σκοπησάτω λοιπὸν ἕκαστος ὑμῶν, πῶς πορεύεται, εἰ ἔχει τὸ ζητούμενον, εἰ μὴ μᾶλλον ἑαυτὸν ἐνδίδωσι δοῦλον τῶν παθῶν, δεσμώτην τῶν ἁμαρτιῶν, αἰχμάλωτον τῶν λογισμῶν· ἐντεῦθεν γὰρ αἱ κακίαι ἀναφύονται, ἐντεῦθεν αἱ μάχαι, αἱ ἔχθραι, αἱ ἔριδες, αἱ δικαιολογίαι, αἱ ὑπερηφανίαι, αἱ παρακοαί, αἱ ἰδιοθελίαι, οἱ γογγυσμοί, οἱ ψιθυρισμοί, αἱ φατρίαι, αἱ ἀπιστίαι, τὸ τελευταῖον καὶ πρῶτον τῶν κακῶν· ἀλλ’ οὐκ ἐν τούτοις ὁ πρὸς τὰ πάθη ἐνιστάμενος καὶ πολεμῶν, ἀλλ’ ἐκεῖθεν ὅθεν “πᾶν δώρημα τέλειον, πᾶσα δόσις ἀγαθή”, πραότης, εἰρήνη, ἀγάπη, συμπάθεια, ἀγογγυσία, δευτεροστασία, ταπεινοφροσύνη, ἀφθονία, αὐτάρκεια, εὐχαριστία, ὑπομονή, ἐργασία, προσευχή, ψαλμῳδία, ἀγρυπνία, κατάνυξις, δακρυῤῥοΐα, πᾶσά τις ἄλλη ἐπαινετικὴ πρᾶξις καὶ θεωρία· οὐ γὰρ ἐκδικεῖ θέλημα, ἀλλὰ ἀναιρεῖ ὡς πολέμιον· οὐ ζητεῖ πρωτεῖον, ἀλλὰ φεύγει ὡς πρατεῖον ψυχῆς· οὐκ ἐπιθυμεῖ ἐργόχειρον καθισματικόν, ἢ καλλιγραφικόν, ἢ ἀμφιαστικόν, ἀλλὰ πατρικὸν βούλημα καὶ θέλημα καὶ τὸ κοινῇ λυσιτελοῦν, κἂν μαγειρικόν ἐστι, κἂν σκαφανικόν, κἂν κηπουρικόν, κἂν ὁτιοῦν τῶν ἄλλων· οὐ διαμάχεται περὶ ἱματίου, περὶ ὑποδήματος, περὶ βρώματος, περὶ πόματος, ἀλλ’ ὑπομένων φέρει πάντα, κἂν καταφθειροῦται, κἂν καταψυχοῦται, κἂν ῥακοδυτῇ, κἂν λιμώττῃ· πρὸς ἓν γὰρ μόνον ἀφορᾷ, τὴν ἐκεῖθεν ἀνάπαυσιν κερδάναι.