωθεν, εἰς ὑπόμνημα ἀγαθὸν τοῖς παροῦσί τε καὶ τοῖς μετέπειτα, εἰς καύχημα ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀχρείου ὑμῶν ποιμένος, εἰς ἐπιτυχίαν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠϚʹ. Ὅτι χρὴ εὐτόνως καὶ εὐσθενῶς δρᾶν ἡμᾶς τὰ συντελοῦντα πρὸς σωτηρίαν ψυχῆς, καὶ περὶ ἀγογγυσίας ἐν ταῖς μεταβολαῖς τῶν διακονιῶν. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ποιμνίου προκοπὴ καὶ αὔξησις τέρψιν εἴωθεν ἐμποιεῖν καὶ ἀγαλλίασιν τῷ ποιμένι, ἡνίκα μάλιστα ὁρᾷ τὰ θρέμματα καλῶς ἀγόμενα καὶ περιαγόμενα, πιαινόμενά τε καὶ λιπαινόμενα καὶ πάσης νόσου καὶ θήρας ἐκτὸς διαμένοντα. τοίνυν καὶ ὑμεῖς τὸ τοῦ Χριστοῦ ἐκλεκτὸν ποίμνιον, ἡ μερὶς ἡ τιμία καὶ ἐξαίρετος, ὁ περιούσιος ὡς ἀληθῶς λαὸς καὶ ἀφιερούμενος, ὁπηνίκα καλῶς ἀναστρέφεσθε ἐν τῷ οἴκῳ τοῦ θεοῦ, ἐν ὁμονοίᾳ πορευόμενοι, εἰς τόπον χλόης πνευματικῆς κατασκηνούμενοι, ἐπὶ ὕδατος ἀναπαύσεως τοῦ τῆς ἀληθείας ζωτικοῦ λόγου ἐκτρεφόμενοι, θεραπεύετέ με τὸν ταλαίπωρον καὶ ἀνάξιον ὑμῶν ποιμένα, καὶ προθυμεῖσθαι ποιεῖτε περὶ τὰς χρηστοτέρας ἐλπίδας ταῖς κατὰ μικρὸν νουθεσίαις, εἰς τὸ κάλλιον μεταποιηθησόμενοι. καὶ γοῦν, παρακαλῶ, ἐπιμείνωμεν τῇ τοιαύτῃ καλλίστῃ διαγωγῇ.

τί γὰρ καλλιώτερον καὶ μακαριώτερον τοῦ δουλεύειν θεῷ ζῶντι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καθαρὰν τὴν ψυχήν τε καὶ τὸ σῶμα διατηρεῖν ἀπὸ πάσης ἁμαρτίας, ἐν ἐπιθυμίᾳ τε γίνεσθαι τῶν μελλόντων ἀγαθῶν καὶ ἀεὶ μεταγίνεσθαι τῇ διαθέσει ἐκ τῶν ἐν κόσμῳ πρὸς τὰ οὐράνια, ὑπ’ οὐδενὸς πάθους τὴν ψυχὴν ἑαλωκυῖαν ἔχειν, οἷόν τι πετεινὸν ὑπεραναπτᾶν τῶν παγίδων τοῦ διαβόλου καὶ ὑψιπετοῦν ἐν τοῖς μετεώροις; ὁ τοιοῦτος χαίρει καὶ ἀγάλλεται, ἥδεται καὶ εὐφραίνεται εὐφροσύνην μακαρίαν τινὰ καὶ ἐπέραστον, τοῦ μένοντος αὐτῷ ἤδη ἀγαθοῦ ἀπ’ ἐντεῦθεν καρπούμενος τὴν ἀπόλαυσιν. κόπῳ δὲ τὸ ἀγαθὸν κτᾶταί τις τῷ ὄντι, καὶ πολὺς ὁ περὶ τούτου ἀγών, καὶ κατ’ οὐδὲν ἄλλο φροντιστέον ἢ περιβλεπτέον, τῷ βουλομένῳ περιέσεσθαι· δυσθήρατος γὰρ ὁ τῆς ἀληθείας λόγος καὶ δυσπόριστόν φησι τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει.

Ἐπεὶ τοίνυν ὑμεῖς εἰς τοῦτο ἐξήλθετε ἀπὸ κόσμου καὶ ἐληλύθατε ἐνταῦθα, ἐπεί, εἰ ἕνεκα τούτου ἀπηρνήσασθε κόσμον καὶ τὰ ἐν κόσμῳ, ἐπεί, εἰ χάριν τούτου γεγόνατε ξένοι καὶ παρεπίδημοι πατρίδος, γένους, οἰκείων, ἀλλοιωθέντες τῷ ἰδιώματι καὶ τῷ τρόπῳ παρὰ τοὺς ἐν κόσμῳ, ἐπεὶ πᾶσι φροντίσι καὶ μερίμναις χαίρειν προσείπατε, ὑποδησάμενοι τὸν καλὸν ἀγῶνα, ζητήσατε καὶ ἐκζητήσατε καὶ καταλάβετε, καὶ καταλήψεσθε ὃ ἐπιθυμήσατε—“ὁ γὰρ ζητῶν εὑρήσει καὶ τῷ κρούοντι ἀνοιγήσεται” φησί—, μηδὲν ἄλλο φροντίζοντες, μηδὲ περὶ οὗτινος ἑτέρου καταγινόμενοι, κἂν καταγίνεσθαι δοκῆτε τυχὸν ἐν γεωργίᾳ, ἐν ἀμπελουργίᾳ, ἐν οἰκοδομῇ, ἐν τεκτονικῇ, ἐν κελλαρίῳ, ἐν μαγειρείῳ, ἐν σκυτείῳ, ἐν ἄλλῳ τινὶ φροντίσματι· οὐ γὰρ δι’ οἰκεῖον πάθος, ἢ σαρκικὸν καθῆκον, ἢ κατ’ οἰκείαν ἐξουσίαν, ἢ ὑπὲρ τῶν κατὰ σάρκα (πατρός, ἢ μητρός, ἢ ἀδελφοῦ, ἢ συγγενοῦς) ὁ σκοπός, ἀλλ’ ὑπὲρ τῶν πνευματικῶν ἀδελφῶν καὶ δι’ ὑπακοὴν καὶ δι’ ἐντολήν, μᾶλλον δὲ τὸ ὅλον διὰ θεόν· αὐτὸς γάρ ἐστιν ὁ δεχόμενος ὥσπερ θυσίας καὶ ὁλοκαυτώματα τὰ ὑπὲρ αὐτοῦ ἐν τοῖς ἀδελφοῖς γινόμενα, φυλαττομένου δηλονότι τοῦ λόγου καὶ ἐν τούτοις τῆς εὐσυνειδήτου ἐργασίας διὰ τῆς ἀνυποκρίτου ὑπακοῆς καὶ ἀγογγύστου ὑπομονῆς καὶ καρτερίας ἀθλητικῆς.

καὶ μακάριοί ἐστε, ἀδελφοί μου, καθὼς πεφρονήκατε καὶ καθὼς ἀπετάξασθε καὶ καθὼς ἐπεθυμήσατε· ἐφρονήσατε γὰρ καὶ ἐπεθυμήσατε τὰ θαυμαστὰ καὶ ἐξαίσια, οὐ πλοῦτον τὸν ῥέοντα, οὐ δόξαν τὴν ἀπανθοῦσαν, οὐ βασιλείαν τὴν ἐν σκιαῖς γραφομένην, οὐκ εὐπάθειαν τὴν κατὰ σάρκα, οὐ συνάφειαν γυναικός, οὐχ αἵματος δόσιν, οὐ σαρκὸς γέννησιν, ἀλλ’ ἀρετὴν τὴν παναγεστάτην, ἀλλ’ ἀγγελικὸν βίον, ἀλλ’ οὐρανῶν κληρονομίαν, ἀλλὰ Παραδείσου ἀπόλαυσιν, ἀλλ’ οἴκησιν τῆς ἄνω Ἱερουσαλήμ, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός· ἀλλὰ τὴν μετὰ Παύλου καὶ Πέτρου καὶ τῶν λοιπῶν ἀποστόλων κατάσχεσιν, ἀλλὰ τὴν μετὰ τῶν ἁγίων μαρτύρων, ὁσίων τε καὶ δικαίων, συναποκλήρωσιν, μᾶλλον δὲ τὴν μετὰ θεοῦ, εἴπερ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ, δι’ ἐπαγγελίας ἔσεσθαι προσδοκῶμεν. εὖγε, εὖγε τῇ ζωῇ ὑμῶν! μή ποτε εἴποισαν αἱ καρδίαι ὑμῶν ἄλλο τι κάλλιον βεβουλεῦσθαι ἀνθρώπῳ, ἢ αἱρετώτερόν τι εἶναι ἐν βίῳ.

διὸ τρέχετε καλῶς, τονοῦσθε τῷ πνεύματι, σθενοῦσθε τῇ χάριτι, πολλοῖς τρόποις ἐξιχνεύοντες τὰ σωτήρια τῶν ψυχῶν ὑμῶν, καθὼς οὖν ἕκαστος δυνάμεως καὶ χάριτος, ὃ μὲν διὰ τόνου ἐργασίας παρὰ τοὺς πολλούς, ὃ δὲ διὰ ψαλμῳδίας ἱκανῆς ὑπὲρ τῶν ἐγγύθεν, ἄλλος δι’ ὑπομονῆς ἐπιμονωτέρας ὑπὲρ τῶν πλησίον, πάντες φέροντες δάκρυα, πάντες πηγάζοντες κατάνυξιν, ὑπακοήν, ταπείνωσιν ἐγκομβούμενοι, πρὸς πάντα εὐκίνητοι, εὐήκοοι, ἀγόγγυστοι, ἀπέρπεροι ἐν ταῖς μεταγωγαῖς τῶν ἔργων, ἐπειδὴ φθάνει καιρὸς καὶ τοὺς ἔσω καθημένους ἐξιέναι πρὸς τὰς ἀμπέλους καὶ πρὸς τὰς χώρας, καὶ ἐπειδὴ πάλιν καιρὸς ἥκει καὶ τοὺς ἔξω εἰσέρχεσθαι ἔσω πρὸς τὰ ῥαφεῖα, πρὸς τὰ ἐργόχειρα. καὶ μηδεὶς λυπείσθω ἐν τούτοις, ἀλλὰ καταδεχέσθω ἕκαστος, εἰ καὶ ἄηθες πρὸς τὸ παρὸν τὸ ἐγκελευόμενον, εἰδὼς τὸ κοινῇ συμφέρον καὶ ὡς οὐκ ἂν ἄλλως δύναιτ’ ἂν τὰ πρὸς χρείαν γενέσθαι· ὅπου καὶ τούτων γενομένων στενούμεθα καὶ περιελκόμεθα ἐν ταῖς ἐξόδοις, πολλαῖς οὔσαις, διὰ τῶν ἔξω τε καὶ ἔσω πολυτρόπως παρισταμένων χρειῶν, ὥσπερ οἴδατε. καὶ τοῦτο δῶρον θεοῦ, καὶ τοῦτο σημείου ἔνδειξις μεγίστου, ὅτι ἐπιχορηγῶν ἐστιν ὁ κύριος, οἷς οἶδε τρόποις, ἐν τοσούτῳ πλήθει, μὴ ὄντων τινῶν προσόδων, τὰ δέοντα καὶ αὐτάρκη τῇ ταπεινώσει ἡμῶν.

καὶ μάλιστα ἐν αὐτῷ τῷ χρόνῳ, ὅτε ἔδοξαν ἡμᾶς λύειν οἱ ἄνθρωποι, παρ’ ἐλπίδα διαμεμενήκαμεν μετὰ τὴν ἀποκατάστασιν, μηδὲν ἐλλελοιπότες κατὰ τῆς χρείας, ἀλλὰ καὶ ὑπερτερεύσαντες. τοῦτο ἆρα οὐ θαυμαστὸν καὶ εὐχαριστίας ἄξιον, εἴγε προσέχοιμεν; καὶ τίς ταῦτα; ἀλλ’ ἡ πρὸς θεὸν ἡμῶν ἀληθὴς πεποίθησις καὶ τὸ πάντα δεύτερα ἡγεῖσθαι ὑπὲρ τῆς εἰς αὐτὸν εὐαρεστήσεως. αὐτὸς τοίνυν ἡμᾶς ἔτι καὶ ἔτι στηρίξειεν, δυναμώσειεν, χαριτώσειεν, ὁλόκληρον ἡμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα διαφυλάττων ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠΖʹ. Ὅτι χρὴ τὸν καθηγούμενον τὴν ψυχὴν τιθέναι ὑπὲρ τῶν λογικῶν προβάτων, ὡς ἀποτίσων λόγον περὶ ἑνὸς ἑκάστου ἐν ἡμέρᾳ κρίσεως· καὶ περὶ ἐκκοπῆς τῶν οἰκείων θελημάτων. Ἀδελφοί μου καὶ πατέρες, πῶς οἴεσθέ μου τὴν ταπεινὴν ψυχὴν διακεῖσθαι ἐν τῇ καθ’ ὑμᾶς ἐπιστασίᾳ; δοκεῖτε ἴσως ἐναβρύνεσθαί με ἐν ταύταις ταῖς μικραῖς κατηχήσεσιν, ὡς μέγα τι πράττοντα καὶ ὡς ἀποπληροῦντα τὸν νόμον τῆς προστασίας; οὐδαμῶς· ἀλλ’ ἵνα ἐξείπω τὸ ἀληθές, ἕξω γάρ τινα ῥαστῴνην εἰπών, ἐν ὀδύνῃ καὶ περιστάσει καὶ φροντίδι πολλῇ διεξάγω τὴν ταλαίπωρόν μου ζωήν, μὴ ἀρκούμενος ἐφ’ οἷς λέγω καὶ διαγγέλλομαι, μηδὲ ἀναπαυόμενος ἐφ’ ὅλης τυχὸν μιᾶς ἡμέρας ἢ ὥρας, σκοπῶν ἕνα καθ’ ἕνα καὶ ὅλους δι’ ὅλου καὶ τὸ πόσον ὀφείλω καὶ ἐφ’ ὅσον εἰμί, καὶ ὅσον ὀφείλεται διανυσθῆναι ἔργον ἐφ’ ὑμῖν τοῖς ἀγαπητοῖς καὶ τέκνοις τοῦ κυρίου. εἰσίημι τοίνυν καθ’ ἑκάστην ἐν μέσῳ ὑμῶν, ὥσπερ ἐπὶ ποίμνης τινὸς ποιμήν· ὁρῶ καὶ κατανοοῦμαι τὴν διέξοδον, τὴν διαγωγήν, τὴν ἀναστροφὴν ὑμῶν, πῶς ἄγεσθε, πῶς φέρεσθε, πῶς καλεῖσθε, πῶς ἀκούετε, ἀπ’ αὐτῆς τῆς κινήσεως, ἀπ’ αὐτῆς τῆς ἀποκρίσεως, ἀπ’ αὐτῆς τῆς ὄψεως.

καὶ ἐφ’ οἷς μὲν εὑρίσκω τὸ εὐθές, χαίρω καὶ ἥδομαι καὶ ταῖς ἐλπίσιν ἀναπτεροῦμαι· ἐφ’ οἷς δὲ τοὐναντίον, συλλυποῦμαι καὶ συμπιάζομαι καὶ στεναγμοῖς παραμυθοῦμαι τὸ πάθος· εἰ γὰρ οὐχὶ καὶ ποιμὴν προβάτων ἀλόγων τοῦτο πάσχων φαίνεται, ἀπ’ αὐτοῦ τοῦ προσώπου ὑπολαμβάνων τὰ διὰ βάθους κείμενα καὶ τὴν αὐτοῦ ἐπιδεικνύμενος δύναμιν, πρὸς τὸ θεραπεῦσαι καὶ ἰατρεῦσαι τὸ ἠσθενηκός (καὶ οὐδ’ ἂν μίαν ἡμέραν μικρὸν ἀμελήσας ἕξει τὸ ἀκίνδυνον κατὰ τὴν τῶν προβάτων διάλυσιν), πόσῳ γε μᾶλλον ἡμεῖς οἱ ταπεινοὶ ἐκ μικρᾶς εἰκόνος εἰς ὑμᾶς ὀφείλομεν καταγίνεσθαι, τηρεῖν τε καὶ ἐπιτηρεῖν, καὶ τοὺς μὲν ἀνακαλεῖσθαι, τοὺς δὲ ὑπομνήσκειν, ἑτέρους θεραπεύειν, ἄλλους καταδεσμεῖν, πάντα τρόπον ποιεῖν τε καὶ λέγειν, τὸν συντείνοντα εἰς σωτηρίαν; ἆρ’ οὖν οὐκ ἀποτίσω τὸν ἑκάστου λόγον ἐν ἡμέρᾳ κρίσεως; καὶ πρὸς ταῦτα τίς ἱκανός; τίς ἀμέριμνος; τίς εὔγλωττος; τίς ἀνεύθυνος; τίς ἀναίτιος; τίς συστατικὸς τοῦ οἰκείου φροντίσματος; τίς δὲ οὐ μᾶλλον θρηνήσει καὶ κόψεται, φοβηθῇ καὶ τρομάξει καὶ οἷον εὔξηται διαστῆναι αὐτῷ τὴν γῆν, ἢ μακράν που ἀποδραμεῖν, φυγόντα τὴν προστασίαν; ἀλλ’ οὐδὲ τοῦτο ἱκανόν, ἐφ’ ὅσον περίεστιν, ἐφ’ ὅσον ἤρξατο, ἡνίκα κατέστη· οὐκ οἶδα, εἰ μὴ πᾶσα ἀπορία.

μέγα γὰρ τὸ ἐμφανισθῆναι θεῷ ἄνθρωπον, τὸ κριθῆναι μετὰ τοῦ κριτοῦ τῶν ἁπάντων, τὸ λογοθετηθῆναι περὶ παντὸς τοῦ ποιμνίου, εἰ καλῶς, εἰ δεόντως, εἰ ἀκριβῶς, εἰ ἀνενόχως, εἰ ἁγνῶς, εἰ ἀνελλιπῶς, εἰ ἀνυστάκτως, τοῦτο μὲν πρὸς φανέρωσιν τῶν δικαιωμάτων, τοῦτο δὲ πρὸς ἀπαγωγὴν τῶν κακῶν, πρὸς ἐλεγμόν, πρὸς ἐπιτίμησιν, πρὸς παράκλησιν, πρὸς χρηστότητα, πρὸς ἀποτομίαν, πρὸς πᾶν ὁτιοῦν τῶν ὀφειλόντων ἔπραξεν ἔδρασεν ἐναντίον θεοῦ καὶ ἀνθρώπων. καὶ ταῦτα εἴρηκα, ἵν’ ἐπιγνόντες μου τὸ πάθος τῆς ψυχῆς τὸ ἔργον τὸ μέγα ἐλεήσητε, βοηθήσητε δι’ ἐμοῦ ὑμῖν αὐτοῖς καὶ δι’ ὑμῶν αὐτῶν ἐμοὶ τῷ ταλαιπώρῳ. τίς δὲ ἡ βοήθεια καὶ ἡ ἀντίληψις, ἀλλ’ ἢ τὸ ἐπιδοῦναι ἑαυτοὺς μᾶλλον καὶ μᾶλλον ἐν τῇ καλλίστῃ διαγωγῇ καὶ μηδὲν ἡγεῖσθαι μέγα, ἐὰν τῶν κοσμικῶν διαφέρωμεν; ἀλλ’ ἐὰν μὴ τὸν βίον τῶν πατέρων ἡμῶν ἰχνηλατήσωμεν, μηδὲ ἐὰν τῶν τινῶν ὁμοταγῶν προὔχωμεν· ἀλλ’ ἐὰν μὴ τοὺς ἀκριβεῖς ζηλώσωμεν, ἐπειδὴ “πολλοὶ οἱ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί”· καὶ εἰ οὐ πᾶς “ὁ βαπτισθεὶς σωθήσεται”, τὸ ἑξῆς φησί, σιωπήσωμεν.

μηδ’ αὖ καταμετρεῖν μόνον τὸν χρόνον τὸν παρελθόντα, ὡς τόσα καὶ τόσα ἔτη μονάζομεν· ἀλλ’ εἰ τῷ μήκει τοῦ χρόνου καὶ τὴν πολιτείαν μακρὰν πρὸς ἀρετὴν κτησώμεθα, μηδὲ τὴν ἡμέραν ὅτι παρῆλθε σκοπεῖν, ἀλλ’ εἰ καλῶς παρῆλθεν καὶ εἰ ἐν αὐτῇ ἀπεθέμεθα τὸ ἔργον τοῦ θεοῦ, τὸ πόρισμα τῆς μελλούσης ζωῆς, τὴν κάθαρσιν τῆς ψυχῆς, τὴν πρὸς τὸ ἐνοχλοῦν πάθος ἢ ἀντικατάστασιν ἰσόῤῥοπον, ἢ καὶ ὑπερβάλλουσαν, ἢ καὶ παντάπασιν ἀναιρετικήν.

Οὕτως ὁ νήφων νήφει, οὕτως ὁ ἐργαζόμενος ἐργάζεται, οὕτως ὁ τοῦ θεοῦ ἄνθρωπος θεοποιεῖται, οὕτως ὁ μονάζων πρὸς τὸ ὄνομα καὶ τῷ πράγματι μονάζειν ἐπείγεται, λυόμενος ἀεὶ σκότους παθῶν, δεσμοῦ σχέσεων πονηρῶν, ἐλευθέραν τὴν ψυχὴν καὶ τὸν νοῦν ἐῶν μόνον πρὸς κύριον φέρεσθαι, πρὸς ἐκεῖνον πτεροῦσθαι τῇ ἀγάπῃ, τὴν ἐκείνου σχέσιν μόνην ἐπιποθεῖν.

σκοπησάτω λοιπὸν ἕκαστος ὑμῶν, πῶς πορεύεται, εἰ ἔχει τὸ ζητούμενον, εἰ μὴ μᾶλλον ἑαυτὸν ἐνδίδωσι δοῦλον τῶν παθῶν, δεσμώτην τῶν ἁμαρτιῶν, αἰχμάλωτον τῶν λογισμῶν· ἐντεῦθεν γὰρ αἱ κακίαι ἀναφύονται, ἐντεῦθεν αἱ μάχαι, αἱ ἔχθραι, αἱ ἔριδες, αἱ δικαιολογίαι, αἱ ὑπερηφανίαι, αἱ παρακοαί, αἱ ἰδιοθελίαι, οἱ γογγυσμοί, οἱ ψιθυρισμοί, αἱ φατρίαι, αἱ ἀπιστίαι, τὸ τελευταῖον καὶ πρῶτον τῶν κακῶν· ἀλλ’ οὐκ ἐν τούτοις ὁ πρὸς τὰ πάθη ἐνιστάμενος καὶ πολεμῶν, ἀλλ’ ἐκεῖθεν ὅθεν “πᾶν δώρημα τέλειον, πᾶσα δόσις ἀγαθή”, πραότης, εἰρήνη, ἀγάπη, συμπάθεια, ἀγογγυσία, δευτεροστασία, ταπεινοφροσύνη, ἀφθονία, αὐτάρκεια, εὐχαριστία, ὑπομονή, ἐργασία, προσευχή, ψαλμῳδία, ἀγρυπνία, κατάνυξις, δακρυῤῥοΐα, πᾶσά τις ἄλλη ἐπαινετικὴ πρᾶξις καὶ θεωρία· οὐ γὰρ ἐκδικεῖ θέλημα, ἀλλὰ ἀναιρεῖ ὡς πολέμιον· οὐ ζητεῖ πρωτεῖον, ἀλλὰ φεύγει ὡς πρατεῖον ψυχῆς· οὐκ ἐπιθυμεῖ ἐργόχειρον καθισματικόν, ἢ καλλιγραφικόν, ἢ ἀμφιαστικόν, ἀλλὰ πατρικὸν βούλημα καὶ θέλημα καὶ τὸ κοινῇ λυσιτελοῦν, κἂν μαγειρικόν ἐστι, κἂν σκαφανικόν, κἂν κηπουρικόν, κἂν ὁτιοῦν τῶν ἄλλων· οὐ διαμάχεται περὶ ἱματίου, περὶ ὑποδήματος, περὶ βρώματος, περὶ πόματος, ἀλλ’ ὑπομένων φέρει πάντα, κἂν καταφθειροῦται, κἂν καταψυχοῦται, κἂν ῥακοδυτῇ, κἂν λιμώττῃ· πρὸς ἓν γὰρ μόνον ἀφορᾷ, τὴν ἐκεῖθεν ἀνάπαυσιν κερδάναι.

πλουτεῖ καὶ κτᾶται οὐχ ἅπερ οἱ ἀποδοκιμάζοντες ἑαυτοὺς ἀπὸ θεοῦ, ἤγουν τήνδε τὴν μάθησιν ἢ τήνδε, τόδε τὸ ἐργόχειρον ἢ τόδε, τούσδε τοὺς ψαλμοὺς ἢ τούσδε, τάδε τὰ τροπάρια ἢ τάδε (τοιαῦτα γάρ, ὡς εἶπον, τὰ τῶν ἀνομούντων καὶ οὐκ εὐνομούντων, τὰ τῶν κλεπτῶν, ἀλλ’ οὐκ ἐλευθέρων τῇ καρδίᾳ, τὰ τῶν κατ’ Ἰούδαν, ἀλλ’ οὐ τὰ τῶν μαθητῶν, τὰ τῶν πονηρῶν, ἀλλ’ οὐκ ἀγαθῶν), ἀλλὰ τὴν δι’ ὑπακοῆς ἀμεριμνίαν ἐπὶ πάσῃ τῇ ζωῇ αὐτοῦ, δι’ ἐκκοπῆς θελήματος ἐπὶ παντὶ ἔργῳ αὐτοῦ. ἐν οἷς ἐστιν ὡς φῶς, ὡς ζωή, ὡς χαρά, ὡς ἀγαλλίασις, εὐφραίνεται, θυμηδιᾷ· ἀπολαύει ἀπεντεῦθεν ἤδη τῶν μελλόντων καὶ μενόντων αὐτῷ ἀγαθῶν. καὶ τίς ὁ μείζων τούτου; καὶ τίς ὁ πλουσιώτερος; καὶ τίς ὁ φρονιμώτερος, κἂν δόξῃ τὴν εὐτελεστάτην πάντων διακονίαν ἐπέχειν καὶ ἀχρειότερος πάντων φαίνεσθαι εἰς τὸ ὁρώμενον;

Οὕτως οὖν παρακαλῶ πάντας ὑμᾶς, ἐπιλογισαμένους τὴν ἀλήθειαν, στέργειν, ἐμμένειν, κινεῖσθαι, πράττειν, ζηλοῦν ἀλλήλους ἐπὶ καλῷ, ὑποφέρειν μακροθύμως, ἐξαγορεύειν τὸ δὴ λεγόμενον τὰ “κρυπτὰ τῆς καρδίας”· ὡς γὰρ οὐκ ἔστι τὸ σκώληκα ἔχον φυτὸν μὴ φθείρεσθαι διὰ τῆς κατ’ ὀλίγον καταβρώσεως, οὕτως οὔτε ψυχὴν ὄφιν ἔχουσαν, τὸ δὴ λεγόμενον, ἀνεξαγόρευτόν τι, μὴ σήπεσθαι ἐν αὐτῷ καὶ σκωληκιᾶν καὶ εἰς παντελῆ διαφθορὰν ἔρχεσθαι. διό, παρακαλῶ, ἐκβάλετε ἕκαστος τὸν σκώληκα, ὅνπερ κακῶς ἔχει ἐν ἑαυτῷ ταμιευόμενον· εἴπερ καὶ ἔχοι τις, κἀγὼ ἐπισκέψομαι, κἀγὼ ἰάσομαι μετὰ συμπαθείας, μετὰ φειδοῦς. καὶ οἷον οὐ γίγνεται καλόν; εὐθὺς ἀναδώσει τοὺς ὄρπηκας τοὺς νοητούς, εὐθὺς ἀναζῇ, εὐθὺς καρποφορήσει ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠΗʹ. Περὶ τῆς κοιμήσεως τοῦ ἀδελφοῦ Χαρίτωνος, καὶ τοῦ ἀταράχως καὶ εἰρηνικῶς διανύειν τὰς ἐμπιστευθείσας ἡμῖν διακονίας. Ἀδελφοὶ καὶ πατέρες, φοβερὰ μὲν ἡ τοῦ θανάτου ἀκοή, ἀλλὰ τοῖς ἁμαρτωλοῖς, τοῖς δὲ δικαίοις καὶ μάλα ἡδεῖα καὶ θαρσαλέα· οἷον γὰρ ἐπὶ ἀνθρώπου, ὅταν διὰ πταίσματα καθειργμένος ὑπάρχῃ καὶ καιροῦ ἐνστάντος ἀνακρίσεως τρέμει καὶ δέδοικεν, ἀγωνιᾷ καὶ ἐξίσταται, καλούμενος ἐκβεῖν πρὸς τὸ τεθνάναι, οὕτως ἐπὶ ἁμαρτωλοῦ ἡ ἐκ τῶν ἐνθένδε μεταχώρησις φοβερά τις καὶ φρικτὴ πέφυκεν εἶναι· ἐπὶ δὲ δικαίου τοὐναντίον, καθά τις ἐκδεχόμενος ἀμοιβὰς καὶ στεφάνους παρὰ βασιλέως, ὑπὲρ ὧν καλῶς δέδρακε. χαρᾷ γὰρ χαίρει, ὁπόταν ἀκούσῃ τὴν φωνὴν τῆς ἀνταποδόσεως αὐτοῦ. τοιοῦτο καὶ νῦν θαῤῥοῦμεν λέγειν ἐπὶ τοῦ ἀδελφοῦ ἡμῶν Χαρίτωνος, ὅτι μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως φερωνύμως ἐξεπορεύθη τοῦ σώματος, ἀπαχθεὶς εἰς τὸν τόπον τῆς ἀναπαύσεως. καὶ ἴδε, ἀδελφοί, τί καλὸν τὸ ἀγωνίσασθαι, τί συμφέρον τὸ βιάσασθαι τὴν φύσιν, τί ἀγαθὸν τὸ ὑπομεῖναι ἐν τῇ ἀσκήσει, τί μακάριον τὸ ἀθλῆσαι ἐν τῇ ὑποταγῇ μέχρις ἐσχάτης ἀναπνοῆς, ὅτι ἐν ὀλίγοις ἔτεσι, μᾶλλον δὲ ἐν μιᾷ ἡμέρᾳ σχεδὸν εἰπεῖν—τί γὰρ ἄλλο ἐστὶ πρὸς τὴν ἄπειρον ζωὴν τὰ ἐνταῦθα ὑπολαμβάνειν; —ἐκτήσατο πλοῦτον ἀκένωτον, δόξαν ἀπερινόητον, εὐφροσύνην ἀνείκαστον, βασιλείαν ἀθάνατον.

καὶ ἔστι νῦν ἀγαλλιώμενος καὶ θυμηδιῶν καὶ μηδεμίαν αἴσθησιν ἀλγεινὴν τῶν ὑπὲρ τοῦ ἀγαθοῦ κόπων ἐν ἑαυτῷ ἔχων, ἀλλὰ χωρῶν εἰς χώρους ὁσίων, εἰς σκηνὰς δικαίων, εἰς ἐπαύλεις μαρτύρων, εἰς δόξαν ἀγγέλων, εἰς ἦχον ἑορταζόντων, εἰς τὴν ἄνω Ἱερουσαλήμ, τὴν μητέρα πάντων τῶν ἁγίων, θεώμενος καὶ ὁρῶν ἀμήχανα καὶ ἀνεκδιήγητα πράγματα, φῶς ἐκεῖνο τὸ ἀδιάδοχον, ζωὴν τὴν ἀθάνατον, μακαριότητα τὴν ἀνέκφραστον. τί λοιπὸν ἡμεῖς οἱ ἔτι ἐν τῷ σκάμματι οὐκ ἀγωνισώμεθα; οὐκ εὐθαρσήσωμεν; οὐ προθυμηθῶμεν; οὐ καῶμεν τὴν καρδίαν; οὐ πτερωθῶμεν τῇ διανοίᾳ; οὐ μεταθώμεθα ἑαυτοὺς τῇ διαθέσει ἀπὸ τῶν ἐν κόσμῳ πρὸς τὰ οὐράνια; οὐ πάντα ὁμολογήσωμεν δρᾶσαι καὶ παθεῖν ὑπὲρ τῆς ἀγάπης τοῦ κυρίου; μὴ ὅτι νηστείαν καὶ ἀγρυπνίαν, ἀλουσίαν καὶ χαμευνίαν, ψῦχος καὶ καύσωνα, κόπον καὶ μόχθον, ἐξουδένωσιν καὶ ἀτιμίαν, ἀλλὰ καὶ αὐτὰ εἰ δέοι τὰ αἵματα κενῶσαι, τὰ μέλη κατακόψαι, τὰς σάρκας καταξέσαι, ὀστᾶ συντρῖψαι, μόνον ἵνα τὸ ζητούμενον γένηται;

Ναί, ἀδελφοί μου, δέομαι· καλὸν τὸ οὕτως φρονῆσαι, σοφὸν τὸ οὕτως διανοεῖσθαι. κλέπτης ἐστὶν ὁ διάβολος· ἀεὶ παρίσταται συλαγωγῶν τὴν διάνοιαν ἡμῶν ἀπὸ τῶν καλλίστων διαλογισμῶν καὶ συγχέων αὐτὴν εἰς τὴν ματαιότητα τοῦ κόσμου, ἵνα μὴ εὕρωμεν τόπον τῆς ἀρετῆς, χώραν τῆς καλῆς ἐργασίας. ἀλλ’ ἡμεῖς μὴ φενακιζώμεθα ὑπὸ τῆς ἀπάτης, ἐν νῷ δὲ ἔχοντες τὰ θεῖα παραγγέλματα, τὰ καθ’ ἡμέραν ἀναγνώσματα, τὰ διὰ γλώσσης ὑμνούμενα, τὰ δι’ εὐχῆς παριστάμενα, διαβιβάζωμεν ἡμέραν ἐξ ἡμέρας, ἑβδομάδα ἐξ ἑβδομάδος, μῆνα ἐκ μηνός, ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ· ὅπερ οὐ πάντως φθάσομεν, τὰ κατὰ χρείαν ἡμῶν ἔργα ἄμωμα τῷ θεῷ παριστάντες, ὅλα καθαρά, ὅλα ἀγόγγυστα, ὅλα ἀνυπερήφανα, ὅλα εἰρηνικά, ἀγαπητικά, ἀτάραχα. ἤδη ποιοῦμεν, ὃ ποιοῦμεν. τυχὸν ἀροτριῶμεν, σκάπτομεν, μαγειρεύομεν, τεκτονεύομεν, μαγκιπεύομεν, κελλαρεύομεν, κηπουρεύομεν, καλλιγραφοῦμεν, οἰκοδομοῦμεν, κατὰ πᾶσαν ἄλλην διακονίαν τὰ ἐργόχειρα διαχειριζόμενοι, εἴτε ὑφαίνοντες, εἴτε κανισκοποιοῦντες, εἴτε τι ἄλλο, ἵνα τέλειον τὸ ἔργον τῷ θεῷ καταλογίζηται καὶ ἀποθησαυρίζηται εἰς μισθὸν ἡμῶν αἰώνιον.

τὸ γὰρ παραφθείρεσθαι αὐτὸ διὰ γογγυσμοῦ, δι’ αὐθαδείας, διὰ κενοδοξίας, διὰ ταραχῆς, διὰ ἀντιλογίας, οὐ φρονήσεως οὐδὲ συνέσεως, οὐδ’ ἀνθρώπου τοῦ κατὰ ἀλήθειαν ἔχοντος τὴν προσηγορίαν· ἄνθρωπος γὰρ μέγα τι χρῆμα, ὡς ὁρίζεται, κατὰ τὸν ἀοίδιμον Ἰώβ, “ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος”. σκοπείτω δὲ καὶ τοῦτο ἕκαστος, πῶς ὁ σπουδαῖος καὶ ἐνάρετος φιλητός ἐστι παρὰ πᾶσιν, ἐράσμιος, σεβάσμιος, ἔνδοξος, καὶ οὐ μόνον τοῖς ἰδίοις ἀδελφοῖς, ἀλλὰ καὶ τοῖς ἔξωθεν ἀκούουσιν· ἡ γὰρ ἀρετὴ καὶ ἐν τῷ κρυπτῷ γινομένη καὶ ἐν ἀφανεῖ προσώπῳ φύσιν ἔχει ἐκβομβεῖσθαι καὶ ἀναφαίνεσθαι καὶ ἐκκηρύττεσθαι, κατὰ τὸ ὑπὸ τοῦ κυρίου λεγόμενον, ὅτι οὐκ ἔστι “πόλιν κρυβῆναι ἐπάνω ὄρους κειμένην”.

ἐὰν οὖν μικρὸν ὑπομείνωμεν, μικρὸν ἀγωνισώμεθα, φθάνει ὁ καιρὸς τῆς ἀναπαύσεως οὐ μόνον ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ἀλλὰ καὶ πρὸ τοῦ θανάτου διὰ ἀπαθείας· ψυχὴ γὰρ ἀγαπήσασα τὸν θεὸν ὁλοκλήρως, καὶ νεκροῦσα τὰ θελήματα δι’ ὑπακοῆς, εἰς τὸν τόπον τῆς ἀναπαύσεως, κατὰ τοὺς πατέρας, πέφθακε καὶ ἤδη τὸ μέλλον ἀγαθὸν ἀπ’ ἐντεῦθεν καρποῦται· ἐν ᾧ γενοίμεθα πάντες, εὐχαῖς τοῦ πατρὸς ἡμῶν, καλῶς διαμείβοντες καὶ τὴν παροῦσαν Τεσσαρακοστήν, καί γε φθάνοντες εἰς τὴν γενέθλιον ἡμέραν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΠΘʹ. Περὶ ψήφου τοῦ ἡγουμένου τῆς Δαλμάτου, καὶ περὶ ταπεινοφροσύνης, ὅτι αὕτη ἐστὶν ἀληθινὴ ἡ γνῶσις, προτερεύουσα τῆς θύραθεν σοφίας. Ἀδελφοὶ καὶ πατέρες, φιλεῖτε ἀκούειν τοῦ ταπεινοῦ μου λόγου, οὐχ ὅτι γνωστικός ἐστιν, ἀλλ’ ὅτι πατρικός· πατὴρ γὰρ ὑμῶν εἰμι, κἂν ἀνάξιος· κἀγὼ πρὸς ὑμᾶς κεκίνημαι λέγειν, οὐχ ὅτι διδακτικός εἰμι, ἀλλ’ ὅτι πρὸς τέκνα ἡ νουθεσία, καὶ τέκνα πνευματικὰ καὶ περιπόθητα. τίς δὲ ὁ παρὼν λόγος; καλὸν ἐκ τῆς χθὲς ἐπισυμβάσης προφάσεως ἀπάρξασθαι, ἐπειδὴ ἐγένετο ἡμᾶς ἀπελθόντας κατὰ πρόσταξιν τοῦ ἀρχιερέως ἐν τῇ μονῇ τῆς Δαλμάτου ἐγκρῖναι τὸν ὀφείλοντα καθηγήσασθαι· ἦν δὲ τὸ προσῆκον ἐρώτησιν ἡμᾶς ποιήσασθαι πρὸς τὴν ἐκεῖσε ἀδελφότητα, τοὺς ἐπισυναχθέντας ἐπὶ τὸ αὐτὸ ἅπαντας ἡγουμένους· οὐκ ἄλλον ἀπεκρίθησαν οὐδὲ ἐψηφίσαντο, ἢ τὸν ἀββᾶν Ἱλαρίωνα. ὅτου χάριν καὶ δι’ ἥν τινα αἰτίαν; οὐχ ὅτι γνωστικός ἐστιν, οὐδ’ ὅτι ἀγορεύς τις καὶ εὔλαλος, οὐδ’ ὅτι γηραλέος, οὐδ’ ὅτι περιφανὴς κατὰ τόνδε τὸν βίον, ἀλλ’ ὅτι μόνον ταπεινόφρων, μισόδοξος καὶ φιλόθεος, τὴν τῆς ἀρετῆς δι’ ὑποταγῆς διηνυκὼς ὁδὸν καὶ μὴ δοὺς ἀφροσύνην τοῖς ἀδελφοῖς αὐτοῦ. καίπερ ὄντος ἄλλου γνωστικωτέρου καὶ προὔχοντος ἐν ἔτεσιν, ἐλλειπομένου δὲ ἐν ἄλλοις, οὗτος προεκρίθη, ὡς μᾶλλον τῷ θεῷ ἀρέσων καὶ τὴν ἀδελφότητα ὁδηγήσων κατὰ λόγον.

Καὶ ἴδε, ἀδελφοί μου, πῶς περισπούδαστον τὸ τῆς ταπεινοφροσύνης χάρισμα· τοῦτο δὲ περιεκτικόν τι κατόρθωμα, ἐν ᾧ πέπαυται ταραχή, ἀποκέκρουται ὑπερηφανία, ἐξώρισται φιλοδοξία, ἀπεσκοράκισται ἰδιοῤῥυθμία, ἀπονενέκρωται φιληδονία, ἀντεισῆκται δὲ πραότης, εἰρήνη, ἀγάπη, συμπάθεια, ὑπομονή, φιλοφροσύνη. καὶ τί δεῖ λέγειν; πηγή τίς ἐστι τῶν ἀρετῶν, ἀναβλύζουσα πᾶσαν ἀγαθωσύνην, μᾶλλον δὲ παράδεισος θεοφύτευτος, ἐκβλαστάνων παγκαρπίαν ἀθανασίας. οὐκ ἔστι δὲ πόλιν κρυβῆναι ἐπάνω ὄρους κειμένην, ὡς ὁ λόγος, οὐδὲ τὸν ταύτην κεκτημένον λανθάνειν, κἂν ἐν ἐσχατιᾷ βαθμοῦ τυγχάνῃ, κἂν ὑπὸ γῆν κρύπτοιτο, κἄν τινες φθονερῶς διαβάλλωσι· τότε γὰρ καὶ μᾶλλον γνωρίζεται ὥσπερ τι φῶς ἀνατέλλων ἐν τῷ ὄρει καὶ πρὸς ἑαυτὸν συνάγων τὰς ὄψεις τῶν ὁρώντων. τοῦτο γὰρ καὶ περὶ τοῦ ψηφιζομένου, ὅτι πολλοὶ καὶ τῶν ἔξω τὴν ψῆφον συνεισηνέγκαντο τῇ ἀδελφότητι. καὶ ταῦτα λέγω οὐχ ἵνα ἄγνωστοι ἦτε, οὐδ’ ἵνα μὴ ἀντιποιῆσθε τοῦ καλοῦ τούτου κτήματος, ἀλλ’ ἵνα δεύτερον φροντίζητε τοῦ βίου καὶ ὥσπερ ἐπὶ δένδρου τινός, ὅτι ἄριστον μετὰ τὸν καρπὸν ἔχει καὶ τὰ φύλλα· φύλλα γάρ ἐστιν ἡ γνῶσις πρὸς τὴν διὰ τοῦ βίου καρποφορίαν, καὶ ἀναγκαῖον μὲν τὸ πρότερον, εὐτερπὲς δὲ τὸ δεύτερον, ἵνα τοῖς καρποῖς πρόσεισι τὰ φύλλα· εἰ δὲ μή γε τέως ὁ καρπός, ὅς ἐστιν ὁ βίος, σπουδαζέσθω, ὅτι καὶ μόνον σῴζοι.

φυτὸν δὲ μὴ καρποφοροῦν, ἢ τὰ φύλλα φέρον μόνον, κοπῆς καὶ πυρὸς ἄξιον· ὥστε προκριτέα ἡμῖν ἡ πρᾶξις ἀεί, εἶθ’ οὕτως ἡ γνῶσις, καὶ μὴ τὸ πρότερον ὑπὸ τοῦ δευτέρου καταργείσθω ἐν παντὶ καιρῷ καὶ πράγματι, ὥσπερ δὴ ἀδικιῶν μεγίστῃ ὑπὸ τοῦ ἐλάττονος καταδυναστεύεσθαι τὸ κυριώτερον. οἷον, ἐπιφθάζει ἡμᾶς καλεῖσθαι πρός τινος κρατοῦντος βιβλίον; μὴ διὰ τὴν ἀνάγνωσιν τὴν ὑπακοὴν ἀθετήσωμεν. πάλιν φθάζει ἡμᾶς λαβεῖν οὐχ οἷον θέλομεν πυκτίον; μὴ διὰ τὴν ἀποτυχίαν ἀντιλέξωμεν, ἢ ὀργισθῶμεν, ἢ μανιωθῶμεν τῷ βιβλιοφύλακι· πονηρὸν γὰρ τῷ ὄντι ἀντ’ εὐχαριστίας ἀχαριστίαν, ἀντὶ εὐλογίας κατάραν, ἀντὶ εἰρήνης ταραχήν, ἀντὶ γνώσεως ἀγνωσίαν νοσῆσαι. πάλιν ἔκρουσεν εἰς τὴν θείαν λειτουργίαν, ἢ εἰς τὸ ἀνταποδοῦναι τὰς βίβλους; μὴ διὰ τὸ ἔτι περισσότερον ἀναγνῶναι ἀσπασώμεθα τὴν παρακοήν, ἐρωτώμενοι καὶ ψευδόμενοι, ἀνακρινόμενοι καὶ προφασιζόμενοι, καὶ μέντοι καὶ τῷ πονηρῷ ὑποδείγματι ἄλλους πρὸς τὰ ὅμοια ἕλκοντες· ἄνομον γὰρ καὶ θείας παρακοῆς ἁμάρτημα. εἴπω καὶ περὶ τοῦ κανονάρχου ἢ ἐπὶ τῆς ἐκμαθήσεως τοῦ κανόνος· μὴ ὅτι οὐ βέβληκεν ἡμᾶς ἐν τῷδε τῷ ἀναγνώσματι, ἢ ἐν τῇδε τῇ ἡμέρᾳ, ἢ οὐκ ἔδωκεν πρὸς ἐκστηθισμὸν τὰ τῇδε ἢ τῇδε τροπάρια, ὀργιζόμενοι, μανιούμενοι—φεῦ γὰρ τῆς πλάνης—, ὑπὲρ ἀγαθοῦ δῆθεν κακὸν ἐργάζεσθαι, ὑπὲρ εὐσεβείας ἀσεβεῖν, ὑπὲρ μαθησίας ἀφρονεύεσθαι, μᾶλλον δὲ ἀσωφρονίζεσθαι.

δέον πάντα καιρῷ καὶ λόγῳ γίνεσθαι, κατὰ τὸ “πάντα ἐπιστημόνως καὶ κατὰ τάξιν” ἀποστολικῶς λεγόμενον. καὶ ὅτι μικρὸν ἀνέγνωμεν, χάρις κυρίῳ· καὶ ὅτι οὐδόλως ἀνέγνωμεν τῇ ὡρισμένῃ ἡμέρᾳ, εὐλογητὸς κύριος· καὶ ὅτι οὐ τόδε τὸ βιβλίον ἐλάβομεν, εἴη τὸ ὄνομα κυρίου δεδοξασμένον· καὶ ὅτι οὐ παραχωρούμεθα ἐκμανθάνειν, ὡς ζητοῦμεν, δίκαιος κύριος ὁ οὕτως εὐδοκήσας. καὶ ταῦτά εἰσι τὰ θεοφιλῆ, καὶ αὕτη ἐστὶν ἡ ἀληθινὴ γνῶσις, τὸ δὲ ἄλλως ἐνεργεῖν ἀγνωσίας καὶ ἀθεΐας ἔργον, κἂν πάντα ἐκμαθηκὼς εἴη τις, κἂν τῶν πάντων εὐαναγνωστότερος φαίνοιτο, κἂν ὅλον τὸν κανόνα ἀπὸ στήθους φέρῃ. καὶ διατί ἵνα μὴ οὕτως πράττωμεν ἐπὶ λυσιτελείᾳ ψυχῶν καὶ εὐαρεστήσει θεοῦ; καὶ διατί μὴ τὸ φῶς ζητῶμεν, ἀλλὰ τὸ σκότος προκρίνομεν, εἴπερ προκρίνομέν τινες; λέγω δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων διακονιῶν, εἴτε διανομῆς ἱματίου, εἴτε ζητήσεως· ὡσαύτως ἐπὶ ὑποδήματος λήψεως καὶ δόσεως, εἴτε βρώσεως καὶ πόσεως. τί ἵνα μὴ συνιῶμεν ἐπὶ πᾶσι τούτοις, τὰς ἑαυτῶν καθείργοντες ὁρμάς, οἷον ὀργώσας καὶ οἰστρώσας καὶ ἐπερχομένας κατὰ τῶν διανομέων, κυνὸς δίκην ἢ ἄλλου τινὸς ἀτιθάσου θηρός; ὧν ἀπολυτρωθέντες διὰ σπουδῆς καὶ ἐνεργήσαντες τὰ θεοφιλῆ κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ϟʹ. Περὶ ἐγκρατείας καὶ ταπεινοφροσύνης. Ἀδελφοὶ καὶ πατέρες, τί καλὴ ἡ ἐγκράτεια καὶ ἡ δι’ αὐτῆς ἐπιφαινομένη εὐταξία ἐν τῇ ἐργασίᾳ τῶν θείων ἐντολῶν! εἴδετε γὰρ οἷα καὶ ἡλίκα τὰ παρόντα. ἐπεὶ γὰρ περιήχθημεν εἰς ταύτας τὰς σεπτὰς ἡμέρας τῆς ἱερᾶς Τεσσαρακοστῆς, ὡς ἐν λιμένι γαληνῷ ἀποφυγόντες ἔκ τινος κλύδωνος τῶν προτέρων ἡμερῶν, ἡσυχίαν ἄγομεν, εἰρηνικὴν κατάστασιν, ἀθόρυβον διαγωγήν, ἐπιμέλειαν ἐν παραστάσει ψαλμῳδίας, ἐγρήγορσιν ἐπὶ προσευχῇ, νῆψιν, τήν τε δίαιταν ἀποίκιλον καὶ ἀπέριττον, τἆλλα ὅσα συντείνει εἰς σωτηρίαν ψυχῆς· οὔτε γὰρ εἴσοδοι γίνονται προσώπων κοσμικῶν, οὔτε ἔξοδοι ἀφ’ ἡμῶν πρὸς αὐτούς. ἐντεῦθεν οὖν βούλομαι πρὸς ὑμᾶς, τὴν κρίσιν τοῦ καλοῦ λαμβάνοντας, ἐν ἕξει πως γενέσθαι τῆς ζωῆς πρὸς τὸν ἑξῆς χρόνον, ἀπεχομένους τῶν τῆς κακίας τρόπων καὶ μὴ πρὸς πέντε ἢ δέκα ἡμέρας ἡ ἐνάρετος διαγωγή, εἶθ’ ὕστερον καταμελοῦντες τοῦ καλοῦ εὑρεθῶμεν ἂ ᾠκοδομήσαμεν πάλιν ἀποστολικῶς καταλύοντες.

μηδαμῶς, ὦ ἀδελφοί· μηδ’ οὕτως ἐσμὲν εὐπερίτρεπτοι, ὥστε στρέφεσθαι ἡμᾶς εὐχερῶς ὑπὸ τῆς τοῦ πειράζοντος διαβουλήσεως· ἀλλὰ στέργωμεν καὶ ἐμμένωμεν τοῖς προκατορθωθεῖσιν, ἐπιβολὰς ποιούμενοι τῶν καλῶν ἔργων τῆς εὐπραξίας, εἰδότες οὐ τὸ ἐν ὀλίγῳ χρόνῳ εὖ βιῶσαι ἀρκετὸν εἰς σωτηρίαν, ἀλλὰ τὸ διὰ πάσης τῆς ζωῆς ἡμῶν ἐπιτεταμμένως ἔχεσθαι τῆς σωτηρίας· τοιοῦτος γὰρ καὶ ὁ πειράζων, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν ἐῶν ἡμᾶς τῆς καταδρομῆς, τοῦ ἐνέδρου δολίου, τῆς ἀπωλείας, πολλὰς ἱστῶν τὰς καθ’ ἡμῶν παγίδας, μυρία πέμπων τὰ κατὰ τῆς ψυχῆς τόξα, τοὺς γαργαλισμούς, τοὺς ἐμπυρισμοὺς τῶν ἡδονῶν, τὰς τρικυμίας καὶ ἀντιπνεύσεις τῶν πειρασμῶν, “συνταράσσων τὸ κύτος” τῆς διανοίας, ὡς ἐπὶ θαλάσσης τινός· ὥστε, “εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι” ἕκαστον λέγειν, “παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου”. ἐκ τοῦδε ὑποστέλλεται καὶ εἰς ἕτερον μεθίσταται· ὑποκρύπτει τὸ βέλος τῆς ἐπιθυμίας πρός τινα καιρὸν καὶ τὸ τῆς κενοδοξίας προβάλλεται φάρμακον· πυρώσας ἔνθεν τῇ ὀξυχολίᾳ, ἐκεῖθεν τοῦ φθόνου τὴν βολίδα ἀφίησιν, καὶ ὅλως πανταχόθεν πολὺν κονιορτόν ἐστιν ἐπεγείρων τῇ ταπεινώσει ἡμῶν· ἔχει γὰρ ἀκόρεστον τὴν κατὰ τῆς καταλύσεως ἡμῶν ἐπιθυμίαν. ἀντάρτης γάρ ἐστι τοῦ δεσπότου τῶν ἁπάντων θεοῦ, καὶ μαίνεται ὁρῶν ἡμᾶς ἀνερχομένους εἰς τὴν οὐρανίαν ἀρχήν, ἐξ ἧς αὐτὸς δι’ ὑπερηφανίας ἀποπέπτωκεν.

Ὅσης οὖν καὶ ἡλίκης λοιπὸν φροντίδος καὶ ἐνστάσεως χρεία, ἐπιμελείας καὶ ἀγῶνος, δρόμου καὶ κόπου συντόνου, ἵνα τὸν τοιοῦτον καὶ τηλικοῦτον δράκοντα νικήσωμεν; “ἀλλὰ θαρσεῖτε”, λέλεχεν ὁ κύριος· “ἐγὼ νενίκηκα τὸν κόσμον”. καὶ αὐτοῦ νικήσαντος ἡμεῖς ἐσμεν διὰ τῆς ἁγίας αὐτοῦ σαρκώσεως οἱ κατ’ αὐτοῦ τὸ κράτος λαβόντες· πάλιν γὰρ ἐπιβοᾷ· “ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ”. ὥστε πατῶμεν αὐτοῦ τὰς ὁρμάς, τὰς πολυμόρφους ἡδονάς. πῶς δὲ τοῦτο ἔσται, ἀλλ’ ἢ ἐκ τοῦ μιμεῖσθαι τὸν νενικηκότα; μίμημα δὲ ἐκείνου, καθὼς αὐτός φησι περὶ ἑαυτοῦ· “μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ”. ταπεινοφροσύνην τοιγαροῦν καὶ πραότητα ἀναληψώμεθα· εἰ γὰρ αὐτὸς ὁ τῶν ἁπάντων βασιλεὺς καὶ δεσπότης, ὁ φύσει μόνος δεδοξασμένος καὶ ὑπεράγαθος, ταπείνωσιν εἵλετο, ὑπήκοος γενόμενος τῷ θεῷ καὶ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τί εἴπωμεν ἡμεῖς, ἢ ὅσον γε ταπεινούμενοι ἐξομοιωθησόμεθα, οἱ φύσει εὐτελεῖς καὶ ταπεινοὶ καὶ ὑποδούλειοι τῷ κτίστῃ; καὶ εἰ αὐτὸς ἐξενίτευσεν, ἐξ οὐρανῶν καταβὰς ἐπὶ τῆς γῆς, πόσον ἡμεῖς ξενιτεύσαντες τῶν οἰκείων λογιούμεθα ἀπέχειν τοῦ διαστήματος;

καὶ εἰ αὐτὸς ἐνηπίασε καὶ ἐγαλακτοτροφήθη, ηὐξήθη τε καὶ τὰ ἔννομα ἐτέλει ὑποταττόμενος τοῖς γονεῦσιν, ὡς γέγραπται, ἡλίκον ἡμεῖς νηπιάζοντες τῇ κακίᾳ καὶ ὑποτασσόμενοι τοῖς ἡγουμένοις ἡμῶν δόξομεν ἐξισοῦσθαι; καὶ εἰ αὐτὸς ἐπείνασε καὶ ἐδίψησεν, ὡδοιπόρησέ τε καὶ κεκοπίακε, πόσον ἡμεῖς ἐν τοῖς τοιούτοις εὑρισκόμενοι νομίσομεν ἐφάμιλλα δεδρακέναι; καὶ τὸ τελευταῖον, εἰ αὐτὸς ὑβρίσθη καὶ ἐῤῥαπίσθη, ἐμυκτηρίσθη καὶ ἐχλευάσθη, προεδόθη καὶ ἐκριτηριάσθη, ἐμαστίχθη καὶ ἐσταυρώθη, κατεγελάσθη καὶ ἐξεμυκτηρίσθη καὶ ὅσα ἄλλα ὑπὲρ ἡμῶν ἤνεγκεν, τί καὶ πόσον ἡμεῖς δραμούμεθα, ἵνα τὸ πολλοστὸν μιμησώμεθα;

δέον ταῦτα, ἀδελφοί, ἀεὶ ἐνθυμεῖσθαι καὶ πρὸς αὐτὸν ἀπευθύνεσθαι, καὶ ταπεινοῦσθαι σφόδρα, καὶ [τὰ] κατὰ μίμησιν αὐτοῦ ἢ φθάσαντα εὐχαρίστως δέχεσθαι, ἢ μὴ φθάσαντα ἐπιζητεῖν, οἷον πεῖναν, δίψαν, μυκτηρισμόν, χλευασμόν, ἐξουδένωσιν, ταλαιπωρίαν, εὐτέλειαν ἐν ἱματίῳ, ἐν ὑποδήματι, ἐν πᾶσι τοῖς ἄλλοις, οἷς ὁ κατὰ θεὸν γνωρίζεται ἄνθρωπος, ὅπως οὕτως· κατὰ μικρὸν προβιβαζόμενοι καὶ ἀναβιβαζόμενοι, οἰκοδομούμενοι καὶ ἀνοικοδομούμενοι, ὑψούμενοι καὶ ἀνυψούμενοι, φθάσοιμεν “εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ”, νῦν μὲν εὐμαρῶς διεξερχόμενοι τὰς νηστίμους ἡμέρας, πρὸς δὲ τὸ ἑξῆς ἀνδρειούμενοι κραταιότερον τῇ δυνάμει τοῦ πνεύματος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.