Ταῦτα οὖν γινώσκοντες καὶ πάλιν λέγω, μὴ ῥᾳθυμεῖτε, μὴ νυστάζετε, μὴ χλιαρεύεσθε, μὴ μάχεσθε, μὴ ἐρίζετε, μὴ ὑβρίζετε, μὴ κακολογεῖτε, μὴ παῤῥησιάζεσθε, μὴ περπερεύεσθε, μὴ γαστριμαργεῖτε, μὴ λαθροφαγεῖτε, προσθήσω δὲ ὅπερ οὐδὲ ἀκοῆς ἄξιον, ἀλλ’ οὖν διὰ τοὺς τινάς, μηδὲ κλέπτετε. ὁ ἀρχόμενος οὖν κάρυον κλέπτειν προβήσεται καὶ εἰς τὰ μειζότερα. ὁ σεσυνηθικὼς γραφεῖον κλέπτειν ἐνεχθήσεται καὶ ἱμάτιον ἆραι καὶ τὰ πλείω ἀπείη λέγειν. οὕτως ἐν ὑμῖν κλέμματα γίνονται ὅλως ἱματίων, πινακιδίων, γραφείων, ὀρταρίων, ζωναρίων, καλικίων, ἄλλου οὗτινος οὖν. ταῦτα καλῶς; ταῦτα οἱ δοῦλοι τοῦ Χριστοῦ, ταῦτα οἱ ξένοι τοῦ κόσμου; ταῦτα οἱ μὴ γηΐνην κληρονομίαν, ἀλλὰ τὴν οὐράνιον λαχόντες; ταῦτα οἱ ἅγιοι καὶ εὐλογημένοι καλούμενοι καὶ προσκυνούμενοι ὑπὸ ἀνθρώπων; οὔτως τοσοῦτον ἡ σπουδή, ἡ προκοπή, ἡ βελτίωσις ὑμῶν; ἀλλ’ οὐκ εἰς πάντας τὸ ἔγκλημα, καὶ μὴ θαυμάσητε, εἰ ἀπὸ ἐπαίνων εἰς ψόγους καταφέρομαι· πρὸς ἑκατέρους γὰρ τὰ ἑκάτερα ἀναγκάζεται προσφέρειν ὁ λόγος. ταῦτα, εἰ καὶ ἐγένετο, ἀλλ’ ἀπὸ τοῦ νῦν μὴ γένηται, παρακαλῶ, ἀντιβολῶ, προστάσσω, ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν κατήχησιν πράξει ἕν τι τοιοῦτον, ἔστω τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἀλλότριος, εἰ μὴ διὰ μετανοίας καὶ ἐξαγορεύσεως θεὸν ἐξιλεώσηται. ἀλλὰ καὶ ὁ προκεκλοφὼς οὐκ ἂν ἄλλως ἰαθήσεται, ἢ διὰ τῆς φανερώσεως.