ἐν τούτοις, εἴπερ δῴη ὑμῖν δύναμιν κύριος ὑπομονῆς μέχρι τέλους ἐνεγκεῖν τὸν ἀγῶνα τὸν προκείμενον ὑμῖν τῆς ἀσκήσεως, εὖ οἶδ’ ὅτι φθάσετε καὶ ἐπαναπαύσεσθε ἔνθα “ἀπέδρα ὀδύνη λύπη καὶ στεναγμός”, κατὰ τὸ γεγραμμένον, μέγα τότε εὐχαριστοῦντες τῷ κυρίῳ, τῷ κεκληκότι ὑμᾶς εἰς τόδε τὸ ἱερὸν σχῆμα καὶ ὑπὲρ οὗ ἕκαστος κεκοπίακεν ἀποφυγῆς τοῦδε τοῦ κακοῦ καὶ αἱρέσεως τοῦδε τοῦ ἀγαθοῦ· καὶ οὐδεμία αἴσθησις τῶν παρόντων ἀλγεινῶν, ἀλλ’ ὅτι καὶ μὴ πλείονας ἠγωνίσμεθα καὶ δεδώκαμεν πόνους, ὀδυρμούς τε καὶ κόπους μέχρις αἵματος, μᾶλλον διαπληκτισόμεθα· οἷον γάρ ἐστι, τέκνα καὶ ἀδελφοί, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἰδέσθαι, ὁπόταν ἥξῃ ἐμφανῶς μετὰ τῶν ἀναριθμήτων μυριάδων ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ καθίσῃ κριτήριον παγκόσμιον, συνάγων ἐκ τῶν τεσσάρων γωνιῶν τῆς γῆς πάντα τὰ ἔθνη, πᾶσαν ψυχὴν καὶ πνοήν, ἀνακαλύπτων τὰ ἔργα τοῦ σκότους καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν, εὐθύνων τε ἑκάστου τὸ ἔργον καὶ τὴν πρᾶξιν, πῶς οἳ μὲν ἀρθήσονται μετὰ χαρᾶς ἐν τῇ δεξιᾷ στάσει τοῦ κυρίου, οἳ δὲ μετὰ αἰσχύνης ἀνυποίστου ἐν τῇ εὐωνύμῳ, καὶ οἳ μὲν ἀποκληρωθήσονται ἐν μοναῖς φωτειναῖς, ἐν κόλποις Ἀβραάμ, ἐν τῇ τρυφῇ τοῦ Παραδείσου, ἐν χοροῖς ἀγγέλων, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἳ δὲ ἀπενεχθήσονται ἐν πυρὶ ἀσβέστῳ, ἐν βορᾷ σκωλήκων, ἐν ἀφεγγεῖ σκότει, ἐν βρυγμῷ ὀδόντων, ἐν τόποις ταρτάρων, ἐν δεσμοῖς ἀλύτοις, ἐν καταχθονίοις ᾅδου, ἐν ταῖς λοιπαῖς τιμωρίαις, κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οἷον τότε οἳ μὲν ἐκλάμψουσιν ὡς ὁ ἥλιος, σκιρτήσουσιν ἐν εὐφροσύνῃ, ἀγαλλιάσονται ἐν θυμηδίᾳ καρδίας, δοξάσουσιν ἐν ὕμνοις ἀσιγήτοις, συνέσονται, ᾧ καλῶς δεδουλεύκασιν ἀγαθῷ δεσπότῃ, μάρτυρες τῆς αὐτοῦ ὁμολογίας, κενώσαντες τὰ αἵματα· ἀπόστολοι, προφῆται, ὁμολογηταί, ὅσιοι καὶ δίκαιοι, κατόπιν τούτων τὸ μαρτύριον τῆς συνειδήσεως ἐπιδειξάμενοι, ἀρχιερεῖς, ἱερεῖς, μονασταί, λαϊκοί, πάντες ἐν παντὶ ἀγαθῷ πληρώματι καὶ ἐπιτηδεύματι· οἳ δὲ οἷον βρύξουσι καὶ στενάξουσι καὶ ἀποκλαύσονται καὶ κατατακήσονται καὶ ὀλολύξουσιν, οὐαὶ ἐπὶ οὐαὶ λέγοντες καὶ ἀβουλίαν ἐπὶ ἀβουλίαν καταμεμφόμενοι καὶ τῆς ἀνακλήσεως καιρὸν οὐκ ἔχοντες, ἐξαγκωνισμένοι τε καὶ δεδεμένοι καὶ ὑπὸ ἀποτόμων ἀγγέλων κατεπειγόμενοι καὶ κατατυπτόμενοι, μᾶλλον δὲ αὐτοὶ ὑφ’ ἑαυτῶν αὐτοκατάκριτοι καὶ αὐτοκατάδικοι εἰσερχόμενοι εἰς ἃς ἀπενεμήθησαν κατ’ ἀξίαν βασάνους, οὐχὶ ἕως τόσου καὶ τόσου—οὐ γὰρ χρονικὴ ἔμφασις ἐκεῖσε—, ἀλλ’ εἰς αἰῶνας αἰώνων· “ἀπελεύσονται γάρ”, φησίν, “οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς κόλασιν ἀτελεύτητον”.