Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ϞΑ΄-Ρ΄: Πνευματική νήψη, αντίσταση στους πειρασμούς και η επουράνια κληρονομία

Εντατικοποίηση του πνευματικού αγώνα, αντιμετώπιση των δαιμονικών προσβολών, θεραπευτική αξία της εξαγόρευσης και η συνεχής προσδοκία της Δευτέρας Παρουσίας και της τελικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 10 από 12

ΚΑΤΗΧΗΣΙΣ ϞΑʹ. Περὶ ἀποταγῆς κόσμου καὶ τοῖς ἐν τῷ κόσμῳ· καὶ διδασκαλία τοῦ μετὰ προθυμίας ἐπαναιρεῖσθαι τὰ ἰδιώματα τῆς ἀκριβοῦς ἡμῶν διαγωγῆς, ῥηθεῖσα ἐν τῇ ἡμέρᾳ τῆς Ἀποκρεωσίμου. Ἀδελφοί μου καὶ πατέρες, τίς ὁ πρὸς ὑμᾶς λόγος τῆς ἐμῆς ταπεινώσεως νῦν; ὅτι ἐπειδὴ ἡ ἀποκρεώσιμος ἡμέρα τοῖς βιωτικοῖς πάρεστιν, ἀγῶνάς πως καταβάλλονται φαγεῖν καὶ πιεῖν πλεῖστα· ὥσπερ μαινόμενοι κατὰ τῆς ὥρας ἁμίλλονται πρὸς ἀλλήλους ὑπερβαλέσθαι τῇ πλεοφαγίᾳ καὶ τῇ ἐπεξεργασίᾳ τῶν κρεουργημάτων, παίζουσί τε καὶ ἅλλονται καὶ περισκιρτῶσιν, ὥσπερ οὐ Χριστῷ ἀλλὰ τῷ ἐναντίῳ τελοῦντες τελετήν τινα ἑορτάσιμον· ταῦτα γὰρ ἰσχύει ἐν τοῖς πολλοῖς τῆς γαστριμαργίας ὁ δαίμων. τί οὖν; ἐπειδὴ ἡμεῖς οὔτε κρεοφαγοῦμεν, οὔτε πολυποτοῦμεν, οὔτε παίζομεν καὶ ὀρχούμεθα, μακαρίσωμεν ἐκείνους καὶ ταλανίσωμεν ἡμᾶς ἑαυτούς;

οὐδαμῶς· ἀλλ’ ὑπὲρ μὲν ἑαυτῶν καὶ πάνυ εὐχαριστήσωμεν κυρίῳ τῷ ἐκ τοῦ τοιούτου βίου ὥσπερ ἀπό τινος τέλματος ἢ βαράθρου ἐκσπάσαντι ἡμᾶς καὶ ἀγαγόντι εἰς τὸ ἱερὸν ἐπάγγελμα λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· ὑπὲρ δὲ ἐκείνων γελάσωμεν, μᾶλλον δὲ θρηνήσωμεν, ὅτι εἰς πίθον τετρημένον ἀντλοῦντες οὐκ αἴσθονται, ἀλλὰ τῇ παρούσῃ μικρᾷ ἡδονῇ δελεαζόμενοι τῆς μακαρίας ἡδονῆς ἀποπίπτουσιν, εἰ μή τις αὐτοὺς λόγος σωφρονήσειε κατὰ λόγον ἐφάπτεσθαι τῶν ἐδωδίμων καὶ ἐν τῷ μέτρῳ ἵστασθαι τῆς αὐταρκείας μετὰ τῆς εὐσχημόνου καταστάσεως ἐν ἅπασι.

Δεῦτε οὖν λοιπὸν ἡμεῖς, ἀδελφοί, ἀγαλλιασώμεθα τῷ κυρίῳ· ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ· αὕτη γὰρ ἡ καλὴ ἑστίασις, αὕτη ἡ ἐπαινετὴ εὐφροσύνη, αὕτη ἡ ἑορτάσιμος ἡμέρα· ὥστε πάρεστιν ἡμῖν οὐχ ἅπαξ ἢ δίς, ἀλλ’ ἀεὶ πανηγυρίζειν καὶ εὐφραίνεσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ. ἡ δὲ τοιαύτη θυμηδία τῆς ἐκεῖθεν μακαριωτάτης λήξεως πρόδρομός τίς ἐστι καὶ προμηνύτρια· “ἐγὼ γάρ”, φησὶν ὁ θεῖος Δαυΐδ, “ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου”.

μὴ δὴ οὖν λοιπόν, παρακαλῶ, ἐπιστρεφώμεθα ταῖς καρδίαις ἡμῶν, ὥσπερ εἰς Αἴγυπτόν τινα, ἐν τοῖς ποτὲ κατὰ τὸν κοινὸν βίον συμβαθεῖσι, μηδὲ ἀναμιμνησκώμεθα τῶν ἐκεῖσε κρεῶν τε καὶ λεβήτων, μηδὲ τῆς ἄλλης ἀπολαυστικῆς καὶ θρυπτικῆς καὶ ἁμαρτητικῆς θεωρίας τε καὶ ἕξεως· ἀλλ’ εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν, εἰς ὅνπερ διαθλοῦμεν καὶ διανύομεν ἄριστον βίον, ὅτι ὧδε ἐνετείλατο κύριος μᾶλλον τὴν εὐλογίαν καὶ εὐζωΐαν, τὴν ἀληθινὴν ἀγαλλίασιν, τὴν ἀδιάψευστον ἐλπίδα, τὴν σωτήριον πανήγυριν· καὶ εἴ ἐστιν ἐπιτυχίας λόγος, ἡμεῖς μᾶλλον ἐπετύχομεν, καὶ εἴ ἐστι μερίδος τρόπος, ἡμεῖς τὴν ἀγαθὴν μερίδα ἐξελεξάμεθα· καὶ εἴ ἐστι μακαρισμοῦ ἐπιφώνησις, ἡμεῖς μᾶλλον μεμακαρίσμεθα, οἱ φυγόντες κόσμον, γένος, πατρίδα, φίλους, συνήθεις, οἰκίαν, γονεῖς, γυναῖκα, τέκνα, οἱ ἀποταξάμενοι κτημάτων, οἰκημάτων, πάντων τῶν ἐκτός, οἱ ἀπειπάμενοι τὰ τῆς αἰσχύνης ἔργα, θέατρα, ἀκούσματα, θεάματα ἱπποδρομικά, ὀρχηστικά, αὐλητικά, μουσικά, ὀργανικά, χορευτικά, κροτηματικά, ἐξαλματικά, τὰ τῆς ἄλλης ἐπιθεωρουμένης τῇ ματαιότητι τῆς ἀνθρωπίνης φύσεως ἐργασίας καὶ ἐνεργείας ἐπιτηδεύματα· χαίρειν εἰπόντες γάμῳ καὶ τεκνογονίαις, ἀναλαβόντες παρθενίαν καὶ ἀκτημοσύνην, τὰ οὐράνια καὶ θεῖα πλεονεκτήματα, ἐν οἷς καθ’ ἑκάστην σταυρούμενοι τῷ κόσμῳ καὶ τοῖς ἐν τῷ κόσμῳ, εἰκότως πρὸς τοῦ μεγάλου ἀποστόλου ἀκουσόμεθα “οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτῆς”.

Τίς ἆρα λοιπὸν μακαριώτερος ἡμῶν; ἢ τί ἄλλο ἐπιζητήσωμεν ἐν τῷ βίῳ τερπνότερον καὶ ὑψηλότερον; οὐδέν, εἰ μὴ μόνον τὸ δι’ ὑπομονῆς ἡμᾶς ἐνεγκόντας τὰς ὑπολοίπους ἡμέρας τῆς παροικίας ἡμῶν, ἐν τῷ φέρειν γενναίως πάντα καὶ ἐν μηδενὶ καταπίπτειν τῶν τε ὁρατῶς καὶ ἀοράτως συμπιπτόντων, ἐπιτυχεῖν τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν. πρὸς ταῦτα ἀνδρίζεσθε, κραταιοῦσθε, ἰσχύετε, “πάντα εὐσχημόνως καὶ κατὰ τάξιν” ποιοῦντες, συνιέντες οἷον καὶ ἡλίκον τὸ μυστήριον τοῦ σχήματος ἡμῶν, καὶ ὁποίας πολιτείας ἐστὶν ἐπάξιον, καὶ πῶς ταύτην ἐπολιτεύσαντο οἱ ἀείμνηστοι ἅγιοι πατέρες ἡμῶν· καὶ κατὰ τὰ παραδείγματα ῥυθμιζώμεθα καὶ εἰκονιζώμεθα καὶ διαμορφώμεθα, ἰνδάλματα αὐτῶν ἀψευδῆ γινόμενοι καὶ ἀπεικονίσματα· ἐν τούτῳ γὰρ καὶ υἱοὶ αὐτῶν χρηματίζομεν, καὶ τῆς αὐτῆς χαρᾶς κοινωνοὶ ἐποφθείημεν. οὐ γὰρ ὡς ἔτυχε μόνον ἐστὶ τὸ σχῆμα περιβαλέσθαι, ἀλλ’ ἐν τῷ ἠκριβωμένην τὴν ζωὴν ἔχειν καὶ τὰ ἰδιώματα ταύτης ἐπαναιρεῖσθαι· πῶς γὰρ στρατιώτης γνωσθήσεται ὁ κατὰ σάρκα, ἀλλ’ ἢ ἐκ τοῦ μάχαιραν αὐτὸν βαστάζειν; ἢ πῶς ἐπιγνωσθήσεται τέκτων, ἢ χαλκεύς, ἤ τις ἄλλος τῶν ἐν ταῖς βαναύσοις τέχναις, εἴτε ταῖς κατὰ τὸν βίον ἄλλαις πρακτικαῖς τε καὶ λογικαῖς, ἀλλ’ ἢ ἐκ τοῦ τὰ ὄργανα τῆς οἰκείας τέχνης καὶ ἐπιστήμης φέρειν, ἢ διὰ χειρὸς ἢ διὰ στόματος;

οὕτως πολὺ μᾶλλον καὶ μοναχὸς ἀρχικός τε καὶ ὑποτακτικός, ἐρημικός τε καὶ λαυρικός, ἔγκλειστός τε καὶ στυλίτης, ἐκ τῶν τοῦ ἐπαγγέλματος ἐπιτηδευμάτων. ὁ γὰρ μὴ οὕτως ὀνόματι μόνον λέγεται, πράγματι δὲ ἠλλοτρίωται, καὶ οὐαί φησι τῷ ἀνθρώπῳ ἐκείνῳ, οὗτινος τὸ ὄνομα μεῖζον τῆς πολιτείας. διὸ καταλείψωμεν πάντα τὰ θελήματα ἡμῶν· περισσοτέρως ἀντισχώμεθα τῶν θείων κελευσμάτων, τῶν ἱερῶν νόμων, ἕλκοντες ἐπιστήμην· εἰς λόγον, εἰς κίνημα, εἰς βάδισμα, εἰς ἀπόκρισιν ἔν τε εἰσόδοις καὶ ἐξόδοις, οὐ μόνον ταῖς ἀπὸ τοῦ μοναστηρίου, ἀλλὰ καὶ ταῖς ἀπὸ τῆς ἐκκλησίας καὶ ἑστιάσεως, ἀθορύβως καὶ ἀσυγχύτως, καὶ μάλιστα κατὰ τὴν τοῦ ἀπὸ τοῦ κανόνος ἢ τῶν ἀποδειπνίων· καὶ μὴ εὕροιμί τινα ὡς ἔτυχε λαλοῦντα, ἢ προσγελῶντα, ἢ κινυρίζοντα, ἢ τροπαρίζοντα. κατοπτεύων κατοπτεῦσαι ἔχω διεξερχόμενος ἐν τῷ μοναστηρίῳ κατὰ τὰς τοιαύτας ὥρας· καιρὸς γὰρ τῷ παντὶ πράγματι. καιρὸς λαλιᾶς; λαλήσατε. καιρὸς σιγῆς; σιγήσατε. ψαλμῳδίας; ψάλατε. μελέτης; μελετήσατε. τὰ δὲ μὴ κατὰ καιρὸν ἄκαιρα καὶ ἄτακτα, τὰ δὲ ἄκαιρα καὶ ἄτακτα διαλύσεως καὶ ἀπωλείας ὑπαίτια. ὥστε οὐδὲν καινοτομοῦμεν, οὐδὲ καταπιάζομεν ὑμᾶς, ἀλλὰ μᾶλλον εὐθυμεῖσθαι ὑμᾶς βουλόμενοι καὶ χαίρεσθαι.

ταῦτα διαγγέλλομεν καὶ ἀπαιτοῦμεν, ἃ πράττοντες ἕξετε τὴν εἰρηνικὴν καὶ ἀκατάγνωστον πολιτείαν, ἐν ᾗ τελειούμενοι ἐπιτεύξεσθε τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ δόξα, κράτος, τιμή, προσκύνησις, σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΒʹ Παραινετική, καὶ τὸ πῶς δεῖ ἀνθίστασθαι ταῖς προσβολαῖς τοῦ διαβόλου. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἐμοὶ μὲν τὸ λαλεῖν οὐκ ὀκνηρόν, ὥς φησιν ὁ λόγος· ὑμῖν δὲ τὸ ἀσφαλές, εἴγε καὶ ἀσφαλίζεσθε ἐν τῇ ἀκροάσει τῶν ταπεινῶν μου λόγων. μὴ γὰρ ὅτι ἀπὸ στόματος ῥυπαροῦ καὶ ἀσθενοῦς ψυχῆς λαλεῖται, ὃ λαλεῖται, ἀλλ’ ὅτι συμφερόντως καὶ σωτηρίως καὶ διὰ τὴν ἐμπιστευθεῖσάν μοι ἀναξίως ἀρχὴν δέχεσθε καὶ ἐνωτίζεσθε, βελτιοῦσθε καὶ προκόπτετε ἐπὶ τὰ μείζονα καὶ τελεώτερα· τοῦτο γὰρ τὸ ζητούμενον, καὶ διὰ τοῦτο ὁ κόπος μου καὶ ὁ μόχθος, ἡ καθημερινὴ ἐπισύστασις περὶ ὑμῶν καὶ φροντίς μου. εἰ γὰρ καὶ οὐκ εἰμὶ ἱκανὸς οὔτε ἄξιος φθέγξασθαι ἐκεῖνα τὰ ἀποστολικά, τὸ “τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι”; ἀλλ’ οὖν διὰ τὸν ἐπηρτημένον μοι κίνδυνον τῆς προστασίας, διὰ τὸν φόβον τῶν κολάσεων, διὰ τὸ ζηλοτυπεῖν με τὴν ὑμῶν σωτηρίαν καὶ προκοπὴν τιτρώσκομαι καὶ βάλλομαι καὶ καίομαι ἐπὶ ἑνὶ ἑκάστῳ ὑμῶν, ἵνα πάντες σῴζοισθε, ἵνα μηδεὶς ἀπόληται. πῶς δὲ ἂν ἄλλως τοῦτο γένοιτο, ἢ ἐκ πολλῆς προσοχῆς καὶ νήψεως καὶ τῆς καθ’ ἑκάστην ἀκροάσεως, εὐταξίας τε καὶ συμφωνίας, ὁμοψυχίας τε καὶ συννεύσεως, τηρήσεως ἀκριβοῦς τῶν ἐντεταλμένων καὶ μηδὲ τοῦ τυχόντος παρορᾶν τῶν ὀφειλόντων κατορθοῦσθαι εἰς δόξαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;

Λοιπὸν σκοπείτω ἕκαστος καὶ βλεπέτω, ὅπως στήκῃ ἑδραῖος καὶ ἀμετακίνητος ἐν τῇ πέτρᾳ τῆς πίστεως, ἐν τῇ ὁμολογίᾳ τῆς ὑποταγῆς αὑτοῦ, ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Χριστοῦ, μὴ ἐκκλίνων εἰς δεξιά, ἢ εἰς ἀριστερά, ἀλλ’ ὁδῷ βασιλικῇ πορευόμενος· μηδ’ ἀπονυστάζων κατὰ ψυχὴν ἐν τῇ ὀλιγωρίᾳ τῆς ὑπομονῆς, ὡς ἂν μὴ προσκόψῃ πρὸς λίθον συμπτώματος τὸν πόδα αὐτοῦ· μηδέ τι φρονῶν ἢ ποιῶν ἐξ αὐταρεσκείας, μᾶλλον δὲ προσπαθείας, καὶ γινόμενος τοῦ νόμου νομιμώτερος καὶ τοῦ κανόνος εὐθύτερος, μᾶλλον δὲ εὐθύτερος, μᾶλλον δὲ στρεβλότερος καὶ ἀλλοτριώτερος. εἰ γάρ μοι καὶ ὁρᾶσθε, ἀλλ’ οὐ πάντοτε καὶ ἐν παντὶ τόπῳ· θεοῦ γὰρ μόνου τοῦτο, τοῦ πάντα ἐφορῶντος καὶ ἐξετάζοντος. ὥστε οὐκ οἶδα μή τι κρύβδην κατὰ τὰς ἁμαρτίας μου ἰδιοπραγοῦντες, μᾶλλον δὲ φιλοπαθοῦντες, ἐνέχεσθε εἰς πτῶμα ἁμαρτίας, εἰς ὄλισθον ψυχῆς. σκοπεῖτε διὰ ταῦτα, φοβεῖσθε, τρέμετε, ὡς ἔτι ἐξ οὐρίας πλεῖτε· μέμνησθε ναυαγίου, κατὰ τὸ εἰρημένον, μιᾷ καιροῦ ῥοπῇ λαῖλαψ, καταιγίς, πνεῦμα πονηρόν, χειμών, ὄλεθρος, ἀπώλεια, θάνατος· ὡς ἔτι εἰρήνη καὶ ἀσφάλεια δοκεῖ εἶναι, αἰφνιδίως ταραχή, μάχη, πόλεμος, σφαγή, καὶ τό γε ἐλεεινότερον οὐ σώματος, ἀλλὰ ψυχῆς. ὑποστέλλεται ὁ δόλιος καιρῷ τινι, ἵν’ ἀμεριμνίαν δῷ, εἶθ’ οὕτως εἰσπηδήσας θᾶττον περιτρέψειε τὸν λογισμὸν καὶ ἀπολέσειεν. οὐκ ἔστιν ἀμεριμνία, οὐκ ἔστιν ἀνέσεως καιρός.

πολλοὺς πρὸς αὐτῷ τῷ λιμένι φθάσαντας τῆς σωτηρίας ὑποβρυχίους πεποίηκεν· πολλοὺς εἰς αὐτὰς τὰς τοῦ οὐρανοῦ ἁψῖδας ἀνιόντας διὰ μικρᾶς ἀμελείας εἰς τὴν γῆν κατήγαγε τῆς ἀνομίας· πλείστους ἀρετῶν θησαυροὺς ἐκένωσεν· πολλοὺς ἀγῶνας πνευματικοὺς ἀπεσύλησε καὶ πτωχοὺς ἀποκατέστησεν. τί λοιπὸν εἴποιμεν ἡμεῖς ὡς ἀληθῶς οἱ πτωχοὶ καὶ πένητες, οἱ ἀσθενεῖς καὶ ἄνανδροι, οἱ νέοι καὶ ἄνηβοι, οἱ ὀλιγοχρόνιοι καὶ ὀλιγοκάματοι πρὸς τὴν ἄσκησιν; θαῤῥήσωμεν ἄρα ἢ φθεγξώμεθα, ἢ γρύξωμεν, εἰ μὴ βοηθοίμεθα ἄνωθεν; οὐχὶ ἄρδην εἰς γῆν ἰδιοῤῥυθμοῦντας ἀπολέσειε καὶ συμπτώσειεν ὁ πολυμήχανος ἐχθρός; ἀλλ’ ἕως πότε λοιπὸν προσπαθήσωμεν; ἕως τίνος στήσωμεν βουλὰς καὶ τρόπους οὐχὶ ὑπὲρ σωτηρίας, ἀλλὰ κατὰ τῆς σωτηρίας ἡμῶν; παῤῥησιάζεσθε, ἀκούω, οὐχ οἱ πάντες, ἀλλ’ οἱ παῤῥησιαζόμενοι, καὶ οὐ φοβεῖσθε ἀπὸ τοῦ πατάσσοντος ἀγγέλου ἀορασίᾳ; βλέπετε γὰρ ἀναιδῶς εἰς ἀλλήλους, λογολεσχεῖτε καὶ γελοιάζετε, τινὲς δὲ καὶ συμπλέκεσθε, καθὼς δεδήλωταί μοι, χερσὶ χεῖρας καὶ στόμα πρὸς στόμα, παρειὰν πρὸς παρειάν, τὸ θρήνους ἄξιον. “ἀποδήσει γάρ τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια”, φησίν, “οὐ κατακαύσει; ἢ ἐπ’ ἀνθράκων πυρὸς περιπατήσει, τοὺς δὲ πόδας οὐ καταφλέξει”; οὕτως ὁ τὰ τοιαῦτα ποιῶν οὐκ ἀτιμώρητος οὐδ’ ἀδιάπτωτος διαμένει. ὅλως ἀκούεταί τι τοιοῦτον ἐν ὑμῖν;

ὅλως τολμᾶται ἐν τοῖς σταυρώσασιν ἑαυτοὺς τῷ κόσμῳ, ἐν τοῖς νενεκρωμένοις τῇ ἁμαρτίᾳ; ὅλως ἀνανεύετε εἰς πρόσωπα ἀλλήλων; ὅλως ἐπιδίδετε λόγῳ λόγον διαθέσει τοιαύτῃ; καὶ τίς ὁ ἐλεῶν τὸν αὐτοβόθριστον; καὶ τίς ὁ μὴ θρηνῶν τὸν αὐτοφόνευτον; καὶ τίς ὁ ἀνεχόμενος τὸν λυμαινόμενον; μήτε ἀκούσαιμι τὰ τοιαῦτα, μήτε ἴδοιμι πονηρὸν πραττόμενον ἐνώπιον ὑμῶν. πονηρὸν δὲ καὶ τὸ φιλοκαλεῖν τὸ πρόσωπον καὶ τὸ καλοφορεῖν, τὸ στιβίζεσθαί τε καὶ γραμμίζεσθαι, οἷον αἱ πορνευόμεναι. καὶ οὕτως γὰρ βλέπω τινὰς στοιβάζοντας τὸ ζῶσμα καὶ διευθετοῦντας τὸ ἱμάτιον, καὶ τὸ βάδισμα στρηνιστικὸν κινοῦντας, καὶ τὸν λόγον ἐκλυτικὸν προβάλλοντας· οἷς παραγγέλλω μηκέτι τὰ τοιαῦτα πράσσειν, ἐπεὶ “ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξει” ὁ λόγος· οὐ γὰρ εἰς καθαίρεσιν, ἀλλ’ εἰς οἰκοδομὴν τέθεικεν ἡμᾶς ὁ θεὸς τοῦ λαοῦ τούτου. διὸ φυλάττετε τοὺς νόμους· οἱ διδάσκαλοι τοὺς μαθηματευομένους νουθετεῖτε καὶ διορθοῦσθε.

οὔπω γὰρ λέγω, ὅτι περὶ ὑμῶν τι τοιοῦτο κατοπτεύεται καὶ οἷον ἀντὶ ἰατροῦ ὅτι γίνεταί τις τραυματιστής, ἀντὶ φωστῆρος σκοτήρ, ἀντὶ ὁδηγοῦ πλανήτης, ἀντὶ σωφρονιστοῦ παράφρων, ἀντὶ σωτῆρος ἀπωλείας αἴτιος· οἱ γὰρ διδάσκαλοι ὑποτύπωσις εὐσεβείας, ὑπογραμμὸς σωτηρίας, πάσης ἀγαθοεργίας εἰκονογραφία τοῖς μαθηταῖς πρόκεινται· διὰ τοῦτο γὰρ καὶ παραδίδονται, ἵνα τοῦ καλοῦ τῶν διδασκάλων μετάσχωσι τρόπου· εἰ δὲ τὰ ἐναντία, ἐρρέτωσαν καὶ διαχωριζέσθωσαν, ἵνα μὴ τῆς οἰκείας ψώρας μεταδιδοῖεν τοῖς ὑγιαίνουσιν. οὔπω θέλω τὰ τοιαῦτα λέγειν, ἀλλ’ ἡ βία με κατεπείγει. καὶ γοῦν τίθημι ὅρον· μηδεὶς ὑποπτευθείη ἔτι, εἴτε ὁ διδάσκαλος μαθητήν, εἴτε μαθητὴς διδάσκαλον, εἴτε ἀδελφὸς ἀδελφόν, ἄνευ τοῦ κοινοῦ ἀσπασμοῦ, ἢ ἀσπαζόμενος, ἢ περιπλεκόμενος, ἢ ὠθῶν, ἢ ἀντωθούμενος, ἢ ὑβρίζων καὶ ἀνθυβριζόμενος· ἀλλὰ καὶ μέχρι τοῦ τυχόντος λόγου τε καὶ βλέμματος ἀκρίβειαν ἑλκέσθω, ἵνα κατευθύνοντες πορευώμεθα, ἵνα ὁ θεὸς χαίρῃ ἐπὶ τῇ καλλίστῃ διαγωγῇ ἡμῶν καὶ ἔτι συνιστᾷ καὶ συγκροτῇ ἡμᾶς τοὺς ταπεινούς.

Ταῦτά μοι καὶ περὶ τοῦ ἐξαγορεύειν ἠσφάλισται· ἀλλ’ ὑμεῖς τοιοῦτοι ἐστέ, καὶ ὅτι τὰ μὴ ἐξαγορευόμενα ὑπό τινος, ἀφ’ ἑαυτῶν ἐκζητοῦντες καὶ ἀνερευνῶντες, τοῦτο ἐκεῖνο λαλεῖτε πρὸς ἀλλήλους καὶ ἐνίετε τὸν ἰὸν ἐν ταῖς καρδίαις ὑμῶν, κνήθοντες καὶ κνηθόμενοι ὑπὸ τῶν παθῶν καὶ πορνεύοντες τῇ γλώσσῃ, ὃ τάχα δύνασθε ποιεῖν ῥᾳδίως. εἴθε δὲ τῇ γλώσσῃ καὶ μὴ τῇ ψυχῇ· εἰ γὰρ καὶ ἄνευ τοῦ ταράσσοντος ἀφ’ ἑαυτῆς ἡ φύσις τὰ κύματα καὶ τοὺς βρασμοὺς τῶν ἐπιθυμιῶν ἀναφέρει, τί δὲ καὶ οὐ πείσεται ὁ τῷ πυρὶ ὕλην ἐπιβάλλων καὶ τῷ θηρίῳ ἐρεθισμοὺς ἐπεισάγων; ὦ τάλανες, ὦ φιλόπορνοι, ἀλλ’ οὐ φιλόθεοι, ὦ ἐκζητηταὶ οὐ δικαιοσύνης, ἀλλ’ ἀνομίας, τολμᾷς καθίσαι καὶ συλλαλῆσαι καὶ ἐκμαθεῖν τί πέπονθεν ὁ δεῖνα καὶ πῶς τόδε τὸ πάθος ἀνάπτει καὶ εἰς τίνα φλέγει; καὶ τὰ αἰσχρότερα τῶν ῥημάτων παρίημι λέγειν, ἵνα μὴ χραίνων ἑαυτὸν ὀφθῶ. ἀλλ’ αὐτοὶ καὶ νέοι ὄντες καὶ ἀγένειοι καὶ φλογιζόμενοι ὑπὸ τῶν παθῶν ταύτας τὰς ὕλας ἀνάπτετε καὶ πυρκαϊὰν κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐγείρετε μεγάλην; διὸ φείσασθε καὶ ἐμοῦ καὶ ἑαυτῶν, ὅτι “θεὸς ἐκδικήσεων κύριος” καὶ ἐκ τῶν τοιούτων ἡ καταστροφὴ τῆς ψυχῆς. διατί ἵνα ζητῇ τις τὰ τοιαῦτα μανθάνειν, ἐφ’ ὧν οὐκ ἔλαβεν ἐξουσίαν, ἐφ’ ᾧ ἀπόλλυται; διατί ἵνα μὴ φράσσοιμεν τὰς ἀκοάς, ἡνίκα ἀκούσωμέν πως ποτέ;

οὐδὲ ἐγὼ αὐτὸς οἶδα τὰ τῶν τινῶν, ὡς λέγουσιν αὐτοὶ ἐκεῖνοι, αὐτοὶ οἱ συνεργοὶ τοῦ διαβόλου φημί, τὰ τῶν ὁμηλίκων καὶ συνεταίρων. ἔκστηθι, οὐρανέ, ἐπὶ τούτῳ. καὶ οὐ μὴ ἐκζητήσω, καὶ οὐ μὴ ἐπιτιμήσω, καὶ οὐ μὴ καύσω, εἰ μὴ ἀναστείλητε; ναί, ναί, δοκεῖτέ μου τῆς ἐλαφρίας καταφρονεῖν. οὐχ οὕτως ἐγώ, εἰ καὶ ἀνέχομαι, ἀλλὰ καὶ καιρῷ ἀνατείνομαι ὡς πῦρ καῖον πρὸς ὑμᾶς. εἰ καὶ φείδομαι, ἀλλὰ καιρῷ διανίσταμαι ὡς ξίφος καθ’ ὑμῶν· μὴ καὶ Φινέες τις γένοιμι καὶ ἐκκεντήσω τινὰ ἐν ξίφει ἐπιτιμίου τῶν συμπλεκομένων ἐν τοιούτοις λόγοις, μὴ καὶ Μωσῆς τις χρηματίσω ἀποκτένων καλῶς τὸν ἔκφυλα καὶ ἀλλότρια λαλοῦντα. ἀλλ’ ἵνα μὴ τοῦτο γένηται, παρακαλῶ καὶ δέομαι, δυσωπῶ ἀπὸ καρδίας καὶ κινήσεως ψυχῆς μου, παύσασθε ἀπὸ τῶν κακιῶν ὑμῶν, ἀργήσατε ἀπὸ τῶν πονηριῶν ὑμῶν, καὶ οὐ μόνον περὶ ὧν ὁ λόγος, ἀλλὰ καὶ περὶ πάσης ἁμαρτίας καὶ ἀταξίας, εἰς τὸ τὰς προόδους ἀκαίρως ποιεῖσθαι, εἰς τὸ προφασίζεσθαι καὶ ποιεῖν τὰ θελήματα τῶν διανοιῶν ὑμῶν, κατά τε βρῶσιν καὶ πόσιν ἢ ἄλλην τινὰ ἀνάπαυσιν, λούσματος ἢ χρίσματος ἰατρικοῦ ἢ ἄλλου τινός, τοῦ μὴ κατὰ χρείαν πολλὴν ἐπιδεομένου. οὔπω ἀκμὴν γεγηράκατε, οὔπω ἐπολυχρονίσατε ἐν τῇ ἀσκήσει. ἀκμὴν οὐδὲ προσήψασθε οἱ μὲν τῶν κόπων· εἰ καὶ προσήψασθε, ἀλλὰ μικρόν. καὶ ἵνα τί ζητεῖτε ταῦτα καὶ ἐκεῖνα;

καὶ οὐκ ἀφιλοστόργως οὐδὲ ἀσυμπαθῶς κινούμενος, ἀλλὰ καὶ μετὰ πολλῆς καὶ σφοδρᾶς εὐσπλαγχνίας λελάληκα. ποιεῖτε οὖν τὰ προσήκοντα, ἵνα τὰ τοιαῦτα πράσσοντες μᾶλλον εὐμαρῶς διεξανύσητε τὸν βίον ὑμῶν. Χριστὸς ὑμᾶς δυναμώσειεν, αὐτὸς εὐσθενώσειεν, κραταιώσειε νῦν τε καὶ πρὸς τὸ ἑξῆς, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΓʹ Παραινετικὴ ἅμα καὶ ἐπαινετική. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ὥσπερ τις γεωργὸς ὁρῶν τὴν ἑαυτοῦ ἄρουραν θάλλουσαν καὶ εὐθηνοῦσαν, ἣν ἐξ οἰκείων πόνων καὶ ἱδρώτων κατέσπειρε, χαίρει καὶ ἀγάλλεται, οὕτω κἀγὼ ὁ ταπεινὸς καὶ ἁμαρτωλός, εἰ καὶ οὐκ ἐξ οἰκείων μόχθων καὶ καμάτων μου, ἀλλ’ οὖν ἥδομαι καὶ εὐφραίνομαι ἐπὶ τῇ ὑμετέρᾳ πνευματικῇ καρποφορίᾳ, ἣν κύριος ὁ θεὸς ἡμῶν τῇ συνεργείᾳ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν ηὔξησε καὶ ἀνατέθηλε καὶ κατεπλάτυνε καὶ ἐξέτεινεν εἰς τοσοῦτον ἀριθμὸν ἀδελφότητος. καὶ γὰρ δίκαιον μὲν ὁμολογεῖν τὴν ἀλήθειαν, ἐφ’ ὅσον ὁρῶ ὑμᾶς χάριτι Χριστοῦ βελτιωθέντας καὶ ἐν προκοπῇ μᾶλλον καὶ μᾶλλον γεγενημένους, διὰ τῆς κατὰ μικρὸν ἐπ’ ἀρετῇ ἐπαυξήσεως ὑμῶν. καὶ ὑμεῖς μάρτυρες τῶν λεγομένων· οὐχὶ γὰρ ἄρτι πλεῖον βλέπετε οὖσαν τὴν εὐταξίαν καὶ τὴν εἰρηνικὴν κατάστασιν ἐν μέσῳ ὑμῶν; οὐχὶ μᾶλλον συνεδέθητε καὶ συνεφράχθητε τῇ μιᾷ ψυχῇ τε καὶ καρδίᾳ εἰς πίστιν ἀκράδαντον καὶ συνάφειαν ἀδιάσπαστον; οὐχὶ μειζόνως ἄρτι ἐκινήθητε πρὸς τὴν ἐργασίαν τῶν ζωοποιῶν τοῦ Χριστοῦ ἐντολῶν, διὰ τῆς κατὰ τὸ ἔργον τῶν χειρῶν ὑμῶν ἐπιδόσεως, ὅπερ ἐστὶν ἀποστολικὸν καὶ πατρικὸν τὸ καύχημα καὶ τῆς κατὰ ψυχὴν ἐπιδηλωτικὸν διεγέρσεως;

ναί, ὄντως ὁμολογῶ καὶ συνεπισφραγίζομαι· οὔτε γὰρ μερικαὶ φιλίαι εἰσὶν ἐν ὑμῖν, διαιροῦσαι καὶ διαχωρίζουσαι τὸ σῶμα τῆς ἀδελφότητος πρὸς ἀρέσκειαν τοῦ διαβόλου, οὔτε συσκηνίαι καὶ φατρίαι αὐτὸ τοῦτο περιεργαζόμεναι, οὐ μὴν αὐταρεσκίαι καὶ ἰδιοῤῥυθμίαι πρὸς ὅπερ ἕκαστος βούλοιτ’ ἂν πορεύεσθαι ἐξ ἐναντίας τῆς ὁμονοητικῆς καὶ κατὰ θεὸν ζωῆς ὑμῶν, οὔτε μὴν ἀδιαφορίαι καὶ ἀφέσεις πρὸς τὸ φέρεσθαι καὶ ἀποφέρεσθαι ὧδε κἀκεῖσε ἐπὶ ἀσυστροφίᾳ καὶ διαλύσει τοῦ παντός, ἀλλ’ εὐδοκίᾳ θεοῦ τάξει τε καὶ καταστάσει, σταθμῷ καὶ μέτρῳ καὶ κανόνι ἐπὶ πᾶσι καὶ ἐν πᾶσι καὶ κατὰ πάντα, βρώσει λέγω καὶ πόσει, ἐγρηγόρσει καὶ καθευδήσει, ἐργασίᾳ καὶ ἀναπαύσει, προόδῳ τε καὶ εἰσόδῳ, ὁμιλίᾳ τε καὶ σιωπήσει, ἀναγνώσει τε καὶ ψαλμῳδίᾳ, προσευχῇ τε καὶ ἡσυχίᾳ, ἐνδύσει τε καὶ ὑποδήσει. οὔτε οὖν πᾶσιν ἴσως πάντα ἐπιτελεῖται, ὅτι μηδὲ πάντες ἴσοι κατά τε ἡλικίαν καὶ ἕξιν, ἀνατροφὴν καὶ γέννησιν, ἀρετήν τε καὶ ἔλλειψιν, μακροχρονίαν τε καὶ ὀλιγοχρονίαν, ἀστειότητά τε καὶ ἀγροικότητα, εὐεξίαν τε καὶ ἀῤῥωστίαν, καὶ ταύτην ἥνπερ ἂν καὶ εἴποιμεν.

οὔτε ἔν τινι παροπτέον τὸ κατ’ ἀξίαν, ἐπειδὴ πάντες μέλη οἰκεῖα τοῦ ἑνὸς ὅλου σώματος, εἰ καὶ οὐ τὴν ἴσην τιμὴν ἀπαιτεῖ ὁ λόγος· ἄλλως γὰρ ὀφθαλμός, ὡς προβεβλημένος ὅλον τὸ σῶμα δίκην λύχνου, δοξάζεται, καὶ ἄλλως χείρ, ὡς ὑπουργικὴ τῆς δεούσης ἐργασίας, καὶ ἑτέρως πούς, ὡς ἐπιστηρικτικὸς τοῦ ἐπικειμένου αὐτῷ βάρους πάντων τῶν οἰκείων μελῶν. καὶ οὖς μὲν ἀκούει, ῥὶς δὲ ὀσφραίνεται, λάρυγξ τε σῖτα γεύεται, καὶ ἓν ἕκαστον ἑτεροτρόπως κινούμενον τὴν κοινωφελῆ χρείαν συνεισφέρει, μὴ κατεξανιστάμενα ἀλλήλων, μεμενηκότα δέ, καθὼς ὑπὸ θεοῦ κέκληται ἕκαστον. οὕτως οὖν καὶ ἐφ’ ὑμῖν ὁρᾶται καὶ γνωρίζεται· σῶμα γὰρ ἐστὲ Χριστοῦ καὶ μέλη, ἐκ μέρους συναρμολογούμενοι καὶ συμβιβαζόμενοι τῇ συναφείᾳ τοῦ ἁγίου πνεύματος.

Λοιπὸν τὸ ζητούμενον, ἵνα κατὰ τὸ τέλος τῆς γεηπονίας, ὅπερ ἐστὶν ὁ ἀμητὸς τῶν καρπῶν καὶ ἡ ἐν ἀποθήκαις ἀσφάλεια, φθάσωμεν τελειῶσαι καὶ ἡμεῖς τὸ ἔργον ἡμῶν καὶ ἀπαρτίσαι καὶ οἷον ἀποδραγματίσαι καὶ ἀπαλωῆσαι καὶ ἀποθέσθαι διὰ θανάτου, ἵν’, ἅπερ ἐσπείραμεν ἐν δάκρυσιν ἐνταῦθα, ἐν ἀγαλλιάσει θερίσωμεν ἐν τῷ μέλλοντι αἰῶνι, εὐφραινόμενοι καὶ ἐναπολαύοντες τῶν ἱερῶν πόνων καὶ ἀγώνων ἡμῶν, καὶ τοῦτο εἰς ἀπεράντους αἰῶνας καὶ εἰς ἀκαταλήκτους εὐφροσύνας τῶν ἀῤῥήτων καὶ ἀφράστων ἐκείνων ἀγαθῶν.

διὰ τοῦτο προσεκτέον καὶ διεγερτέον ἔτι καὶ ἔτι, τέκνα καὶ ἀδελφοί, καὶ μή ποτέ τις ἀπονυστάξειε ἐν ὑμῖν εἰς κακίαν, πάντες δὲ γρηγοροῖμεν καὶ νήφωμεν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, ταῖς ἐλπίσι χαίροντες, ταῖς ἑτοιμασίαις τῶν μελλόντων ἀναπαύσεων κουφιζόμενοι, ταῖς προσδοκίαις τῶν ἀκηράτων ἀνταποδόσεων, ὡς ἐπιλανθανόμενοι τῶν παρουσῶν στενώσεων καὶ καταθλίψεων, ἐκβιαζόμενοι ἡμέραν ἐξ ἡμέρας αὐτὴν τὴν φύσιν πρὸς ὑπομονήν, πρὸς καρτερίαν, ὑποτάσσοντες τὴν σάρκα τῷ πνεύματι, νικῶντες ἐν τῷ καλῶς ἡττᾶσθαι, τιμώμενοι ἐν τῷ διὰ κύριον καταισχύνεσθαι, πρωτεύοντες ἐν τῷ τὰ ἔσχατα ἐπιλέγεσθαι, ἐμφαινόμενοι ἐν τῷ διὰ θεὸν ὑποφέρειν τὸ ἀψήφιστον· καὶ οὕτω τρέχοντες, οὕτω πυκτεύοντες, οὕτως ἀγωνιζόμενοι τὸν τῆς δικαιοσύνης στέφανον ἀπολήψεσθε, μετὰ μαρτύρων χορεύσοιτε, μετὰ ὁσίων ἀγαλλιάσοισθε, εἴπερ ταῖς ἁγίαις εὐχαῖς ὑμῶν κἀμὲ τὸν δείλαιον συναντιλάβοισθε, ὡς ἂν εὑρεθείημεν πάντες ἐν τῇ δεξιᾷ τοῦ Χριστοῦ παραστάσει “ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως”, ἐν χοροστασίαις ἀγγελικῶν ὑμνολογιῶν, ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων πάντων ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΔʹ. Περὶ τοῦ γενναίως καὶ ἀνδρείως διανύειν τὸ τῆς ὑποταγῆς σκάμμα, καὶ τοῦ μετὰ φόβου θεοῦ καὶ συνέσεως τοὺς τὰς διακονίας ἀνειληφότας διεξέρχεσθαι, εἰς δόξαν τοῦ προσκυνητοῦ αὐτοῦ ὀνόματος. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ἡ ἡμέρα τῆς κατηχήσεως πάντοτε ἡμέρα εὐφροσύνης καὶ ἀγαλλιάσεώς μοι γίνεται· οὐχ οὕτω γὰρ μνήστωρ εἰς ὁμιλίαν τῆς μνηστευθείσης αὐτῷ ἐπείγεται ἐλθεῖν, ὡς ἐγὼ ἐρῶ ἀεὶ τῆς συντυχίας ὑμῶν ἀποπληροῦσθαι· εἴθε δὲ καὶ ὑμῖν τὸ ἴσον εἴη, πρὸς ἀντιπόθησιν ἀκροάσεως τοῦ ταπεινοῦ μου λόγου· ἀλλ’ ὑμῖν μὲν οὐκ οἶδ’ ὅσον ἕξει τὸ ὠφέλιμον, ἐμοὶ δὲ καὶ λίαν· ἀνακαλύπτω γάρ μου τὰ τῆς ταπεινῆς ψυχῆς, κοινωνοὺς ὑμᾶς λαμβάνων τῶν εἴτε λυπηρῶν, εἴτε χρηστῶν. φέρει δὲ τοῦτο ῥᾳστώνην οὐ μετρίαν. εἶθ’ οὕτως ὑπομιμνήσκω ὑμᾶς τὰ περὶ τῆς κοινῆς σωτηρίας τῶν παρισταμένων ἡμῖν ἀγώνων, προθυμῶν ἕνα ἕκαστον εἰς τὴν ἀσκητικὴν αὐτοῦ ζωήν, εἰς τὴν μακαρίαν αὐτοῦ ὑποταγήν, εἰς τὴν ἐργασίαν τῆς ὑπακοῆς, εἰς τὴν ἔνστασιν τῆς ὑπομονῆς, εἰς τὴν κτῆσιν τῶν ἀρετῶν, εἰς ὅ τι ἄλλο τύχῃ τῶν δεόντων καὶ ἐπιζητουμένων.

Ταῦτα οὖν οὐκ ἀξίως ἐραστὰ καὶ ὑμῖν καὶ ἐμοί; καὶ πῶς οὐχὶ καὶ μάλα; διὰ τοῦτο χαίρομεν κατηχοῦντες καὶ χαίρετε ἐπαΐοντες, ἔνθους γινόμενοι ἀμφότεροι, ὅτι ἠξιώμεθα ἐν τοιούτῳ μακαρίῳ ἀξιώματι γενέσθαι, λαλεῖν καὶ μεριμνᾶν καὶ πυκτεύειν, οὐχ ὅπως ἐμπορευσώμεθα φιληδόνως τὸν βίον τοῦτον, οὐχ ὅπως πλουτήσωμεν πλοῦτον τὸν ἀπολλύμενον καὶ κάτω μένοντα, οὐδ’ ὅπως γήμωμεν καὶ τεκνοποιήσωμεν, ἢ ἐπιτύχωμεν τοῦδε ἢ τοῦδε τοῦ ἐπικήρου κτήματος, ἢ ἀξιώματος, ἤ τινος ἄλλου τῶν ὑλικῶν καὶ φθειρομένων, ἀλλ’ ὅπως εἰς δόξαν αὐτοῦ τοῦ πεποιηκότος καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος ἡμᾶς θεοῦ ἐν τῷ παρόντι αἰῶνι διαβιώσαντες κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν γενώμεθα· οὗτινος ἕνεκα κατελείψαμεν γονεῖς, ἀδελφούς, φίλους, ἰδίους, γένος, πατρίδα, ὕπαρξιν, ἀξίαν, ἕκαστος καθ’ ὃ ἦν κεκτημένος· καὶ γάρ τις καὶ γυναῖκα καὶ τέκνα ἐγκαταλέλοιπεν. μακαρία τοίνυν ἡ διαγωγὴ ὑμῶν αὕτη, καὶ τρισμακαρία ἡ πολιτεία, καὶ πανύμνητος ἡ διαβεβαίωσις. καὶ τίνες ἐσμὲν καὶ ἐκ ποίων ἀγαθῶν εἰς τόδε κατηντήσαμεν τὸ μέτρον, ἀλλ’ ἢ ἐκ μόνης τῆς περὶ ἡμᾶς τοῦ θεοῦ φιλανθρώπου κηδεμονίας καὶ φιλοδώρου περιποιήσεως; ὃς ἐξελέξατο ἡμᾶς ἐκ τῆς σκοτεινῆς συγχύσεως τοῦ ματαίου κόσμου τούτου καὶ ἔθετο εἰς τὸ θαυμαστὸν αὑτοῦ φῶς τῆς ἀγγελικῆς καὶ οὐρανίου διαβιώσεως.

τί οὖν λοιπὸν ἀνταποδώσωμεν αὐτῷ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; ἦ τὸ ψάλλειν μετὰ τοῦ θείου Δαυὶδ ἐν προθέσει ἀληθινῇ, “ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι”. τὸ δὲ ποτήριον μαρτυρίου λῆψις ἐστίν. τοίνυν, εἰ καὶ οὐκ ἐν αἵματι τὸ μαρτύριον ὑμῶν, ἀλλ’ οὖν διὰ συνειδήσεως ἑκάστοτε ἀθλεῖτε, μὴ κάμπτοντες γόνυ τῇ Βάαλ, φημὶ δὴ τῇ ἡδονῇ τῆς σαρκός, μὴ ἐνδιδόντες πρὸς τὰς ἐπαγωγὰς τῶν ἀοράτως καὶ ὁρωμένως ἐπισυμβαινόντων πειρασμῶν, τυπτόμενοι καὶ φέροντες τοῖς λογισμοῖς, καιόμενοι ταῖς στερήσεσι τῶν ἐπιθυμιῶν καὶ θελημάτων, ξεόμενοι ταῖς ἐλεγκτικαῖς καὶ ἐπιτιμητικαῖς ἀνενδότοις φιλεργίαις.

Ὦ καλλιμάρτυρες, ὦ στρατιῶται τοῦ παμβασιλέως Χριστοῦ, ὦ βιασταὶ καὶ ἁρπακταὶ τῆς βασιλείας τῶν οὐρανῶν, χαίρετε, εὐθυμεῖτε, ἀνδρίζεσθε, ἐπείγεσθε, τρέχετε, εὐδρομεῖτε, εἰσέρχεσθε καὶ μετέρχεσθε ἐκ δυνάμεως εἰς δύναμιν τῶν ἱερῶν ἐπιτηδευμάτων· ἀναβαίνετε καὶ ὑψοῦσθε εἰς τὰ τῶν ἀρετῶν ὕψ, μετεωροπορεῖσθε ταῖς οὐρανίαις θεωρίαις. οὕτω καθ’ ἑκάστην ποιεῖτε, οὕτως ἀδιαλείπτως πράττετε, μέχρις ἂν ἔλθῃ τὸ πέρας τοῦ βίου, μετάγον ὑμᾶς εἰς “τὴν ἡτοιμασμένην ὑμῖν χαρὰν καὶ ἀγαλλίασιν ἀπὸ καταβολῆς κόσμου”. καί γε μακάριος καὶ ὑπερευλογημένος ὁ νηφαλέως ἀκούων καὶ εἰς ἔργον προάγων τὰ λαλούμενα, καὶ πῦρ πυρὶ συνεισβάλλων ἐν τῇ καρδίᾳ, καὶ ἀνάπτων πυρσὸν θείας ἀγάπης, ἀπὸ γῆς εἰς οὐρανὸν ἀφικνούμενον· ἐλεεινὸς δὲ καὶ πανάθλιος, ὃς τὰς ἀκοὰς ἀποβύσσων, ἀγαπῶν ματαιότητα καὶ ζητῶν τὴν προσωρινὴν καὶ ἀπολλυμένην ἀπόλαυσιν τῆς σαρκός. ἀλλ’ ἵνα μηδεὶς ἡμῶν τῆς ἐναντίας μερίδος ᾖ, μὴ μόνον τὰ ἑαυτοῦ ἀλλὰ καὶ τὰ τῶν πλησίον ἕκαστος οἰκειοπαθῶν (καὶ γὰρ μέλη ἐσμὲν ἀλλήλων) φροντίσει καὶ ἀγαπήσει καὶ ἐπιδοίη λόγον, χεῖρα, τρόπον, βοήθειαν, καθόσον οἷόν τε οὕτω γὰρ χαίρει κύριος καὶ ἡμεῖς οἱ ἁμαρτωλοί· οὕτω καὶ ἑαυτόν τις βελτιώτερον καὶ ἐνθεέστερον ἀπεργάζεται διὰ τῆς πρὸς τὸν πέλας, μᾶλλον δὲ πρὸς τὸ οἰκεῖον μέλος συναντιλήψεως καὶ ἐπικουρήσεως.

Γρηγόρως οὖν λοιπὸν στῶμεν οἱ δευτερεύοντες, οἱ ἐπιστημοναρχοῦντες, οἱ ἐπιτηροῦντες καὶ μάλιστά γε ἐν ταῖς νυξίν, ὧν πολὺ τὸ ψυχικὸν κέρδος καὶ ὁ μισθός· οἱ ἀφυπνίζοντες, ὧν οὐχ ὁ τυχὼν καὶ ὁ αὐτῶν σωτήριος κάματος· οἱ κανοναρχοῦντες, οἱ ταξιαρχοῦντες, ὧν ἡ ἐργασία ἐπωφελὴς καὶ πολυκερδής· οἱ κελλαρεύοντες, οἱ ἀριστοποιοῦντες, οἱ ἀρτοποιοῦντες, οἱ πρωτοορδινάριοι, αὐτοὶ οἱ τῆς ὀρδινείας, ὧν ἅγιον τὸ ἐργόχειρον· οἱ διακονοῦντες, οἱ δερματοποιοῦντες, οἱ ὑποδηματοῤῥαφοῦντες, οἱ ἱστουργοῦντες, ὧν χάρις ἐκ τοῦ ὑψίστου· οἱ μεμβρανοποιοῦντες, οἱ ἁλιεύοντες, οἱ θυροφυλακοῦντες, οἱ καλλιγραφοῦντες, εἴπερ ἀμφοτέρωθεν εὖ γράφουσιν· οἱ ἀροτριῶντες, οἱ ἀμπελουργοῦντες, οἱ κηπουρεύοντες, οἱ οἰκοδομοῦντες, οἱ πλοιοποροῦντες, οἱ ἐν πάσῃ ἄλλῃ διακονίᾳ, ὧν τὸ ἔργον ἔργον θεοῦ καὶ πρόξενον τῆς αἰωνίου ἀναπαύσεως· μόνον εἰ πάντες, οὓς ἠριθμησάμην, φόβῳ καὶ τρόμῳ, ὡς ὑπὸ θεοῦ τὰς διακονίας εἰληφότες, μετὰ πάσης συνέσεως καὶ εὐταξίας πορεύονται. οὕτω μὲν ταῦτα καὶ πρὸς τὸ παρὸν ὑμῖν διελέχθην, νεαροποιῶν τὸ τῆς ψυχῆς ὑμῶν πρόθυμον, ἵνα μᾶλλον βελτιώτερον γένηται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΕʹ Κατανυκτική, καὶ περὶ τῆς κοιμήσεως τοῦ κυρίου Ῥαφαήλ, τοῦ ἀληθῶς ὑποτακτίτου. Ἀδελφοὶ καὶ πατέρες, ἀεὶ μὲν ἐπωφελὴς καὶ σωτήριος ἡ τοῦ θανάτου μνήμη, καὶ δεῖ, εἴπερ ἐφιέμεθα ἀναμαρτήτως ζῆν, καθὼς ὁρίζονται οἱ ἅγιοι πατέρες, ταύτην κατασπάζεσθαι, μάλιστα δὲ ἐν καιρῷ ἐξόδου ἀδελφοῦ ἡμῶν, ὥσπερ καὶ ἐπὶ τοῦ παρόντος· ὁρῶμεν γὰρ πάλιν τὸ ξένον μυστήριον, τὸν ἤδη πρὸ μικροῦ μεθ’ ἡμῶν ὄντα ἀπόντα τῷ πνεύματι, τὸν προσφθεγγόμενον ἡμῖν ἀπὸ στόματος σιωπήσαντα ὄντως τὴν τελείαν σιωπήν· οὗ καὶ ἡ φωνὴ ἔτι ἔνηχος ἐν τοῖς ὠσὶν ἡμῶν τάχα ἐνιζάνει. τί οὖν τὸ παράδοξον τοῦτο θέαμα; ὅτι ἐβλέπομεν αὐτὸν καὶ οὐκ ἐβλέπομεν· σαρκὶ μὲν γὰρ ἐβλέπετο, πνεύματι δὲ ἀφίστατο, κείμενος ἀκίνητος, ἀνενέργητος· πνοή, καὶ οὐκ ἦν· λαλιὰ καὶ ὅρασις, καὶ οὐ παρῆν· αἱ ἄλλαι αἰσθήσεις, καὶ οὐδαμοῦ ἐνέργεια ζωτική, ὡς ἐπὶ λίθου ἤ τινος ἄλλου τῶν ἀψύχων δεικνυμένου. ἐνεκύψαμεν δὲ καὶ εἰς τὸν τάφον, ἕκαστος κατιδόντες τοὺς προκεκοιμημένους. τί οὖν ἐκεῖσε εἴδομεν, ἀδελφοί; ἀπαγγείλατε, διδάξατε· οὐχὶ τέφραν καὶ κόνιν; οὐχὶ μελανίαν καὶ δυσωδίαν; οὐ διεφθορότα σώματα; οὐ κρανία σεσηρότα; οὐκ ὀστέα γεγυμνωμένα; οὐχὶ σχηματισμοὺς ἀηδεῖς καὶ ὅλα διόλου σωρείαν ἐλεεινὴν καὶ ἄπευκτον; διεκρίνομεν τοίνυν ἐκεῖ ἀδελφὸν ἀπὸ ἀδελφοῦ, εὐειδῆ ἀπὸ δυσειδοῦς, φιλόκαλον ἀπὸ δυσείμου, νέον ἀπὸ γεγηρακότος; οὐδαμῶς.

πάντα ἠφάνισται, πάντα διέφθαρται. μία ἡ ὕλη, ὥσπερ καὶ ἡ φύσις, τεθεώρηται. καί γε εἰ ἐξηρευνήσατό τις ποῦ ποτε ἦν ἐν ἐκείνοις τὸ ἐπιθυμητικὸν τῆς ἡδονῆς, ἢ τὸ ἀπολαυστικὸν τῆς τροφῆς, ἢ τὸ ἀναπαυστικὸν τοῦ ὕπνου, ἤ τινος ἄλλου τῶν κατ’ ἔφεσιν σαρκὸς ἐγκειμένων τῷ δυστήνῳ ἡμῶν σαρκίῳ, οὔμενουν γέλωτός φημι, μετεωρισμοῦ τε καὶ φιλιασμοῦ, καλλωπισμοῦ τε καὶ στρηνιασμοῦ, βλακευμοῦ τε καὶ περπεριασμοῦ, οὐδαμῶς εὑρήσει· πάντα γὰρ ἀπέδρασε καὶ συμπεπόρευται τῷ παρελθόντι, εἰς τιμωρίαν αἰώνιον· ὅπερ ἀπείη ἐπί τινος τῶν ἀδελφῶν ἡμῶν λέγειν, καὶ μάλιστα ὅτι ὁ νυνὶ ὁσίως κοιμηθεὶς εἰς ζωὴν ἀτελεύτητον, καλῶς ἀμείψας τὰ ἐνταῦθα διὰ τῆς ἀνοθεύτου ὑποταγῆς καὶ ὑπακοῆς αὐτοῦ· νέος, ἀλλὰ πολιὸς τῷ φρονήματι· μικρὸς τῇ ἡλικίᾳ, ἀλλὰ μέγας τῷ πνεύματι, οὗ οὐκ ἔστιν ἁμαρτία ὡς ἐμὲ γινώσκειν μᾶλλον ὑμῶν σαρκός, καθ’ ὅσον οἷόν τε· καὶ τὰ ἔξω δὲ καὶ ὑμῖν διέγνωσται πάντα καλὰ καὶ ἐπαίνου ἄξια. Ῥαφαὴλ ὁ καλός, ὁ εὐγενὴς ὡς ἀληθῶς τῇ τηρήσει τῆς θεομιμήτου εἰκόνος, τολμῶ καὶ λέγειν ὁ ἀξίως ὁμώνυμος τοῦ πρωτοστάτου τῶν ἀγγέλων. τοσοῦτον ἐγὼ περὶ τοῦ παιδὸς ἔχω ἤδη τὴν πληροφορίαν, ἔχοιτε δὲ καὶ αὐτοί· δίκαιον γάρ.

ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, ὅτι οὕτως καὶ τοιῶσδε μικρὸν ὕστερον καὶ ἡμεῖς παρελευσόμεθα, τὸ αὐτὸ ὅπερ ὁρῶμεν ἐν τοῖς ἀδελφοῖς ἡμῶν πεισόμενοι, ἤγουν ἀποθανούμενοι καὶ προτεθησόμενοι καὶ ἐνταφησόμενοι, οὐ μὴν ἀλλὰ καὶ διαῤῥυησόμενοι καὶ ἀποτεφρωθησόμενοι.

Ἐπεὶ οὖν τοῦτο πάντως καὶ οὐκ ἔστιν, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, κατὰ τὸ ᾀδόμενον, παρακαλῶ καὶ δέομαι, ὁσίως βιοτεύσωμεν, καθαρῶς πολιτευσώμεθα, ἀνενόχως καὶ ἀκατακρίτως, ἀμολύντως καὶ ἀῤῥύπως, οὐ μόνον τὴν σάρκα, ἀλλὰ καὶ τὴν ψυχὴν ἁγνὴν διαφυλάττοντες, τὴν μὲν ἀπὸ παντὸς πτώματος δουλαγωγοῦντες καὶ ὑποτάσσοντες αὐτὴν τῷ πνεύματι (ὡς ἂν μὴ ἐξαγριαίνοιτο καὶ κατεπανίσταιτο διὰ τῆς ἐπ’ ὀμφαλοῦ γαστρὸς κινήσεως, μᾶλλον δὲ καθέλκοιτο καὶ ὑποπιάζοιτο, ἠρεμοῦσα καὶ οὐ σφριγῶσα τοῖς ἐξ αὐταρκείας καὶ εὐταξίας μέτροις καὶ σταθμοῖς ἐπὶ βρώσεως καὶ πόσεως, ὕπνου καὶ ἀναπαύσεως, χαλινουμένη τῷ θείῳ φόβῳ ἄριστα), τὴν δὲ ἐκ λογισμῶν ἀκαθάρτων καὶ ἐννοιῶν τηροῦντες ἀσυνδύαστον, ὅλην πρὸς θεὸν ἀναπτερουμένην, τὸ κάλλος ἐκείνου ὁρῶσαν καὶ φανταζομένην, ὅτι καὶ μόνον αὐτὸ ἐράσμιον καὶ ὡραῖον καὶ ἀγαπητὸν ὡς ἀληθῶς, τὰ δ’ ἄλλα πάντα εἴδωλα ἔρωτος καὶ οὐκ ἔρωτες, φαντασία κάλλους καὶ οὐ κάλλος, τῇ προσευχῇ καὶ ταῖς ψαλμῳδίαις καὶ θείαις μελέταις περιφρουροῦντες αὐτήν, ὅπως ἀμφοτέρωθεν εὐαρεστῶμεν τῷ καλῷ νυμφίῳ, Χριστῷ τῷ θεῷ.

καὶ εἰ οὕτως διανύσωμεν τὸν δρόμον, εὖ καὶ μακάριον· οὐ γὰρ ἀποθανούμεθα, ἀλλὰ ζήσομεν, οὐ διαῤῥυησόμεθα, εἰ καὶ διαῤῥυώμεθα, ἀλλὰ συστησόμεθα μικρὸν ὕστερον διὰ τῆς παλιγγενεσίας, ἐπαινεθησόμεθα δὲ παρὰ τῶν ἔτι ζώντων τὰ εἰκότα, καὶ ψαλοῦσιν ἐφ’ ἡμῖν εὐκταῖα τὰ ἐπιτάφια, ἐγκώμια ἡμῖν συνείροντες καὶ ἀξίους ψαλμοὺς ἐπᾴδοντες, τὸ “μακαρία ἡ ὁδός, ἣν πορεύῃ σήμερον, ὅτι ἡτοιμάσθη σοι τόπος ἀναπαύσεως καὶ ὅπου χορὸς ὁ τῶν ἀγγέλων”· καὶ τὸ “ἐν σκηναῖς δικαίων” καὶ ὅσα ἄλλα ἐπιφημίζεται, ἀναμνηστικὰ τῆς ὑπακοῆς καὶ ταπεινώσεως ἡμῶν, τῶν κόπων καὶ τῶν ἀγώνων ἡμῶν, τῆς ἀγάπης καὶ πίστεως ἡμῶν, ἣν πρὸς ἀλλήλους καὶ πρὸς τὸν καθηγούμενον εἰλικρινῶς ἐνεδειξάμεθα, τῆς ὑπομονῆς καὶ καρτερίας ἡμῶν μέχρις αὐτοῦ θανάτου, ἣν ἐν τῇ ἀθλητικῇ ἡμῶν ὑποταγῇ ἐφυλαξάμεθα. καὶ ταῦτα τί πρὸς τὰ μέλλοντα; μικρὰ καὶ μηδαμινὰ ἀπεικονίσματα καὶ ἰνδάλματα. σκόπει γάρ μοι ἐκεῖνα, ἃ μέλλομεν ἀπολαύειν οἱ θείως βιοτεύοντες, ἡνίκα ὁ θεὸς ἐμφανῶς ἥξει, ἡνίκα “προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ”, ἡνίκα καθίσει κριτήριον φοβερὸν καὶ τῶν πράξεων ἡμῶν αἱ βίβλοι ἀνοιγήσονται, τῆς ἐκ δεξιῶν παραστάσεως, τῆς ἀγγελικῆς ἀναῤῥήσεως, τῆς εὐλογημένης φωνῆς καλούσης ἡμᾶς ἐπὶ βασιλείαν οὐρανῶν, ἐπὶ παραδείσου ἀπόλαυσιν, ἐπὶ κόλπους Ἀβραάμ, ἐπὶ σκηνὰς ἁγίων καὶ ὁσίων.

ἐκεῖ εὐφρανθησόμεθα, ἐκεῖ ἀγαλλιασόμεθα, ἐκεῖ ἀπολαύσομεν, “ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη”, χαρὰν ὑπὲρ χαράν, φῶς ὑπὲρ φῶς, ζωὴν ὑπὲρ ζωήν, δόξαν ὑπὲρ δόξαν, τιμὴν ὑπὲρ τιμήν. καὶ τίς εἴπῃ; τίς λαλήσῃ; τίς ἐννοηθῇ τὰ ἀλάλητα καὶ ἀδιανόητα; πρὸς ταῦτα οὐκ ἐπειχθησόμεθα μᾶλλον καὶ μᾶλλον, ἀδελφοί μου; οὐκ ὀξυποδήσομεν ἔτι καὶ ἔτι; οὐκ ἐπιδραμούμεθα θερμότερον μᾶλλον πρὸς ὑπακοήν, πρὸς ταπεινοφροσύνην, πρὸς ἁγνείαν, πρὸς εὐχαριστίαν, πρὸς προσευχήν, πρὸς ἀγογγυσίαν, πρὸς ὑπομονήν, πρὸς ἐργασίαν, πρὸς εὐθύτητα, πρὸς καθαριότητα, πρὸς πάντα τὰ τελειοῦντα καὶ καταρτίζοντα τὸν ἔσω ἄνθρωπον, πρὸς πτωχείαν, πρὸς πένθος, πρὸς κατάνυξιν, πρὸς εὐλάβειαν, πρὸς ὀνειδισμόν, πρὸς χλευασμόν, πρὸς ῥαπισμὸν καὶ κολαφισμόν, πρὸς αὐτὸν ὡς εἰπεῖν τὸν σταυρόν, ἵνα σταυρούμενοι ὡς συμπάσχοντες τῷ Χριστῷ καὶ συνδοξασθῶμεν αὐτῷ ἐν τῷ μέλλοντι αἰῶνι; ἀλλ’ ἀτονήσωμεν ἆρα ὅλως, ἢ ἀναπέσωμεν, ἢ ἀχθεσθῶμεν, ἢ ὀλιγωρήσωμεν, ἢ εἴπωμεν “ἀρκεῖ ἕως τοῦδε”; ἢ ξενοπαθήσωμεν ἐπιτιμώμενοι, ἢ γογγύσωμεν, ἦ ἀπαυθαδιάσωμεν, ἢ μεγαλοῤῥημονήσωμεν, ἢ ἀνυποτακτήσωμεν, ἢ τέλεον ἀποῤῥαγησώμεθα; φεῦ, μὴ γένοιτο, ἀλλὰ πάντα οἴσωμεν προθύμως καὶ γενναίως, ὦ ἀδελφοί, συμβουλεύω καὶ δέομαι ὑμῶν.

εὖ δὲ ὄντως ἐφρόνησαν οἱ μακάριοι καὶ τρισμακάριοι μάρτυρες τοῦ Χριστοῦ, ὅσιοί τε καὶ δίκαιοι, καὶ πρό γε τούτων ἀπόστολοι, προφῆται, πατριάρχαι καὶ πᾶς ὅστις οὖν τῶν σωθέντων, κενώσαντες τὰ αἵματα, συγκοπέντες ὑπὲρ Χριστοῦ, τὸ μαρτύριον τῆς συνειδήσεως τηρήσαντες διὰ θλίψεων καὶ ὀδυνῶν, διὰ περιστάσεων καὶ κοπετῶν· ὑστερούμενοι, ὡς γέγραπται, θλιβόμενοι, οἳ μὲν γὰρ δι’ αἵματος, οἳ δὲ διὰ βίου ἐπέτυχον τῶν ἐπαγγελιῶν. τί οὖν λείπει καὶ ἡμᾶς, τὰ αὐτὰ παθόντας, τὰ ἐκείνοις ὅμοια συναπολαῦσαι; οὐδέν, ἢ μόνον τὸ θελῆσαι· ἐθελήσαμεν δὲ ἤδη διὰ τῆς προλαβούσης ἀποταγῆς ἡμῶν, διὰ τῆς ἐκ κόσμου ἀναχωρήσεως, τῆς ἐνταῦθα ἕως τοῦ παρόντος κακουχίας καὶ ταλαιπωρίας, ὑπομονῆς καὶ καρτερίας ἐν τῇ ὑποταγῇ. ἔτι μικρὸν θελήσωμεν καὶ μακάριοί ἐσμεν, καὶ μακαρισθησόμεθα ἐξίσου τοῖς ἁγίοις καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσομεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα, κράτος, τιμὴ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞϚʹ. Ὅτι τοῖς ὅπλοις τῆς ἀρετῆς ἑαυτοὺς περιφράξαντες εὐχερῶς ἀντιπαραταττόμεθα τὸν πικρὸν καὶ ἀσσύριον νοῦν διάβολον, καταβάλλοντες αὐτοῦ τὰς ποικίλας καὶ πολυτρόπους μηχανάς. Ἀδελφοὶ καὶ πατέρες, καὶ κυβερνήτης τοὺς συμπλωτῆρας καὶ στρατηγὸς τοὺς συστρατιώτας προσφθέγγεται καὶ προθυμοποιεῖται, ὃ μὲν πρὸς τὴν δυσκολίαν τῶν ἀνέμων καὶ τὴν ἐπανάστασιν τῶν κυμάτων, ὃ δὲ πρὸς τὴν τῶν ἐναντίων παράστασιν καὶ τὴν συμβολικὴν τοῦ πολέμου πεῖραν, διεγείροντες ἑκάτεροι ἀμφοτέρους, εὐθαρσοποιοῦντες πρὸς τὰ περιιστάμενα. κἀγὼ τοίνυν ὁ ταπεινὸς καὶ ἐλάχιστος τὸ αὐτὸ ποιούμενος πρὸς ὑμᾶς τοὺς στρατιώτας τοῦ Χριστοῦ παρακαλῶ καὶ ἐκδυσωπῶ, στῆναι γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, “ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη”, ὡς ὁ λόγος, “πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου”, πρὸς τὸν πικρὸν καὶ πολέμιον καὶ ἀσσύριον νοῦν διάβολον, πρὸς τὸν ἀρχέκακον καὶ σκολιὸν ὄφιν ἐκεῖνον, ὃς εὐθὺς κατ’ ἀρχὰς τῆς κοσμοποιΐας ἐν Παραδείσῳ εἰσδύσας κατὰ τοῦ προπάτορος ἡμῶν Ἀδὰμ ἐκινήθη, καὶ τοῦτον δελεάσας τῇ γεύσει τῆς παρακοῆς τῆς ἀθανάτου τρυφῆς ἐξωστράκισεν, οἴκτιστον καὶ ταλαίπωρον βίον παρασχόμενος αὐτῷ τὴν ἐνταῦθα διατριβήν.

αὐτὸς οὖν κατὰ γενεὰν καὶ γενεὰν ἐμπορευόμενος καὶ συμπλεκόμενος τῷ γένει τῶν ἀνθρώπων οἷα καὶ ἡλίκα ἐξετέλεσεν καὶ ἐκτελεῖ, ἴσμεν ἅπαντες ἀναγινώσκοντες τὰς Γραφάς. αὐτός ἐστι καὶ νῦν, ἀδελφοί μου, ὁ ἐφεδρεύων ἡμῖν, ὁ συρίζων καὶ ἕρπων, ὁ σαίνων καὶ κολακεύων, ὁ ὑποδυόμενος τὰ ποικίλα καὶ πολύτροπα πρόσωπα τῆς ἀπάτης καὶ λανθανόντως εἰσερχόμενος καὶ ἐκπορευόμενος καὶ θηρεύων ψυχὰς τὰς ἀστηρίκτους.

πολλῆς οὖν πρὸς τοῦτον νήψεως λοιπόν, πολλῆς ἀγρυπνίας, πολλῆς ἐπισκέψεως καὶ ἐπιμελείας, ἵνα μὴ βάλλῃ καὶ τιτρώσκῃ, ἀλλ’ ἵνα γινώσκηται οἷός ἐστι τοῖς νοήμασι καὶ τοῖς δελεάμασι, καὶ πρὸς τούτοις τὰ τρόπαια ἱστῶντες τῆς εὐσεβείας πολεμοῦμεν καὶ ἀποτρεπόμεθα αὐτόν, μὴ κατοκνοῦντες μηδὲ καταῤῥᾳθυμοῦντες, ὁσάκις ἂν καὶ ὑποπίπτωμεν, ὑπὸ τὸ πταιστὸν τυγχάνοντες· ἀλλ’ ὥσπερ ἐκεῖνος οὐκ ἐνδίδωσιν, οὐδ’ ἀποκάμνει ἀποτυχὼν τῆς ἀπωλείας ἡμῶν, ἐὰν καὶ πλειστάκις τῆς ἡμέρας ἐπιδράμῃ, ὁ αὐτὸς δέ ἐστιν ὡς μηδ’ ἀρξάμενος, ἐπεμβαίνων αὗθις καὶ δριμύτερον ἴσως συμπαραλαμβάνων μεθ’ ἑαυτοῦ καὶ ἕτερα πνεύματα τῆς πονηρίας, οὕτω παρακαλῶ καὶ ἡμεῖς μηδαμῶς ἀποστῶμεν, μηδ’ ἀναπέσωμεν τῇ ῥᾳθυμίᾳ ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἐλλείψεσι, κἂν πολὺ τὸ ἐπιμελὲς ἐνδεικνύμεθα, ἀλλ’ εἰς ἀεὶ κατὰ τὸ ἴσον ἐκείνῳ ἀναφέρωμεν καὶ τὸ πρόθυμον καὶ τὸ διεγερτικόν, τὸ εὐμετάμελον καὶ ὑπαρκτικόν, τὸ ἀνανεωτικὸν καὶ ἀνατατικόν, ὡς ἂν ἀντιῤῥόπου οὔσης τῆς πρὸς τὸν ἐναντίον δυνάμεως ἡμῶν ὁρᾷ θεὸς καὶ εὐφραίνεται.

ἐπικουροῦσιν ἡμῖν θεοκινήτως οἱ ἄγγελοι· οὐ γὰρ ἐφθάσαμεν, ἀδελφοί μου, εἰς τὸ μέτρον τῆς ἀπαθείας, ἤτουν ἀπολεμησίας, ἵν’ ἡσυχάζῃ ὁ νοῦς ἀπὸ τῆς πρὸς αὐτοὺς πάλης· τοῦτο γὰρ ἤδη τοῖς πολλοῖς ἄθλοις καὶ ἱδρῶσι καὶ ἀγῶσι σὺν τῇ θείᾳ χάριτι ἀπεκληρώσαντο καὶ ἀποκληροῦνται οἱ ἀποκληρωσάμενοι· ἡμῖν δ’, οἷς τὸ ἐμπαθὲς ἔτι ἐπικρατεῖ, χρεία τοῦ μὴ κατολιγωρεῖν τοῦ ἀγῶνος καὶ τῆς καθ’ ἑκάστην ἡμέραν τε καὶ ὥραν μεταποιήσεως καὶ οἷον ἀρχοποιήσεως τῶν βελτιόνων. καὶ τοῦτο τῶν ἀγωνιζομένων, καὶ οὗτος τῶν ἀθλούντων ὁ στέφανος, καὶ ἅγιον μὲν τὸ ἐν ὅροις φθάσαι τῆς ἀπαθείας, μακάριον δὲ καὶ τὸ δεύτερον, τὸ μὴ ἡττηθῆναι ἐν τοῖς πολέμοις, ἀλλ’ ἐν τῷ ἀεὶ διανίστασθαι οὕτω φθασθῆναι καὶ τελειοποιηθῆναι· τοῦ μαρτυρίου γὰρ καὶ οὗτος ἀπολήψεται τὸ στέφος, ἐπειδὴ οὐδεὶς στρατιώτης οἴκαδε ἐκ τοῦ πολέμου ἀναστρέφων καὶ τῷ βασιλεῖ ἐπιδεικνύων τὰ ἐκ τῶν βελῶν στίγματα, τὰς ὠτειλάς τε καὶ τὰ τραύματα, καταισχύνεται ἢ κατακρίνεται, τοὐναντίον δὲ ἐπαινεῖται καὶ εἰσοικίζεται καὶ δωροφορεῖται καὶ στεφανηφορῶν πορεύεται.

Ἀγωνισώμεθα τοίνυν λοιπὸν ὡς στρατιῶται Χριστοῦ, καὶ τὸν καιρὸν μὴ ἄλλο τι ἡγησώμεθα, ἢ καιρὸν συμβολῆς ἐχθρῶν, τόξων καὶ βελῶν ἐπαναστάσεις, ὅτι “πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους”, καθὼς γέγραπται, ὅλην τὴν ἡμέραν παρατάσσοντες πολέμους, παγίδα ἱστῶντες, ἐνεδρεύοντες, ὀρύσσοντες βόθρον, μυρία μηχανώμενοι, ἀπλήρωτα διατιθέμενοι καὶ ὑποκρινόμενοι. τίς οὖν αὐτοὺς φύγῃ; τίς διαδράσει; τίς οὐ προσκόψει τὸν πόδα; τίς οὐ περισχεθήσεται τοῖς σχοινίοις αὐτῶν, ταῖς παγίσι, ταῖς ἐπιβουλαῖς, τοῖς ὀλέθροις; τίς ἄλλος ἤ, καθὼς τῷ μεγάλῳ Ἀντωνίῳ ἀπεκαλύφθη, ἡ ταπεινοφροσύνη, ἡ σύζυγος ὑπακοή, ἡ ἄοκνος προσευχή, ἡ τοῦ ἔργου προθυμία, ἡ ἀναντίλογος εὐπείθεια, ἡ ἀγόγγυστος εὐκινησία, ἡ ἔπειξις τοῦ ἀνυστάκτου λογισμοῦ, πρὸς ἀποτροπὴν τῶν αἰσχρῶν ἐννοιῶν, πρὸς εἰσδοχὴν τῶν ἀγαθῶν θεωρημάτων, ἡ κατεγρήγορσις ὕπνου, εὐχῆς, ψαλμῳδίας, ἀγρυπνίας, γονυκλισίας· ἐργασία καὶ σπουδὴ ἡ πρὸς τούτων καὶ μετὰ τούτων ἐξαγόρευσις τῶν κρυπτῶν, φυγὴ παῤῥησίας, συμμετρία λόγου· τούτοις γὰρ καὶ τοῖς τοιούτοις ἠσφάλισται ὁ ἔνδον ἡμῶν ἄνθρωπος, ἀποτρέπεται ὁ δι’ ἐναντίας μηδὲν ἰσχύων καθ’ ἡμῶν. τοιγαροῦν, τέκνα καὶ ἀδελφοί, πρόσσχωμεν, μὴ διαβιβάσωμεν τὰς ἡμέρας ἡμῶν ἀκερδῶς.

ἤδη ἡ ἡμέρα παρῆλθεν αὕτη καὶ ποῦ ποτε αὐτὴν ἔτι ὀψόμεθα καὶ τὸ ἔργον, ὃ εἰργασάμεθα, ἀπογέγραπται· καὶ εἰ μὲν καλόν, εὖγε· εἰδ’ οὐχ οὕτως, ἀβάλε. φυλαττώμεθα οὖν τὰς αἰσθήσεις ἀσύλους, κάτω νενευκότες ὡς τὰ πολλά.

ὁ ὀφθαλμὸς ἔστω σύννους, μὴ διαχεόμενος, μηδὲ περιελκόμενος ὧδε κἀκεῖσε· οὐ γάρ ἐστιν ὁρᾶν ἐν ὀφθαλμῷ· βλέπειν ἔστιν ἐν ψυχῇ· εἰκονίζει γὰρ ταύτην ὁ ἔξω ἄνθρωπος· τὸ πρόσωπον μήτε σκυθρωπόν, μήτε διακεχυμένον, ἀλλ’ οἷον εὔκρατόν τε καὶ ἥμερον, τῇ κατηφείᾳ τὰ πολλὰ λαμπρυνόμενον, ἐκ δακρύων καὶ κατανύξεως ἐπιλαμπόμενον· τὸ βάδισμα ὑμῶν ταπεινὸν καὶ ἀνέκπληκτον, μὴ σοβαρευόμενον διὰ τῆς ἀνατάσεως τῶν ὤμων καὶ τῆς συνδήσεως τῶν ὀφρύων, τῆς τε στρεπτικῆς βηματίσεως καὶ τῆς σεισματικῆς ἀνατινάξεως· ἡ λαλιὰ ὡσαύτως κεχαριτωμένη ἐν συμμετρία τοῦ λόγου καὶ ἐν συντονίᾳ τῆς φωνῆς, καὶ ἐν καταστάσει τῶν ὀφθαλμῶν καὶ τῶν λοιπῶν μελῶν· οὐχὶ ἐν ἀνοίξει μυκτήρων, οὐδ’ ἐν κινήσει χειρῶν καὶ συστροφῇ προσώπου· ἄρτιος γάρ ἐστιν ὁ τοῦ θεοῦ ἄνθρωπος κατὰ πάντα, ὄργανόν τι ὢν καὶ ὑπὸ τοῦ ἐνοικοῦντος αὐτῷ πνεύματος κινούμενον καὶ πρὸς τὸ λέγειν, καὶ πρὸς τὸ ὁρᾶν, καὶ πρὸς τὸ ἐσθίειν, καὶ πρὸς τὸ πίνειν· μηδὲ γὰρ ὧδε λυσσωδῶς ὅλον τὸν νοῦν εἰς τὸ βρῶμα ἐνιλυσπῶντες, ἀλλ’ ἐν ἀκροάσει τῆς προσοχῆς τῶν ἀναγνωσμάτων ἢ καὶ εὐσεβοῦς ἐννοίας τοὺς δαγμοὺς ἡμῶν ποιούμεθα, μὴ πενταδακτυλοῦντες, μηδ’ ἐπαλλήλως μηδὲ γοργῶς αἴροντες καὶ φέροντες ἐν τῷ στόματι, μηδὲ ὑπερμεγέθη τὰ δαγμεῖα λαμβάνοντες· ἀλλὰ κἂν ἐκ καμάτου τις εἴη, κἂν ἐκ κόπου τοῦ τυχόντος, αἰρέτω μὲν τὰ μείζονα τυχὸν πρὸς τὸν ἕτερον, τοσοῦτον δ’ ὅσον καθήκει, ἵνα μὴ αἰσχύνην ἑαυτῷ ἐνεργάζηται διὰ τῆς ἀσχήμου ἐσθιάσεως· πάντα γὰρ εὐσχημόνως διδασκόμεθα καὶ κατὰ τάξιν ποιεῖν.

οὕτως δέον παρατηρεῖσθαι ταῦτα, ὥσπερ καὶ ἐν ἐνδύμασι καὶ ἐν ὑποδήμασι· μὴ παραχρᾶσθαι, μηδ’ ὡς ἀλλοτρίων καταφρονεῖν, ἀλλ’ ὡς δεσποτικοῖς προσέχειν. καὶ περὶ πάντα ἔστω κύριος ὁ θεὸς μεθ’ ὑμῶν, ἵνα μὴ εἰς μακρὸν ἐκτείνωμεν τὴν κατήχησιν, εὐλογῶν καὶ κατευοδῶν καὶ συνετίζων ὑμᾶς εἰς ἀνάληψιν τῶν ἀγαθῶν ἐπιτηδευμάτων, εἰς διόρθωσιν τῶν ἐσφαλμένων, εἰς καταρτισμὸν τῶν ἐγκεκριμένων, εἰς πᾶσαν εὐστάθειαν καὶ ἀγαθωσύνην, πληρῶν καὶ ἀποπληρῶν ὑμᾶς τῶν θείων αὐτοῦ δωρημάτων, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΖʹ Περὶ προκοπῆς τοῦ σεμνοῦ ἡμῶν βίου καὶ τοῦ θερμῶς διεγείρεσθαι πρὸς τὰς διακονίας, ὡς τῷ θεῷ ἀναφερομένης τῆς ἐργασίας, καὶ τοῦ μὴ δουλικῶς ἐνάγειν τὴν ἀδελφότητα, ἀλλ’ ἀδελφικῶς. Ἀδελφοὶ καὶ πατέρες, τῆς κατηχήσεως ἤδη κατὰ τὸ ἔθος γινομένης, ἴσως ἔστι τινὰς ὑπολαμβάνειν καὶ λέγειν, ὅτι ἴσον ἐστὶ τὸ κατηχεῖσθαι ἡμᾶς τοῦ μὴ κατηχεῖσθαι, διὰ τὸ κατηχουμένους μηδόλως προβαίνειν εἴς τι χρησιμώτερον τοὺς ἀκούοντας ἀλλ’ οὐχ οὕτως ἔχει πρὸς μὲν γὰρ τὸ ἀκρότατον ἀρετῆς, εἰ τοῦτο ἀποσκοπήσειέ τις, εὑρήσει πάντως οὐ ψευδῶς τὸ λεγόμενον, ἐπειδὴ ὅσον τις δοκεῖ προκόπτειν ἐν τῷ ἀγαθῷ, τοσοῦτον ἐπαισθάνεται ἀπολιμπάνεσθαι τοῦ τελείου· φύσις γὰρ τοιαύτη τῆς ἀρετῆς, πρὸς δὲ τὴν ἀλήθειαν ἐπιδίδωσιν ἕκαστος χάριτι Χριστοῦ εἰς τὸ βελτιώτερον, καὶ ἐπαύξει ἐν ταῖς ἀγαθαῖς ἐργασίαις. πῶς γὰρ ἂν καὶ μὴ ἐπιδώσειεν ψυχή, ὡς οἷον φυτόν τι ἀρδευομένη καὶ κατασκαπτομένη ταῖς συνεχέσιν ὑπομνήσεσιν; ἐπεὶ “καὶ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν”, κατὰ τὸν παροιμιώδη λόγον, ὥσπερ καὶ “ὁμιλίαι κακαὶ φθείρουσιν ἤθη χρηστά”, κατὰ τὸν ἀπόστολον. ἐπιλογισώμεθα δὲ παρακαλῶ, ὅτι εἰ τῆς κατηχήσεως γινομένης ἐνισταμένην ἐν ἡμῖν ὁρῶμεν τὴν κακίαν, πόσῳ γε μᾶλλον, εἰ μὴ λόγος ἐλαλεῖτο καὶ ὑπόμνησις ἐζητεῖτο καὶ ἀνεκαλύπτετο ταῦτα οὕτως καὶ ἑτέρως;

ἀναγκαία οὖν ἡ κατήχησις καὶ λυσιτελοῦσα τὰ κράτιστα, πάτριος γάρ ἐστι καὶ πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον. ὤφελον δὲ τοιαῦτά με παραινεῖν ὑμᾶς, ὡς ἔχειν δύναμιν ἑλκύσαι πάντας εἰς ἀγάπην θεοῦ, εἰς ὁμόνοιαν εἰρηνικήν, εἰς εὐταξίαν θεοπρεπῆ, εἰς πᾶσαν ἀγαθὴν ἐπιτήδευσιν. ἐγὼ δ’ ὁρῶ ἐμαυτόν, ἀδελφοί μου, ἀπολιμπανόμενον τοῦ κατ’ ἀξίαν, καὶ λόγου καὶ βίου, καὶ λυποῦμαι καὶ ἀσχάλλω καὶ ἀγωνιῶ καὶ ἀδημονῶ, καὶ σφαδάζει μου ἡ ψυχὴ κάμνουσα τόνῳ, πῶς καὶ ἡλίκως εὑρεθῶ ὑμῖν χρήσιμος ἀμφοτέρωθεν. ἀλλ’ εἰ καὶ ἀπολιμπάνομαι, αὐτοί, δέομαι, μηδόλως ὑπονοστήσητε, μηδὲ εἰς τὸ κατόπιν ἔλθοιτε, προβαίνοιτε δ’ ἀεὶ καὶ προκόπτοιτε· καὶ ἀναβάσεις ἀγαθὰς ἐν ταῖς καρδίαις ὑμῶν διατίθεσθε, ἐκ δόξης εἰς δόξαν ἀρετῆς μετερχόμενοι· καὶ ἀναθεωροῦντες τοὺς βίους τῶν ἁγίων μιμεῖσθε τοὺς αὐτῶν τρόπους πῶς γὰρ ἐκεῖνοι βεβιώκασι καὶ πῶς εὐηρεστήκεισαν τῷ κυρίῳ; ἀλλ’ ἢ διὰ ταπεινοφροσύνης καὶ ὑπακοῆς, ὑποταγῆς καὶ εὐπειθείας, ὑπομονῆς καὶ καρτερίας, φέροντες καὶ ἕλκοντες τοὺς πόνους καὶ ἱδρῶτας τοὺς ἀσκητικούς, κατ’ ἐγκράτειαν βρώματος καὶ πόματος, καθ’ ὑπομονὴν ἐργοχείρου εὐτονίας· εἶτα τὴν εἰς ἀλλήλους ἀγάπην ἀσπαζόμενοι, ἀποδιδράσκοντες φθόνου, ἔριδος, μίσους, ζήλου, προσπαθείας τῶν ἰδίων, ἐγκρατευόμενοι ῥημάτων ἀργῶν, συντυχιῶν ἀνωφελῶν, στρήνων καὶ γελώτων καὶ τῶν ἄλλων ὀλεθρίων παθῶν.

ζηλωταὶ τοίνυν αὐτῶν, εἴπερ καὶ τῆς μερίδος ἐφιέμεθα τούτων, ὀφείλομεν γενέσθαι, ἀδελφοὶ τιμιώτατοι, καὶ μηδαμῶς ἐκλύεσθαι ταῖς ἀτονίαις, μηδὲ σαθροῦσθαι ταῖς ὀλιγοψυχίαις, ἀλλὰ πυρὸς θερμότερον τὸ καθ’ ἡμέραν διεγείρεσθαι εἰς τὰς προσούσας ἡμῖν ἐργασίας, πνευματικάς τε λέγω λειτουργίας καὶ σωματικὰς διακονίας, τὸ δ’ ὅλον εἰπεῖν, ἐπὶ παντὸς θεϊκάς.

Βλέπετε λοιπὸν οἷοι ἐστέ, ἐν αἷς κατειλημμένοι ὑπάρχετε, ὅτι οὐκ ἐμοί, ἀλλὰ θεῷ ἀναπέμπεται ὑμῶν ἡ ἐργασία. βλέπε ὁ κατὰ τὸ κελλάριον, πῶς ἀόκνως ἐπιστήκεις τῇ διακονίᾳ, διανέμων ἑκάστῳ τὰ πρὸς χρείαν ἀπροσπαθῶς καὶ ἀπροσκλήτως. βλέπε ὁ κατὰ τὸ ἀριστητήριον, πῶς ἀσφαλῶς διατίθεσαι τὰς τραπέζας, μή τι σφαλερὸν καὶ κρύφιον ἐν ὑμῖν γίνεται ἀτόπημα, ὅτι οὐ κέκρυπται τῷ παντεφόρῳ βλέμματι τοῦ θεοῦ, εἰ καὶ λανθάνειν οἴεταί τις ἄνθρωπον βλέπε ὁ κατὰ τὸ ἑψητήριον, πῶς τὰ ἐδέσματα τῶν ἀδελφῶν ἑψεῖς καὶ ἀπαρτίζεις, μή τι κατ’ ἀμέλειαν ὡς τὰ ὀφείλοντα ἡδέα γενέσθαι ἀνήδεα ἀπεργαζόμενος διὰ ῥᾳθυμίας καὶ καταφρονήσεως. βλέπε ὁ κατὰ τὸ βεστιάριον ἐφιστάμενος, ὅτι καὶ μᾶλλον ἡ διακονία ἐπίπονος πρὸς τὰς ἑβδομαρησίους ὑπαλλαγάς. μὴ δῷς ὕπνον τοῖς ὀφθαλμοῖς σου, μηδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ εὕροις τὸ δέον προσαρμόζειν ἑκάστῳ, στεργόντων ὑμῶν πάλιν τῶν λαμβανόντων καὶ ἀρκουμένων τῇ παροχῇ τοῦ δεδομένου, κἂν ὁποῖον ἂν εἴη εὐτελὲς καὶ διεῤῥωγὸς καὶ ῥυπῶδες, ἔχοντος ἐκείνου μὲν τὸ κρῖμα τῆς ἐπιδόσεως, σοῦ δὲ ἐξανύοντος τὸν τῆς ἀθλήσεως μισθὸν ὡς κατ’ ὀφθαλμῶν τοῦ κυρίου.

πρὸς τὰς ἄλλας διακονίας (τὴν τοῦ σκυτείου καὶ μεμβραναρίου, τὴν τοῦ κανισκαρίου καὶ ὑφανταρίου, τὴν τοῦ χαλκείου καὶ βυρσείου, τὴν τοῦ κηπουροῦ καὶ τεκτοναρίου, τὴν τοῦ ἁλιέως καὶ κανδηλαρίου, τὴν τοῦ μάγκιπός τε καὶ εἴ τινος ἄλλου) οἱ προέχοντες ὡς ἐν προσώπῳ κυρίου οὕτως παρίστασθε, οὕτως ἐργάζεσθε, οὕτως ἄγοιτε τοὺς μεθ’ ὑμᾶς, καὶ μάλιστα οἱ τοῦ ἀμπελῶνος ἐργάται· μὴ δουλοπρεπῶς, μηδὲ μισθοπρεπῶς, ἀλλ’ υἱϊκῶς καὶ ἀδελφικῶς ἐξερχόμενοι καὶ ἐργαζόμενοι, τινὶ μὲν καιρῷ ἀναπαυόμενοι, ἡνίκα πάρεστιν ὁ τοιοῦτος, αὖθις δὲ διανιστάμενοι καὶ προθύμως τὸ διὰ χεῖρας ἔχοντες ἐργαλεῖον, ὡς ἁγιάζεσθαι ὑμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· μηδεὶς προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, μηδὲ ψευδολογείτω ὡς πρὸς τὰ ἐλαφρότερα ἔργα μεταβιβάζεσθαι διὰ ἀδυναμίαν· εἰ μὲν γὰρ ἀληθές, ἐπιγνωσθήσεται παρὰ τῶν ἐπιστημόνως τὰ τοιαῦτα ἐπιτηρούντων· εἰ δὲ χάριν ἑτεροθρησκείας καὶ ὀλιγοψυχίας, μὴ ὑποκρινέσθω τὴν ἁμαρτίαν, ὅτι οὐκ εἰς ἀγαθὸν τάχα ἐνεχθήσεται ἡ τοιαύτη σκαιωρία. χρὴ δὲ ἕκαστον τὰ ταπεινὰ καὶ βαρύτερα ἐκλέγεσθαι, τὸ ὅσον δὲ ἐφ’ ἑαυτῷ καὶ μὴ τὰ ἐναντία, εἴ περ ζητεῖ γενέσθαι θεοῦ ἐργάτης.

τοῦτο δὲ λέγω οὐχ ἵνα τὰ παρὰ τὴν δύναμίν τις πράσσοι, ἀλλ’ ἵνα μὴ ψευδηγορίας εἶδος καὶ τρόπος ἐπιφαίνηται μεταξὺ ὑμῶν (ἐντεῦθεν γὰρ αἱ ταραχαὶ καὶ αἱ ἀκαταστασίαι καὶ αἱ τῶν ἔργων ἀσυμφθασίαι), ἀλλ’ ἵνα τὰ πάντα καθαρῶς καὶ ἀδελφικῶς ἐκτελῆτε, μιᾶς οὔσης ἐπὶ πάντων καὶ κοινῆς καὶ τῆς ζημίας τῶν κακῶν, καὶ τῆς ἐπιτυχίας τῶν ἀγαθῶν, καὶ τῆς τῶν πνευματικῶν ἔργων ἐπαυξήσεως, καὶ τῆς τῶν σωματικῶν ἔργων ἀπαρτίσεως· καὶ εἰ οὕτω φρονῶμεν καὶ ἐν ἀλλήλοις περιχωρῶμεν ἀγαπητικῶς καὶ ἀδελφικῶς, ὡς ἐν μιᾷ ψυχῇ οἱ πάντες, οὐδὲν συμβήσεται κατὰ τὸ ἐλλιπές, ἀλλ’ εὐθυπορήσομεν ἡμέραν ἐξ ἡμέρας ἀμείβοντες τὸν τῆς ζωῆς ἡμῶν χρόνον, καὶ φθάζοντες εἰς τὸ τῆς μεταστάσεως στάδιον· ἐν ᾧ καταξιώσειεν ἡμᾶς ὁ ἀγαθὸς θεὸς ἡμῶν τῶν ἀφθάρτων καὶ αἰωνίων αὐτοῦ ἀγαθῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΗʹ. Διδασκαλία παραινετικὴ περὶ τοῦ διατηρῆσαι τὴν ἀθλητικὴν ἡμῶν ὑποταγὴν ἄψευστον καὶ ἀνόθευτον, ἣν ὡμολογήσαμεν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, τί διδάσκει ἡμᾶς ὁ θεῖος ἀπόστολος; τί παραινεῖ λέγων “ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας; ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν”. ὡς ἀγαθὸς τοίνυν πατὴρ καὶ διδάσκαλος διεγείρει ἡμῶν τὸ ῥᾴθυμον, τὸν τῆς ψυχῆς νυσταγμὸν ἀποτινάσσων ἐκ τῶν νοητῶν ἡμῶν ὀφθαλμῶν· καταρτίζει ἡμῶν τὰ κατὰ θεὸν διαβήματα, ἐμβιβάζων ἡμᾶς εἰς τὴν τρίβον τῆς ἀγαθοεργίας. ὑπακούσωμεν τοιγαροῦν τῆς θείας διδασκαλίας· διαναστῶμεν προθύμως. ἐκνήψωμεν ἔτι καὶ ἔτι· βαδίσωμεν προθυμότερον, ὅτι ἤδη ἡ ἡμέρα κέκληκε τῆς ἑκάστου ἡμῶν ζωῆς, καθὼς ὁρῶμεν τοὺς ἀδελφοὺς ἡμῶν προαρπαζομένους καὶ τὸ ὀλιγοστὸν διάστημα τοῦ βίου ἡμῶν ἐν ἑκάστῃ ἡλικίᾳ ἐνθεωρούμενον· ἁρπάζονται γὰρ οὐ μόνον πρεσβῦται, μεσηλικιοῦντές τε καὶ νεάζοντες, ἀλλὰ καὶ παῖδες καὶ βρέφη.

καὶ εἰ μέν, ἕως ἔτι ὁ καιρὸς ἐνδοίη καὶ τῆς ζωῆς ἡμῶν λείποιτο χρόνος, σπουδάσωμεν καὶ ἀγωνισώμεθα, εὖ ἂν ἔχοι· ζησόμεθα γὰρ εἰς αἰῶνας καὶ ἀπολαύσομεν χαρᾶς ἀνεκλαλήτου· εἰ δ’ ἀπαρασκευάστοις τῶν ἀγαθῶν ἔργων καὶ ἀνετοίμοις τοῦ κατὰ ψυχὴν εὐτρεπισμοῦ ἐπισταίη ἡμῖν τὸ πέρας τοῦ παρόντος βίου καὶ ἐπιδύοι ἡμῖν ὁ τῆς ζωῆς ἥλιος, οὐαὶ ἐπὶ οὐαὶ ὄντως, καὶ σκότος ἐπὶ σκότῳ, καὶ ἀγγελία πονηρὰ ἐπ’ ἀγγελίαν πονηροτέραν. καὶ τίς ἐξαιρήσεται ἡμᾶς ἐκ τῶν χειρῶν τοῦ δράκοντος, ἢ τίς ἔσται ἄνεσις ἡμῖν κολαζομένοις ὑπὲρ τῆς ἀπροσεξίας, ἐν ᾗ κακῶς τὸν παραυτίκα βίον μετηλλαξάμεθα; λοιπὸν “ὁ ἀθετῶν ἀθετείτω, ὁ ἀνομῶν ἀνομείτω”, καθὼς γέγραπται. πρὸς τοὺς ἀποδράσαντας ὁ λόγος, μᾶλλον δὲ προσευκτέον ὑπὲρ αὐτῶν καὶ ἀνακλητέον· οὐ γάρ τοι θέλει ὁ θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.

ὑμεῖς δὲ χάριτι Χριστοῦ, οἱ ἐν τῇ ἀθλητικῇ ὑμῶν ὑποταγῇ ὑπομεμενηκότες καὶ ἀδιαψεύστους ὑμῶν τὰς ὁμολογίας καὶ συνθήκας διαφυλάξαντες ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, χαίρετε καὶ εὐφραίνεσθε, ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν οὐρανοῖς ἀποθησαυρίζεται, εἴπερ προσέχετε καὶ ἐμμένετε, ἀκούοιτε καὶ πράττοιτε, τηρεῖτε καὶ φυλάσσετε πάντα τὰ διατεταγμένα ὑμῖν ἐν κυρίῳ καὶ πρὸς τῆς ἡμῶν ταπεινώσεως ὑπομιμνησκόμενα· οὐ γὰρ ὀφείλουσιν οἱ τινὸς δεσπότου πιστοὶ θεράποντες ταῖς ἐπί τινων ὁμοδούλων ἀθετήσεσι πτοεῖσθαι καὶ παρασαλεύεσθαι τοῦ δέοντος, τοὐναντίον δὲ καὶ προσεκτικώτεροι καὶ φιλοδεσποτώτεροι καὶ στερεώτεροι τῷ φόβῳ καθίστασθαι, ὥσπερ οὐδὲ πιστοὶ στρατιῶται κατολιγωρεῖν ἐκ τῆς βασιλικῆς παραστάσεώς τε καὶ δουλείας, ἐσθ’ ὅτε τῶν τινῶν συστρατιωτῶν κακοβουλίαις φατρίαις τε καὶ ἀθετητικαῖς συσκευαῖς εἰσβληθέντων. εἰ δ’ ἐπὶ τῶν κάτω καὶ λυομένων ταῦτα, τί ἐπὶ τοῦ μεγάλου καὶ πρώτου καὶ μόνου καὶ ἀληθινοῦ δεσπότου τε καὶ βασιλέως τῶν βασιλέων; ἐκείνῳ γὰρ ἐστρατεύθητε, τέκνα καὶ ἀδελφοί, καὶ ὑπ’ ἐκείνῳ τάττεσθε, καὶ αὐτῷ δουλεύετε νύκτωρ τε καὶ μεθ’ ἡμέραν, καὶ ὁ ἀθετῶν εἰς αὐτὸν ἀθετεῖ, καὶ ὁ ἀνομῶν εἰς αὐτὸν ἀνομεῖ, εἴπερ μὴ παρέργως ἀναγινώσκητε τὰ παρὰ τοῦ θείου καὶ μεγάλου Βασιλείου νομοθετούμενα, ἢ καὶ τὰ κατὰ τὴν ὁσίαν Κλίμακα κηρυττόμενα.

Ἀλλ’ ὅμως, καίπερ τηλικούτων ὄντων φοβερῶν τῶν κριμάτων τῆς ἀποστασίας, κατὰ τὰς ἁμαρτίας μου οὐ παύονταί τινες ἀποῤῥήγνυσθαι τῆς συναφείας, οὐχ ὑμῶν, ἀλλὰ δι’ ὑμῶν τοῦ ἁγίου πνεύματος, ὥς φησιν ὁ αὐτὸς μέγας Βασίλειος· εἶτα καὶ τὸν Ἰούδαν μιμούμενοι, καθ’ ἡμῶν καὶ καθ’ ὑμῶν κινοῦντες τινάς—οὐκ οἶδ’ ὅ τι εἴπω φυγὼν τὸ κατηγόρημα—, ἵνα εἰ οἷόν τε ὅσον τὸ κατ’ αὐτοὺς διὰ τὸ μὴ λύεσθαι καὶ συμπαρανομεῖν ἡμᾶς ἄρωσι καὶ τὸ μνημονεύεσθαί με ἐν ζῶσιν. ἀλλὰ ταῖς ἐμαῖς ἁμαρτίαις ἐπιγραφέσθω τὸ αἴτιον· ἐγὼ γὰρ ὁ κακὸς ποιμήν, καὶ ἐγὼ ἀποτίσω τὸ κρῖμα, πλὴν ὅτι ἀνήγγειλα τὴν ῥομφαίαν ἐρχομένην· ἀλλ’ ὡς δοκῶ οὐδ’ ὀλιγάκις οὐδὲ χαύνως καὶ βλέπετε πῶς οἱ δοκοῦντες στήκειν στήκετε, πῶς οἱ λογιζόμενοι ἑαυτοὺς ἀκινήτους εἶναι ἐν τῷ καλῷ ἀπαρασάλευτοι διαμένετε, πῶς οἱ ὁμολογοῦντες τὴν ψυχὴν ὑπὲρ ἐμοῦ τιθεῖν ἕνεκεν ἀγάπης θεοῦ τὰς ἐπηρείας ὑποφέρετε· “οὐ γὰρ ὁ λέγων μοι”, φησί, “κύριε, κύριε, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς”, ἐκεῖνός μού ἐστιν. ἃ ἐπιφέρετε, ἐσαλεύθητε ἀκηκοότες; ἀλλὰ μηδαμῶς, στηρίζοισθε δ’ ἐν κυρίῳ μᾶλλον καὶ μένοιτε ἀδιάπτωτοι, βεβηκότες ἐν τῷ τῆς ταπεινοφροσύνης ἐρείσματι. πλὴν προσέχετε καὶ γνωρίζετε οἵοις τρόποις ἁλίσκονται οἱ ἁλισκόμενοι· θέλεις γάρ, φησί, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον παρ’ αὐτῆς.

θέλετε καὶ αὐτοὶ μὴ φοβεῖσθαι τὸ πτῶμα; τὸ μαρτύριον διασώσασθε τῆς ὁμολογίας ὑμῶν, τὰ κατ’ αὐτὴν διατεταγμένα πράσσοιτε καὶ μηδαμῶς εἰς τὰ ὀπίσω ὑπονοστήσητε, κατὰ τὰς ἐπιφορὰς τῆς πολυθλιψίας αὐτῆς· ἐκ γὰρ τοῦ ὀλιγωρεῖν καὶ ἀνοικείως τοῦ ἐπαγγέλματος πορεύεσθαι, ἤγουν τοῦ ἄρχεσθαι σκληρύνεσθαι, τραχύνεσθαι, αὐθαδίζεσθαι, ἀλαζονεύεσθαι, ὑπερηφανεύεσθαι, εἴτουν ἐκ τοῦ γογγύζειν, ἐκ τοῦ λαθροφαγεῖν, ἐκ τοῦ ψιθυρίζειν, ἐκ τοῦ περπερεύεσθαι, ἐκ τοῦ ἰδιοῤῥυθμεῖν, ἐκ τοῦ μὴ ἐξαγορεύειν ἢ ἐκ τοῦ ἀφιέναι σαπρὸν λόγον, ῥῆμα ὑβριστικόν, ἢ ἐκ τοῦ μὴ ἐπιδέχεσθαι εὐπειθῶς τὰ προστεταγμένα, τὰ διδόμενα κατὰ χρείαν ἐπὶ ἐνδύματος, βρώσεως, ὑποδήματος, ἀλλὰ ζητεῖν καὶ ἀναζητεῖν ἐκ τοῦ “δός μοι τοῦτο καὶ ἐκεῖνο”, καὶ “οὐκ ἀρέσκει μοι τόδε παρὰ τόδε”, καὶ “οὗτινος χάριν οὐκ ἔλαβον παρὰ τὸν ὁδεῖνα τὸ κάλλιον καὶ χρησιμώτερον; ἐπεὶ πρότερός εἰμι τῷ σχήματι καὶ πηλίκος καὶ τηλικοῦτος.” ἐκ τούτου κατὰ μικρόν, ὥσπερ ἀπὸ κλίμακός τινος ὑψηλῆς, τῆς ἀρετῆς καταβιβαζόμενος καὶ οὐχὶ ἀναβιβαζόμενος, ἀποπίπτει εἰς τὸν βόθρον τῆς ἀποστασίας. ὥστε, εἰ μὴ βούλησθε, μηδὲ θέλητε ἀποστῆσαι, τὰ ἐφόδια αὐτῆς φεύγοιτε, ἅπερ εἰσὶ τὰ προειρημένα· ὁ γὰρ μὴ ἐκεῖνα φυλαττόμενος, πάντως, κἂν μὴ παρευθύ, ἀλλὰ μικρὸν ὕστερον κρημνισθήσεται καὶ ἀπολεσθήσεται καὶ ἰουδαΐσει· ὅπερ μὴ γένοιτό τινι.

διὰ τοῦτο γὰρ προλέγω καὶ οὐ ψεύδομαι, ὡς αὐτοὶ ἐπίστασθε καὶ ὡς οὐκ ἔστιν ἄλλως διὰ λείας ὁδοῦ καὶ εὐπόρου καὶ ἀγαθῆς ὁδεῦσαι ἐπὶ βασιλείαν οὐρανῶν, ἢ διὰ τῆς ἐναντίας, τῆς προειρημένης, ἤτοι δι’ ὑπακοῆς καὶ εὐπειθείας, μακροθυμίας καὶ ὑπομονῆς, εὐχαριστίας ἐπὶ τοῖς διανεμομένοις καὶ ἀποδοχῆς, κἂν εὐτελές ἐστι τὸ διδόμενον, κἂν πενιχρόν, κἂν παρ’ ἀξίαν πρὸς τὴν τοῦ πέλας θεωρίαν. ἄλλος γάρ ἐστιν ὁ κριτὴς καὶ ὁ διανομεύς, καὶ ἀποδώσει κύριος κατὰ τὰ ἔργα αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως. σοῦ δὲ ἔστω τὸ ὑπομονητικόν, ἀδελφέ, τὸ εὐχάριστον, τὸ ἀτάραχον, τὸ ἀγόγγυστον, κἂν παραθεωρηθῇς πρὸς τοὺς ἄλλους, κἂν ἀπρονόητος ὅλως διαμένοις. ὥστε εἰ καὶ ἀνιμάντης περιπατοίης, εἰ καὶ ἀκούκουλλος, εἰ καὶ μονοχίτων, κατὰ τὸν παρόντα καιρὸν τοῦ κρύους, ὥστε σε τρομάσσειν ἐκ τοῦ ψύχους καὶ μὴ συγκρατεῖσθαι τοῖς μέλεσι, μηδαμῶς ἀγανακτήσῃς, παρακαλῶ· μηδαμῶς παρακούσῃς, μηδαμῶς ἐπιφθέγξῃ ῥῆμα βλάσφημον. τοῦτό σοι ἐγκελεύεται ὁ Χριστὸς διὰ τῶν ἁγίων αὐτοῦ· τοῦτο καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ἐπιφθεγγόμεθα· ταῦτα γὰρ τὰ ἆθλα τῶν ὑποτακτικῶν· διὰ ταῦτα μάρτυρες, διὰ ταῦτα στεφανῖται τῷ πρωτάθλῳ τοῦ κυρίου· εἰ δὲ μὴ ταῦτα, κενὸν τὸ ὄνομα, ματαία ἡ ἐλπίς.

καὶ ὡς προεῖπον, ἐκ τῶν ἀνοικείων λόγων καὶ τρόπων ταῖς κατὰ μικρὸν ὑποβάσεσιν ἀντὶ μάρτυρος ἀρνητὴς ἀποδειχθήσῃ, καὶ ἀντὶ ἀθλητοῦ λιποτάκτης, ἀντὶ στεφανίτου κατῃσχυμμένος οὐ μόνον ἐν τῷ νῦν αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ἀλλ’ ἀπείη πᾶς κακίας ἀφ’ ὑμῶν τρόπος καὶ λόγος, εἴη δ’ ἐν ὑμῖν πᾶν παράδειγμα καὶ ὑπόδειγμα πατροπαράδοτον εἰς ἔτι πνευματικὸν ὑμῶν θησαύρισμα, εἰς ψυχῆς ἀγαλλίασμα, εἰς πλοῦτον περιουσίας ἀρετῶν, εἰς ἐφόδιον ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ϞΘʹ. Παραινετικὸς εἰς τὴν εἴσοδον τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας. Ἀδελφοί μου καὶ πατέρες, οὐχ οὕτως περὶ ὑμῶν ἐστι λέγειν νῦν, καθάπερ πάλαι ἐν τοῖς προφήταις, ὅτι “ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν”. ἐστὲ γὰρ χάριτι Χριστοῦ νήφοντές τε καὶ γρηγοροῦντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι. ἐπὰν γὰρ τὴν λήμην τῆς τοῦ κόσμου προσπαθείας περιήρατε ἐκ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὑμῶν διὰ τῆς κατὰ τὴν ὑποταγὴν ἱερᾶς πολιτείας ὑμῶν, καὶ καθαρῶς βλέπετε τὰ πράγματα, τὴν τοῦ βίου λέγω ματαιότητα, τὴν ἐπάλληλον φορὰν ἐν πᾶσι τρόποις τῆς ἀνθρωπίνης περιδονήσεως, καὶ ὅτι ἓν μόνον ἐστὶ στάσιμον καὶ ἀγαπητὸν καὶ ἐραστόν, ὁ θεός, καὶ τὸ πρὸς αὐτὸν φέρεσθαι διὰ τῆς ἐναρέτου βιώσεως.

Εὐλογητὸς οὖν κύριος ὁ θεὸς τῶν πατέρων, ὁ καταξιώσας ὑμᾶς τῆς μερίδος ταύτης μετόχους γενέσθαι καὶ ἐντὸς τοῦ κατὰ φιλοσοφίαν εἶναι βίου. τὰ ἄνω λοιπὸν βλέπωμεν, οὗ ἡ κεφαλὴ ἡμῶν ὁ Χριστός. περινοούμεθα μή τι τῶν χαμαιζήλων καὶ φθειρομένων καὶ ῥεόντων, ἀλλὰ τῶν οὐρανίων καὶ ἐπουρανίων τὰ κάλλη, τῶν ἐκεῖσε ἀῤῥήτων καὶ ἀποῤῥήτων ἀγαθῶν τὰς ἀναπαύσεις καὶ ἀπολαύσεις, ὧν οὔτε νοῦς ἐφικέσθαι, οὔτε οὖς σημανθῆναι, οὔτε καρδία ἀναλήψεσθαι οἷόν τέ ποτε, διὰ τὸ ὑπερβάλλον τῆς ἀγαθότητος.

ἐν τούτοις, εἴπερ δῴη ὑμῖν δύναμιν κύριος ὑπομονῆς μέχρι τέλους ἐνεγκεῖν τὸν ἀγῶνα τὸν προκείμενον ὑμῖν τῆς ἀσκήσεως, εὖ οἶδ’ ὅτι φθάσετε καὶ ἐπαναπαύσεσθε ἔνθα “ἀπέδρα ὀδύνη λύπη καὶ στεναγμός”, κατὰ τὸ γεγραμμένον, μέγα τότε εὐχαριστοῦντες τῷ κυρίῳ, τῷ κεκληκότι ὑμᾶς εἰς τόδε τὸ ἱερὸν σχῆμα καὶ ὑπὲρ οὗ ἕκαστος κεκοπίακεν ἀποφυγῆς τοῦδε τοῦ κακοῦ καὶ αἱρέσεως τοῦδε τοῦ ἀγαθοῦ· καὶ οὐδεμία αἴσθησις τῶν παρόντων ἀλγεινῶν, ἀλλ’ ὅτι καὶ μὴ πλείονας ἠγωνίσμεθα καὶ δεδώκαμεν πόνους, ὀδυρμούς τε καὶ κόπους μέχρις αἵματος, μᾶλλον διαπληκτισόμεθα· οἷον γάρ ἐστι, τέκνα καὶ ἀδελφοί, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἰδέσθαι, ὁπόταν ἥξῃ ἐμφανῶς μετὰ τῶν ἀναριθμήτων μυριάδων ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ καθίσῃ κριτήριον παγκόσμιον, συνάγων ἐκ τῶν τεσσάρων γωνιῶν τῆς γῆς πάντα τὰ ἔθνη, πᾶσαν ψυχὴν καὶ πνοήν, ἀνακαλύπτων τὰ ἔργα τοῦ σκότους καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν, εὐθύνων τε ἑκάστου τὸ ἔργον καὶ τὴν πρᾶξιν, πῶς οἳ μὲν ἀρθήσονται μετὰ χαρᾶς ἐν τῇ δεξιᾷ στάσει τοῦ κυρίου, οἳ δὲ μετὰ αἰσχύνης ἀνυποίστου ἐν τῇ εὐωνύμῳ, καὶ οἳ μὲν ἀποκληρωθήσονται ἐν μοναῖς φωτειναῖς, ἐν κόλποις Ἀβραάμ, ἐν τῇ τρυφῇ τοῦ Παραδείσου, ἐν χοροῖς ἀγγέλων, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἳ δὲ ἀπενεχθήσονται ἐν πυρὶ ἀσβέστῳ, ἐν βορᾷ σκωλήκων, ἐν ἀφεγγεῖ σκότει, ἐν βρυγμῷ ὀδόντων, ἐν τόποις ταρτάρων, ἐν δεσμοῖς ἀλύτοις, ἐν καταχθονίοις ᾅδου, ἐν ταῖς λοιπαῖς τιμωρίαις, κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οἷον τότε οἳ μὲν ἐκλάμψουσιν ὡς ὁ ἥλιος, σκιρτήσουσιν ἐν εὐφροσύνῃ, ἀγαλλιάσονται ἐν θυμηδίᾳ καρδίας, δοξάσουσιν ἐν ὕμνοις ἀσιγήτοις, συνέσονται, ᾧ καλῶς δεδουλεύκασιν ἀγαθῷ δεσπότῃ, μάρτυρες τῆς αὐτοῦ ὁμολογίας, κενώσαντες τὰ αἵματα· ἀπόστολοι, προφῆται, ὁμολογηταί, ὅσιοι καὶ δίκαιοι, κατόπιν τούτων τὸ μαρτύριον τῆς συνειδήσεως ἐπιδειξάμενοι, ἀρχιερεῖς, ἱερεῖς, μονασταί, λαϊκοί, πάντες ἐν παντὶ ἀγαθῷ πληρώματι καὶ ἐπιτηδεύματι· οἳ δὲ οἷον βρύξουσι καὶ στενάξουσι καὶ ἀποκλαύσονται καὶ κατατακήσονται καὶ ὀλολύξουσιν, οὐαὶ ἐπὶ οὐαὶ λέγοντες καὶ ἀβουλίαν ἐπὶ ἀβουλίαν καταμεμφόμενοι καὶ τῆς ἀνακλήσεως καιρὸν οὐκ ἔχοντες, ἐξαγκωνισμένοι τε καὶ δεδεμένοι καὶ ὑπὸ ἀποτόμων ἀγγέλων κατεπειγόμενοι καὶ κατατυπτόμενοι, μᾶλλον δὲ αὐτοὶ ὑφ’ ἑαυτῶν αὐτοκατάκριτοι καὶ αὐτοκατάδικοι εἰσερχόμενοι εἰς ἃς ἀπενεμήθησαν κατ’ ἀξίαν βασάνους, οὐχὶ ἕως τόσου καὶ τόσου—οὐ γὰρ χρονικὴ ἔμφασις ἐκεῖσε—, ἀλλ’ εἰς αἰῶνας αἰώνων· “ἀπελεύσονται γάρ”, φησίν, “οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς κόλασιν ἀτελεύτητον”.

Εἰ τοίνυν ἄρα ταῦτα ἐπιλογιζόμενοι ἐν αἰσθήσει καὶ οὐ κατὰ δόνησιν (οὐ γὰρ φάσμα τι, ἀλλὰ μικρὰ εἰκασία τῶν ἐκεῖσε λεγομένων), ἀκηδιάσωμεν ἐν οἷς ἐσμεν πόνοις καὶ ἱδρῶσιν; ἢ ὑπονοστήσωμεν κἂν μικρὸν εἰς τὰ ὀπίσω ἐκ τοῦ κατ’ ἀρετὴν βίου; ἢ ὀλιγωρήσωμεν τὸ ἐπίμονον τῆς παραυτίκα ζωῆς; ἢ οὐχὶ καὶ μᾶλλον διασεισθησώμεθα τὰς καρδίας καὶ διαναστησώμεθα θερμότερον πυρός, εἰς τὸ τελέσαι τὰ δέοντα πρὶν ἡμέρας μεταστατικῆς; διὸ πρόσσχωμεν, ἀδελφοί μου, οὕτως ἀναλαμβάνειν· ὁ γὰρ μὴ ἐν τούτοις ὤν, ἥλω ὑπὸ τῶν παθῶν πάντως, ῥέγχει, καθεύδει, μυοπάζει, βαρυκαρδεῖ, φιληδονεῖ, φιλονικεῖ, ζηλοῖ, περπερεύεται, ὀκνεῖ, ἀναδύεται, κύπτει κάτω ὡς ἄρκος ζητῶν μόνον τί φάγῃ καὶ πίῃ· βρύχει ὡς λέων, ἐπὰν ἀποτύχῃ τῶν πονηρῶν βουλευμάτων· πηδᾷ ὡς πάρδος, ποικιλολογῶν καὶ πολυτροπῶν διὰ τὰς ἡδονάς· δολιεύεται ὡς ἀλώπηξ φθάσαι τὸ κατ’ ἔφεσιν ζητούμενον· μηνιᾷ ὡς κάμηλος, ἀποδιδοὺς τὴν χρονίαν τὸ πέλας ἀντιλύπησιν· γαυριᾷ ὡς ἵππος θηλυμανῶν κατὰ σωμάτων ἐμψύχων καὶ ἀψύχων· ἀναιδεύεται ὡς λύκος παῤῥησιαζόμενος, εἰς τὸ ἀπολέσαι τὴν ψυχὴν αὑτοῦ ἢ καὶ ἑτέρου. καὶ τί δεῖ λέγειν τὰ πολύμορφα τῆς κακίας πάθη, θηρίοις παντοίοις ἀτιθάσοις οὐ μόνον παραβαλλόμενα, ἀλλὰ καὶ ὑπερβάλλοντα ἐν ἀγριότητι;

ὁ δὲ ἑστὼς ἐν τῷ τόπῳ τοῦ ἀγαθοῦ λογισμοῦ, τῆς παραδειχθείσης εἰκόνος ἀλλοίως ὡς ἄγγελος φωτίζεται, ὡς τὰ Χερουβὶμ ἐξαστράπτεται, ὡς τὰ Σεραφὶμ πολυομματεῖ, μή πού πώς ποτε εὑρὼν χώραν εἰσπηδήσῃ ὁ δράκων· ἀνδρίζεται ὡς στρατιώτης, ῥομφαίαν πυρίνην τοῦ τιμητικοῦ λογισμοῦ ἐπιφέρων κατὰ τῆς ἁμαρτίας· πυροκαυστεῖ τοὺς δαίμονας ταῖς ἀνάψεσι τῶν ἀγαθῶν ἐννοιῶν· πηγάζει ὡς κρήνη ἀέναος τὰ καθαρὰ νάματα τῆς κατανύξεως τῶν δακρύων· ἀνοικοδομεῖται ὡς ναὸς κυρίου τοῖς χρυσέοις λίθοις τῶν ἀρετῶν· πλήρης ἐστὶ δόξης, ταπεινώσεως, φωτός, προσευχῆς, ὡς ἀμνὸς ἄκακος, κατὰ μίμησιν τοῦ δεσπότου αὑτοῦ· οὐκ ἐρίζει, οὐδὲ κραυγάζει, ἀλλ’, εἰ καὶ δέει τυθῆναι αὐτόν, εἴκει καὶ πείθεται τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς· υἱός ἐστιν ὑψίστου, δι’ ὑπακοῆς καὶ ταπεινώσεως κατιὼν εἰς ὅπερ ἂν προσταγῇ. καὶ μακρὸν ἂν εἴη καταλέγειν τὰ εἰκονίσματα τοῦ θεοειδοῦς ἀνδρός, διὰ τὸ μὴ μηκύνεσθαι τὴν κατήχησιν.

Δέδεικται οὖν ὑμῖν “ἡ ζωὴ καὶ ὁ θάνατος”, ὥς φησιν ἡ Γραφή· ὃ θέλει ἕκαστος αἱρήσεται. ὑμεῖς δ’, ἀδελφοὶ καὶ πατέρες, ὡς προῃρήμεθα καὶ νῦν, παρακαλῶ, ἑλώμεθα τὸ ἀγαθόν, μᾶλλον καὶ μᾶλλον ἀλλήλους παραθήγοντες εἰς εὐσέβειαν, ἀλλήλους ὑπερβάλλοντες εἰς ταπείνωσιν, καί γε μάλιστα ὅτι· καὶ ὁ καιρὸς τῆς Τεσσαρακοστῆς ὑφέστηκε, μηδὲν πλέον τῶν διατεταγμένων πράττοντες· οὐ γὰρ ὃ θέλει τις ποιῶν, ἀλλ’ ὃ ἐντέταλται πράττων, ἐπὶ βρώσεώς τε καὶ πόσεως καὶ τῶν λοιπῶν, τὸ πρωτεῖον ἔχει τῆς ἀσκήσεως. ὅμως τὸ εἰς δύναμιν ἐπιδεικνύτω ἕκαστος· καθάρσιον γὰρ τοῦ παντὸς ἐνιαυτοῦ οἱ ἅγιοι πατέρες ἡμῶν τάσδε τὰς ἡμέρας διηγορεύκασιν· ἐν αἷς φωτισθείητε, ἁγνισθείητε, λαμπρυνθείητε, θεοποιηθείητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ρʹ. Παραινετικός, καὶ τὸ πῶς δεῖ ἀνθίστασθαι καὶ τροποῦσθαι τὰς προσβολὰς τοῦ διαβόλου, καὶ ὅτι πολλῆς ἡμῖν χρεία νήψεως καθ’ ἑκάστην ἡμέραν. Ἀδελφοὶ καὶ πατέρες, εἰ ἀκούειν ζητεῖτε τοῦ ταπεινοῦ μου λόγου, ἐγὼ δ’ ὡς χρέος ὑμῖν τοῦτον ἑκάστοτε διανέμω (δι’ ὑμᾶς γὰρ δύναμίς μοι τοῦ λέγειν τι μικρόν), ὁμολογῶ συνεργείᾳ τῆς τοῦ πατρός μου εὐχῆς τοῦτο μὲν ἐν τῇ παρούσῃ κατηχήσει, τοῦτο δὲ καὶ ἐν ἄλλαις συνθέσεσι ποιημάτων καὶ συγγραμμάτων, μελισμοῦ τε καὶ εἴ τινος ἄλλης εὐφυΐας λογικῆς τε καὶ πρακτικῆς. ὅθεν δέδοικα καὶ τρέμω, μήπως εἰς κρῖμά μοι περιστήσεται τὸ δῶρον, διὰ τὴν ἀσύνθετον καὶ ταλαίπωρόν μου ψυχήν· ἀλλὰ δέομαι ὑμῶν ἐκτενῶς, παρακαλεῖτε, ἐκδυσωπεῖτε τὸν φιλάνθρωπον θεόν, ἀκατάκριτόν με διατηρεῖσθαι ἐν τοῖς ὑπὲρ ἐμὲ δι’ ὑμᾶς διδομένοις μοι καὶ δέχεσθαι τὰ οἰκεῖα ὡς ὀφειλὴν ἀνυπέρθετον.

Τίς δὲ ὁ νῦν λόγος; “ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου”, κατὰ τὸν ἀπόστολον. ὅθεν πολλῆς ἡμῖν χρεία τῆς νήψεως, τῆς γρηγορήσεως, τῆς φροντίδος, τῆς ἐπιμελείας, τῆς ἐπείξεως καὶ γοργεύσεως, καὶ μέντοι τῆς τῶν πνευματικῶν περιφράξεως, οἷον πίστεως ἀδιστάκτου ὡς περικεφαλαίας λαμβανομένης, ὑπακοῆς ἀνυποκρίτου καὶ ταπεινώσεως ἀπροσποιήτου, ὡς ἀσπίδος καὶ θυρεοῦ προβεβλημένων, ἑκάστου ἄλλου εἴδους τῶν ἐν ἀρετῇ κατηριθμημένων, ἵν’ οὕτως δυνηθείημεν τροποῦσθαι τοὺς ἀοράτως ἡμῖν ἐφισταμένους· πάρεστι γάρ, ὡς ἴστε, ἑκάστοτε ὁ μέγιστος οὗτος καὶ δεινὸς πόλεμος, καὶ οὐδὲ μέχρις αὐτῆς τῆς προσευχῆς καὶ ἱερᾶς κοινωνίας ὑποστέλλεται· ἀνακινεῖ δὲ καὶ ἀναῤῥιπίζει λογισμούς, οὓς οὐ θέμις καὶ γλώσσῃ φθέγγεσθαι κατ’ αὐτῶν τῶν θείων δώρων, κατ’ αὐτῆς τῆς πίστεως ἡμῶν, κατ’ αὐτοῦ τοῦ θεοῦ. περιτρύζει οὖν λοιπὸν κεντουμένη ἡ ταπεινὴ ψυχὴ καὶ σφαδάζει τοῖς ἀντιῤῥητικοῖς λογισμοῖς; ἀλλ’ εὐθὺς ἡ βοήθεια παρὰ κυρίου καὶ ἡ ἀνατολὴ ἐξ ὕψους, τοῦ ἀποσοβεῖσθαι τὸν δράκοντα.

διὸ οὐ δέον ἡμᾶς ἀθυμεῖν, οὐδὲ καταπίπτειν ἐν τοῖς τοιούτοις· τῇ γὰρ ἀφοβίᾳ τῆς καρδίας ἀπερικτύπητος ὁ νοῦς διαμένει τῆς τοιαύτης ἐνέδρας, οὐ μόνον λέγω ἐπὶ τοῦ τῆς μεταλήψεως καιροῦ, ἀλλὰ καὶ ἐπὶ πάσης ἄλλης ὥρας, ὅτι καλῶς ἡμῶν ἀναστρεφομένων καὶ γαληνιώντων κατὰ διάνοιαν, ἢ ἐκ φθασάσης κατανύξεως, ἢ ἐκ καθαρᾶς προσευχῆς, ἢ ἐξ ἀναγνώσματος, ἤ τινος ἄλλης ἱερολογίας, κατεφίσταται ὁ ἀντίδικος ταράσσων καὶ διασείων τὴν καρδίαν καὶ ὡς ἀπὸ λιμένος εἰς κλύδωνα εἰσβάλλων, ἢ ὡς ἀπὸ ἡμέρας εἰς ζόφον ἡμᾶς λογισμῶν ἀνθυπεισάγων· καὶ γὰρ οὕτως ἔστιν ὁρᾶν ἐφ’ ἡμῖν, ὡς ἐν διαστήματί τινος ἡμέρας, ὅτι πῇ μὲν φαιδρύνεται τῇ λάμψει τοῦ ἡλίου, πῇ δὲ στυγνάζει τῇ τῶν νεφῶν ἐπιῤῥοίᾳ, καὶ αὖθις ἀνατέλλει καὶ πάλιν σκυθρωπάζει τῇ τοῦ ἀέρος πολυτρόπῳ ἀλλοιώσει. μὴ γὰρ οὐχὶ καὶ ἡμεῖς ἐσθ’ ὅτε λαμπρυνόμεθα καὶ πεφωτίσμεθα ἐν τῷ μέρει τῆς ἡμέρας διὰ τῆς ἀγαθῆς ἐπινοίας, εἶτα στυγνάζομεν καὶ ἐζοφώμεθα διὰ τῶν σκοτεινῶν λογισμῶν, καὶ πάλιν ἀποκαθιστάμεθα εἰς φωτισμόν, ἐπιλαμβανόμενοι προσευχῆς ἢ ἄλλης τινὸς ἀγαθῆς ἐργασίας, καὶ τοῦτο πολλαχῶς τῆς ἡμέρας; ἀλλ’ ἐπὶ μὲν τοῦ ἀέρος ἄλλως ἡ ἀλλοίωσις, φυσικὴ γὰρ καὶ ὡς ἡ τοῦ δημιουργοῦ τῶν ὅλων θεοῦ σοφία οἰκονομοῦσα τὰ καθ’ ἡμᾶς διοικεῖται· ἐπὶ δὲ ἡμῶν προαιρετικὴ καὶ τοῦ αὐτεξουσίου.

εἰ γὰρ καὶ πειρᾶται διὰ τῆς προσβολῆς ὁ διάβολος τὸ φῶς ἡμῶν σκῦλαι τῆς ἀγαθῆς καταστάσεως, ἰσχὺς ἡμῖν ἀποκρούεσθαι αὐτὸν καὶ ἀεὶ ἔχειν τὸν ἥλιον τῆς δικαιοσύνης καταλάμποντα τὸν νοῦν ἡμῶν, ὥσπερ εἶχον οἱ ἅγιοι καὶ ἔχουσιν οἱ καλῶς πολιτευόμενοι· καὶ νῦν γὰρ πολλοὶ ἅγιοι τυγχάνουσι καὶ ὡς “λίθοι τίμιοι κυλίονται ἐπὶ τῆς γῆς”, κατὰ τὸ γεγραμμένον, οὐκ ἐν τῷ σημεῖα καὶ τέρατα ποιεῖν (οὐ γὰρ ἐν τούτῳ ἡ ἁγιότης μόνον), ἀλλ’ ἐν τῷ τὴν πίστιν ὀρθὴν τηρεῖν καὶ τὰς ἐντολὰς ἀπαρατρώτους, τῷ ἀγάπην ἔχειν εἰλικρινῆ μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, τῷ καθαρεύειν μίσους, φθόνου, ἔριδος, τῷ συγχαίρειν τῇ τοῦ πέλας εὐδοκιμήσει, τῷ ἀνώτερον εἶναι δόξης ἀνθρωπίνης, τῷ εἴσω τῶν ὅρων τῆς αὐταρκείας μένειν ἐπὶ βρώσεως, πόσεως καὶ τῶν ἄλλων χρειῶν τοῦ σώματος.

καὶ τοῦτο περὶ πάντα ἄνθρωπον, περὶ δὲ ὑμῶν καὶ μάλα τῶν ἐκβεβηκότων τοῦ κόσμου καὶ ἐσταυρωμένων τῷ κυρίῳ, καὶ δῶρα μᾶλλον προσφερόντων, τὴν ἀκτημοσύνην καὶ τὴν παρθενίαν, οὓς οὐκ ἄν πώς τις εἴποι ἁγίους· ἀλλ’ ἐπιμείνωμεν φέροντες γενναίως τοὺς ὑποτακτικοὺς ἄθλους, τὰ τῆς ἀσκήσεως ἀλγεινά, τὴν ὀλιγοδεείαν κατὰ τὸν παρόντα καιρὸν τῆς νηστείας, τὴν κοπωτικὴν ἐργασίαν, τὴν εὐτελῆ φορεσίαν τῶν ἐνδυμάτων, τῶν ὑποδημάτων, τὴν λοιπὴν ἄλλην κακουχίαν, ἥνπερ καθ’ ἑκάστην ἀνατλᾶται· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθυπομένοντες καὶ μὴ ὑπενδιδόντες ὅλως, μηδ’ ἀποῤῥηγνύμενοι τῆς ὑποταγῆς ὑμῶν, μηδ’ αὖ ἐν τοῖς πάθεσιν ὑποπίπτοντες, ἀλλὰ πάντοτε πᾶσι τρόποις πολεμοῦντες ἅγιοι καὶ μετὰ ἁγίων ταχθήσεσθε, καὶ ὁ χορὸς ὑμᾶς δέξεται τῶν ὁσίων, καὶ ἐναγαλλιάσεσθε ἐν σκηναῖς τῶν μαρτύρων ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.