Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΙΑ΄-Κ΄: Κοινοβιακή ευταξία, εγκράτεια και μοναχική αποταγή

Προτροπές για την πνευματική προκοπή της αδελφότητος, οδηγίες περί εγκρατείας κατά την περίοδο της νηστείας, καθώς και παραινέσεις για υπομονή στους ασκητικούς κόπους και αληθινή ακτημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 12

ΚΑΤΗΧΗΣΙΣ ΙΑʹ. Ὅτι χρὴ σπεύδειν καὶ ἀνδρίζεσθαι πρὸς τοὺς πνευματικοὺς ἡμῶν ἀγῶνας, ὡς ἂν ἀπολάβοιμεν τοὺς τῆς ὑπομονῆς στεφάνους. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, καλόν ἐστι τὴν εὐεργεσίαν τοῦ θεοῦ μὴ ἀποκρύπτειν, ἀλλὰ ἀναγγέλλειν, καιροῦ καλοῦντος, ἣν ἐφ’ ὑμᾶς ἄρτι καθορῶ, ὅπως καὶ ἐκ τούτου μᾶλλον προθυμότεροι γενώμεθα· ἤδη γάρ, διὰ τῆς χάριτος τοῦ Χριστοῦ, τῇ ἐπαλλήλῳ κατηχήσει καὶ τῇ ἐπὶ τὸ αὐτὸ ὑπομνήσει καὶ τῇ καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέρᾳ διαλαλήσει, γεγόνατε εἰς προκοπὴν πνευματικὴν καὶ εἰς ἕξιν ἀγαθὴν καὶ εἰς σπουδὴν θεοφιλῆ, καὶ ὅτι ἀληθές, ὃ λέγω, καὶ ὑμεῖς ἀφ’ ἑαυτῶν μαρτυρεῖτε· μαρτυρεῖ καὶ ἡ ἀλήθεια, μαρτυρῶ δὲ καὶ ἐγὼ ὁ τάλας, κουφισμὸν δεξάμενος τῶν ἀλγεινῶν καὶ ὡς ἐν γαλήνῃ ἐκ τῆς πολλῆς φροντίδος ἐπὶ τὸ ἡσυχαστικὸν τῆς εὐταξίας ὑμῶν καταντήσας καὶ ἀγαλλιώμενος τῇ ψυχῇ.

Καὶ ὄντως ἀψευδὴς ὁ λόγος, ὅτι “πᾶσα παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς ἐγγεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης”. ἀλλ’ οὐκ ἐμὸν τὸ κατόρθωμα, οὐδὲ ἐξ ἐμῆς ἐπιμελείας, οὐδὲ ἐξ ἐμῆς ἐπιπονήσεως. θεοῦ τὸ δῶρον, ὑμῶν ἡ προθυμία, ἐπικουρία πατρική. καὶ ἵνα τί λοιπὸν ἐγὼ ὁ ἄχρηστος εἰς τοὺς ἑτέρων κόπους εἰσερχόμενος γάνυμαι καὶ ἐπιτέρπομαι; ὅλως ἕν ἐσμεν, ὑμεῖς ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν, καὶ ἀμφοτέρων τὸ κατόρθωμα ἀμφοτέροις λελόγισται. δῴη δὲ κύριος ὁ φοβερὸς ἐν δυνάμει καὶ κραταιὸς ἐν ἰσχύι καὶ ἀπὸ τῆς δεῦρο νευρωθῆναι καὶ τονωθῆναι κἀμὲ πρὸς τὸ ὁσίως ἀφηγεῖσθαι τῇ ἐκζητήσει καὶ διερευνήσει τῶν ἁγίων αὐτοῦ ἐντολῶν καὶ ὑμᾶς, τέκνα μου, ἐπὶ ὑποταγῇ ἀδιασπάστῳ καὶ ὑπακοῇ ἀνυποκρίτῳ καὶ πίστει ἀνυπερθέτῳ διαφυλάττων διαφυλάξειε, μᾶλλον καὶ μᾶλλον ἐναρέτους ἀποδεικνύων καὶ σπουδαίους ἀποφαίνων, χωροῦντας πρὸς πάντα τὸν πνευματικὸν ἀγῶνα ἀνδρείως καὶ θαρσαλέως, πρὸς θλῖψιν, πρὸς στενοχωρίαν, πρὸς ἐπιτιμίαν, πρὸς ἀδολεσχίαν, πρὸς ταλαιπωρίαν, πρὸς πεῖναν, [πρὸς δίψαν], πρὸς πάντα τὰ λοιπὰ μακάρια ἀσκητικά, ὅπως ἀήττητοι ἀποφανθέντες δέξησθε τὸν τῆς ὑπομονῆς στέφανον ἐν τῇ ἡμέρᾳ τῆς μισθαποδοσίας τοῦ δικαίου κριτοῦ.

Ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα, ἀδελφοί· φθαρτὰ γὰρ καταλιπόντες, καὶ ὑμεῖς τὰ ἄφθαρτα ἀπολήψεσθε· γονέων ἀποστερηθέντες, τὸν κύριον πατέρα ἐκτήσασθε· ἀδελφῶν ἀπαλλοτριωθέντες, τῶν ἁγίων σύσκηνοι ἔσεσθε, γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα· ἀντὶ τῆς ἐνεγκαμένης καὶ θρεψαμένης ἡ ἄνω πόλις ὑμῖν πατρὶς διαγέγραπται, ἧς τεχνίτης καὶ δημιουργός, ὡς γέγραπται, ὁ θεός. ἀντὶ οἰκίας ἐπικήρου καὶ καταλυομένης αἱ τῶν ὁσίων καὶ δικαίων σκηναί, ἀντὶ δόξης κενῆς καὶ τιμῆς ἀπολλυμένης τὸ θεῖον καὶ ἰσάγγελον ἀξίωμα· ἀντὶ δωροφορίας καὶ εὐπαθείας σωματικῆς ἡ ἀπόλαυσις τῶν αἰωνίων ἀγαθῶν· ἀντὶ ὑποταγῆς καὶ θελημάτων ἐκκοπῆς ἡ μετὰ μαρτύρων ἀγαλλίασις· ἀντὶ μονώσεως καὶ ξενώσεως συγγενικῆς ἡ ἀγχιστεία τῶν ἁγίων ἁπάντων. τί λοιπὸν ῥᾳθυμοῦμεν; τί καταπίπτομεν ἤ τινες καὶ σκυθρωπάζομεν; εἴπωμεν ἕκαστος σὺν τῷ θείῳ Δαυίδ· “ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ”. εἴπερ γὰρ πάσχομεν διὰ τῆς ἀσκήσεως, καὶ συμβασιλεύσομεν αὐτῷ. μαρτυρίου στέφανοί εἰσι κἀνταῦθα, ἐπεὶ καὶ στάδιον ἀθλήσεως ἀνηγόρευται τὸ κοινοβιακὸν σύνθημα.

Τί λοιπὸν μακάριος ὁ ὑποτακτικός! τί θεσπέσιος ὁ ἐξαγγελτικός! τί ὁσιώτατος ὁ ὑπομονητικός! τί θεομακάριστος ὁ πιστὸς καὶ ἀμετάθετος ἐν ταῖς ἐντολαῖς! διό, ἀδελφοί μου, μὴ ἀπονεύσωμεν, μὴ ἀποκλίνωμεν, μὴ δυστροπήσωμεν, μὴ ὀπισθοποδήσωμεν, μὴ προσαπομείνωμεν, μὴ δῶμεν νῶτα, ὦ συστρατιῶται, ὦ συνοδοιπόροι, ὦ συμμετανάσται. σάρκες εἰσί· μὴ φεισώμεθα· ὡς ὁ λόγος, ὀλιγοστὸς ὁ χρόνος, βραχυμερὴς ὁ βίος. κἂν περὶ τὰ ἑβδομήκοντα ἢ ὀγδοήκοντα ἔτη ἐκταθῇ ἡμῶν ἡ ζωή, εἰς οὐδέν ἐστι πρὸς τοὺς ἀπείρους αἰῶνας. προϊέμεθα, παρακαλῶ, ὀβολὸν καὶ ἀντέσχομεν μυριοκέντην· προϊέμεθα χρόνον βραχὺν καὶ κτησόμεθα ἀπείρους αἰῶνας· ὑπενέγκωμεν ὡρινὸν κόπον καὶ ἀποληψόμεθα ἀπεράντους ἀναπαύσεις· κλαύσωμεν, ἵνα γελάσωμεν τὸ μακάριον γέλως ἀιδίως. θρηνήσωμεν διὰ τὸν πόθον τοῦ Χριστοῦ, ἵνα σκιρτήσωμεν εὐφροσύνας ἀτελευτήτους.

ναί, ἀδελφοί μου, ναί, παρακαλῶ, εὐπροσωπήσωμεν κατέναντι κυρίου παντοκράτορος· γενώμεθα ὀνομαστοὶ καὶ ἐπὶ γῆς καὶ ἐν οὐρανῷ, συνεπόμενοι τοῖς πατράσιν· ὑπομνήσωμεν ἀλλήλους ἐν τῷ μέλλοντι αἰῶνι, οὐκ ἐγκληματικῶς, οὐδὲ ὀδυρματικῶς, ἀλλ’ εὐφραντικῶς μᾶλλον καὶ περιχαρῶς καὶ μακαριστικῶς, ὅτε αἱ τῶν βεβιωμένων ἀντιδόσεις, ὅτε ὁ κριτὴς ἐπὶ θρόνου δόξης αὑτοῦ κάθηται, μυριάδων παρεστηκότων αὐτῷ καὶ χιλίων χιλιάδων λειτουργούντων αὐτῷ ἁγίων ἀγγέλων καὶ πάσης τῆς κτίσεως συμπαρούσης· ὅτε αἱ φοβεραὶ ἀποφάσεις, ὅτε ἡ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων παράστασις δηλοποιήσει τοὺς μὲν μετὰ δόξης καὶ τιμῆς εἰσιόντας εἰς τὰ οὐράνια βασίλεια καὶ χορεύοντας αἰώνια, τοὺς δὲ μετ’ αἰσχύνης καὶ ἀτιμίας εἰσβαλλομένους εἰς τὰ ἀτελεύτητα κολαστήρια, ὅπου τὸ πῦρ οὐ σβεσθήσεταί φησι καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.

Βαβαὶ τῆς φοβερᾶς ἀκοῆς! φεῦ τῆς πικροτάτης ἀγγελίας, ἧς ἐγὼ μόνος ὑπόδικος ἔσομαι, κατὰ τὰς ἁμαρτίας μου! ὑμεῖς δὲ τρέχοντες τὸν καλὸν ἀγῶνα χαίρετε, ἀποσκοποῦντες τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἕως ἂν φθάσητε εἰς καιρὸν τελειώσεως καὶ τῆς ἐκ τῶν ἐντεῦθεν μεταναστάσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΒʹ Περὶ ἐγκρατείας, ῥηθεῖσα τῇ ἑβδομάδι τῆς Ἀποκρέου. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, στενὸς καὶ ἄγλωττός εἰμι, καὶ οὐχ ἱκανῶ παρακαλεῖν ὑμᾶς ἐν τῇ ταπεινῇ μου κατηχήσει· τί γὰρ εἴπω ἐπάξιον ὑμῶν τῶν τέκνων τοῦ θεοῦ, τῶν ὑπακουσάντων τοῦ Εὐαγγελίου αὐτοῦ καὶ καταλειψάντων τὸν ἅπαντα κόσμον, καὶ ἐργασαμένων τὸ μέγα τοῦτο ἔργον τῆς μακαρίας καὶ τριποθήτου ὑποταγῆς; “ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς” θεός, κατὰ τὸν ἅγιον ἀπόστολον, παρακαλέσει καὶ ὑμᾶς τῇ παρουσίᾳ τοῦ ἁγίου αὑτοῦ πνεύματος, καὶ ὁσιώσει καὶ δικαιώσει καὶ φωταγωγήσει ἐν τῇ τρίβῳ τῶν ἐντολῶν αὑτοῦ, καὶ ἀναδείξει τῆς οὐρανίου αὑτοῦ βασιλείας κληρονόμους.

Αἴ, αἴ, ἀδελφοί μου, ποῖον ἔργον εἰργάσασθε! πῶς καλῶς ἐφρονήσατε! πῶς σοφῶς ἐβουλεύσασθε! πῶς συνετῶς ἐσκοπήσατε! πῶς καθαρῶς διεβλέψατε! πῶς θεοκλήτως ἐξεληλύθατε, κατὰ μίμησιν τοῦ προπάτορος Ἀβραάμ, ἐκ τῆς ἐνεγκαμένης γῆς ὑμῶν καὶ ἐκ τῆς συγγενείας ὑμῶν καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ὑμῶν ἐλθόντες εἰς τὸν τόπον τῆς ἀσκήσεως τοῦτον, ὃν ἔδειξε καὶ εἰς ὃν καθωδήγησεν ὑμᾶς ὁ κύριος, καὶ γεγονότες ἀνώτεροι τῶν σαρκικῶν φρονημάτων, ὅτι διὰ τὸν θεὸν οὔτε φίλτρῳ γονέων ἐκρατήθητε, οὔτε συνηθείᾳ βίου ἐναπεμείνατε, οὔτε κληρονομίᾳ πατρῴᾳ κατεσχέθητε, οὔτε βασιλέως φθαρτοῦ στρατολογίᾳ ἐδεσμεύθητε, οὔτε τινὶ ἄλλῳ τρόπῳ περιεσχέθητε! πῶς οὐχὶ μακάριοι καὶ τρισμακάριστοι καὶ ἀκούετε καὶ λογίζεσθε; διὸ μὴ ῥᾳθυμήσητε, μηδὲ σκυθρωπάσητε, μηδὲ ἀτονήσητε, μὴ τὸν χρόνον, μὴ τὸν τόπον, μὴ τὸν τρόπον, ἀδελφοὶ ἠγαπημένοι, ἀλλὰ ταῖς ὑπὲρ τῶν παρουσῶν θλίψεων καὶ ἀσκητικῶν στενοχωριῶν καὶ συμπιασμάτων ἐναποκειμέναις ὑμῖν ἐλπίσι πτερούμενοι γάνυσθε καὶ εὐφραίνεσθε καὶ ἀγαλλιᾶσθε, διανύοντες τὸν δρόμον ὑμῶν, διαβιβάζοντες τὰς ἡμέρας ὑμῶν, διιππεύοντες καὶ κυκλεύοντες τοὺς χρόνους ὑμῶν ἐξ ἡμέρας εἰς ἑβδομάδα, ἐξ ἑβδομάδος εἰς μῆνα, ἐκ μηνὸς εἰς καιρόν, ἐκ καιροῦ εἰς ἐνιαυτόν. ἆρα οὐ κύκλος τις καὶ οἷον ἱππηλάσιον ὁ βίος ὑμῶν;

εἴ τις οὖν μὴ ἀτονήσῃ τρέχων καὶ πυκτεύων, σταματίσει πάντως διὰ θανάτου· στάμα γὰρ ἑκάστῳ τῆς οἰκείας ζωῆς ἐστι. καὶ τί τὸ ἐντεῦθεν; τὸν ἀμαράντινον στέφανον τῆς δόξης ἀναδήσεται καὶ τὰ ἔπαθλα τὰ οὐράνια κατακομίσεται, ἀνακηρυττόμενος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅτε “προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ”.

Ταῦτα οὖν γινώσκοντες καὶ πάλιν λέγω, μὴ ῥᾳθυμεῖτε, μὴ νυστάζετε, μὴ χλιαρεύεσθε, μὴ μάχεσθε, μὴ ἐρίζετε, μὴ ὑβρίζετε, μὴ κακολογεῖτε, μὴ παῤῥησιάζεσθε, μὴ περπερεύεσθε, μὴ γαστριμαργεῖτε, μὴ λαθροφαγεῖτε, προσθήσω δὲ ὅπερ οὐδὲ ἀκοῆς ἄξιον, ἀλλ’ οὖν διὰ τοὺς τινάς, μηδὲ κλέπτετε. ὁ ἀρχόμενος οὖν κάρυον κλέπτειν προβήσεται καὶ εἰς τὰ μειζότερα. ὁ σεσυνηθικὼς γραφεῖον κλέπτειν ἐνεχθήσεται καὶ ἱμάτιον ἆραι καὶ τὰ πλείω ἀπείη λέγειν. οὕτως ἐν ὑμῖν κλέμματα γίνονται ὅλως ἱματίων, πινακιδίων, γραφείων, ὀρταρίων, ζωναρίων, καλικίων, ἄλλου οὗτινος οὖν. ταῦτα καλῶς; ταῦτα οἱ δοῦλοι τοῦ Χριστοῦ, ταῦτα οἱ ξένοι τοῦ κόσμου; ταῦτα οἱ μὴ γηΐνην κληρονομίαν, ἀλλὰ τὴν οὐράνιον λαχόντες; ταῦτα οἱ ἅγιοι καὶ εὐλογημένοι καλούμενοι καὶ προσκυνούμενοι ὑπὸ ἀνθρώπων; οὔτως τοσοῦτον ἡ σπουδή, ἡ προκοπή, ἡ βελτίωσις ὑμῶν; ἀλλ’ οὐκ εἰς πάντας τὸ ἔγκλημα, καὶ μὴ θαυμάσητε, εἰ ἀπὸ ἐπαίνων εἰς ψόγους καταφέρομαι· πρὸς ἑκατέρους γὰρ τὰ ἑκάτερα ἀναγκάζεται προσφέρειν ὁ λόγος. ταῦτα, εἰ καὶ ἐγένετο, ἀλλ’ ἀπὸ τοῦ νῦν μὴ γένηται, παρακαλῶ, ἀντιβολῶ, προστάσσω, ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν κατήχησιν πράξει ἕν τι τοιοῦτον, ἔστω τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἀλλότριος, εἰ μὴ διὰ μετανοίας καὶ ἐξαγορεύσεως θεὸν ἐξιλεώσηται. ἀλλὰ καὶ ὁ προκεκλοφὼς οὐκ ἂν ἄλλως ἰαθήσεται, ἢ διὰ τῆς φανερώσεως.

ὥσπερ οὖν ἡ κλοπὴ τῆς γλώττης τῆς χρυσῆς τὸν Ἄχαρ λιθόλευστον ἀπειργάσατο, οὕτως τὸν ἁλόντα ἐν τῷ πάθει καὶ μὴ ἀναγγείλαντα λίθοι ἀόρατοι λιθάσουσιν. διὸ ἀνάστηθι ὁ πεπτωκὼς καὶ ζῆθι ἐν κυρίῳ.

Ἡ ἀποκρεώσιμος τοίνυν πάρεστιν. μὴ πέμψητε ἐκεῖ τὰ στόματα καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν, ὅπου τὸ πρότερον ἐματαιοκοποῦμεν. ἐπειδὴ τρέφουσιν ἑαυτούς τινες “ὡς ἐν ἡμέρᾳ σφαγῆς”, οἱ γαστέρα θεραπεύοντες γαστήρ εἰσιν, “ὧν ὁ θεός”, φησίν, “ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν”. λάβε μοι οὖν τινα ἐκ τούτων μετὰ τὴν ἀκρασίαν ἐκείνην καὶ ὄψει αὐτὸν οἴνου ἀπόζοντα, καὶ τούτου σεσηπότος, ὡς ὁ λόγος, μηδὲν ἐκ τῶν πονηθέντων ἐπιφερόμενον, ἢ ἐρυγὰς καὶ ἀηδίας καὶ ἀλλοιώσεις πονηρὰς καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος. τοῦτο ἐπιθυμητόν; εἰπέ μοι. τοῦτο σπουδαστόν; οὐδαμῶς, ἀλλὰ καὶ λίαν φευκτόν, κάκιστον. οὐδέ, τέκνον μου, ἐμπίπλαθι διὰ τὴν ἀναγκαίαν χρείαν τὰ αὐτάρκη καὶ ἄκρεα καὶ ἀμέθυσα, ἐμφορήθητι δὲ μᾶλλον καὶ ὡς ἀληθῶς ἑόρτασον καὶ ἐξ ἐναντίας ἀποκρέωσον τὰ τοῦ πνεύματος τοῦ ἁγίου χαρίσματα, τὴν εἰρήνην, τὴν ἀγάπην, τὴν ἐλπίδα, τὴν πίστιν, τὴν εὐχήν, τὴν ψαλμῳδίαν, τὴν στιχολογίαν, τὴν ὑπακοήν, τὴν ταπείνωσιν, τὴν ἀγρυπνίαν, τὴν διέγερσιν, τὴν ἀκακίαν, τὴν ἁπλότητα, τὴν καθαρόνοιαν, τὴν κατάνυξιν, τὸ δάκρυον τὸ καθαρτήριον, καὶ ἴδε πῶς καλῶς ἀπεκρέωσας, ἴδε πῶς καλῶς ἑώρτασας ὑπὲρ βασιλεῖς, ὑπὲρ ἄρχοντας, ὑπὲρ πάντα τὸν ἐμπαθῶς βιοῦντα ἄνθρωπον.

Ταῦτα μὲν ἐπὶ τοσοῦτον, ὑμᾶς δὲ ὁ κύριος τῇ εὐχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν δυναμώσοι μὴ ἀποκνεῖν τοῦ ἀκούειν, ἀλλὰ καὶ ἐνωτίζεσθαι καὶ εἰς ἔργον προάγειν τὰ κατηχούμενα ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΓʹ. Περὶ τοῦ μὴ ὀλιγοψυχεῖν ἢ ἀπογινώσκειν τοῖς συμβαίνουσιν ἡμῖν πειρατηρίοις παρὰ τοῦ ἐχθροῦ. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἀναγκαῖόν ἐστι πάντοτε τὸν παρακλητικὸν ὑμῖν λόγον προσφέρειν, κάμνουσι καὶ κοπιῶσιν εἰς τὸ τοῦ θεοῦ ἔργον διὰ τῆς μακαριστῆς ταύτης καὶ πολυάθλου ὑπακοῆς. καὶ εἰ μὲν ὁ ἀγὼν ὑμῶν καὶ ὁ πρὸς τὰς μεθοδείας τοῦ ἀντικειμένου πόλεμος διεκόπτετο κατά τινα ὡρισμένον χρόνον, διεκοπτόμην ἂν κἀγὼ τῆς παρακλήσεως. ἐπεὶ δὲ ἀέναός τίς ἐστι καὶ ἀδιάκοπος, μήτε ἡμέρᾳ μήτε νυκτὶ καταλήγων, εἰκότως ἂν ὀφείλω τὸ ἰσόμετρον συνεισφέρειν ὑμῖν, τὴν παρηγορίαν, τὴν προθυμίαν, τὴν εὐελπιστίαν, ἐπιδιδοὺς ὅπλα, δύναμιν, συμμαχίαν, ἐμπειρίαν, πρὸς καθαίρεσιν τῶν ἀοράτων ὀχυρωμάτων. δεῖ δὲ τὸν στρατιώτην, ὡς ἴστε, τὰ στρατιωτικὰ πράττειν καὶ τὰ τῷ ἐπιτηδεύματι ἀνήκοντα πάντα αἱρεῖσθαι ἀπαραλείπτως. διὰ τοῦτο ὑμεῖς οἱ ἀληθινοὶ στρατιῶται τοῦ Χριστοῦ βλέπετε οἷα καὶ τίνα τὰ ὅπλα ὑμῶν, εἴ γε εἷς ἕκαστος ὑμῶν ἔχοι τὴν ῥομφαίαν τῆς ὑπακοῆς, τὸν θώρακα τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν ἀσπίδα τῆς ταπεινοφροσύνης, τὸ τόξον τῆς προσευχῆς, τὸ κράνος τῆς ἐλπίδος καὶ εἴ τι οὖν ἐπιβάλλει καὶ καθήκει, ἵνα μὴ λεπτολογῶμεν ἕκαστον. οὐχ οὕτως ὡραῖον καὶ ἐκπλήξεως ἄξιον ἰδεῖν τὸν σαρκικῶς στρατευόμενον ὡπλισμένον, ὡς τὸν τοῦ Χριστοῦ στρατιώτην ἔχοντα τὰ προειρημένα.

διὰ τοῦτο λοιπόν, τέκνα μου, καὶ ὁπλίζεσθε καὶ φράττεσθε καὶ συνάλλεσθε καὶ πολεμεῖτε καὶ νικᾶτε τὸν πολεμοῦντα ὑμᾶς διάβολον, καὶ μὴ ξενίζεσθε ἐν τοῖς συμβαίνουσιν, ἢ ὅτι καταπλήττεσθε, ἢ ὅτι κατακεντᾶσθε, ἢ ὅτι ὑποσκελίζεσθε, εἴπερ θᾶττον ἀνίστασθε.

Τινὲς ἀπεχθάνεσθε καὶ ξενοπαθεῖτε καὶ τυχὸν ἀπογινώσκετε, ὅτι τυραννεῖ ἡ αἰσχρότης ἢ ἡ ἔχθρα, ἢ ἡ βλασφημία, ἢ ἡ βασκανία, ἢ ἡ μεταβασία, ἤ τι τῶν τοιούτων· ἐγὼ δὲ ἀντιπανθάνω καὶ ἀποθαυμάζω εἰς τοὺς τοιούτους· εἰπὲ γάρ μοι, ἀδελφέ, ἀλλ’ οὕτως ἀκαμάτως καὶ ἀταλαιπωρήτως καὶ ἀπολεμήτως καὶ ἀνικήτως βούλει λαβεῖν τοὺς στεφάνους σου; ἀλλ’ ὅτι φησὶν ἔχω τόσα καὶ τόσα ἔτη καὶ ἐξηγόρευσα πόσα καὶ πλειστάκις, καὶ ἐνεδειξάμην τὸ καὶ τὸ καὶ ὑπερηυξάμην μετὰ δακρύων καὶ στεναγμῶν οὐκ ὀλίγων, καὶ ἐχρησάμην καὶ ἀδελφοῖς συνεπαμύνουσί μου τῇ ἀσθενείᾳ. βαβαὶ τῆς σοφίας! πόσα, ὦ οὗτος, λέγεις ἔτη ἔχειν ἐν τῷ πολέμῳ; τρία; πέντε; δέκα; πρός; ἀλλ’ ἡ μακαρία ἀμμᾶς Σάῤῥα τεσσαράκοντα ἔτη κραταιῶς πολεμουμένη τῷ τῆς πορνείας δαίμονι ὑπήνεγκεν γενναιότατα. ἐῶ λέγειν τὸν γέροντα Παχὼν καὶ τὸν ἑαυτὸν ἐν τῇ ἐκκλησίᾳ ἀπογυμνώσαντα καὶ τὸν ὑπὸ τοῦ ἀββᾶ Ἀπολλὼ στηριχθέντα. καὶ τί δεῖ μοι λέγειν τὰ ἀμέτρητα παραδείγματα; καὶ μεθ’ οἵων ἀγώνων καὶ κατορθωμάτων, ἐπίστασθε οἱ ἀναγινώσκοντες. οὐχ ὅλοις δὲ ἐννέα ἔτεσιν ὀχλούμενοι οἱ δύο ἀδελφοὶ πρὸς τὴν μετάστασιν καὶ δεσμοῦντες αὑτῶν τὰ μηλωτάρια διῆλθον πλανῶντες τὸν πλάνον διάβολον;

καὶ ἄλλος πεντηκοστὸν ἔτος ἔχων, πρὸς αὐτὸ τοῦτο μαχόμενος, καὶ ἄλλος ἄλλως καὶ ἕτερος ἑτέρως καὶ οὐδαμοῦ ὁ περικακισμός, οὐδαμοῦ ἡ ὀλιγώρησις, οὐδαμοῦ ἡ ἀνανδρεία, μέχρις ἂν ἐνεδυναμώθησαν ἐν ταῖς ἀσθενείαις αὑτῶν, τῇ ἄνωθεν ῥοπῇ ἐκκλίνοντες τὰς παρεμβολὰς τῶν ἐναντίων. ἡμεῖς δὲ ὀλιγόψυχοι τὰ ὀλιγόψυχα καὶ ὀλίγωρα καὶ ἀπαίδευτα καὶ φθεγγόμεθα καὶ διαπραττόμεθα. ἀλλὰ διὰ τοῦτο ὑπομνήσκω, ἵνα ἀναφέρωμεν ἀπὸ τῆς συμπτώσεως καὶ στήκωμεν ἑδραῖοι καὶ ἀμετακίνητοι τῇ ἐπὶ θεῷ πεποιθήσει, ψάλλοντες εἷς ἕκαστος· “ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω”. μήτε οὖν ἀπὸ τῶν τοιούτων πτοεῖσθε, μηδ’ αὖ ἀπὸ τῶν δειμάτων καὶ φοβήτρων, ὡς ἐπέρχεται κατὰ φαντασίαν ἐν νυκτὶ ὁ δαίμων, δεικνὺς ταῦτα καὶ ἐκεῖνα, μετασχηματιζόμενος καὶ ἀλλοιούμενος, ἔστιν ὅτε καὶ φωνοβολῶν καὶ ὀνοματίζων. ἕωλός ἐστι καὶ ἀνίσχυρος, ἧ γὰρ ἂν ἐπάταξεν τοὺς πάντας ἄρδην. λέοντος εἶδος προβάλλει; ἀλλὰ σὺ θαρσαλέως κέντησον αὐτὸν τῇ ἀδειλίᾳ καὶ ἔσωθεν εὑρήσεις αὐτὸν ἀχύρων πεπληρωμένον. ὑψηλὸς φαίνεται, ἰσοστεγὴς καὶ μέλας; προβαλοῦ τὴν εὐχὴν καὶ ὡς ὁ μέγας Ἀντώνιος ἴδῃς αὐτὸν ἀπολήγοντα καὶ πιθηκιοῦντα. κἂν κατασείῃ τὸν νοῦν, ὡς ἤδη ἐρχόμενος καὶ ἐπιπεσούμενός τε ἢ καὶ συγκατασπάσων κατὰ σοῦ τὴν οἰκίαν, μὴ δειλανθῇς καὶ ἴσα ὀνείρῳ παρατρέχει.

ἐκ τοῦ δὲ φοβεῖσθαι ὑμᾶς, οὖ οὐκ ἔστι φόβος, καὶ ἀγωνιᾶν, οὗ οὐκ ἔστιν ἀγών, ταῦτα συμβαίνει τοῖς πανθάνουσιν.

Προσέχετε λοιπόν, τέκνα, καὶ μὴ πτύρεσθε ἐν τοῖς ἀπτύρτοις, πτυρέσθω δὲ μᾶλλον ὁ πάμπτυρτος ὑφ’ ὑμῶν διὰ τῆς ἐπὶ θεὸν ἐλπίδος καὶ εὐχῆς. πρὸς τούτοις καλὸν καὶ τοῦτο ὑπομνῆσαι, ἵνα μὴ φαρισαΐζωσί τινες, ὑπὸ τὸ “οὐαὶ” πίπτοντες ἐν τῷ ζητεῖν τὰς πρωτοκλησίας καὶ τὰς πρωτοκαθεδρίας· “ὁ γὰρ θέλων πρῶτος εἶναι ἐν ὑμῖν, ἔστω πάντων διάκονος”, ὁ κύριος εἴρηκεν. ὑψοῦσθε οὖν ἐν τῇ ταπεινώσει, μᾶλλον πρωτεύετε ἐν τῷ ἐσχατιάζειν τῇ προθέσει· καὶ περὶ τοῦ ἔξω, ὡς ἂν συμβάλλῃ, δέχεσθε. ἐγὼ δὲ θαυμάζω, πῶς τινες καὶ τὰ πρῶτα φιλοῦσι καὶ τῶν πρώτων τὴν ἀρετὴν οὐ μεταδιώκουσιν, ἀνεκκλησίαστοί τινες ὄντες, ὑπνιάριοί τε καὶ γογγυστάριοι. δεῖ δέ, εἴπερ καὶ ἐφίενται τῶν πρωτείων, ἵνα καὶ τῶν προεχόντων τὰ ἔργα ἀναλαμβάνωσιν, ἐπεὶ πολὺ τὸ αἰσχρὸν ἔχει τὸ πρᾶγμα. πάντας οὖν κύριος ὁ θεὸς εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν καὶ στηρίξοι καὶ συμβιβάσοι, μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ εἰς ἔργον προάγειν πᾶν τὸ λεγόμενον ἀξιώσειεν, ὅτι αὐτῷ πρέπει δόξα, τιμή, κράτος, προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΔʹ. Περὶ ἀπροσπαθείας καὶ ἐγκρατείας. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἐμοὶ παραμυθία καὶ παράκλησις ἡ πρὸς ὑμᾶς ἐστιν ὁμιλία καὶ θεωρία, πείθομαι δὲ καὶ ὑμῖν ἡ πρὸς ἐμὲ τὸν ταλαίπωρον ἀνταγάπησις καὶ ἀντίβλεψις, ἐπειδή περ οὔτε ἐγὼ μετὰ θεὸν ἔχω τινὰ ἄλλον, οὐ πατέρα, οὐ μητέρα, οὐκ ἀδελφούς, οὐκ ἀδελφάς, οὐ συγγενεῖς, οὐ φίλους, πάρεξ ὑμῶν τῶν φιλτάτων μου μελῶν καὶ τέκνων καὶ ἀδελφῶν καὶ πατέρων, οὔτε ὑμεῖς πλὴν ἐμοῦ τοῦ ἀχρείου καὶ ἁμαρτωλοῦ. αὕτη ἡ κράσις τοῦ ἁγίου πνεύματος· ταύτην τὴν συνάφειαν προεξένησεν ἡμῖν ἡ κόσμου φυγὴ καὶ ἀπαλλοτρίωσις καὶ ἡ ἄρνησις τῶν τεκόντων καὶ πάντων τῶν σαρκικῶν καθηκόντων. διὰ τοῦτο τὸ ἱερὸν τοῦτο σύνταγμα καὶ ἡ μία ἐν πᾶσι ψυχὴ καὶ τὸ ἓν θέλημα γνωρίζεται. οὕτως λοιπὸν χαίρω προσλαλῶν ὑμῖν ἑκάστοτε καὶ προσφθεγγόμενος, παραζηλῶν πως καὶ ἐκκαιόμενος ἐπὶ τῇ κατὰ θεὸν ἀγάπῃ καὶ σωτηρίᾳ ὑμῶν, ἵνα τὸ ἔργον ὑμῶν προκόπτον προκόπτῃ καὶ αὖξον αὔξῃ καὶ διαλάμπον διαλάμπῃ, πρὸς χαράν μου ἀνεκλάλητον.

Παρακαλῶ οὖν ὑμᾶς, τέκνα μου, καὶ τανῦν στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι ἀπὸ τῆς εἰς θεὸν ἐλπίδος, καὶ τὰς πολυπλόκους μεθοδείας τοῦ διαβόλου διαῤῥήσσοντες ἀνώτεροι τῶν παθῶν φαίνοισθε, τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας τῆς σαρκὸς καταπατοῦντες, τήν τε παρθενίαν καὶ ἁγνείαν ὑμῶν περιφρουροῦντες ἀπὸ ψυχῆς καὶ σώματος. βλέπετε, ὅτι ὁ καιρὸς ἐαρινός, ἐν ᾧ πᾶσα φύσις ἔμψυχος πρὸς ζωογονίαν κινεῖται· συμμέτρως ἔστωσαν οἱ ὕπνοι ὑμῶν, καθὼς ὑμᾶς ὑπέμνησα πρὸ τοῦ πάσχα· συγκεκανονισμέναι ἔστωσαν αἱ τροφαί. “καλόν”, φησὶν ὁ ἀπόστολος, “τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται”. λέγω κἀγώ, ἀδελφοί μου, συμβουλευτικῶς, οὐχ ὁριστικῶς, διὰ τὰς τιμίας ὑμῶν ψυχάς, καὶ οὐ τοῖς νοσοῦσιν, ἀλλὰ τοῖς ὑγιαίνουσι, καλὸν τὸ μὴ πίνειν τὸν οἶνον, μάλιστα ὑμῖν τοῖς νεωτέροις, δι’ οὗ ἀναφλέγονται τὰ πάθη. ἔχομεν τοιγαροῦν ἐν ἡμῖν αὐτοῖς τὸν κλύδωνα τῶν φυσικῶν ἡδονῶν· τί καὶ τὰς οἰνικὰς παρεισάγομεν τρικυμίας; γεύσασθε τοιγαροῦν καὶ ἴδετε, ὅτι χρηστὸν ἡ περὶ τούτου ἐγκράτεια. ὄψει γὰρ σαυτὸν ἐν τῇ τοῦ οἴνου ἀποχῇ ἀνωφερῆ πως τῷ λογισμῷ καὶ ἀπύρεκτον κατὰ ψυχήν, καὶ διυπνισμένον πρὸς τὴν τοῦ θεοῦ ἀγάπην, καὶ διανεστηκότα πρὸς πολλὰ τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας. ὁ οἴνου ἀπεχόμενος πνεύματος ἁγίου ἐστὶν ἐμφορούμενος, ὁ ὑδροποτῶν τὰ τῆς κατανύξεως πέπωκεν νάματα.

πλήν, ὡς δύνασθε, τὴν ὑγείαν τοῦ σώματος διατηρεῖν, ἢ καὶ κατὰ τὸν κάματον οὕτως πράξατε· οὐ γὰρ ἐπιταγήν, ἀλλὰ συμβουλὴν δίδωμι ἐν τῷ πράγματι. καὶ ἐν τοῖς βρώμασι δέ, τεκνία μου, τὸ αὐτὸ συμβουλεύω, φεύγειν τὰς ἀλόγους πλησμονὰς καὶ τοὺς ὑβριστικοὺς κόρους, ἐξ ὧν αἱ ἀσωτίαι καὶ τὰ σοδομιτικὰ σπέρματα. ἀλλ’ οὕτως ὑμᾶς εἶναι ἔν τε τῷ ἐσθίειν καὶ πίνειν σὺν τοῖς ἄλλοις ἅπασιν, ὥστε ἄρχειν καὶ μὴ ἄρχεσθαι ὑπὸ τῶν ἡδονῶν, καὶ κυριεύειν καὶ μὴ κυριεύεσθαι ὑπὸ τῆς σαρκός. καὶ οὗτος ἄριστος ὅρος ψυχῆς καὶ σώματος, μὴ τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος δυναστεύεσθαι. πρὸς τὰς προόδους ἀσφαλῶς ἔχετε, πρὸς τὰς ὁμιλίας τὰς κοσμικάς, μὴ συνεισφέροντες ταραχὰς τῇ ἀδελφότητι. καὶ ὑμεῖς οἱ ἐν τοῖς πλοιαρίοις ἀποτεταγμένοι ἐν τῷ εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι καὶ ἐπικομίζειν τὰ πρὸς τὴν χρείαν μὴ συνδυάζετε μετὰ κοσμικῶν, μηδὲ ὅμοια ἐκείνοις ἢ λαλεῖτε, ἢ κραυγάζετε, ἀλλὰ σεμνοπρεπῶς γινέσθω ἡ διάπλευσις ὑμῶν, ἵνα ὁ θεὸς δοξάζηται ἐν τούτῳ.

Τινὲς μανθάνω, ὅτι κατέρχονται εἰς τοὺς κήπους καὶ ἐπιζητοῦσι παρὰ τοῦ κηπουροῦ λάχανα εἰς τὸ ἐσθίειν, καὶ μὴ λαμβάνοντες, διὰ τὸν κανόνα, διαμάχονται τῷ κηπουρῷ. καὶ τοῦτο ὅλον σατανικόν ἐστιν καὶ μηκέτι γένηται, ἐπεὶ ἐπιτιμίοις ὑποβληθήσεσθε οἱ τοιοῦτοι. οὐκ ἀρκετὸν τὰ παρατιθέμενα; πῶς πολεμήσεις πάθος ὁ ὑπὸ λαχάνου καταβαλλόμενος; ἀσθενέστερος γενήσῃ καὶ τοῦ πτεροῦ, εἰ μὴ στερεώσῃς ἑαυτὸν τῷ λογισμῷ, ταπεινέ μου ἀδελφέ, διὰ τῆς ἐγκρατείας. ὅλως ἐξ ἀτελῶν τέλειοι καὶ ἐκ μικρῶν μέγιστοι καὶ ἐξ ἀσθενῶν ὑγιεῖς καὶ ἐκ παίδων ἄνδρες καὶ ἐξ ἐμπαθῶν ἀπαθεῖς καὶ ἐξ ἀκρατῶν ἐγκρατεῖς καὶ γίνονται ἄνθρωποι καὶ γεγόνασι, καί γε καὶ ἡμεῖς καὶ γεγενήμεθα καὶ γενηθῶμεν, καὶ μὴ ῥᾳθυμήσωμεν, μηδὲ ἀποκνήσωμεν. κύριος δίδωσιν ἰσχὺν καὶ κραταίωσιν. “διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ”. οὕτως ἀγαπᾷ τοῦ σῴζεσθαι ἡμᾶς, οὕτως “ἐγγύς ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν”.

οὕτως οὖν ὁ κύριος τῆς δόξης παρακαλῶν παρακαλέσει τὰς καρδίας ὑμῶν καὶ ἑδραιῶν ἑδραιώσει τὰς ψυχὰς ὑμῶν, καὶ περιζωννύων περιζώσει τὰς ὀσφύας ὑμῶν, τέκνα ἠγαπημένα, εἰς παράταξιν, εἰς πόλεμον τοῦ ἀντιπάλου, εἰς νίκην, εἰς ἀποτροπὴν τῶν ἐναντίων, εἰς δόξαν, εἰς αἴνεσιν αὐτοῦ, εἰς κληρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν, ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΕʹ. Περὶ τῆς ἐκκοπῆς τοῦ οἰκείου θελήματος καὶ ἀποφυγῆς τῆς δεινῆς παρρησίας. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, “τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ”. διὰ τοῦτο οὐ κόπος μοι, οὐ στενοχωρία, εἰς τὸ ἐπισκέπτεσθαι ὑμᾶς διὰ τῆς κατηχήσεως καὶ διεγείρειν ὑμῶν τὸ πρόθυμον τῆς ψυχῆς εἰς τὴν τῶν ἐντολῶν τοῦ κυρίου ἐργασίαν, ἀλλὰ μᾶλλον καὶ εὐφροσύνης ὑπόθεσις καὶ ἀγαλλιάσεως ἀφορμὴ αὐτὸ τοῦτο τὸ λαλεῖν καὶ προσφθέγγεσθαι ὑμῖν καὶ κινεῖν τὴν περὶ τοῦ σώματος ὑμῶν ὁμιλίαν, τί καὶ πῶς καὶ πηλίκως διοδεύσομεν καὶ ἐμπορευσόμεθα εἰς ἐπιτυχίαν τῆς βασιλείας τῶν οὐρανῶν· καὶ γὰρ αἱ ὁδοὶ καὶ πολλαὶ καὶ μία· μία μέν, ὅτι ἡ ἀρετὴ μονογενής· πολλαὶ δέ, ὅτι διῄρηται εἰς πολλὰ κατορθώματα ἡ αὐτή. ἑλώμεθα ταύτην, τέκνα μου ἠγαπημένα, πανσθενεί, καὶ ὃ μὲν τρεχέτω διὰ τῆς θεομιμήτου ὑπακοῆς δρόμον ἀνεμπόδιστον καὶ ἀκατάληκτον, ὃ δὲ διὰ τῆς χριστοφόρου ταπεινώσεως δρόμον ὁμαλώτατον καὶ συντομώτατον, καὶ οἱ ἀμφότεροι, μᾶλλον δὲ οἱ πάντες, τὴν ἐκκοπὴν τοῦ θελήματος ὡς θυσίαν ἄμωμον ἀσπασώμεθα. “τίς ἐστιν ἄνθρωπος”, φησίν, “ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς”; ἀλλ’ ἢ ὁ ἐκκόπτων ἀληθῶς τὸ θέλημα, οὗτός ἐστιν, “ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον πτώματος, ῥυόμενος τὴν ψυχὴν αὑτοῦ ἐκ χειρὸς ᾅδου”.

οὗτός ἐστιν ὁ υἱὸς τοῦ φωτός, ὁ τὴν ψυχὴν κεκαθαρμένην ἔχων ἀπὸ πάσης περιπαθήσεως, διότι πρόῤῥιζον ἀνασπᾷ πᾶν πάθος. πόθεν συντρίμματα ἡμῖν καὶ λέσχαι, καὶ ἀηδίαι, καὶ ὕβρεις καὶ ἔριδες, καὶ ζῆλοι καὶ φθόνοι; ἀλλ’ οὐχὶ ἐκ τοῦ ζητεῖν ἱστᾶν τὸ θέλημα καὶ ἐξαυθεντεύειν τῶν οἰκείων ἐφέσεων; ναί, ὄντως, καὶ σχεδὸν οὐκ ἔστιν ἄλλη ὁδός, πλὴν ταύτης, ἡ ῥυομένη ἐκ πάνσης μεθοδείας διαβόλου τοὺς ὑποτασσομένους.

Μεγάλαι τοίνυν καὶ θεριναὶ ἡμέραι εἰσῄεσαν. καυματερὸς ὁ χρόνος· μὴ ἀκηδιάσωμεν, μὴ κατολιγωρήσωμεν. “ἡμέρα τῇ ἡμέρᾳ”, φησίν, “ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν”, καὶ γὰρ παρυφίστανται καὶ παρεξίστανται. καὶ ὥσπερ τις ῥοῦς ποταμιαῖος, οὕτως ἡ ζωὴ ἡμῶν ἐξυποσύρεται καὶ προσεγγίζει τῷ θανάτῳ. καὶ μακάριοί ἐστε, ὅτι διὰ μηδαμινὰ καὶ πρόσκαιρα κτίζεσθε τὰ αἰώνια καὶ ἐπουράνια. ἐλεύσεται οὖν ἡμέρα, ὅτε καθιεῖται ὁ θεὸς ἐπὶ θρόνου δόξης αὑτοῦ, παρεστώτων τῶν ἁγίων ἀγγέλων, καὶ προσκαλέσεται ὑμᾶς καὶ κατατάξει ἐν τῇ μερίδι τῶν δικαίων. ἀλλὰ τίνας; τοὺς ὑπηκόους, τοὺς εὐπειθεῖς, τοὺς εὐλαβεῖς, τοὺς φιλαρέτους, τοὺς φιλάγνους, τοὺς καθαροκαρδίους, τοὺς εὐκατανύκτους, τοὺς δακρυτικούς, τοὺς φιλεργούς, τοὺς εὐεξαγορεύτους, τοὺς φιλοπάτορας, τοὺς φιλαδέλφους, τοὺς φιλησύχους, τοὺς εὐκτικούς, τοὺς πρὸς τοὺς συγγενεῖς ἀσχέτους, τοὺς πᾶσαν ἄλλην ἐργασίαν θείαν διαπραττομένους· εἰσὶ γάρ τινες ἐν ὑμῖν οὐχ ἑνί, πλείστοις δὲ κατορθώμασι κατακεκοσμημένοι, καὶ “ὡραῖός ἐστιν ὁ τοιοῦτος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων”, ταῖς τοῦ πνεύματος χάρισι κατηγλαϊσμένος.

μὴ τοίνυν λοιπὸν προσιέμεθα τὰ δυσειδῆ καὶ φθοροποιὰ τῆς κακίας αἴσχη, ἀλλὰ φεύγοντες ἀποφύγωμεν, τέκνα μου, ἀπὸ τῆς δεινῆς παῤῥησίας, τῆς εἰς ἀλλήλους πονηρᾶς διαβλέψεως, διαλυτικῶν μειδιαμάτων, πορνικῶν γελοιασμάτων, σατανικῶν γογγυσμάτων, πονηρικῶν παροξυμμάτων, δεχόμενοι δὲ πάντα εὐμενῶς, βρώματα, πόματα, ἐνδύματα, διακονήματα, οἷά περ ἂν καὶ εἶεν. καὶ οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν, καὶ οὗτος τὸ μαρτύριον τῆς συνειδήσεως, καὶ οὗτος ἡ ἀθλητικὴ προκοπὴ ὑμῶν, καὶ οὗτος ἡ στεφανηφόρησις ὑμῶν.

Ἀκούω, ὅτι τινὲς ἀφρόνως, ὅτε ὁρῶσι τὰ παιδία καὶ τὰ μιλάκια μηλάκια , λέγουσιν ὅτι διὰ ταῦτα μέλλομεν ἀπολέσθαι καὶ ταῦτά εἰσιν ἡ κατάλυσις τοῦ μοναστηρίου, καὶ—ὢ τῆς ἀπονοίας—οὐδὲν ἄλλο ἢ τοῦ κυρίου κατηγοροῦσι, τοῦ λέγοντος· “ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν”. οὐκ ἐνηπίασεν ὁ Χριστός; οὐκ ἐγαλακτοτρόφησεν; οὐχὶ παῖς ἐγένετο, οὐχὶ νεανίας—“ὅτε ἦν”, φησίν, “δωδεκαέτης”—, οὐ νεώτερος, οὐκ ἀνὴρ τέλειος, ὑπὸ τριακοστὸν ἔτος ἀρχόμενος θαυματουργεῖν; τί λοιπὸν ἀλογεῖ καὶ διατί μὴ μᾶλλον ἑαυτὸν καταμέμφοιτο, ὅτι δι’ ἑαυτοῦ ἐστιν ἡ ἀπώλεια; ταῦτα οἱ τοῦ ἡγουμένου φρονιμώτεροι καὶ συνετώτεροι, οἱ οὐ τοῦ δεξιοῦ δεξιώτερον τρέχοντες, οἱ τὸν θεὸν πλεῖον φιλονεικοῦντες φιλεῖν καί, οὐχ ὅσον συμφέρει, οἱ ἔξω τοῦ κανόνος φερόμενοι. εἰ δὲ μηδείς ἐστιν ὁ εἰπών, ἴσα καὶ τῶν ἀνέμων παρῆλθεν ὁ λόγος καὶ ἡμεῖς οὐ προσεγκαλέσομεν· εἰ δέ ἐστι, διορθωσάτω ἑαυτόν, ἵνα μὴ ἐμπέσῃ εἰς παγίδα τοῦ διαβόλου. ὁ ἅγιος γέρων ἐκεῖνος τί εἴρηκεν; “ὃς ἂν ἐπιτάξῃ μοι παιδίον, λογίζομαι, ὅτι ὁ υἱὸς τοῦ κυρίου μου ἐπιτέταχέ μοι”. καὶ ὑμεῖς οὐ συνιεῖτε τὰ ἀναγινωσκόμενα; διατί μὴ μᾶλλον παιδεύετε αὐτὰ ἀτακτοῦντα, ἵν’ ἔχωσι φόβον ἀπὸ προσώπου ὑμῶν, καὶ μηδόλως παῤῥησιάζεσθε εἰς αὐτά;

καὶ ἵνα μὴ εἰς μακρὸν ἐκτείνω τὴν κατήχησιν διὰ τὸ αὖγος, συγγνώμη πᾶσιν καὶ ὁ θεὸς τῆς εἰρήνης ἔστω μετὰ πάντων ὑμῶν νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙϚʹ. Περὶ τοῦ ὑπενεγκεῖν ἡμᾶς τὸ πῦρ τῆς ἐπιθυμίας καὶ τὸ βάρος τῆς ἀσκήσεως, καὶ μὴ ἀποκάμνειν ἐν τῷ κλύδωνι τῶν πειρασμῶν. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἀπερικάκητός εἰμι πρὸς τὴν ὑπόμνησιν τῆς σωτηρίας ὑμῶν. καὶ δῆλον μέν, ὅτι οὐκ ἐπαρκῶ τρέφειν ὑμῶν τὰς τιμίας ψυχὰς ἐπαξίως τοῖς λόγοις· εἰμὶ γὰρ πένης καὶ πτωχὸς καὶ ἔργῳ καὶ λόγῳ. ἀλλ’ ἐπεὶ φίλον θεῷ τὸ κατὰ δύναμιν, τὸ ὀφειλόμενον ἀποπληρώσω καὶ νῦν. τί δέ ἐστι τοῦτο; ἵνα κατὰ τὸν λόγον τοῦ κυρίου “ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσησθε τὰς ψυχὰς ὑμῶν”, ἵνα φέρητε τὸν κόπον καὶ τὸν καύσωνα τῆς ἀσκητικῆς διαβιώσεως ἀνολιγώρως, ἵνα ἐν τῷ νόμῳ κυρίου μελετᾶτε ἡμέρας καὶ νυκτὸς καὶ ἐστὲ ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. πολλὰ ὑμῶν τὰ ἀγωνίσματα ὡς ἀληθῶς, τὰ δωρήματα. πολὺς ὁ ἱδρώς, ἀλλ’ αἰώνιος ὁ θησαυρισμός. ἀθλεῖτε, οἶδα, πυκτεύετε, μαρτυρεῖτε, λογχεύεσθε, σταυροῦσθε ταῖς κοπαῖς τῶν θελημάτων, ἀλλὰ χαίρετε ὅτι βασιλεία οὐρανῶν ὑμῖν ἑτοιμάζεται, ἀθανασία, υἱοθεσία, κληρονομία, εὐζωΐα, μακαριότης, ἀγαλλίασις, ἀνάπαυσις πέρας οὐκ ἔχουσα.

Τοιούτων καὶ τηλικούτων προκειμένων, τίς λοιπὸν ὀφείλει ἀκηδιάσαι; τίς δὲ μὴ προσεπειχθῇ καὶ ἐπαγωνίσηται, μᾶλλον δὲ μηδὲν μέτρον εἰδὼς τοῦ καλοῦ καὶ τῆς ἀναβάσεως, ἕως ἂν διὰ θανάτου μετέλθῃ πρὸς τὰ ἐλπιζόμενα; μὴ ὅτι εἰκαιολογία ἐστὶν ἡ κατήχησις; μὴ ὅτι θωπεύω φενακίζων ὑμᾶς; μηδαμῶς, ὦ ἀδελφοί μου. ἐνηχοῦνται ὑμῶν ἀεὶ τὰ ὦτα ταῖς τῶν ἁγίων βοαῖς. ἴστε τί κράζει ὁ μέγας ἀπόστολος· “οὐκ ἄξια”, φησί, “τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς”. ἐνέγκωμεν λοιπὸν καὶ ἡμεῖς, τέκνα, καὶ τὸ πῦρ τῆς ἐπιθυμίας, <ἵνα> καὶ τὸ βάρος τῆς ἀκηδίας, καὶ τὸν κόπον τῆς ἐργασίας, καὶ τὸν λιμὸν τῆς ἐγκρατείας καὶ τὴν ἐπὶ πᾶσι τοῖς ἄλλοις στενοχωρίαν καὶ ἀδημονίαν, καὶ ἔχωμεν καὶ ἡμεῖς συμφθέγγεσθαι τῷ εἰπόντι, “ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς”. διὸ μὴ πτύρεσθε ταῖς δαιμονικαῖς φαντασίαις καὶ ταῖς ἐπιθυμητικαῖς ἐπιβουλαῖς οἱ προκόψαντες καὶ προκόπτοντες καὶ ἀεὶ ἀναβιβαζόμενοι πρὸς τὸ τῆς ἀρετῆς ὕψος· ἀλλὰ διὰ τοὺς καταῤῥᾳθυμοῦντας καὶ ἐποκλάζοντας καὶ ἐπισειομένους καὶ ἀμφοτερίζοντας ἀναγκαῖόν μοι τὸ λέγειν, τάχα δὲ καὶ αὐτοὶ ὑμεῖς οἱ πεπαιδευμένοι χρῄζετε ὑποστηρίξεως καὶ ἐπαλείψεως, ἵνα καλῶς διανύσητε τὸν δρόμον τῆς εὐσεβείας.

δεῦρο δὴ οὖν λοιπὸν ἅπαντες τῷ φόβῳ φόβον προσθῶμεν, καὶ γενώμεθα εἰς ἀλλήλους χρηστοί, ἐπιεικεῖς, ἀγαπητικοί, πιθανοί, ἱλαροί, φωτεινοί, ἄφθονοι, ἀκενόδοξοι, ἀπέρπεροι, ἀθόρυβοι, ἀγόγγυστοι, ἔχοντες τὴν ὑπομονὴν θεμέλιον καὶ ῥίζαν τῆς ἀγαθῆς ἡμῶν διαβιώσεως.

Πολλὰ τοίνυν εἰσὶ τὰ ἐπαγόμενα ὑμῖν καθ’ ἑκάστην θλιβερά, καὶ οὐκ ἀρνοῦμαι. ἀλλὰ οὐχὶ διὰ τὴν σωτηρίαν ὑμῶν καὶ τὴν τῶν αἰωνίων ἀγαθῶν κληρονομίαν ταῦτα; ναί, καὶ οὐδείς ἐστιν ὁ ἀντιλέγων. ἐπεὶ οὖν διὰ τοῦτο ὁ κόπος καὶ ὁ μόχθος, ὁ τόνος καὶ ὁ δρόμος, ὁ κλόνος καὶ ὁ πόνος, ὁ ἱδρὼς καὶ ὁ λιμός, ὁ πνιγμὸς καὶ ὁ στεναγμός, ὁ τάραχος τῶν λογισμῶν καὶ ὁ κλύδων τῶν πειρασμῶν, τῶν παρὰ τῶν ἀοράτων ἐχθρῶν προσρησσομένων ἡμῖν ἐν ταύτῃ τῇ θαλάσσῃ τοῦ βίου, μηδαμῶς, ὦ τέκνα, παρακαλῶ, ῥᾳθυμήσωμεν, μηδαμῶς ἀποκάμωμεν, μηδαμῶς δειλιάσωμεν, μηδαμῶς ἀπελπίσωμεν.

Χριστός ἐστιν ὁ προηγούμενος, ὁ ὀρέγων χεῖρα, ὁ λέγων τῇ τοιαύτῃ θαλάσσῃ “σιώπα, πεφίμωσο”· μόνον ἡμεῖς ἔτι ἐλάσωμεν, ἔτι ἐπισπεύσωμεν καὶ περάσομεν. εὖ οἶδ’ ὅτι καὶ ἐκπεράσομεν καὶ ἀποσωθησόμεθα ἐν τῷ λιμένι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ποῦ τότε τοῦ κόπου ἐπίδειξις ἢ ὑπόμνησις; οὐδαμῶς, ἀλλ’ ἐκεῖ ὄντως “ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός”, καθὼς γέγραπται.

Τί οὖν λοιπὸν μακαριώτερον τοῦ τοιούτου ἔργου καὶ τοῦ τηλικούτου κόπου, ἐξ οὗ ἀνατέλλει φῶς καὶ ζωή, χαρὰ καὶ εἰρήνη, εὐφροσύνη καὶ ἀγαλλίασις ἀπέραντος; ἐὰν οὕτως τις λογίζηται καὶ οὕτω μετέρχηται τὴν ἀρετήν, ὄντως οὐκ ἐκλείπει, οὐκ ἐκκακεῖ, οὐκ ἀποστρέφεται, οὐ νωτάζει, οὐ μόνον πρὸς τὰ ἤδη φθάσαντα ταῦτα καὶ ἐκεῖνα, ἀλλ’ οὐδὲ πρὸς αὐτὸν τὸν θάνατον, πρὸς αὐτὸ τὸ σταυρωθῆναι καὶ λογχευθῆναι καὶ κενῶσαι τὸ αἷμα, ἀλλ’ ἢ μᾶλλον καὶ ἀσπασίως προσδέξεται τὰ ἔπαθλα καὶ τὰ σκάμματα ὡς ἐφόδια τῶν ἐλπιζομένων. ἐντεῦθεν, ἀδελφοί μου ἠγαπημένοι, οἱ μάρτυρες ἐμαρτύρησαν, πᾶσαν ἰδέαν βασάνων ὑπομείναντες. ἐντεῦθεν οἱ ὅσιοι ὡσιώθησαν, πᾶσαν πεῖραν ἀσκητικὴν ὑπενέγκαντες. ἐντεῦθεν τοιγαροῦν καὶ ὑμᾶς παρεγγυῶμαι ὁ ταλαίπωρος ἀθλῆσαι καὶ στεφανωθῆναι διὰ τῆς μακαριστῆς ὑμῶν ὑποταγῆς καὶ μαρτυρικῆς ὑπακοῆς. ναί, δέομαι ὑμῶν, μὴ στερηθῶμεν τῶν ἀφράστων ἐκείνων καὶ ἀνεκδιηγήτων ἀγαθῶν, μὴ στερηθῶμεν τοῦ ἀκοῦσαι “υἱοὶ καὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν”. ναί, ἀντιβολῶ καὶ δυσωπῶ ὑμᾶς, μὴ στερηθῶμεν τῆς χαρᾶς τοῦ νυμφῶνος Χριστοῦ καὶ τῆς δεξιᾶς παραστάσεως, ἐν ᾗ πάντες οἱ ἅγιοι εὐφραινόμενοι ἀιδίως, χορεύοντες χορεύσουσι καὶ ᾄδοντες ᾄσουσι, καὶ ἀπολαύοντες ἀπολαύσουσι θεοῦ καὶ τῶν θείων ἁπάντων ἀγαθῶν.

Ἔσται δὲ πῶς τὸ ἐπιτυχεῖν ὑμᾶς; ἐάν περ τὸ μακάριον ὑμῶν ἔργον τελειώσητε, μὴ ἀποῤῥαγέντες, μηδὲ θραυσθέντες, μηδὲ σκορπισθέντες, μηδὲ ἐν τῷ βαράθρῳ τῆς ἁμαρτίας κατακλυσθέντες. διὰ τοῦτο χαίρετε κατὰ μὲν πρῶτον λόγον ἅπαντες, χαίρετε δὲ μᾶλλον οἱ πλεῖον κοπιῶντες· χαίρετε οἱ μειζόνως ὠφελοῦντες, χαίρετε οἱ περισσοτέρως διαλάμποντες, χαίρετε οἱ οἰκονομοῦντες, χαίρετε οἱ ἐπιστημοναρχοῦντες, οἱ πρώτιστοι ἐν τοῖς καμάτοις καὶ ἐξωεργοῦντες, καὶ μάλιστα οἱ ἀροτριῶντες καὶ διασκάπτοντες, ἔτι οἱ ἐν ταῖς διακονίαις ταλαιπωρούμενοι. χαῖρέ μοι ὁ πρωτοβεστιάριος, ὁ κελλαρίτης, ὁ ὑποδηματοῤῥάφος, ὁ σκυτεύς· χαῖρέ μοι ὁ ἑστιάτωρ, ὁ ὀψοποιός, ὁ μεμβρανοποιός, ὁ ἀριστοποιός, ὁ κηπουρός, ὁ χαλκοτύπος· χαῖρέ μοι ὁ νοσοκόμος μετὰ τῶν συνυπουργούντων, ὁ πρωθαλιεὺς σὺν τοῖς ἁλιεῦσιν, οἱ θυρωροί, οἱ φροντισταί, οἱ ζωγράφοι, καὶ ἵνα τὸ πρῶτον ἔσχατον εἴπω, χαίρετέ μοι οἱ ἱερουργοῦντες, οἱ διακονοῦντες, οἱ καλλιγραφοῦντες, εἴπερ γράφετε ἐν ὑπακοῇ καὶ ταπεινώσει, οἱ ψάλλοντες καὶ στιχολογοῦντες καὶ μάλιστά γε ὁ κανοναρχῶν, εἴπερ συνιεῖτε ἃ ψάλλετε καὶ εἰς ὦτα θεοῦ ἠχεῖτε. σὺν τούτοις ἔτι χαίρετέ μοι οἱ ὑπουργοῦντες καὶ διακονοῦντες, οἱ ἀμφιάζοντες καὶ ἀφυπνίζοντες καὶ ἐπιτηροῦντες.

χαίρετέ μοι οἱ χαρτουλαρεύοντες καὶ οἱ νοταρεύοντες καὶ καταγραφόμενοι, οἱ χρυσοφύλακες καὶ σκευοφύλακες, οἱ κανισκάριοι καὶ κανδηλάριοι, ὁ κοσμήτωρ, ὁ ὀπωροφύλαξ, ὁ ὁριάριος, ὁ οἰνοχόος, ὁ πρωτοκαλλιγράφος, ὁ βιβλιοφύλαξ, ὁ ταξιάρχης πᾶς οὖν εἴ τις ἄλλος μικρὸς καὶ μέγας, πάντες χαίρετε, πάντες εὐφραίνεσθε, πάντες ἐπείγεσθε, πάντες καθαίρεσθε, πάντες ὑψοῦσθε. ὡς ξένον θέαμα ὁ ἐν μέσῳ πάσης τῆς ἀδελφότητος μαρτυρούμενος ἐνάρετος! ὡς ἡδὺ ὅραμα ὁ ἐπὶ τοιούτου πλήθους κεχαριτωμένος τὸ πρόσωπον ἐν εὐλαβείᾳ καὶ ταπεινώσει καὶ ὑπακοῇ! ὡς εὐκταῖον παράδειγμα ὁ εἰς πάντας τρέχων καὶ διαθέων καὶ φωτίζων τῷ λόγῳ καὶ ἀλείφων τῷ φθόγγῳ, ὅτι τῶν τοιούτων ἐστὶν ἡ μείζων μᾶλλον στάσις ἐν καιρῷ ἀνταποδόσεως! “ἕκαστος” οὖν λοιπὸν “τὸν ἴδιον μισθὸν λήψεται, κατὰ τὸν ἴδιον κόπον”, ὥσπερ ὁ ἀπόστολος διδάσκει· ὥστε καλὸν τὸ μοχθεῖν καὶ δι’ ὀλίγων ἀγώνων κληρονομῆσαι “ἃ ἡτοίμασεν ὁ θεὸς πᾶσι τοῖς ἀγαπῶσιν αὐτόν”, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΖʹ. Ὅτι δεῖ ἐμμένειν ἡμᾶς ἐν τῇ ὁμολογίᾳ καὶ τῇ κλήσει, ᾖ κέκληκεν ἡμᾶς ὁ θεός, καὶ μὴ διὰ χλιαρότητα ἀπολέσαι τὰ πολύευκτα ἡμῶν κατορθώματα. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, πλατύναι τὸν θεὸν τὴν διάνοιάν μου ἐν νοήμασι δι’ εὐχῆς παρακαλῶ ἔχετε, ὅπως δυνηθῶ ὑμῖν ἐπαρκεῖν πρὸς ταύτην τὴν οἰκτρὰν καὶ μικρὰν κατήχησιν, πρὸς τὰς καθ’ ἑκάστην συμπιπτούσας καὶ παρισταμένας ὑποθέσεις, αἵτινες χρῄζουσιν οὐχὶ τῆς τυχούσης μὲν παρακλήσεως, ἀλλ’ οὐδὲ τῆς ὀλιγοστῆς παραινέσεως· ἐπιγίνονται γὰρ ἀεὶ ὡς νιφάδες αἱ ὀλιγωρίαι, αἱ ἀκηδίαι, αἱ ἰδιοῤῥυθμίαι, αἱ ἀτονίαι, καί τινων μὲν αἱ παρακοαί, ἄλλων αἱ ὑψηλοφροσύναι, ἐνίων δὲ αἱ ἀποδράσεις, πρὸς τούτοις αἱ ἀντιλογίαι, αἱ ἀκαταστασίαι, οἱ γογγυσμοί, οἱ ψιθυρισμοί. καὶ ποῦ μοι καιρὸς καταλέγειν κατ’ ἔπος πάντα, ἐν οἷς ὡς ἐπὶ κλύδωνός τινος χειμερίου συνεχόμενος πολὺν τὸν θόρυβον ἐν τῇ ταπεινῇ μου ψυχῇ ἔχω ἐγγινόμενον, τὸ ποῦ καὶ πῶς καὶ ἡλίκως, συνεργίᾳ τῶν εὐχῶν τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, δυνηθείην ἀκριμάτιστον καὶ ἀκαταπόντιστον τὴν ἐμπιστευθεῖσάν μοι κυβέρνησιν τῶν τιμίων ὑμῶν ψυχῶν ποιήσασθαι; οἶδα δὲ καὶ σύμφημι, ὅτι καὶ αὐτοὶ συνέλκεσθε καὶ συνδιατείνεσθέ μοι ἐν ταύτῃ τῇ κυβερνήσει, ἀλλ’ οὐχ οἱ πλείονες. ἦ γὰρ ἂν εὐκοπώτερον καὶ κουφότερόν μοι ἦν τὸ πόνημα.

Διὰ τοῦτο δέομαι, τοὺς μὲν συναγωνιῶντάς μοι ἔτι μᾶλλον συναίρεσθαί μοι τὸν κόπον, ὡς ὀφείλοντας τοὺς ἀξίους παρὰ θεῷ κομίσασθαι μισθούς, τοὺς δὲ ἄλλους τὸ παύσασθαι τῆς δυσπραγίας, ἀναλαβομένους φόβον θεοῦ καὶ τὸ τοῦ φοβεροῦ καὶ φρικτοῦ ἐκείνου κριτηρίου παράστημα, ἐν ᾧ ἀπολήψεται ἕκαστος κατὰ τὰ ἔργα αὑτοῦ. διατί γάρ, τέκνα, ἐνταῦθα ἐληλύθαμεν, ἐξελθόντες τοῦ κόσμου καὶ ἀποχωρισθέντες τῶν κατὰ σάρκα γονέων καὶ συγγενῶν καὶ φίλων, πόλεών τε καὶ πατρίδων, οἴκων τε καὶ χωρίων; οὐχ ἵνα σώσωμεν τὰς ἑαυτῶν ψυχάς; οὐχ ἵνα συγχωρηθῶμεν τὰ ἐν βίῳ ἡμαρτημένα; οὐχ ἵνα εὐαρεστήσωμεν κυρίῳ; οὐχ ἵνα κτησώμεθα τὰ αἰώνια ἀγαθά; οὐχ ἵνα ζήσωμεν ἀγγελικῶς, ζηλοῦντες τοὺς ἀσωμάτους νόας, μᾶλλον δὲ τοὺς ἁγίους καὶ τρισμακαρίους πατέρας ἡμῶν; καὶ πῶς τὰ ἐναντία πράττομεν, ἀντὶ τοῦ κλαίειν γελῶντες καὶ ἀντὶ τοῦ κατανύσσεσθαι στρηνιῶντες, ἀντὶ τοῦ εὐλαβεῖσθαι ἀγριούμενοι καὶ ἀντὶ τοῦ προσεύχεσθαι καταρώμενοι, ἀντὶ τοῦ ἠρεμεῖν ῥεμβόμενοι καὶ ἀντὶ τοῦ ἡσυχάζειν σχολιάζοντες, ἀντὶ τοῦ καθαίρεσθαι ῥυπούμενοι καὶ ἀντὶ τοῦ συστέλλεσθαι παῤῥησιαζόμενοι, ἀντὶ τοῦ νηστεύειν ἀκρατευόμενοι καὶ ἀντὶ τοῦ ψάλλειν διαδικαζόμενοι, ἀντὶ τοῦ ὑπακούειν αὐθαδιαζόμενοι καὶ ἀντὶ τοῦ ταπεινοῦσθαι ἐξυψούμενοι; οὕτως λήθῃ καὶ ἀπροσεξίᾳ τῶν πρώτων συνταγῶν καὶ συνθηκῶν καὶ ὁμολογιῶν ὑποσύρειν ἡμᾶς εἴωθεν ὁ ἀντίπαλος.

Ἀλλὰ γνῶτε, τέκνα, καὶ ἐπίγνωτε καὶ ἀνανήψατε καὶ συνέλθετε πάντες εἰς ὅπερ καὶ συνέθεσθε, ἀποπλῦναι τὰ ἁμαρτήματα, ἁγιασθῆναι, φωτισθῆναι, τελειωθῆναι, θεοποιηθῆναι, κληρονομῆσαι βασιλείαν οὐρανῶν. ναί, παρακαλῶ καὶ δέομαι, μὴ εἰς κενὸν ὁ κόπος ἡμῶν ὀφθείη! πόσα καὶ πηλίκα τεταλαιπωρήκατε καὶ ταλαιπωρεῖτε! πόσα νενηστεύκατε καὶ νηστεύετε! πόσα ἠγρυπνήσατε καὶ ἀγρυπνεῖτε! πόσα ἐπετιμήθητε καὶ ἐπιτιμᾶσθε! πόσα βεβαστάκατε καὶ βαστάζετε! πόσα διηνύκατε καὶ διανύετε! μὴ τοίνυν διὰ χλιαρότητα καὶ ὡρινὴν ἡδονὴν τὰ πολύκτητα καὶ πολυπόριστα καὶ πολύευκτα ὑμῶν κατορθώματα ἀπολέσητε, ἀλλὰ τοῖς προτέροις συγκτήσασθε καὶ τὰ παρόντα, μεγαλεμπόρως τὸν βίον τοῦτον διανύσαντες, καὶ ἄπιμεν πρὸς τὸν παγγάληνον λιμένα τῆς ἀτελευτήτου ζωῆς.

Οἶδεν οὖν ὁ κύριος, ὅπως ἐφίεμαι τῆς ἑκάστου ὑμῶν καθηκούσης ἀναπαύσεως, καὶ τὴν ἐμαυτοῦ ταλαίπωρον ψυχὴν ὅπως συνδιατίθημι πρὸς τὰ συνεισφερόμενα ὑμῖν, ἀλγῶν ἐπὶ τοῖς ἀλγοῦσι καὶ ἀσθενῶν ἐπὶ τοῖς ἀσθενοῦσιν ὡς ἀσθενὴς λίαν κατὰ ψυχήν, ἀθυμῶν ἐπὶ τοῖς ἀθυμοῦσιν, ἀγωνιῶν ἐπὶ τοῖς ἀγωνιῶσιν, περιστατούμενος ἐπὶ τοῖς περιστατουμένοις, φλεγόμενος ἐπὶ τοῖς πειραζομένοις. καὶ ἡνίκα οὕτως, τί μὴ παραχωρεῖτέ μοι οἱ πάντες καὶ εὐθύνεσθε καλῶς καὶ ἠρεμαίως, στοιχοῦντες τοῖς διατεταγμένοις, ἀλλ’ ἀντιφέρετε καὶ ἀντεπεξάγετε οἱ τινὲς θελήματα ἰδικά, μᾶλλον δὲ πονηρά, ἐπιθυμήματα βλαβερά, βουλεύματα ὑπερηφανευτικά, οὐ στοιχοῦντες τῷ κανόνι τῆς ὑποταγῆς καὶ κοινοβιακῆς καταστάσεως, ἀλλ’ ἐκ φιλαυτίας καὶ ἰδιοῤῥυθμίας νομιμώτερα μᾶλλον ἐξευρίσκοντες καὶ ἁγιώτερα ἐκτιθέμενοι καὶ ἐνθεέστερα δογματίζοντες, ἅτινά εἰσιν ἀσεβήματα καὶ ἀνομήματα; οἱ μὲν γὰρ ἐξ αὐθεντίας, μᾶλλον δὲ διαταγῆς τοῦ διαβόλου, λάθρᾳ καὶ ἀγνοίᾳ μου σίδηρα περιεβάλεσθε καὶ ἀλλήλοις πρὸς ταῦτα παραχωρεῖτε καὶ συνέρχεσθε τῷ συντεκταίνοντι ὑμῖν τὴν ἁμαρτίαν διαβόλῳ· ἄλλοι ἐρημικὰς ζωὰς εὐφημεῖτε καὶ τῷ ἐρημῶσαι ὑμᾶς θέλοντι Σατανᾷ συνδιαλέγεσθε· ἕτεροι τόδε καὶ τόδε, ἵνα μὴ ἐκφαίνω τὰ πράγματα, ταὐτοθελῶς ἐργάζεσθε, τὴν εὐλογίαν τοῦ ἀντιπάλου πάντως δεχόμενοι.

καὶ τί ταῦτα πράττοιτε, μὴ ἐρῶντες τὰ οἰκεῖα καὶ ἁρμόζοντα καὶ θεάρεστα καὶ σωτήρια ὑμῖν; ποῦ τις τῶν ὁσίων τοιαῦτα εἰργάσατο; εἰ δὲ καὶ εἰργάσατο, ἀλλ’ ὅμως σπανιάκις ὑπὸ ὀπτασίας, ἢ θεοσημείας, ἢ πατρικῆς παραχωρήσεως, παρορμηθείς. ὑμεῖς δὲ μήπω ἀποκλυσάμενοι, οἱ μὲν τυχὸν μηδὲ αὐτὰ τὰ πρότερον ἁμαρτήματα, οἱ δὲ κἂν ἀποκλυσάμενοι, μήπω τὰ ἤθη ἡμερώσαντες, μηδὲ γευσάμενοι διακριτικῆς γλυκύτητος, τυφλώττοντες τῇ ἀβουλίᾳ καὶ ἰδιοθελησίᾳ, οὕτως, ὡσὰν σκώληκες, κατὰ κρημνοῦ φέρεσθε ὑπὸ τοῦ ὑποσύροντος ὑμᾶς ἀπάτῃ, τοῦ ὄφεως.

Μὴ οὕτως, μηδαμῶς, τέκνα μου, ἀλλὰ πιστεύετε τοῦτο τῶν σοφῶν εἶναι σοφώτερον καὶ τῶν ἁγίων ἁγιαστικώτερον, καὶ τῶν συμφερόντων συμφερώτερον ὑμῖν, τὸ μένειν ἐν τῇ κλήσει, ᾗ κέκληκεν ὑμᾶς ὁ κύριος, ἐν τῷ κοινοβίῳ, ἐν τῷ πατρί, ἐν τοῖς ἀδελφοῖς, ἐν τῇ θεοποιμάντῳ μάνδρᾳ· ὁ γὰρ ἐξερχόμενος θηριάλωτος ἔσται πάντως. ἐν ταύτῃ αὐλιζόμενοι τελεῖτε καὶ ἐκτελεῖτε τὰ ἰδιώματα αὐτῆς, τὴν ὁμοψυχίαν καὶ ὁμογνωμίαν, τὴν συνάθλησιν, τὴν συμμαρτύρησιν, τὴν συγκοπίασιν, τὴν συνύμνησιν. εἰ δέ τίς τι καὶ προὔχειν θέλει τῶν ἄλλων ἐν κατορθώμασι, δυνατὸς ὤν—φίλον τοῦτο θεῷ καὶ ἡμῖν—ὑποβαλλέτω ἑαυτὸν τῷ φρονήματι κατώτερον πάντων, μηδόλως ἀντιλογείτω, μηδόλως εὑρισκέσθω ἐν τῷ στόματι αὑτοῦ δόλος, μηδαμῶς καταφθαζέσθω γογγύζων. ἔστω βραδὺς εἰς ὀργήν, ταχὺς εἰς ὑπακοήν, ταχύτερος εἰς τὸ λέγειν “συγχώρησον” ἐν καιρῷ ἐνστατικῆς διαλέξεως, φαιδρὸς τῷ προσώπῳ διὰ τῆς ἔνδοθεν ἐπᾳδομένης ψαλμολογίας καὶ προσευχῆς καὶ καταστάσεως, κάτω νενευκὼς τὸ ὄμμα, ἀναθρώσκων δὲ τὸν νοῦν εἰς θεόν.

ἔστω ἐγκρατευόμενος παντάπασι γέλωτος μέχρι μειδιάματος, τὸ δέον ἀποπληρῶν· ἔστω ἐγκρατὴς καὶ μέχρι λόγου ἑνὸς σαπροῦ καὶ μὴ φέροντος οἰκοδομήν· ἔστω ἀρκούμενος τῷ σιτισμῷ τῆς κοινῆς τραπέζης καὶ μηδὲ τότε ἐμπιπλώμενος· ἔστω ἀρκούμενος τῷ ὡρισμένῳ ὕπνῳ καὶ ἐν τῷ κανόνι νηφαλέως καὶ ἐγρηγορὼς παριστάμενος, ἀκριβευόμενος μέχρις ἑνὸς στίχου μὴ ἀπολέσαι· ἔστω καθ’ ἑκάστην ἡμέραν βάλλων ἀρχὴν καὶ μέχρις ἑσπέρας τὸ τῆς ζωῆς αὑτοῦ πέρας διοριζόμενος, καὶ διὰ τοῦτο κατηφευόμενος καὶ στεναχιζόμενος καὶ ἑτοιμαζόμενος τὴν ἔξοδον τῆς ψυχῆς· ἔστω καθ’ ἑκάστην ἡμέραν δακρυῤῥοῶν, εἰ δ’ οὖν ἀλλ’ ἐν καιρῷ τῆς μεταλήψεως ἢ τῇ ἑσπέρᾳ τῆς καθευδήσεως ὥρᾳ παρειὰς αὑτοῦ βρέχων ἐν κλαυθμῷ τῷ ἀναλογισμῷ τῶν παρεθέντων ἐξ ἀτονίας πραγμάτων, ἢ καὶ τῇ ἀναλογίσει τῶν οὐρανίων θεαμάτων καὶ καθ’ ἑκάστην ἡμέραν διοικουμένων ὑπὸ θεοῦ κριμάτων, καὶ μᾶλλον ἐπὶ τῇ τοῦ θανάτου ἐπινοίᾳ, διαχωρίσει τε τοῦ σώματος καὶ τῆς ψυχῆς, ἀπαγωγῇ τε τῶν ἀγγέλων, ἀπαντήσει τε τῶν δαιμόνων, ἀπολογίᾳ τε τῶν βεβιωμένων κατά τε νοῦν καὶ πρᾶξιν καὶ λόγον, ποῦ καὶ πῶς ἄρα εὑρεθήσεται ἡ ψυχὴ ἡ ταπεινή, καὶ εἰ ἄρα ἐν τῇ εὐλογημένῃ καὶ δεξιᾷ παραστάσει, καὶ εἰ ἄρα ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ, καὶ εἰ ἄρα ἐν τῷ θείῳ νυμφῶνι· ἢ μήπως (ὅπερ ἀπείη) μετὰ τῶν ἐρίφων, ἔνθα ἐστὶν ἀκοῦσαι τὸ “ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ”.

Ἰδοὺ πόσα προτερήματα καὶ ἀγωνίσματα ὑποδέδεικται ὑμῖν. καὶ ποῦ ἐστιν ἐν ἄλλῳ βίῳ θεοδρόμῳ τοσαῦτα ἐργάσασθαι καὶ πολυειδῆ τὴν ἀρετὴν παραστῆσαι, ἢ ὡς ἐν τῷ ἱερῷ κοινοβίῳ, καθὼς ὁ μέγας νομοθέτης ἡμῶν Βασίλειος ὁ θεῖος διαγορεύει; ἐγὼ τοίνυν φανερῶ ἀφανῶς τινας ἐξ ὑμῶν, ἵνα ἐγκεντρισθῆτε οἱ τὰ μὴ καθήκοντα διαπράττοντες πρὸς ὁμοζηλίαν, εἴπερ ἐθέλοιτε. εἰσὶ τοίνυν ἐν ὑμῖν οἱ ἐξ εἰλικρινοῦς πίστεως αὑτῶν καὶ ἀγάπης πρὸς θεόν τε καὶ τὸν καθηγούμενον τυχὸν μηδόλως ἐνυπνιαζόμενοι, ὅπερ ἔχει καὶ ὁ θεῖος Βασίλειος. εἰσὶν ἄλλοι, οἱ τοῦ δακρύου ἐργάται καὶ μηδὲ μίαν ἡμέραν σχεδὸν ἀκλαυστὶ ἐξερχόμενοι. εἰσὶν ἕτεροι, οἱ μήποτε τὴν ἁγίαν μετάληψιν λαμβάνοντες, εἰ μὴ πρότερον χέωσι τὸ τῶν βλεφάρων ὕδωρ· εἰσὶ δ’ ἄλλοι οἱ τοσοῦτον προσέχοντες καὶ φιλαγνοῦντες, ὡς μηδόλως εἰς πρόσωπον βλάπτεσθαι, καὶ εἰσὶν ἄλλοι οἱ τὴν χρείαν τοῦ ὕπνου καθήμενοι ἐκτελοῦντες, καὶ ἄλλοι πάλιν οἱ ἔξω τῆς τραπέζης μηδόλως πεπωκότες ὕδωρ, ἢ φαγόντες βρωτόν, ἄνευ δοθείσης εὐλογίας. ἕτεροι δ’ αὖ πάλιν, οἱ προευρισκόμενοι πάντοτε ἐν τῷ κανόνι, κατὰ τὸν θεῖον Σάββαν, καὶ ἄλλοι οἱ μήποτε ἐξάγγελσιν ποιούμενοί μοι περὶ ἐκδικήσεως ἢ ἐκζητήσεως ἱματίου, ἢ ὑποδήματος, ἢ ἄλλου τινός, ἀλλ’ ἢ μόνον πρὸς ἐπιζήτησιν νηστείας, ἀγρυπνίας, ἄλλης παντοίας κακοπαθείας εἰς τὸ σῴζεσθαι.

Ἴδε οἱ εὐθεῖς τῇ καρδίᾳ, ἴδε οἱ θέλοντες ἀγωνίζεσθαι τὰ ὑψηλότερα, ἴδε οἱ μετὰ τῆς οἰκείας σωτηρίας καὶ τὴν τῶν πλησίων ἀβλάβειαν περιποιούμενοι, μᾶλλον δὲ οὐκ ἀβλάβειαν, ἀλλ’ ὠφέλειαν παντεπαίνετον μεθ’ ὑπομνήσεως οἱ ποιοῦντες πεποιήκασι καὶ ποιοῦσιν· ἐν τούτοις καὶ τοὺς πεσόντας ἐγείρουσιν. τούτους οὖν οἱ βουλόμενοι μιμείσθωσαν· εἰ δὲ μή γε, ἀρκείσθωσαν ἐπὶ τοῖς καθολικοῖς κατορθώμασιν· ἀρκεσία γάρ ἐστι σωτήριος, καὶ ἐν ταύτῃ μόνῃ τὸν στέφανον αὑτῶν ἀπολήψονται, καὶ οὕτως τὸ παρὸν μακρότερον καὶ διεξοδικώτερον ὑπέγραψα ὑμῖν τὴν κατήχησιν, ἵνα μὴ φρονῆτε παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν, καθὼς καὶ διατέτακται, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΗʹ. Περὶ τοῦ περιφράξαι τὰς ἑαυτῶν ψυχὰς διὰ τῶν ἀρετῶν, ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἵνα ἀπὸ ὑποδείγματος ἀρξώμεθα τῆς κατηχήσεως, πολέμου ἡνίκα συμβολὴ φθάσει γίνεσθαι, πρότερον καθίσαντες οἱ στρατηγοῦντες, ἐπισυναγαγόντες τὸν λαὸν καὶ λόγοις παρακλητικοῖς ἐπαλείψαντες καὶ πρὸς τοὺς ἀγῶνας συναγείραντές τε καὶ ἀνδρειώσαντες, οὕτως ἀπίασι πρὸς τὸν πόλεμον. καὶ κυβερνῆται νηῶν πρότερον μετὰ τῶν ναυτίλων συγκαθεσθέντες καὶ συνδιασκεψάμενοι τὰ τῆς ποντοπορίας, οὕτως κελεύουσί τε τὰ ἱστία καὶ ἐξορμῶσι, θεὸν ἐπικαλεσάμενοι ἀρωγόν. ἐῶ λέγειν ὁδίτας, ἐμπόρους τε καὶ γεωργοὺς καὶ πᾶσαν ἄλλην μέθοδον τῆς συμβουλευτικῆς καὶ συγκαθεστικῆς καὶ ὁμονοητικῆς, ἐπιδεομένην πάντως εὐκαιρολογίας.

Ἐπεὶ τοίνυν καὶ ὑμεῖς ὁ τοῦ Χριστοῦ στρατός, τὸ ἐκ τοῦ παντὸς κόσμου ἐκλελεγμένον κυρίῳ συνάθροισμα, τὸ ἀφιερωμένον θεῷ ἀνάθημα, “πάλην ἔχομεν”, κατὰ τὸν ἀπόστολον, “οὐ πρὸς ἐναίμους καὶ ἐνσάρκους ἐχθρούς, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας”, ἔργον ἡμῖν ἐστιν ἀναγκαῖον ἐπὶ τὸ αὐτὸ καὶ συναθροίζεσθαι καὶ συγκαθέζεσθαι καὶ συνδιασκέπτεσθαι οὐχ ἅπαξ, οὐ δίς, οὐ τρὶς τοῦ ἐνιαυτοῦ (ἦ γὰρ ἂν καὶ τρισσάκις πολεμοῦντες καὶ πολεμούμενοι, οἴκοι ἀνακάμψαντες, ἠρεμίαν ἤγομεν ἀμφότεροι, οἵ τε πολεμοῦντες καὶ οἱ πολεμούμενοι), ἀλλ’ ἀδιαλείπτως καὶ ὡσαύτως, ὅτι καὶ ἀένναος ὁ παρὰ τῶν ἐχθρῶν ἡμῶν πόλεμος, ὡς ἴστε καὶ ἴσμεν οἱ πειραζόμενοι. οὐκοῦν τί ξένον ποιοῦμεν καὶ παράλογον, μᾶλλον δὲ εὐλογώτατα καὶ δικαιότατα καὶ χρησιμώτατα, εἰς ταὐτὸ καθ’ ἑβδομάδα συνερχόμενοι τρίς, ἀλλ’ οὖν καὶ καθ’ ἑσπέραν συναγόμενοι καὶ οἱονεὶ συμβουλευόμενοι καὶ συγκροτούμενοι καὶ συνασπιζόμενοι διὰ τοῦ λόγου τῆς κατηχήσεως;

Βλέπετε τοιγαροῦν, στρατιῶται Χριστοῦ, πῶς ἐστε περιπεφραγμένοι τὰς ψυχὰς ὑμῶν, εἰ ἔχετε θώρακα εὐπιστίας, εἰ ὑπάρχει ὑμῖν ἀσπὶς ταπεινοφροσύνης, εἰ πάρεστιν ὑπακοῆς δόρυ, εἰ σκέπει ὑμᾶς περικεφαλαία ἐλπίδος σωτηρίου, εἰ ἐπὶ χεῖρας ὑμῶν ἡ μάχαιρα τῆς εὐανδρίας, καὶ πρότερον, εἰ εὐήνιον ὑμῶν τὸ τίμιον σῶμα καὶ εὔδρομον, ὡς ἂν πῶλος εὐτακτῶν, ἀλλὰ μὴ δυσκαθεκτῶν καὶ ἀναχαιτίζων, βάλλοι κάτω τὸν ἐπιβάτην νοῦν, κατὰ πρόσωπον τῶν πολεμίων. ναὶ τοίνυν ἔχετε—ἀνθ’ ὑμῶν ἀνταποκρίνομαι—, ἀλλὰ καὶ σχοίητε ἔτι καὶ ἔτι, τεκνία μου, ὅτι πολλοὶ οἱ πολεμοῦντες ὑμᾶς ἀπὸ ὕψους, ὅτι πεπυρωμένα ἄγαν τὰ βέλη τοῦ πονηροῦ, ὅτι ἡμερονύκτιον οὐδὲ τὴν ἀκαριαίαν ὥραν παραχωρεῖ· οὔτε γὰρ ἐσθίει, οὔτε πίνει, οὔτε καθεύδει, ὡς αὐτός που ὁ ἀποστάτης τῷ ἁγίῳ πατρὶ εἴρηκεν, ἀλλ’ ἐν τούτῳ ἡ ἄζωος ζωὴ αὐτοῦ καὶ ἡ ὀλέθριος κίνησις, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. ἀλλ’ ἡ ῥομφαία αὐτοῦ εἰσέλθοι εἰς καρδίαν αὑτοῦ, καὶ τὰ τόξα αὐτοῦ συντριβείη. πῶς δέ; ἐὰν τὰ ψαλλόμενα ἐνωτιζώμεθα, ἐὰν ἐν τοῖς προειρημένοις ὅπλοις ἀποτρεπώμεθα αὐτόν. τοῦτον, ὡς αὐτὸς ὁ ἀλάστωρ ἔφη, συντρίβει ἡ ταπεινοφροσύνη· τοῦτον ἀναιρεῖ ἡ ὑπακοή· τοῦτον φυγαδεύει ἡ εὐχή· τοῦτον λιμοκτονεῖ ἡ νηστεία· τοῦτον κατεάγει ἡ φιλαδελφία καὶ πᾶσα ἡ λοιπὴ τῶν θείων ἀρετῶν ἐργασία.

Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ταῖς ἁμαρτίαις ἀξίως τῆς κλήσεως, ἧς ἐκλήθημεν, περιπατήσωμεν, ἵνα μὴ λάβῃ καθ’ ἡμῶν χώραν ὁ τύραννος. ἔχεσθε τῆς ὑπομονῆς ὑμῶν, τὸν πόνον ὑποφέροντες, τὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, εἴτε δι’ ἀροτριάσεως, εἴτε διὰ σκάψεως, εἴτε δι’ ἀμφιάσεως, εἴτε διὰ καλλιγραφήσεως, εἴτε διὰ τεκτονεύσεως, εἴτε διὰ ἀρτοποιήσεως, εἴτε δι’ ἄλλης τῆς οἱασοῦν προκειμένης τέχνης καὶ διακονίας, καὶ πρὸς ταῦτα πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς τεταμίευται. ἰδοὺ ὡς δρομεὺς ὁ βίος ἡμῶν διεξέρχεται, ὡς πτῆσις ὀρνέων παρερχόμενος. οὔτε τὰ χρηστὰ διαρκῆ, οὔτε τὰ λυπηρὰ ἐπίμονα. τὴν καλὴν πραγματείαν πραγματευσώμεθα, ἀδελφοί. ἐν μιᾷ καιροῦ ῥοπῇ ὅλους αἰῶνας κληρονομήσωμεν. ῥοπὴ γάρ ἐστιν ἀληθῶς ὁ πᾶς ἡμῶν τῆς ζωῆς βίος πρὸς τὸν μέλλοντα ἄπειρον αἰῶνα, καὶ μακάριοι οἱ εὖ φρονοῦντες, καὶ τρισμακάριοι οἱ κόσμον μισήσαντες, καὶ ὁλομακάριστοι οἱ γονεῖς καὶ συγγενεῖς καὶ φίλους καὶ ἀδελφοὺς καὶ πάντα τὰ ἐν κόσμῳ διὰ κύριον καταλείψαντες. πῶς οὐ μὴ δοξασθήσεσθε ταῦτα πεποιηκότες; αὐτός ἐστιν ὁ λέγων “ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται”. δοξάζετε οὖν τὸν θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν, ὡς ἀληθῶς καὶ μέλη Χριστοῦ ἐστε ἡγιασμένα, καὶ θυσιάζετε ἑαυτοὺς καὶ ὁλοκαρποῦτε διὰ τῆς ὑποταγῆς ἀεννάως.

Μὴ οὖν τις ἐγκοπτέσθω τοῦ καλλίστου δρόμου, μὴ οὖν τις ἀκηδιάτω, μηδ’ αὖ ῥᾳθυμείτω, μηδέ γε καθευδέτω, μηδὲ ῥεγχέτω. πάντες σύνδρομοι, πάντες σύζευκτοι τῇ ἀγάπῃ, πάντες ὁμοθελεῖς, πάντες ὁμοκάρδιοι, θεόδρομοι, εὐκίνητοι, ἀεικίνητοι τῇ εὐσεβείᾳ, εὐχόμενοι καὶ ὑπὲρ τῆς ἡμῶν ἀναξιότητος, ἵνα σὺν ὑμῖν εὕροιμέν πώς ποτε σῴζεσθαι, εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΘʹ. Περὶ εὐχαριστίας καὶ ὑπομονῆς. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, λύχνον καιόμενον ἔχοντες ἐν ἡμῖν τὸ φίλτρον τοῦ κυρίου καὶ τὸν πόθον τῶν αἰωνίων ἀγαθῶν, ὀφείλομεν ἑκάστοτε ἐπιβάλλειν τὸ τῆς χρίσεως ἔλαιον, ἵνα μήπως ἀποσβεσθεὶς ἐπισκοτάσῃ καὶ ὡς ἐν νυκτὶ ὧδε κἀκεῖσε πλανώμενοι τοῖς πάθεσι κινδυνεύσωμεν. τί οὖν τὸ ἔλαιον; ἡ ὑπόμνησις, ἡ ἀνάμνησις, ἡ ἀναλόγισις, ἡ ἀναγνώρισις τῶν προγεγενημένων, τῶν ἤδη παρισταμένων καὶ μελλόντων.

ἀναμνησθῶμεν τοιγαροῦν ἡμέρας ἐκείνας τῆς νεότητος ἡμῶν, ἐν αἷς ἦμεν ὡς ἐν σκότει τῇ ἀγνοίᾳ πορευόμενοι, ἢ ὡς ἐν θαλάσσῃ τοῖς πράγμασι κυμαινόμενοι, ἢ ὡς ἐν πελάγει ταῖς ἡδοναῖς βυθιζόμενοι, καὶ ὅθεν ἡμᾶς ὁ ἀγαθὸς θεὸς ἀνεκαλέσατο καὶ ὁπόθεν ἀνεῤῥύσατο καὶ ἐκ ποίων καὶ ἡλίκων παθῶν· ἐξέσπασεν καὶ χεῖρα ὀρέξας ἀνέστησεν, καὶ τρίβον εἰλικρινῆ ὑπέδειξεν, καὶ δραμεῖν ἡμᾶς πρὸς τὸ φωτεινὸν καὶ ἅγιον σχῆμα τοῦτο παρωρμήσατο, πόσων καὶ πηλίκων ἄλλων, συγγενῶν, ἰδίων, ἑταίρων, συνήθων, φίλων, γνωρίμων, ἐναπομεινάντων καὶ μόνων ἡμῶν ὡς ἐξ αἰγυπτιακῆς δουλείας ἐξεληλυθότων καὶ εἰς τὸ ὑψηλὸν τοῦτο τῆς πολιτείας ὄρος ἀναβεβηκότων, καὶ ἐντεῦθεν ἀποσκοπούντων καὶ θεωρούντων ὡς ἐν βαθυτάτῳ τινὶ τόπῳ, πῶς βάλλουσί τε καὶ βάλλονται ὑπ’ ἀλλήλων ἄνθρωποι μοχθοῦντες εἰκῇ καὶ μάτην καὶ ἐν τοῖς ἀπολλυμένοις καὶ ἀστάτοις καὶ ῥέουσιν μέγαν τινὰ καὶ ἀνένδοτον ἱδρῶτα ἐπιδεικνύμενοι, καὶ εἴθε μέχρι τούτου, ἀλλὰ μὴ εἰς ἀνταπόδοσιν αἰωνίας κολάσεως!

Ὑπὲρ οὖν τῆς τοιαύτης μόνης ἀπολυτρώσεως πόσην καὶ ἡλίκην ὀφείλομεν τῷ θεῷ χάριν εἰδέναι καὶ ἀνταποδιδόναι αὐτῷ ἀνταπόδοσιν, ὑπὲρ ὧν ἡμῖν ἀνταπέδωκεν; ἡ δὲ ἀνταπόδοσις αὕτη, ἡ ἀποταγὴ ἡμῶν καὶ ἐκ κόσμου ἀποφυγὴ καὶ ἐκ γονέων ἀπαλλαγὴ καὶ ἐξ ἰδίων ἀπαγωγή, καὶ ἡ ἐν ὑποταγῇ μακαρία ζωή. λοιπὸν οὖν ἐγνωκότες τὴν τοῦ θεοῦ δωρεὰν εὐχαριστήρια προσάγωμεν καὶ ὡς ἑορτάζοντες διαβιβαζώμεθα τὰς ἡμέρας τῆς παροικίας ἡμῶν, ὑπὲρ τὸν Ἰσραὴλ μᾶλλον ᾄδοντες καὶ ψάλλοντες, “ἄσωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς ἀπωλείας θάλασσαν”. ἐπεὶ δὲ οὕτως λελυτρώμεθα, χρεία ἄρτι καλῶς ἡμᾶς τὴν ἔρημον τοῦ βίου διαβιβάζεσθαι, πειθηνίους τε εἶναι καὶ φιληκόους, ὑπομονητικούς τε καὶ μακροθύμους, φιλάγνους τε καὶ φιλεντόλους, ἀλλὰ μὴ κατὰ τὸν παλαιὸν λαὸν γογγυστάς τε καὶ ἀνηκόους, φιλοσάρκους τε καὶ φιληδόνους, αὐθάδεις τε καὶ ἀντιλόγους καὶ κατ’ αὐτοῦ τοῦ νομοθέτου ἀντάρτας, μιμνησκομένους οἱονεὶ κρεῶν καὶ λεβήτων, κρομμύων τε καὶ σκορόδων αἰγυπτιακῶν, ἅτινά εἰσι τὰ δυνάμει θεοῦ ἀποταγέντα καὶ ἀπαρνηθέντα ἡμῖν.

Μὴ οὖν οὕτως, μηδαμῶς, παρακαλῶ, ἀλλ’ ὡς λαὸς τοῦ θεοῦ ἅγιος ἐσώμεθα ἀπαραπίκραντος, εὐήκοος, εὐμετάφορος ὅπου καὶ ἡνίκα καὶ ὅτε καὶ ὅθεν βούλεται, διὰ τῶν συμβαινουσῶν καὶ ἀποδεικνυμένων ἐντολῶν αὐτοῦ ἀγόμενοι καὶ περιπορευόμενοι καὶ φέροντες τὰ τῆς ὁδοῦ λυπηρά, κἂν λεῖψις βρώματος, κἂν σπάνις πόματος, κἂν ἄλλο τι τῶν εἰωθότων. καὶ ἐὰν οὕτως πεποιθότες ὦμεν, ἄγγελος θεοῦ ἡμῶν προπορεύεται καὶ κύριος ὑπὲρ ἡμῶν πολεμήσει τὰ πάθη, ὡς ἀλλόφυλα ἔθνη, καὶ εἰσελευσόμεθα οὐκ εἰς γῆν Ἀμοῤῥαίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Εὐαίων, ἀλλ’ εἰς τὴν γῆν ἐκείνην τῶν πραέων καὶ δικαίων, “εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα” ἅγιον καὶ ἀθάνατον καὶ ἀκόρεστον, καὶ κατακληρονομήσομεν πάντα τὰ ἐν ἐπαγγελίαις ἀγαθά, συμβασιλεύοντες τῷ δεσπότῃ Χριστῷ. βλέπετε οὖν, ἀδελφοί, τὰ προκείμενα ἡμῖν ἀνταποδοτήρια, σύνετε τὰ ἑτοιμαζόμενα ἡμῖν ἀπολαυστήρια καὶ μὴν καὶ τὰ ἀντικείμενα τοῖς ἀτημελῶς βιοῦσι κολαστήρια καὶ τιμωρητήρια, καὶ τί πέπονθεν ὁ δυσήκοος ἐκεῖνος λαὸς ἐννοούμενοι καὶ εἰς ὅ τι οἱ εὐήκοοι ἀντεπεισέρχονται. καὶ δράμωμεν καὶ διώξωμεν ἐν πολλῇ χαρᾷ, ἐν πολλῇ προθυμίᾳ, ἐν ἀκαταγωνίστῳ ὑπομονῇ ἐπικρατοῦντες τὰς διακονίας ἡμῶν ἱερῶς, ὡς οἱ υἱοὶ τοῦ Καὰθ καὶ τοῦ Μεραρῆ τὰ ἅγια σκεύη ἐκεῖνα, καὶ αἴρωμεν τὴν σκηνὴν τῆς διαθήκης κυρίου, τὸν εὐαγγελικὸν αὐτοῦ νόμον ἀνολιγώρως.

Μηδεὶς οὖν ἀνήκοος, μηδεὶς γογγυστής, μηδεὶς ψιθυριστής, μηδεὶς κατάλαλος, μηδεὶς παῤῥησιαστής, μηδεὶς ψευδολόγος, μηδεὶς γελωτοποιός, μηδεὶς ζηλοπαθής, μηδεὶς φθονοποιός, μηδεὶς ἀεργός, μηδεὶς συκοφάντης, μηδεὶς ἐν μηδενὶ μωμούμενος τὴν ἁγίαν πολιτείαν, ἀλλὰ πάντες πανσθενεὶ πάντα τὰ ἀρεστὰ τῷ θεῷ πράττοντες, ἵνα ἐν τούτοις ἐπιτελέσαντες τὸν καλὸν ἀγῶνα τὸν τῆς δικαιοσύνης στέφανον ἀναδησώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Κʹ. Περὶ τοῦ συμπιέζειν ἑαυτοὺς ἐν τῷ πνευματικῷ ἀγῶνι καὶ τοῦ μὴ ἐγκαλλωπίζεσθαι. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ὡσὰν νεοττοὶ ἐπὶ καλιᾶς ὑπάρχοντες τὴν μητρικὴν τροφὴν πάντοτε ἀπεκδέχονται μεταλήψεσθαι, οὕτως ὑμεῖς τῆς ἐμῆς ταπεινώσεως τοῦ ἀμαθοῦς λόγου καθέζεσθε καὶ νῦν ἐπακροώμενοι. ἀλλ’ ὥσπερ ἐκείνῃ δῴη κἀμοὶ κύριος, ὧδε κἀκεῖσε περιαθροῦντι καὶ περιθέοντι εἰς τοὺς πνευματικοὺς τῶν πατέρων λειμῶνας, ἐρανίζεσθαι καὶ οἷον ἀνθολογεῖν καὶ συνοίσειν ὑμῖν τὰ δέοντα καὶ αὐτάρκη, ἵνα τρέφησθε καὶ αὔξητε, ἵνα ζῆτε καὶ κινῆσθε τῷ πνεύματι, μέχρις ἂν ἐκπετάσητέ τινες ὑμῶν, θεοῦ θέλοντος, δι’ ἀρετῆς τελείας, εἰς τὸ ἄλλων καθηγεῖσθαι καὶ ἀλλήλους τροφεύεσθαι. εἴη δὲ διὰ μεταβάσεως θανάτου πάντας ἡμᾶς ἐκπετάσαι εἰς τὰ οὐράνια καὶ ὑπερουράνια, ἐκεῖσε “ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός”.

οὕτω γὰρ ἐλπίζω ὁ ἀνάξιος καὶ οὕτω πιστεύω ἀραρότως καὶ ἀνενδοιάστως, ὅτι ἐκεῖ ἀπελεύσεσθε, ἐκεῖ εὑρεθήσεσθε, ἔνθα “πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία”, ἔνθα χορὸς ἀγαλλιωμένων καὶ ἦχος ἑορταζόντων, ἀπολαύοντες τὰ ἐπηγγελμένα πᾶσι τοῖς ἁγίοις, τοῖς ἀπ’ αἰῶνος Χριστῷ εὐαρεστήσασι, διὰ τὴν καλὴν ὑμῶν εὐδρομίαν, διὰ τὴν ἐπαινουμένην καὶ μακαρίαν ὑμῶν πολιτείαν, διὰ τὴν ἀπὸ τοῦ κόσμου ἀποφυγήν, διὰ τὴν ἀπὸ τῶν γονέων τῶν σαρκικῶν ἀπαλλαγήν, διὰ τὴν ἐκ τῶν θελημάτων ἀποκοπήν, διὰ τὴν καθ’ ἡμέραν ἀθλητικὴν ἔνστασιν καὶ ὑπομονὴν τῆς μαρτυρικῆς ὑποταγῆς ὑμῶν, ὅτι ἐν αὐτῇ ὡς ἀληθῶς ὁμολογεῖτε τὸν κύριον καὶ ἀπαρνεῖσθε τὸν ἀρχιτύραννον διάβολον, ἀποδύεσθε πρὸς τὰ σκάμματα, καὶ τεμνόμενοι καὶ καταξεόμενοι ταῖς ἐπιφοραῖς τῶν νοητῶς καὶ αἰσθητῶς προσπιπτόντων ὑμῖν ἀπό τε σαρκικῶν ἐπιθυμιῶν, ἀπό τε δαιμονικῶν ἐπιβουλῶν, ἀπό τε ἀδελφικῶν συγκρουμάτων, ὕβρεων, ἐσθ’ ὅτε καὶ ὀνειδισμῶν οἰκονομικῶν, ἐπιστημοναρχικῶν, ἐγκρατείας τέ φημι καὶ ἀγρυπνίας, ψαλμῳδίας καὶ φιλεργίας καὶ ἑκάστης ἄλλης ἐπιθεωρουμένης διακονίας, καθὼς πολυτρόπως συμπιεζόμενοι καὶ συνστρεβλούμενοι καὶ συνθλιβόμενοι καὶ συντριβόμενοι, καὶ οὐδαμόθεν ἐν μηδενὶ ἔξαρνοι γίνεσθε τῶν ὁμολογιῶν καὶ ἐν κυρίῳ συνθηκῶν, οὐδὲ κάμπτετε γόνυ τῇ Βάαλ, ἀλλ’ εὐθαρσῶς καὶ ἀνδρείως διεξέρχεσθε τὴν ὁμολογίαν τῆς σωτηρίας ὑμῶν, καταισχύνοντες τοὺς ἐναντίους καὶ ἀνατρέποντες τοὺς ἀντιπαρατασσομένους ὑμῖν δαιμονικοὺς πολέμους.

ἀγὼν οὖν ὑμῖν ἐστιν ἐν τούτῳ μέγας, τέκνα μου, καὶ ἀγώνων ὁ ἱερώτατος, καὶ ἐκεῖνα συμφθέγγεσθε μετὰ τοῦ ἀποστόλου λέγοντες· “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς”, δαυϊτικῶς συνεπᾴδοντες. ἀλλὰ μακάριοί ἐστε καὶ τρισμακάριοι, εἴπερ τὸν τηλικοῦτον ἀγῶνα ὑμῶν ἕως τέλους ἀποπληρώσητε, ἄμωμον καὶ ἀνόθευτον τῷ θεῷ παριστάνοντες, ἐπειδὴ καθ’ ἡμέραν ἡ ἄθλησις παρίσταται καὶ τοῖς μαρτυρικοῖς στεφάνοις καταστέφεσθε. καὶ τοῦτο μὲν ἐπὶ τοῖς προλαβοῦσι, τοῦτο δὲ καὶ ἐπὶ τοῖς ἤδη παροῦσι καὶ μέλλουσι.

Τὰ δὲ παρόντα οἷα (ἵνα κἀνταῦθα μαρτυρήσω ὑμᾶς ἀξίως); ὅτι ἀπὸ μιᾶς ὑπομνήσεως ταπεινῆς ἡμῶν ἥκετε καὶ συνήλθετε καὶ ἀπεδέξασθε καὶ ἀπεκόψατε τὰ διὰ χαλκοῦ εἰς χρῆσιν ὑμῖν ὑπάρχοντα, ταῦτα δὴ λέγω τὰ γραφεῖα, τὰ καλαμάρια, τὰς δακτυλήθρας, τὰ καλλιγραφικὰ διλάβια, τὰ ἐν ταῖς μαχαίραις ψέλλια, τὰ ἐν τοῖς κλειδίοις κρικέλλια, τὰ ἐν ταῖς μηλωταῖς, τὰ σακκοῤῥάφια, τὰ τῶν κανδηλῶν κρεμαστήρια, πλὴν τῆς ἐκκλησίας, καὶ τὰ λοιπά, ὧν καὶ ἄνευ δυνατὸν ἕκαστον καὶ ἑκάστην διακονίαν τὰ κατὰ χρείαν ἀποπληροῦν· πρὸς τούτοις καὶ τὰ ἐλεφάντινα καὶ ὀστέϊνα κομβία ἀπό τε τῶν μανδύων καὶ τῶν λώρων, καὶ τὰς ἀπὸ τῶν μαχαιρῶν κεφαλίδας, ἔτι καὶ τὰς ζώνας τὰς μεταξοῤῥάφους καὶ πολυγραμμίστους, μεθ’ ὧν καὶ τὰς πινακίδας τὰς πυξιδίους καὶ ἀναγλύφους. ἐν τούτοις γὰρ καὶ ἡμεῖς οἱ ταπεινοὶ ὀφειλόντως ἐπεσκεψάμεθα καὶ ὑμεῖς εὐηκόως ὑπεδέξασθε, καὶ εἰ καί τινες ἐλυπήθητε, οὐ θαυμαστόν, ἀλλ’ ὅτι θᾶττον ἀπεκόψατε καὶ ἀπεῤῥίψατε, ἐπαινετὸν καὶ κἀν τούτῳ μαρτυρίου στέφανον ἐλάβετε.

Ἵνα τί δέ, τέκνα μου, ἐν τούτοις ἐνεκρατούμεθα, ἐν οἷς οὐδὲν τὸ ὄφελος, οὐκ ὀλίγη δὲ ἡ βλάβη καὶ ἡ ζημία τῆς ψυχῆς; εἰ γάρ, κατὰ τὸν θεῖον καὶ μακάριον Βασίλειον, “πᾶν ὃ μὴ κατὰ χρείαν ἀλλὰ καλλωπισμοῦ ἕνεκεν λαμβανόμενον περπερείας ἀπόδειξιν ἔχει, ἡ δὲ περπερεία μέρος κακίας”, καὶ ὡς πάλιν αὐτὸς ἀλλαχοῦ, “ὅτι δεῖ τὸν ἀληθῆ χριστιανὸν καθαρεύειν παντὸς καλλωπισμοῦ”, πῶς ἡμεῖς τοῦ κρίματος ἐκφευξόμεθα, ταῦτα καλλωπιστικῶς παραλαμβάνοντες; εἰ γὰρ καί τις εἴποι, “οὐ καλλωπισμοῦ χάριν, ἀλλ’ οὕτως ἁπλότητι ἔχω ὅπερ ἔχω, καὶ συνείδησίς ἐστιν ἡ κρινομένη λογίζεσθαι τὴν ὕλην οὕτως ἢ οὕτως,” λέληθεν ἑαυτὸν φρεναπατῶν καὶ λόγους συνηγόρους τοῖς πάθεσιν αὑτοῦ ἐξευρίσκων· ἄλλος γάρ ἐστιν ὁ ἐπὶ κοπρίας καὶ ἄλλος ὁ ἐπὶ θρόνου, κατὰ τὸ γεγραμμένον, καθήμενος, καὶ ἄλλως ὁ ὀφθαλμὸς τέρπεται ἐπὶ τῇ τιμιωτέρᾳ καὶ ἀτιμοτέρᾳ ὕλῃ. εἰ δὲ καὶ φαίη τις ἐφθακέναι εἰς μέτρον τελειότητος τὸν χρυσὸν ὡς μόλυβδον καθορᾶν, ἐν ᾧπερ ἐλέγχεται ὑπὸ τοῦ ἁγίου ἐκείνου γέροντος ὁ ἐγκαυχησάμενος, ὅτι βίᾳ λογισμοῦ τοῦτό τις κατορθοῖ—δέδεται γὰρ μόνον τὰ πάθη, φησίν—, πῶς ἆρα καὶ τὸ σκανδαλίζειν ἑτέρους ἀποδράσει, οὗτινος τὸ κρῖμα βαρὺ καὶ ἀπαραίτητον;

εἰ μὲν γάρ εἰσιν ὁμοταγεῖς, πάντως καὶ ὁμοζηλοῦσι καὶ ἀντιμιμοῦνται τὰ ἴσα πράσσειν· εὐζήλωτον γάρ τι πρᾶγμα ἡ κακία, καὶ χρεία πρὸς τοῦτο ἐπιζητεῖν τὸν ἄσπρον καὶ χρυσίζοντα χαλκόν, τήν τε γραμμοειδῆ καὶ τεχνικὴν ἐπεξεργασίαν, τήν τε στρογγυλοειδῆ καὶ βαφικὴν τῶν κομβίων ἀποτόρνευσιν, ὡσαύτως καὶ τὴν πυξινοῤῥαφικὴν καὶ ἑτεροβαφῆ καὶ πολυγραμμῆ τῶν λωρίων ποίησιν. εἰ δὲ κοσμικοὶ εἶεν, πόσος ὁ γέλως καὶ τὸ πρόσκομμα; τί γὰρ καὶ ὁρῶντες εἴπωσιν; ἀλλ’ οὐχ ὅτι “καὶ οὗτοι ἐν τοῖς ὁμοίοις ἡμῶν πάθεσι κατακυλίονται”; καὶ τὸν κατ’ αὐτοὺς καλλωπισμὸν αἱρούμενοι καὶ ἐν τούτοις ὡραΐζονται οἱ ἀφαρόκαυκοι καὶ ψευδομόναχοι λέγοντες· “βαβαὶ οἱ θηλυμανεῖς καὶ χρεμετίζοντες ἐπὶ τὰς ὁμοταγεῖς αὑτῶν”! καί γε ἀξίως τοῦτο καὶ ἀκούομεν καὶ ἀκουσόμεθα. αὐτοὶ δὲ ὑμεῖς, ἐρωτῶ, ὥσπερ κἀγὼ ἐμαυτῷ συνεπίσταμαι, οὐχὶ ἐνορῶντες ὡς, ὅτε ἐν κόσμῳ ἦμεν, τὰ αὐτὰ συναπεφθεγγόμεθα;

ναί, τὸ κατ’ ἐμὲ ἐξαγορεύω, ὅτι, ὁπόταν εἶδον μονάζοντα καλοφόρητον, ἐγναμμένα περιβεβλημένον, κορόβαφα, ἀποστίλβοντα, λεπτότατα καὶ ψιλοέργαστα, καλίκιά τε φοροῦντα ἢ ὑποδήματα ἐστιλβωμένα καὶ συνηρμοσμένα τῷ ποδὶ κατὰ λόγον, ἀποκρεμώμενον ἔχοντα περὶ τὴν ζώνην παγκαλῆ χαλκόψελλον χαλκοκέφαλον μάχαιραν, ἔστι δ’ ὅτε καὶ ἀργυρόμικτον (ἐπεὶ καὶ χαλκοκλείδιον καὶ ὀδοντογλύφιον καὶ τὰ τούτοις ἑπόμενα, μάλιστα καὶ ἐποχούμενον ἵππῳ ἢ ἡμιόνῳ εὐσάρκῳ καὶ εὐβαδίστῳ καὶ πολυτίμῳ, καὶ ταῦτα μετὰ σέλλης ἡλίκης καὶ χαλινοῦ χαλκενδέτου), μέγα βλαβεὶς ἐμίσουν καὶ τὴν ἰδέαν αὐτοῦ. ἐκεῖνον δὲ ἐφίλουν ὁρᾶν, τὸν τὰ ἀπέριττα φοροῦντα καὶ ἀγράμμιστα, τὸν πεζοποροῦντα, τὸν ἀκαλλωπιστοπρόσωπον καὶ ἀπερικλυστόχειρον καὶ ἐκ τῶν τοιούτων ἀποπνέοντα, ἀλλ’ οὐχὶ ἄλλως εὐωδιάζοντα· κἀν τούτῳ φωτιζόμενος ἐδόξαζον τὸν θεὸν καὶ ἐλογιζόμην τὸ σχῆμα ἅγιον καὶ ἀλλότριον τῆς κενῆς δόξης τοῦ κόσμου καὶ πρὸς τὰ ὅμοια ἐπόθουν ἐπιλέγεσθαι.

Ταῦτα οὐκ ἔγωγε μόνος ὁ τάλας, ἀλλ’, ὡς οἶμαι, καὶ πᾶς τις ἐπισκήπτων, εἰ ἀληθὲς τὸ κριτήριον ἔχει τῆς συνειδήσεως, οὕτως εὑρήσει πῶς δὲ καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπαγορεύσαντος μετὰ τῶν ἄλλων ὑλῶν μηδὲ τὴν τοῦ χαλκοῦ ἐν τῇ ζώνῃ κτήσασθαι, ἡμεῖς ὡς ἐπιλαθόμενοι τῆς ἐντολῆς τοῦτο πράσσομεν; κἂν γὰρ τοῦ χαλκοῦ τὸ εἶδος ἐν τῇ ζώνῃ οὐ πάρεστιν, ἀλλὰ περὶ τὴν ζώνην, ἢ ἐν τῷ μαχαιρίῳ, ἢ ἐν τῷ κλειδίῳ. καὶ ὁ αὐτὸς ἀποδέδεικται λόγος, κἂν βραχύ τι, ὅτι ὅλως οὐ καθαρεύομεν τὴν θεοπαράδοτον ἐντολὴν φυλάσσειν. δυνατοῦ τοίνυν ὄντος ἡμῖν τὴν χρείαν ποιῆσαι καὶ ἐν μαχαιρίῳ τοῦ σιδηροψελίου ὄντος, καὶ ἐν κλειδίῳ ὡσαύτως, καὶ ἐν γραφείῳ ὁμοίως, καὶ ἐν τοῖς ἑτέροις ὀργάνοις, πλὴν τῶν κατὰ ἀνάγκην, ὥσπερ πάλιν καὶ ἐν τοῖς κομβίοις τὸ ἀπὸ ξύλου, καὶ ἐν τοῖς πινακιδίοις τὸ ἄνευ πυξίδος καὶ γλυφίδος, καὶ ἐν τοῖς λωρίοις τὸ ἄνευ μετάξης καὶ γραμμίδος, ὡσαύτως καὶ ἐν τοῖς λοιποῖς ὁμοιοτρόπως, τί ματαιοπονοῦμεν καὶ πρὸς ὡραϊσμὸν καὶ καλλωπισμὸν λίχνων ὀφθαλμῶν τὰ τοιαῦτα ἀνθαιρούμεθα, ἔξω βαίνοντες τοῦ καλοῦ καὶ τοῦ ἀπερίττου, προσθήσω δ’ ὅτι καὶ τῆς ἐντολῆς;

Ἀλλ’ εὐλογητὸς ὁ θεὸς τοῦ πατρός μου, ὁ ἀγαθύνας ὑμῶν τὰς ψυχὰς συλλογίσασθαι τὸ ἀγαθὸν καὶ ἀποῤῥίψασθαι τὰ βλαβερά, καὶ μὴ ὅτι μικρὰ καὶ εὐτελῆ ἐστι ταῦτά τις ἀντηγορείτω καὶ ὅτι “ὤφελον τὰ μέγιστα κατορθοῦν”. ἀμαθῶς καὶ ἀφρόνως ὁ τοιοῦτος φθέγγεται. ἀδελφὲ γάρ μου ἀγαπητέ, εἰ μὴ τὸ μικρὸν φορτίον δυνηθείης ἆραι καὶ εἰ μὴ τὴν πρώτην βαθμίδα ἰσχύσῃς ἐπιβῆναι, πῶς δυνηθείης τὰ βαρύτερα ἀναβαστάξαι καὶ εἰς τὴν δευτέραν στάσιν τῆς κλίμακος ἀναπηδῆσαι; ἀπάτη διαβόλου τοῦτο ἐπὶ πάσης ἐντολῆς θεοῦ. τί λέγει ὁ ἅγιος Δωρόθεος; ὅτι, φησίν, ἐκ τοῦ λέγειν “τί γάρ ἐστι τοῦτο καὶ τί ἐστιν ἐκεῖνο” λαμβάνει τις κακὴν καὶ πικρὰν νομήν, καὶ ἄρχεται καὶ τὰ μεγάλα καὶ βαρύτερα καταφρονεῖν καὶ καταπατεῖν τὴν συνείδησιν. οὕτως τοιγαροῦν ἐστι καὶ ἄνω κατὰ μικρὸν εἰς ἀρετὴν ἀνιέναι καὶ κάτω εἰς τὴν ἁμαρτίαν κατιέναι διὰ τῆς τῶν μικρῶν ἐπαναλήψεως, εἰ βούλει δὲ καὶ ὡς ἐπὶ τῶν γραμμάτων πρῶτον μαθεῖν σε δεῖ τὰ στοιχεῖα καὶ ὡς ἐπὶ δρόμου πρῶτον βηματίσαι καὶ ὡς ἐπὶ παντὸς ἄλλου κατὰ τὸν ὅμοιον τρόπον ἀπάρξασθαι.

ὑμεῖς οὖν χάριτι Χριστοῦ, τέκνα μου, καὶ ἀπήρξασθε καὶ ἐδράμετε, ἀλλὰ καὶ τρέχετε, ἀλλὰ καὶ ἔτι δράμοιτε δυνάμει θεοῦ καὶ σταματίσοιτε, ὃ συμβαίνει διὰ θανάτου, ἵνα καὶ τὰ ἔπαθλα τῆς νίκης κομίσησθε παρὰ τοῦ ἀγωνοθέτου δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.