Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΡΑ΄-ΡΙ΄: Η ποιμαντική ευθύνη, η ασφάλεια της εξαγόρευσης και οι κίνδυνοι της ραθυμίας

Η αδιάλειπτη μέριμνα του ηγουμένου για το ποίμνιο, η αναγκαιότητα της καθαρής εξαγόρευσης των λογισμών και οι κίνδυνοι από την αμέλεια, τη χαλαρότητα και την παρακοή των μοναστηριακών κανόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 11 από 12

ΚΑΤΗΧΗΣΙΣ ΡΑʹ. Παραινετικὸς καὶ εἰς ἑαυτὸν ἐκ ταπεινώσεως κατάγνωσις, καὶ τὸ ὁποῖον δεῖ εἶναι τὸν προεστῶτα ἐν ἀδελφότητι. Πατέρες μου καὶ ἀδελφοί, ἐννοούμενος τῆς προστασίας τὸ ἀξίωμα καὶ τὴν ἐμαυτοῦ ἐπαισθανόμενος ἀναξιότητα, ἡνίκα λάβω καιρὸν νήψεως, δεδιῶ καὶ τρέμω, θρηνῶ καὶ καταπίπτω καὶ οἷον εὔχομαι διαστῆναί μοι τὴν γῆν, τοῦ καταπιεῖν με τὸν δείλαιον, ὅτι τῷ ὄντι ἀνδρός ἐστι τὸ ἐπιστατεῖν, ὡς αἱ ὑποθῆκαι τῶν ἁγίων διαγορεύουσιν, δυνατοῦ ἔργῳ καὶ λόγῳ “ἀκαπηλεύτως πρεσβεύειν δυναμένου τὸν λόγον τῆς ἀληθείας”, ἑαυτόν τε τύπον παντὸς προτιθέντος τοῖς ἑπομένοις, ὡς ἂν ἐγγύθεν ἔχοντες τὸ τῆς ἀρετῆς παράδειγμα χαρακτηρίζοιεν ἑαυτοὺς πρὸς τὸν θεοειδῆ καὶ οὐράνιον βίον τῆς ὑψηλῆς πολιτείας. ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ἄναγνος, ἀσύνθετος, περιπαθής, περιδεής, ἀσθενής τε ὁμοῦ τῇ ψυχῇ καὶ τῷ σώματι· ἴστε γάρ, ὅτι καὶ ἐν ταύταις ταῖς ἁγίαις ἡμέραις οἰνοποτῶν εἰμί.

πῶς οὐκ ἂν λοιπὸν στενάξω καὶ ἀγωνιάσω καὶ καταγάγω τοῖς ὀφθαλμοῖς μου δάκρυα, τὸν ἐπηρτημένον μοι κίνδυνον τῆς πάντων ὑμῶν ἀπολογίας ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ ὑφορώμενος, ὅτε εὐθυνόμενος εὐθυνθήσομαι ὑπὲρ ἑνὸς ἑκάστου, ὅπως τε διετέθην καὶ ἐφ’ ὅσον ἐπέδωκα ἐμαυτὸν τὰ κατ’ ἀξίαν ποιῶν καὶ λέγων, ὡς μὴ ἐλλιμπάνεσθαί τι τῶν εἰς ἀρέσκειαν αὐτοῦ ὀφειλομένων γενέσθαι ἔν τε ὑμῖν τοῖς ἤδη σεσωσμένοις, διὰ τῆς ἀκαταγωνίστου ὑμῶν ἐνστάσεως, καὶ ἐν τοῖς δι’ ἀπροσεξίαν καὶ ἀκρασίαν ἀποδεδρακόσι τῆς καλῆς ὑμῶν συνοδίας, ὧδέ τε κἀκεῖσε φερομένοις καὶ ζῶσι βίον τὸν αὐτόνομον καὶ ἀπολλύμενον; εἰκότως οὖν ἐν ἐμοὶ ἡ ἀγωνία καὶ ἡ καταφόβησις.

Τί δεῖ οὖν πρᾶξαι, ἢ ὡς ἐπὶ πέλαγος τινὸς κυβερνήτου ἐμπεσόντος, ἐν ᾧ πολλοῦ διὰ τῆς ἀντιπνεύσεως τῶν ἀνέμων ἐγερθέντος κλύδωνος καὶ ἤδη καταποντίζεσθαι μέλλοντος, ἐπᾶραί με χεῖρας εἰς οὐρανὸν καὶ τὴν ἐκεῖθεν ἐπικουρίαν ἐπιζητεῖν εἰς τὸ διασωθῆναι μέχρι τινὸς λιμένος, συνεπιλαμβανομένου ὑμῶν ὡς συμπλωτήρων τῆς ἐπὶ τῇ καθηκούσῃ χρείᾳ ἑκάστοτε διαχειρίσεως, ὡς ἂν ὁ πρωρεὺς γρηγοροίη, ὅστις εἴη, καὶ ἐπισκήπτοιτο πρὸς ὅπερ δεῖ ἀπευθύνεσθαι τὴν ναῦν, οἵ τε ἐγγύθεν συμπαρόντες τῷ κυβερνήτῃ, συναιρούμενοι τὰ κατὰ ἀδυναμίαν αὐτῷ παραλιμπανόμενα, οἳ τε πρὸς ἕτερόν τι ἀποτεταγμένοι ἀνολιγώρως διανύοιντο τὸ χρειῶδες, πάντων ὑπακουόντων, πάντων διεγηγερμένων πρὸς τὸ κοινῇ συμφέρον, πάντων εὐηκοούντων ἐκ πρωτολογίας, πάντων συννευόντων εἰς ἀλλήλους ἐν ὁμοψυχίᾳ, οὐδενὸς ὄντος ἀργοῦ καὶ ἀκινήτου, οὐδὲ καθεύδοντος καὶ ῥέγχοντος;

καὶ εἰ ἐκεῖσε οὕτως, καὶ οὐδὲ πάντα καταλέγειν ὥρα καὶ πεῖρα, πόσον ἂν ἐπὶ τοῦ καθ’ ἡμᾶς πλοίου, τούτου δὴ τοῦ πλέοντος πέλαγος ἀχανὲς καὶ ἀπεριόριστον, τοῦ ἔχοντος πολλὰ καὶ σφοδρότατα τῆς πονηρίας τὰ πνεύματα, τρικυμίας τῶν παθῶν ἀνιούσας ὡς εἰπεῖν ἕως αὐτοῦ τοῦ οὐρανοῦ καὶ κατιούσας πάλιν ἕως τῶν ἀβύσσων τῆς γῆς (τοιαῦτα γὰρ τὰ ἐναντία πάθη), πέτρας τε ὑφάλους καὶ δυσκολίας ἄλλας μυρίας, μεμεστωμένου καὶ οὔποτε ἀπολήγοντος τῆς ταραχῆς, οὐδ’ αὖ πάλιν σώματα ἀπολλύντος ἀλλ’ αὐτὰς τὰς ψυχὰς διὰ τῆς ναυαγήσεως εἰς αἰῶνας αἰώνων; οὗ φύγοιμεν καὶ λυτρωθείημεν, μέχρις ἂν καταντήσωμεν εἰς τὸ πέρας τοῦ βίου ὡς ἐν λιμένι εὐδίῳ, εὐχαῖς ἁγίων καὶ πρό γε πάντων τῆς Θεοτόκου, τοῦ Προδρόμου τε καὶ τοῦ Θεολόγου, τῶν δεσποτῶν ἡμῶν, καὶ τῶν ἐξαιρέτων ἁγίων, ὧν ἐπικαλούμεθα τὰ σεβάσμια ὀνόματα κατὰ συνήθειαν.

Δῶμεν τοιγαροῦν λοιπὸν ἑαυτούς, ἀδελφοί, ὁλοτελῶς, παρακαλῶ, εἰς τὴν προκειμένην θεωρίαν· μοχθήσωμεν, ἀγωνισώμεθα, ἐλάσωμεν καὶ καταφθάσωμεν εἰς γῆν σωτηρίας· μηδόλως ἀθυμήσωμεν, μηδόλως ἀκηδιάσωμεν. εἰ καὶ τὰ πνεύματα πολλὰ τῆς πονηρίας, εἰ καὶ οἱ ἄνεμοι ἐναντίοι τῆς ἁμαρτίας, εἰ καὶ τὸ πέλαγος μέγα τῆς διαβιώσεως, εἰ καὶ ὁ κλύδων σφοδρὸς τῶν παθῶν, εἰ καὶ πέτραι πονηραὶ ἀφανεῖς τῆς ἀγνοίας, ἀλλ’ ἔχομεν τὸν μέγαν βοηθὸν καὶ ὑπερασπιστὴν ἡμῶν θεόν, τὸν καὶ τοὺς ἀνέμους ἐπιτιμῶντα καὶ τὴν θάλασσαν φιμοῦντα καὶ τὸν κλύδωνα κοπάζοντα καὶ ἐμποιοῦντα ἡμῶν ταῖς ψυχαῖς γαλήνην ἀπαθείας θυμηρεστάτην, μόνον ἐὰν ἐν ἀληθείᾳ ἐπικαλώμεθα, μόνον ἐὰν ἐν καιρῷ ἐπαναστάσεως διεγειρόμενοι λέγωμεν “σῶσον ἡμᾶς, ἐπιστάτα· ἀπολλύμεθα”. φιλόστοργός ἐστι, πατὴρ γὰρ ὑπάρχει· φιλοσυμπαθής ἐστι πρὸς τοὺς δούλους, δεσπότης γὰρ φιλάνθρωπος ὑπάρχει· ἐπικαμπτόμενός ἐστι πρὸς τοὺς οἰκείους μαθητάς, διδάσκαλος γὰρ ἀγαθὸς τυγχάνει· δι’ οὓς γὰρ ἐξ οὐρανοῦ κατεφοίτησε, δι’ οὓς δούλου μορφὴν ἀνέλαβε, δι’ οὓς ἐσταυρώθη καὶ ἀπέθανεν, πῶς οὐχὶ τούτους ἐπικαλουμένους ἐν ἡμέρᾳ θλίψεως ἐξελεῖται τῶν κινδύνων καὶ ἐπικουρήσει ἐν σπλάγχνοις εὐμενείας, διατηρῶν αὐτοὺς ἀβλαβεῖς ἐκ παντὸς νοουμένου κινδύνου;

μόνον νηφόντως καὶ γρηγορότως καὶ ἐπιστημόνως διερχώμεθα τὰς ἡμέρας ἡμῶν, πρὸς ὃ ἕκαστος ἀποτέτακται, τηρῶν τὴν διακονίαν αὑτοῦ μετὰ συνειδήσεως ἀκαταγνώστου, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, εἴτε ὁ νουθετῶν ἐν τῇ νουθεσίᾳ, εἴτε ὁ ἐπιτιμῶν ἐν τῇ ἐπιτιμήσει, ὁ ἐγκελευόμενος ἐν τῇ εὐδιακρισίᾳ τῆς κατὰ δύναμιν τοῦ ἐργαζομένου ἰσχύος, ὁ ὑπακούων ἐν τῇ ἀνυποκρίτῳ καὶ ἀγογγύστῳ μέχρις αὐτῶν τῶν ἀδυνάτων, εἰ τοῦτο τύχοι ἐπιταχθέν, εὐπειθείᾳ, μηδενὸς τὸ παράπαν ἀντανισταμένου καὶ ἀντιλογοῦντος· “ἀντιλογίας γάρ” φησίν “ἐγείρει πᾶς κακός, ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐπιπέμπει αὐτῷ”, ὁ διανέμων τὰς χρείας ἐν ἱλαρότητι τῆς μεταδόσεως καὶ μὴν καὶ στυφότητι, ὅταν τινὲς ἀτακτοῖεν καὶ παρὰ τὸ εἰκὸς ἐπιζητοῦσι τὰ μὴ ὀφειλόμενα. ἐπὶ τοῦ κελλαρίτου ὁ λόγος, ἐπὶ τοῦ σκυτέως, ἐπὶ τοῦ βεστιαρίου, ἐπὶ τοῦ τραπεζαρίου, ἐπὶ τοῦ νοσοκόμου καὶ μέντοι ἐπὶ τοῦ πρωτοκαλλιγράφου, τοῦ κανονάρχου, τοῦ ταξιάρχου, ἐπὶ οὗτινος ἄλλου τῶν διανεμόντων, πρὸ πάντων ἐπὶ τοῦ οἰκονόμου. οἱ ἐπιτηροῦντες ἐν τῇ ἀνολιγώρῳ τῆς ἐπιτηρήσεως προθυμίᾳ, μή πού πώς τις παρὰ τὸ δέον κινοῖτο λέγων τι ἢ πράττων τῶν μὴ ἀνηκόντων εἰς τὸ φανεροῦσθαι πρὸς διόρθωσιν.

ὡσαύτως ἐπὶ τῶν ἀφυπνιστῶν κἀν τούτοις καὶ ἐπὶ τῶν παιδευτῶν, εἰς τὸ ἔργον ἔχειν τὴν παιδείαν καὶ νουθεσίαν καὶ μὴ παραλογίζεσθαι ὡς μικρὸν τὸ ἀξίωμα· εἰ γὰρ τοῦ οὐαὶ κληρονόμος ὁ ποτίζων ἀνατροπὴν θολερὰν τῷ πλησίον αὐτοῦ, πόσης οὐκ ἂν ἄξιος εἴη εὐλογίας ὁ διὰ νουθεσίας ἐπανάγων τὸν ἀδελφὸν αὑτοῦ ἐκ πλάνης ὁδοῦ αὐτοῦ;

Οὕτως ἔστω πᾶς ἐνεργῶν τὰ οἰκεῖα, πᾶς εὖ πράττων τὰ ὀφειλόμενα, τὰ ἀνήκοντα, τὰ σωτήρια, καὶ μισθὸς ὑμῖν οὐ χρυσίον καὶ ἀργύριον, οὐ κτῆσις καὶ κατάσχεσις γῆς τινος καὶ περιουσίας, ὥσπερ ἐπὶ τοῦ πατριάρχου Ἀβραάμ, λέγοντος τοῦ θεοῦ πρὸς αὐτόν “σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου”, ἀλλ’ αὐτὴ ἡ βασιλεία τῶν οὐρανῶν, τῶν αἰωνίων ἀγαθῶν ἡ ἀπόλαυσις, ἡ ἁγία γῆ τῶν πραέων, οἱ κλῆροι οἱ ἀίδιοι, αἱ σκηναὶ τῶν ἁγίων· ἧς καταξιωθείημεν, τελοῦντες ὁσίως τὸν βίον ἡμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΒʹ. Περὶ ἀπροσπαθείας τοῦ ματαίου καὶ φθαρτοῦ βίου, εὐτονίας τε καὶ προθυμίας τοῦ θεοπολιτεύτου καὶ ἀσκητικοῦ ἡμῶν δρόμου. Ἀδελφοὶ καὶ πατέρες, δρόμος τίς ἐστιν ὁ καθ’ ἡμᾶς βίος, καὶ δρόμος οὐκ ἐν μιᾷ ἢ δευτέρᾳ ἢ πλείσταις ἡμέραις ἀποπληρούμενος, ἀλλ’ εἰς ἀεὶ τῷ τῆς ζωῆς ἡμῶν μέτρῳ παρεκτεινόμενος, ἕως ἂν ἐκ τῶν ἐνθένδε πρὸς τὸν μέλλοντα αἰῶνα χωρήσωμεν. πόσης οὐκ ἂν λοιπὸν εὐτονίας χρεία; πόσης δυνάμεως καὶ νήψεως καὶ προθυμίας, ἵνα μὴ ὀκλάζωμεν, ἵνα μὴ ἀπείπωμεν πρὸς τὸ τηλικοῦτον διάστημα, καὶ ταῦτα ἔχοντες καὶ τὸν ἀντίδικον ἡμῶν ἐχθρὸν ἐμποδιστὴν καὶ ὑποσκελιστὴν τῶν κατὰ θεὸν διαβημάτων ἡμῶν, ἀλλ’ οὖν καὶ ἀντιλήπτορα καὶ ἀλείπτην πρὸς τοὺς ἀγῶνας καὶ συμποριστὴν τοῦ δρόμου πάλιν οὐ τὸν δεῖνα καὶ τὸν δεῖνα. ἀλλὰ τὸν κύριον καὶ δεσπότην τοῦ παντός, τάς τε τῶν ἁγίων ἀγγέλων ἐπικουρίας καὶ φυλακάς; “ἰδοὺ γὰρ οὐ νυστάξει οὐδ’ ὑπνώσει”, φησίν, “ὁ φυλάσσων τὸν Ἰσραήλ”. διὸ προθύμως ἐχώμεθα τοῦ δρόμου ἡμῶν, εὐτόνως τῆς ἐνστάσεως ἡμῶν, ἐπιθυμητικῶς τῆς προθυμίας ἡμῶν, μὴ πρὸς τὰ κάτω βλέποντες, ἀλλ’ εἰς τὰ ἄνω ἀποσκοποῦντες· ὅπερ ἰδίωμα τῶν τρεχόντων.

εἰ μὲν οὖν πρὸς τὰ κάτω ἀπίδωμεν, πάντως ὀκνηρία καὶ ἀθυμία καὶ ἀτονία προσγενήσεται, ἐμπειρομένης τῆς διανοίας ἡμῶν ὦδε κἀκεῖσε εἰς τὰ μάταια καὶ εἰς τὰ ἡδονικὰ τοῦ βίου τούτου, πρὸς πορνείαν, πρὸς γαστριμαργίαν, πρὸς φιλοκτημοσύνην, πρὸς ἀπάτην τῶν ὀφθαλμῶν, πρὸς θέατρα, πρὸς πανηγύρεις, πρὸς καλλωπισμούς, πρὸς φαντασίας, πρὸς πᾶν οὖν ἄλλο τῶν τάχιστα ἀφισταμένων καὶ ἀπολλυμένων. τί γὰρ ἐπίμονον τῶν ἐν τῷ βίῳ καὶ οὐ παρερχόμενον ἐν ἰσότητι ὀνείρου καὶ σκιᾶς δραπετευούσης; ἐμβλέψατε γὰρ καὶ ἴδετε ἀπὸ ἀρχαίων γενεῶν ἕως τοῦ παρόντος τίς ἢ τί ἔμεινεν ἐπὶ τῆς αὐτῆς καταστάσεως· ἀλλ’ οὐχὶ ἠλλοίωται καὶ ἠφάνισται καὶ ἀπόλωλεν ὡς εἰπεῖν μετ’ ἤχου καὶ τοῦ μνημονεύεσθαι, βασιλεῖς, σατράπαι, ἄρχοντες, δυνάσται, τρυφῶντες καὶ γαυριῶντες, πλουτοῦντες καὶ δοξαζόμενοι, ἀνεγείροντες οἰκίας καὶ πόλεις, φυτεύοντες ἀμπελῶνας καὶ παραδείσους, ἐγκαλλωπιζόμενοι καὶ ὡραϊζόμενοι, νυμφαγωγοῦντες καὶ νυμφαγωγούμενοι, πολυτεκνοῦντες καὶ εὐτεκνούμενοι, πλεονεκτοῦντες καὶ χρυσομανοῦντες, πάντα δρῶντες καὶ πάσχοντες, ὅσα κατ’ εὐεξίαν σώματος καὶ αἵματος; οὐδὲν οὖν ἐκ τοῦ αἰῶνος ἕως τοῦ δεῦρο μεμένηκε καὶ διασέσωσται, ἀλλ’ ὡς εἴρηται ἀπόλωλε καὶ ἠφάνισται, καὶ εἴθε τοῦτο ἀλλὰ μὴ τετήρηται εἰς ἡμέραν ἀνταποδόσεως καὶ δικαιοκρισίας θεοῦ, ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ταῦτα τοῦ παρόντος αἰῶνος· εἰ δὲ πρὸς τὸν μέλλοντα ἀποσκοπήσωμεν, εἰ καὶ θλιβερὰ τὰ παρόντα καὶ ὀδυνηρά, εἰ καὶ κόπος καὶ μόχθος, εἰ καὶ νηστεία καὶ ἀγρυπνία, εἰ καὶ κοπὴ θελήματος, εἰ καὶ στέρησις ἐφέσεως, εἰ καὶ τοῦτο καὶ ἐκεῖνο, ὅσα κατὰ τὸν ἀσκητικὸν βίον καὶ τὴν ἀθλητικὴν ὑποταγὴν τεθεώρηται, οὐδαμῶς ἀκηδιάσωμεν, οὐδαμῶς ὀλιγωρήσωμεν, οὐδαμῶς ἐπιστυγνάσωμεν τοῖς προσπίπτουσι λυπηροῖς, οὐδαμῶς ἀπείπωμεν τοῖς ἐνισταμένοις πάθεσιν, ἀλλὰ θαρσαλέῳ φρονήματι καὶ πνεύματι τρέχοντες τρέξωμεν καὶ βαδίζοντες βαδίσωμεν, πρὸς οὐρανὸν ὁρῶντες, πρὸς θεὸν ἀποβλέποντες, πρὸς βασιλείαν οὐρανῶν ἀνατεινόμενοι, πρὸς κτῆσιν τῶν ἀποκειμένων ἀγαθῶν, πρὸς ἀπόλαυσιν τοῦ Παραδείσου, πρὸς τρυφὴν τῆς ἀφθάρτου δόξης ἐκείνης, πρὸς τὸ φῶς τὸ ἀνέσπερον, πρὸς τὴν μακαριότητα τῶν ἀγγέλων. καὶ τίς ὁ ἐφικνούμενος νοῦς ἢ λόγος τὴν ἐκεῖσε χαρὰν καὶ εὐφροσύνην καὶ ἀπόλαυσιν; οὐκ ἔστιν, οὐκ ἔστιν οὐκ ἐννοῆσαι, οὐκ ἀκοῦσαι, οὐ φράσαι.

οὕτως οὖν οἱ ἅγιοι πάντες δεδραμηκότες ἔδραμον καὶ νενικηκότες ἐνίκησαν, μάρτυρες, ὅσιοι, δίκαιοι, εὐσεβεῖς, θεοφιλεῖς, μονάζοντες, λαϊκοί, ἄνδρες, γυναῖκες, νεώτεροι, πρεσβῦται, παιδείαν τινὰ ἡγησάμενοι τὰ ἐνταῦθα καὶ δερόμενοι καὶ τυπτόμενοι καὶ κοπτόμενοι καὶ ἀσκούμενοι καὶ ἐγκρατευόμενοι καὶ ἁγνευόμενοι, αἱρησάμενοι ὄναρ λυπηρὸν ἰδεῖν καὶ παθεῖν καὶ ἡμέραν πραγματείαν ἀληθινὴν καὶ ἀγαθὴν ἐπιτεύξασθαι.

Οὕτως οὖν καὶ ἡμεῖς, εἴπερ τῆς αὑτῶν ἐπιθυμοῦμεν δόξης καὶ ἐπιτυχίας, ταῦτα καὶ δρᾶσαι καὶ παθεῖν ἐν ταύτῃ τῇ θεοποθήτῳ ἡμῶν πολιτείᾳ. διὸ στέργωμεν, ἀδελφοί· ὑπομένωμεν, καρτερῶμεν ἀνδρείῳ φρονήματι, ἀκαταπονήτῳ προθυμίᾳ, μὴ γυναικιζόμενοι, μὴ καταθηλυνόμενοι, μὴ καθηδονευόμενοι, μᾶλλον δὲ μὴ ἀποκτηνούμενοι καὶ τοὺς ὀφθαλμοὺς ἐπὶ πόδας φέροντες, ἀνθ’ ὧν ἐπὶ κεφαλῆς τὸν σοφὸν διακελεύει ὁ λόγος ἔχειν· οἱ γὰρ τὰ οὐράνια ἐννοούμενοι καὶ ἐν αὐτοῖς ἐνασχολούμενοι ὄντως ἐπὶ κεφαλῆς τοὺς ὀφθαλμοὺς ἔχουσιν, οἱ δὲ εἰς τὰ μάταια καὶ ἐν αὐτοῖς ἐγκυλινδούμενοι ἀληθῶς ἐπὶ πόδας τοὺς ὀφθαλμοὺς φέρουσι, τὸ σχέτλιον καὶ τερατῶδες ἄνθρωπόν τινα κάτω τὴν κεφαλὴν ἔχοντα, ἄνω δὲ τοὺς πόδας περιπατεῖν· σχετλιώτερον δ’ αὖ μᾶλλον καὶ ἀπανθρωπότερον εἴη δ’ ἄν, εἰ κατὰ ψυχὴν τοῦτο πάσχειν. ἀλλ’ ἡμεῖς, πατέρες καὶ ἀδελφοί, ὡς σοφοὶ ἐπὶ κεφαλῆς τοὺς ὀφθαλμοὺς ἔχοντες οὕτω περιπατῶμεν, τὰ θεοῦ καὶ θεῖα ἐννοούμενοι καὶ πράττοντες, ἅ ἐστι πίστις, ἐλπίς, ἀγάπη, ἐν κεφαλαίῳ· ἐξ ὧν ὑπομονὴ κραταιά, ἁγνεία, φιλαδελφία, εἰρήνη, πραότης, ἐπιείκεια, ἀνδρεία, εὐστάθεια, ἐγκράτεια, πᾶσα ἀγαθωσύνη, “πᾶν δώρημα τέλειον”, πᾶσα ἀρετῶν ἀνθοφορία καὶ καρποφορία· τὰ γὰρ ἐναντία τῶν ἐναντίων, ἅτινά ἐστιν ἀπιστία.

ἀνελπιστία, μῖσος· ἐξ ὧν ἀνυπομονησίαι, ὀλιγωρίαι, πορνεῖαι, μοιχεῖαι, παῤῥησίαι, φιληδονίαι, γαστριμαργίαι, περπερίαι, καλλωπισμοί, γέλωτες, ὕβρεις, φθόνοι, φόνοι, πᾶσά τις ἄλλη σατανικὴ πρᾶξις καὶ ἐνέργεια. οἱ τοῦ θεοῦ τὰ τοῦ θεοῦ διώξωμεν, οἱ καθαροὶ τὰ τοῦ φωτός, οἱ ἁγνοὶ τὰ τῆς παρθενίας, οἱ εὐλαβεῖς τὰ τῆς ὁσιότητος, οἱ εἰρηνικοὶ τὰ τῆς φιλαδελφίας, οἱ ἀκενόδοξοι τὰ ἐν οὐρανῷ, οἱ ἀποτακτῖται κόσμου τὰ ὑπὲρ κόσμον. μὴ ἀμειφθήτω ἡ τάξις ἐν ἀταξίᾳ, ἵν’ οἱ τοῦ φωτὸς τὰ τοῦ σκότους διώκωμεν, οἱ τῆς ἁγνείας τὰ τῆς πορνείας, οἱ τῆς εὐλαβείας τὰ τῆς ἀταξίας, οἱ τῆς μισοδοξίας τὰ τῆς φιλοδοξίας, ἐπεὶ ἐλεεινόν, ἐπεὶ πονηρόν, ἐπεὶ θεομαχές, ἐπεὶ φιλοδαιμόνιον, ἐπεὶ ὑπέκκαυμα τοῦ αἰωνίου πυρός· οἱ τοῦ κόσμου τὰ τοῦ κόσμου, οἱ φιλοθέατροι τὰ τῶν θεάτρων, οἱ φιλοπαιγνεῖς τὰ τῶν παιγνίων, οἱ φιλόσαρκοι τὰ τῆς σαρκός, οἱ φιλόπορνοι τὰ τῶν πορνευόντων· ὅπερ μὴ εἴη τις, κἂν οὕτω λέγωμεν· ἀλλ’ ἡμεῖς γε, ὦ ἀδελφοί, τὰ τοῦ θεοῦ, ὡς θεοῦ, ὃ κατ’ αὐτὸ τὸ ἐπάγγελμα καὶ τὸ ὄνομα λεγόμεθα· μοναχοὶ γὰρ καὶ ἀποτακτῖται καὶ ἀναχωρηταὶ καὶ παρθένοι καὶ θεραπευταὶ καὶ ἅγιοι κεκλήμεθα καὶ ὑπονοούμεθα παρὰ ἀνθρώπων εἶναι.

Μηδεὶς οὖν λοιπὸν ἐξ ἡμῶν εἴη ἄθεος, μηδεὶς ταραχώδης, μηδεὶς ὑβριστής, μηδεὶς φιλόπορνος, μηδεὶς γόγγυσος, μηδεὶς ψίθυρος, μηδεὶς ἀκηδιαστής, μηδεὶς ὀλίγωρος, ἐπεὶ ἡ ὀργὴ τοῦ θεοῦ μεγάλη καὶ ἐγγὺς καὶ ἀνταποδοτική· καὶ οὐχ οὕτως παροργίζεται θεός, εἰ καὶ παροργίζεται ἐπὶ τοῖς ἐν τῷ λαϊκῷ τάγματι κακουμένοις κατὰ ψυχήν, ὅσον ἐφ’ ἡμῖν τοῖς ἀνακειμένοις αὐτῷ ἐξ ὁλοκλήρου· ὥσπερ δαὶ δεσπότης πλείω ἀγανάκτησιν πάντως ἐνέγκοι ἐπὶ τῶν κατὰ πρόσωπον πταιόντων δούλων, παρὰ τοὺς πόῤῥω καὶ ἐν ἀποβύστῳ ὄντας. ταῦτα δ’ εἴρηταί μοι πολλαχῶς, εἰ καὶ ἀλλοτρόπως, διὰ τὸ ἐπιμένειν τὴν κακίαν καὶ διὰ τὸ πῆ μὲν διορθοῦσθαι καὶ πάλιν ὑποπίπτειν· καὶ οὐδὲ διὰ τοὺς ἀτάκτους μόνον, ἀλλὰ καὶ διὰ τοὺς εὐτάκτους, καὶ οὐ διὰ τοὺς ἄρτι τὸ σχῆμα λαβόντας, ἀλλὰ καὶ διὰ τοὺς πεπαλαιωμένους ἐν τῷ σχήματι· ὅσον γὰρ ὁ χρόνος, τοσοῦτον καὶ τὸ διάφορον τῆς πολιτείας διαφαίνεσθαι ὀφείλει, ἐπεὶ πρὸς τὸ μηδὲν ὀνᾶσθαι ἐν τῇ παλαιότητι κατακρίσεως καὶ γελοίου αἴτιον ἡ παλαιότης, ὥσπερ καὶ πεπολιωμένον ἰδέσθαι ἄνδρα εἰς σχολεῖον φοιτῶντα μετὰ νηπίων. αἱ διακονίαι τοίνυν οὐ παρ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἀλλὰ παρὰ θεοῦ δι’ ἐμοῦ δίδονται τῷ δεχομένῳ, καὶ οὐ μικραί, ἀλλὰ καὶ λίαν μεγάλαι, καὶ οὐκ ἄτιμοι, ἀλλὰ καὶ σφόδρα ἔντιμοι, ὑπὲρ ἃς δίδωσι βασιλεὺς ὁ ἐπὶ γῆς· εἰς γὰρ θεοῦ λειτουργίαν καὶ δόξαν αὗται.

ἡγήσεται ἄρα μικρὰν εἶναι ὁ ἀφυπνιστὴς τὴν οἰκείαν, ὁ ἐπιτηρητὴς τὴν ἰδίαν, ὁ παιδευτὴς τὴν σφετέραν, ὁ ἐπιστημονάρχης τὴν ἰδιαιτάτην; καὶ πῶς οὐχὶ μωρόν; καὶ πῶς οὐχὶ ψεκτόν; καὶ πῶς οὐχὶ θεὸν παροξύνει ὁ τοῦτο ὑπονοῶν καὶ τὴν προκριτωτέραν, ὑπὲρ ἧς ἔστιν, αὐθαδείᾳ ἀνθαιρούμενος; ἀλλ’ ὁ τοιοῦτος ἀγνοεῖν μοι δοκεῖ καὶ ἐπ’ αὐτῆς, ἧς ἐστι διακονίας, τὴν δύναμιν. τί γάρ ἐστιν ἀφυπνιστής, ἀλλ’ ἢ τὸ προκατωρθωκέναι αὐτὸν τὴν τοῦ ὕπνου τυραννίδα; ὅπερ ἐστὶ τῶν λίαν ἀσκητικῶν, ταγῆναι ὑπὸ θεοῦ ἄγγελός τις τοὺς λοιποὺς ἀδελφοὺς ἀφυπνίζων, πρὸς δόξαν καὶ αἶνον τῆς τριάδος. μέγιστον τὸ ἀξίωμα, ἀγγελικὸν τὸ διακόνημα. τί δ’ ἐπιτηρητής, ἀλλ’ ἢ τὸ αὐτὸν ἐν ἐπιτηρήσει θεοῦ ὄντα καὶ μὴ χρῄζοντα τῆς ἑτέρων καὶ οὐ διασφαλλόμενον ἀπὸ τῆς ἐναρέτου διαγωγῆς, προκριθῆναι οἱονεὶ τῆς πάσης ἀδελφότητος ὀφθαλμὸν βλέποντα τὸ τῶν ἄλλων ἐνδιάστροφον; τί δὲ παιδευτής; οὐδὲν ἄλλο, ἢ διὰ τὸ πᾶσαν ἀταξίαν ἀποθέσθαι καὶ ἐπίμεστον πάσης εὐλαβείας γενέσθαι, προστῆναι τοῖς ἀπαιδεύτοις καὶ ἀνουθετήτοις, εἰς καταρτισμὸν καὶ ὠφελείας ὑπόθεσιν. μέγα τοῦ ἐπιτηρητοῦ, μειζότερον τοῦ παιδευτοῦ, ὅτι ὃ μὲν ὃ βλέπει ἀναφέρει, ὃ δὲ καὶ βλέπων φθέγγεται καὶ συνετίζει καὶ διαλύει τὰς ἀταξίας ὡς ἄγγελός τις ἢ ὡς χριστός, ἢ ὡς δεσπότης, τῇ οἰκείᾳ παρουσίᾳ ἀναστέλλων τὰς μάχας καὶ τὰς ἐν τῇ ἀδελφότητι δυσκολίας.

πρόσθες καὶ τοῦ ἐπιστημονάρχου, ὡς πάσης ἐπιστήμης ἀποπληρωθέντος καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἐπιστήμης ὑπόθεσις προκειμένου. ἀλλ’ οἱ μὲν φρονοῦντες τρέμουσι καὶ δεδοίκασι καὶ ἐφ’ ἧς εἰσι διακονίας, οὐ λέγω οἰκονόμου, ἢ κελλαρίτου, ἢ βεστιαρίου, ἢ ὑποδηματοῤῥάφου, ἢ πρωτεύοντος ἐν τοῖς πολλοῖς, ἢ πρωτοδιακονοῦντος, ἐν τῷ κήπῳ λέγω, ἐν τῷ σκυτείῳ, ἐν τῷ μεμβραναρίῳ, ἔν τινι ἄλλῃ διακονίᾳ, ἀλλ’ εἰ καὶ ξυλοκοπῶν μόνον ἐστίν, ἢ λαχανοπλυτῶν· θεοῦ γὰρ καὶ ὑπὲρ θεοῦ τὰ γινόμενα διὰ τῶν ἀδελφῶν. ὁ δὲ ἄφρων καὶ ἀσύνετος καὶ ὑπερήφανος μηδὲν ἣν ἔχει λογιζόμενος, μηδὲ ὑψηλὴν καὶ ἀγίαν καὶ ὑπὲρ τὴν οἰκείαν κατάστασιν, ζητεῖ τὴν οὐκ οὖσαν αὐτῷ, καὶ εἰ μέν ἐστιν ἀφυπνίζων, ζητεῖ ἐπιτηρεῖν, καὶ εἰ ἔστιν ἐπιτηρῶν, ζητεῖ παιδεύειν, καὶ εἰ ἔστι παιδεύων, ἐπιστημοναρχεῖν, καὶ εἰ ἔστιν ἐπιστημοναρχῶν, ζητεῖ ἱερατεύειν ἢ ἡγουμενεύειν, καὶ ἕκαστος τῶν ἐν ταῖς λοιπαῖς διακονίαις κατὰ τὴν αὐτὴν ἀναλογίαν.

Ἰδοὺ ὑπέδειξα ὑμῖν τὴν δύναμιν τῶν διακονιῶν· παρακαλῶ ὑμᾶς μὴ ἀφρονεύειν, ἀλλὰ γινώσκειν ἐν ᾗ ἐστέ, καὶ μηδ’ ἀξίους ἡγεῖσθαι τῆς ὑποδοχῆς· ἐὰν γὰρ οὕτως ἕκαστος χαίρων καὶ προθυμούμενος ἐνεργῇ τὴν διακονίαν, ἐν αὐτῇ εὑρίσκων τὸν θεὸν καὶ οὐ πρὸς ἄλλην ἐξ αὐτοῦ ἐπικινούμενος, εἰ μὴ ὅτε κρινεῖ ὁ κρίνων καὶ μεθιστᾷ ὁ μεθιστῶν· εἰ δὲ οὐχ οὕτως, ἐντεῦθεν αἱ ταραχαί, αἱ ἀταξίαι, ἀργούντων τῶν διακονιῶν καὶ ἐπεισερχομένης τῆς ἀταξίας. ἀλλὰ μηδαμῶς, παρακαλῶ· μὴ οὕτω πράττωμεν, ἀλλ’ εὐσταθῶς καὶ θεοπρεπῶς, ὅπερ καὶ ποιεῖτε τινὲς ἐν ὑμῖν, καθ’ ὃν εἴρηκα λόγον· ὁρῶ γὰρ καὶ σκοπῶ, καὶ ἐκ τῶν ἔξωθεν καὶ ἐκ τῶν ἔνδοθεν, τὰς τῆς ψυχῆς ὑμῶν διαθέσεις. εἰ ὅλως ζητεῖς εἶναι ὑψηλότερος καὶ ἀξιοῦσθαι τελεωτέρας διακονίας, ἣν ἔχεις τίμησον, ἁγίασον, δόξασον καὶ διὰ τῆς ἐν αὐτῇ ἐπιμελείας καὶ ἀγρυπνίας σου· καὶ μὴ θέλοντός σου πάντως ἥξει καιρὸς ἐπιλαβέσθαι σε οὐ παρὰ σεαυτοῦ, ἀλλὰ παρ’ αὐτῆς τῆς ἀληθείας, καὶ τὴν ὑψηλοτέραν τῆς προκειμένης· “ὑπερηφάνοις γὰρ ἀντιτάσσεται κύριος” καὶ πᾶς ὑψηλοκάρδιος βδελυκτὸς ἐνώπιον αὐτοῦ. ὑμᾶς δὲ εἴη, πάντας ἐν φόβῳ θεοῦ διαβιοῦντας καὶ τῷ τῆς ταπεινώσεως χαρίσματι κατακεκοσμημένους, καὶ τὰ παρόντα καλῶς διαμείβειν καὶ πρὸς τὸ ἑξῆς εἴη καλλιώτερον διαφαίνεσθαι ἐν πάσῃ ἀγαθῇ καταστάσει ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΓʹ. Ὅτι δεῖ ἡμᾶς ἀγωνιστέον καὶ πολεμητέον ἐν τῇ πνευματικῇ ἡμῶν στρατείᾳ κατὰ τῶν ἐπιβαλλόντων ἡμῖν ἐναντίων λογισμῶν, ὡς ἂν ληψώμεθα παρὰ τοῦ ἀγωνοθέτου Χριστοῦ τὰ βραβεῖα τῆς νίκης. Ἀδελφοὶ καὶ πατέρες, πορευόμενοι πορεύεσθε τὴν ὁδὸν ὑμῶν ἐν εἰρήνῃ, καὶ χαίρω ὁρῶν ὑμᾶς ἐπὶ τῇ τοιαύτῃ καταστάσει. ἀλλ’ ἐπειδὴ στρατιῶταί ἐστε Χριστοῦ (στρατιώτου δὲ ἴδιον τὸ τὰ πολέμου ἀεὶ ἐκμελετᾶν, τήν τε πανοπλίαν κατηρτισμένην ἔχειν καὶ ἐμπαράσκευον πρὸς τὴν ἐν καιρῷ συμβολὴν τῶν ἐναντίων), βλέπετε πῶς ἐστε ἡτοιμασμένοι, πῶς τὰ ὅπλα ὑμῶν τὰ πνευματικά, οἶον ἠκονημένα καὶ κεκαθαρμένα καὶ ἐστιλβωμένα, ἡ ῥομφαία τῆς ὑπακοῆς, ὁ θώραξ τῆς πίστεως, ἡ περικεφαλαία τῆς σωτηρίου ἐλπίδος, ὁ θυρεὸς τῆς ταπεινοφροσύνης, ἡ φαρέτρα τῶν ἀγαθῶν λογισμῶν καὶ μέντοι καὶ τὸ ὄχημα, ἤγουν τὸ τίμιον ὑμῶν σῶμα, καθάπερ τις ἵππος καλῶς γεγυμνασμένος, μήτε πολυσαρκῶν (ἐπειδὴ ἄχρηστος πρὸς τοὺς δρόμους), μήτε λίαν κατισχνωμένος (ἐπειδὴ ἀργὸς πρὸς τὰς κινήσεις), καλῶς φέρων τὸν χαλινὸν τοῦ θείου φόβου, ὡς ἂν μὴ ἔξω φέρηται τῆς ἡνιοχίας, μηδ’ αὖ καταβάλλοι τὸν ἐπιβάτην νοῦν ἀπαιδευσίας σκιρτήματι. τοιούτους ὑμᾶς βούλεται ὁ λόγος ἀεὶ εἶναι, ἐπειδὴ καθ’ ἑκάστην ὁ πόλεμος, καθ’ ὥραν ἡ μάχη, κατὰ ῥοπὴν τὰ τόξα.

Τίς οὖν ἐν ὑμῖν ἀριστεύς; τίς ἰσχυρός; τίς πολεμιστής, κόπτων τοὺς ὑπεναντίους λογισμοὺς ἐν χιλιάσι καὶ μυριάσι, καὶ πρῶτόν γε τὸν ὑπερήφανον νοῦν κατασπάσας, ὡς τὸν Γολιὰθ ἐκεῖνον ὁ θεῖος Δαβίδ; ἐξ οὗ τί γενήσεται; τροπὴ τῶν πνευμάτων τῆς πονηρίας, τῶν πολυμόρφων καὶ ποικίλων παθῶν τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστι τὸ πρῶτον τῶν κακῶν καὶ τελευταῖον, δι’ οὗ ἐκπέπτωκεν ἐκ τῶν οὐρανίων ἁψίδων καὶ τῆς ἀγγελικῆς λαμπροφορίας ὁ νῦν πειράζων ἡμᾶς δράκων, καὶ ἐξ οὗ, ὥσπερ ἔκ τινος ῥίζης, ἔφυ τὰ μυρία βλαστήματα τῶν ἁμαρτημάτων. ἀγωνιστέον οὖν καὶ πολεμητέον πρὸς ἕκαστον τῶν ἐπιβαλλόντων ἡμῖν, ἐπειδὴ ἄλλῳ ἄλλος πεπύωται πάθει καὶ ἄλλον ἄλλως τοξεύει ὁ σοφιστὴς τῆς κακίας ὄφις· προστίθεται γὰρ ὃ μὲν τῇ πορνείᾳ, ἕτερος τῇ γαστριμαργίᾳ, ἄλλος τῇ ἀκηδίᾳ, ἄλλος τῷ φθόνῳ, ἕτερος τῇ κενοδοξίᾳ, ἄλλος τῇ ὀργῇ, ἕτερος τῇ ἀπιστίᾳ, ἄλλος τῇ ἀποδράσει, ἕτερος τῇ φιλαυτίᾳ, ἄλλος τῇ ἀργίᾳ, ἕτερος τῇ δυσμενείᾳ. ταῦτα πάντα ἓν καὶ τὸ αὐτὸ ἐνεργεῖ πνεῦμα, τὸ σατανικόν, καὶ πολὺς πρὸς ταῦτα ὁ ἀγών. πανταχόθεν ὁ ὀφθαλμός, ἑκατέρωθεν ὁ σκοπός, κυκλόθεν ὁ περιφραγμός. ὡς ἂν μὴ εἰσέλθῃ, μὴ πρόσῃ, μὴ λάβῃ, μὴ χειρώσηται, μὴ κτείνῃ καὶ ἀπολέσῃ, ἀντικαθεκτέον, ἀντιπολεμητέον. ἔστι λαβεῖν ἅπαξ καὶ δοῦναι δεκάκις, πληγῆναι μικρὸν καὶ πλῆξαι καιρίαν. ὁ κατὰ σῶμα τιτρωσκόμενος ἰατρείας χρῄζει· ὡσαύτως καὶ ὁ κατὰ πνεῦμα.

ἰατρεία δὲ ἡ δι’ ἐξαγορεύσεως ἐπιτιμία. καὶ πάλιν ἐπὶ τὸν πόλεμον ἐξιτέον. ὁ κατὰ σῶμα νικῶν ἓν εἴληφε στέφος, ὁ δὲ κατὰ πνεῦμα μυρία τὰ βραβεῖα. ὥστε καθ’ ἡμέραν ἡ μάχη, καθ’ ἡμέραν οἱ στέφανοι, καθ’ ἑκάστην τὰ ἔπαθλα. καὶ μακάριοι ἐστέ, ἐφ’ ὅσον ἐνίστασθε καὶ οὐ καταπίπτετε, ἐνισχύετε καὶ οὐκ ὀλιγωρεῖτε, μέχρις ἂν ὁ πόλεμος διαλυθείη διὰ τῆς ἐκ τῶν ἐνταῦθα ἡμῶν μεταστάσεως.

Θαρσεῖτε οὖν, τέκνα καὶ ἀδελφοί. θαρσεῖτε· θεὸν ἔχομεν βοηθόν, ἐπίκουρον τῆς ζωῆς ἡμῶν ἄγγελον, ἀντίληψιν παρὰ τῶν ἁγίων (ὧν τὰ ὀνόματα ἐπικαλούμεθα), ὅπλον ἀήττητον τὸν τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ, αὐτὴν τὴν πατρικὴν πίστιν, τὴν τῶν ἐπαγγελμάτων ἡμῶν πεποίθησιν, τὴν τῶν ἀδελφῶν σύμφραξιν. οὐ φοβηθησόμεθα ἀπὸ μυριάδων λαοῦ, τῶν κυκλούντων ἡμᾶς ἀοράτων λογισμῶν· οὐ κάμψομεν γόνυ τῇ Βάαλ τῶν ἡδονῶν, οὐ προησόμεθα τὴν σωφροσύνην ἡμῶν, ἣν ἐνυμφεύσατο κύριος ἐν ἁγιασμῷ· οὐ ποιήσομεν τὰ μέλη ἡμῶν πορνείας καὶ ἀκαθαρσίας σκεύη διὰ τῆς εἰς ἀλλήλους ὀλεθρίου παῤῥησίας καὶ μυσαρᾶς ἐργασίας, ὄντα Χριστοῦ μέλη, τοῦ ἀχράντου καὶ ἀθανάτου νυμφίου· οὐκ εἰσδεξόμεθα σύμβουλον τὸν ὄφιν, ἐκσκορακίσαι ἡμᾶς τοῦ παραδεισιακοῦ κοινοβίου βουλόμενον· οὐκ ἀνοίξομεν θύραν τοῖς κλέπταις δαίμοσι συλῆσαι ἡμῶν τὸν τῆς ψυχῆς θησαυρὸν καὶ αἰχμαλωτισθῆναι εἰς Ἀσσυρίους λογισμοὺς καὶ Βαβυλωνίους δουλείας. τί καλὸν μένειν ἡμᾶς ἐν τῇ πόλει, ἣν κύριος ὁ θεὸς ἡμῶν ᾠκοδόμησεν ἡμῖν διὰ τῶν ποικίλων ἀρετῶν! τί μακάριον ἀδούλωτον τὸ τῆς ψυχῆς ἀξίωμα κεκτῆσθαι ἀπὸ τῆς δουλοπαθοῦς ἁμαρτίας!

ψυχὴ ἀκυρίευτος ἐκ παθῶν ὅλη ἐστὶν ἐλευθέρα, ὅλη θεοειδής, ὅλη δεσπόσυνος, ὅλη φωτοειδής, ὅλη ἀγαλλιωμένη, εὐπρόθυμος, εὐπρόσιτος, θεοσύναπτος, θεοσύγκρατος, οὐράνιος, λέγουσα ὡς δούλοις ταῖς φυσικαῖς ἐνεργείαις, ἡνίκα δέον ἐστί, “τόδε ποίησον” καὶ ποιεῖ, καὶ τῷ ἄλλῳ “πορεύου” καὶ πορεύεται ἐν εἰρήνῃ· ἀλλ’ οὐχ ὡς ἡ ἀνδραποδισθεῖσα καὶ δουλωθεῖσα καὶ κρατηθεῖσα ὑπὸ τῶν τυράννων παθῶν, ἣν ἔστιν ὁρᾶν πολλὰ καὶ δεινὰ πάσχουσαν, ἑλκομένην ἔνθεν καὶ ἐκεῖθεν εἰς δουλείαν παντὸς πάθους, πάσης πράξεως βδελυρᾶς· προστασσομένη γὰρ ποιεῖ τὰ κελευόμενα παρὰ τῷ δαίμονι, καὶ εἴθε ἑνί, ἀλλὰ μὴ πολλοῖς. δεσπόζει αὐτῆς ὁ τῆς ἡδονῆς, ὁ τοῦ φθόνου, ὁ τοῦ μίσους, ὁ τῆς ἔριδος, ὁ τῆς κοιλιομανίας, ὁ τῆς ὀκνίας, ὁ τῆς ἀπιστίας, ὁ τῆς βλασφημίας, ὁ τοῦ θυμοῦ, ὁ τῆς ὑπερηφανίας, ὁ τοῦ ψεύδους, ὁ τῆς κλοπῆς, τῶν ἄλλων πάντων· ὧν τὰ ὀνόματα τίς ἂν καταριθμήσοιτο; καὶ ὡς ἕκαστος ἐπιγινώσκει, ἐξ ὧν δουλοῦται, ὧνπερ ἐστὶν ὑποχείριος, ἐν τούτοις ἐλεεινὴ ἡ ψυχή, παναθλία ἡ ζωὴ αὐτῆς, ὅλη πενιχρά, ὅλη δυσειδής, σκοτεινή, ἀφεγγής, ἀλαμπής, ἄθεος, ἄμορφος, δύσειμος, μισητὴ καὶ τὸ ὅλως ὁρᾶσθαι ὑπὸ τῶν εὖ φρονούντων.

Μὴ δὴ οὖν τὸ ἀξίωμα ἡμῶν καταβάλωμεν, ὦ τέκνα· μὴ δὴ τὴν ἐλευθερίαν ἡμῶν ἀπεμπολήσωμεν· δεσπόται τυγχάνοντες, μὴ γενώμεθα δοῦλοι· μὴ θώμεθα τὸ φῶς ἡμῶν σκότος, μὴ μεταβάλωμεν τὸ κάλλος ἡμῶν εἰς ἀμορφίαν, μὴ στρέψωμεν τὸ πρόσωπον ἡμῶν ἀπὸ θεοῦ ἐπὶ τὸν χαρακτῆρα τῆς κακίας· μὴ ἀπεκδυσώμεθα τοὺς φωτεινοὺς χιτῶνας τῶν ἀρετῶν, ἐνδιδυσκόμενοι τὰ μεμελανωμένα ῥακία τῶν ἀνομημάτων· μὴ χρηματίζοντες υἱοὶ θεοῦ χρηματίσωμεν τέκνα διαβόλου, φωτὸς ἔκγονα γεγενημένοι· μὴ φανῶμεν σκότους ἐκτρώματα. εἰ γὰρ ταῦτα σωματικῶς λαμβανόμενα πονηρὰ καὶ δύσχρηστα, πόσῳ γε πνευματικῶς οὐκ ἐλεεινὰ καὶ παγχάλεπα, καὶ λεγόμενα καὶ νοούμενα; ἀλλὰ τίς φρονῶν δουλείαν αἱρεῖται, τυγχάνων δεσπότης; ἀλλὰ τίς υἱοθεσίαν θεοῦ ἔχων γέννημα διαβόλου φιλεῖ καλεῖσθαι; ἀλλὰ τίς ῥίπτων τὴν ἄῤῥητον εὐγένειαν τῆς ἀρετῆς ἕλοιτο δυσγένειαν ἀναλαμβάνεσθαι τῆς ἐμπαθοῦς ζωῆς; ἀλλὰ τίς ἀπὸ πλούτου πνευματικοῦ εἰς πενίαν ζητεῖ σαρκὸς φθάσαι; ἀλλὰ τίς προαιρεῖται βασιλείαν οὐρανῶν ἀπολέσαι, κερδαίνων πῦρ καὶ σκότος καὶ τὰς αἰωνίους ἄλλας βασάνους; οὐ σωφρόνων τὸ πρᾶγμα, οὐ λογισμὸν ἐχόντων τὸ δρᾶμα, τινῶν δὲ ἀλογίστων ἢ ἀναισθήτων. ὡς ὤφελον τοὺς οὕτω πράττοντας οὕτω καὶ γενέσθαι, ἢ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ κτισθέντας ἐπὶ κληρονομίᾳ τῶν αἰωνίων ἀγαθῶν καταχθῆναι διὰ τῆς ἀλόγου φιλοπαθείας εἰς ταμεῖα ᾅδου, κρίσεως αἰωνίας.

ἀλλὰ ἀνανήψωμεν οἱ μὴ νήφοντες, εἴπερ τὶς νυστάζει· ἀναβλέψωμεν οἱ μὴ βλέποντες, εἴπερ τὶς τυφλώττει· ἀκούσωμεν οἱ μὴ ἀκούοντες, εἴπερ τὶς κωφεύει· ἀναλάβωμεν τὰς δυνάμεις ἡμῶν, εἴπερ τὶς ὑπεχάλασε τοὺς τόνους τῆς εὐανδρίας· μοχθήσωμεν, διώξωμεν, ὡς ἂν διὰ τοῦ εὖ πράττειν ἡμᾶς ἐν ἕξει τοῦ καλοῦ γενόμενοι μεθ’ ἡδύτητος καὶ εὐμαρείας πράττωμεν τὰ θεῖα καὶ σωτήρια. καὶ ἐγγὺς κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΔʹ. Περὶ ἐπιμελείας καὶ καρποφορίας τοῦ πνευματικοῦ ἡμῶν ἀμπελῶνος. Ἀδελφοὶ καὶ πατέρες, χθὲς ἐπειδὴ ἔτυχε τρυγᾶν ἡμᾶς τὰς ἀμπέλους, εὐλογήσατε τάχα τὰ κλήματα, ἃ πολὺν εἶχον τὸν καρπὸν καὶ ὑπὸ χεῖρας ὑμῶν ἐτμήθη· ἠνιάθητε δὲ ἐφ’ οἷς οὐχ ὑπῆρχον βότρυες, ἡδὺ θέαμα τοῖς ὁρῶσιν ὑποδεικνύμενοι. τί τοῦτο προοιμιασάμην; ὅτι καὶ ὑμεῖς ἀμπελὼν κυρίου γεγενημένοι, εἰ μὲν ἔχοιτε καρποὺς πνευματικοὺς καί ἐστε οἱονεὶ πολυστάφυλοι, ἀξιοθαύμαστοι τῷ γεωργῷ τῶν ψυχῶν ἡμῶν ἀναφαίνοισθε· εἰ δὲ μή, ἄξιοι κατάρας καὶ ἐκκοπῆς· “πᾶν γὰρ κλῆμα μὴ ποιοῦν καρπὸν ἐκκόπτεται”, φησί, “καὶ εἰς πῦρ βάλλεται”. βλέπετε δέ, ὅτι οὐχ ὡς ἔτυχε καρποφοροῦσά ἐστιν ἡ ἄμπελος, ἀλλ’ ἐπειδὴ φυτεύεται πολλοῖς κόποις πρότερον, αὐξουμένη καὶ τελειουμένη ἔρχεται εἰς καρπογονίαν, εἶθ’ οὕτως τέμνεται, σκάπτεται, χαρακοῦται, βλαστοτομεῖται, καθαίρεται τῶν σκολόπων, τῶν ἀκανθῶν, τῆς ὅλης ὑλομανίας, καὶ οὕτως ἐν καιρῷ δίδωσι τὸν καρπόν, μετὰ τὸ πιανθῆναι καὶ κοπρισθῆναι καὶ φυλλολογηθῆναι καὶ τοῖς ἄλλοις, οἷς κατ’ ἐμπειρίαν ὁ γεωργῶν αὐτὴν καταγίνεται. μὴ οὐχὶ καὶ ἐφ’ ἡμῖν τὸ αὐτό ἐστιν ὁρᾶν;

τίς γὰρ καρπὸν ἤνεγκε πνευματικόν, ταῦτα καὶ τὰ τοιαῦτα μὴ πεπονθὼς καὶ οἷον μὴ φυτευθεὶς καὶ αὐξηθεὶς καὶ ἁδρυνθεὶς ἐν τῇ νοουμένῃ κατὰ Χριστὸν ἡλικίᾳ, σκαφείς τε καὶ τμηθείς, χαρακωθείς τε καὶ περιφραχθεὶς τροπικῶς ταῖς τοῦ κυρίου ἐντολαῖς; ὁ δὲ μὴ οὕτως, ἀτελὴς καὶ ἄκαρπος, “καὶ τρυγῶσιν αὐτόν”, κατὰ τὸ γεγραμμένον, “πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν” λυμαντικοὶ δαίμονες.

Διὰ τοῦτο καταδεχώμεθα, παρακαλῶ, τὴν κατὰ ψυχὴν γεωργίαν καὶ τὰς περὶ αὐτὴν ἐπιμελείας, αἵτινές εἰσιν αἱ ἀσκητικαὶ καταστάσεις, αἱ καθήκουσαι εὐταξίαι, οἱ τῆς ἐγκρατείας πόνοι, οἱ τῆς ἀγρυπνίας κόποι, αἱ τῶν ἐξαγορεύσεων ἐντροπαί, αἱ τῶν ἐπιτιμήσεων πληγαί, ἡ φυλακὴ τοῦ στόματος, ἡ ἀμετεώριστος καρδία, ἡ ἀκλινὴς πεποίθησις, ἡ ἀκαταμάχητος ἔνστασις τῶν λογισμῶν· ὁ γὰρ μὴ ταῦτα καταδεχόμενος, καρπὸν φέρειν οὐ δύναται, κλῆμα Χριστοῦ ὀνομάζεσθαι οὐχ οἷόν τε. καὶ τίνος ἕνεκεν ἐληλύθαμεν ἐνταῦθα, ὦ ἀδελφοί; ἀλλ’ οὐχ ἵνα καρπὸν πολὺν φέρωμεν; οὐχ ἵνα θρέψωμεν τὸν κύριον τῇ νοητῇ ἡμῶν εὐκαρπίᾳ; πεινᾷ ἡμῶν τὴν σωτηρίαν ὁ ἀγαθὸς δεσπότης· καὶ εἰ μὲν εὕροι, εὐφραίνεται ἀπογευόμενος τοῦ καρποῦ, εἰ δὲ μή γε, ὡς τὴν ἀκαρπίαν τῆς συκῆς ὑπὸ κατάραν ἵστησιν· ἤδη γὰρ αὐτὸς παραβάλλει καθ’ ἑκάστην καὶ ἐπισκέπτεται, οἷοι ἐσμέν, καὶ διὰ τοῦτο χρεία ἀγῶνος, ἐπιμελείας, ζέσεως ψυχῆς, φροντίδος, ταπεινώσεως, ὑπακοῆς, προσοχῆς, ὑμνολογίας, πραότητος, συνέσεως, φιλεργίας, φιλαδελφίας, ὑπομονῆς, κραταιότητος, ἐλπίδος, ὅπως ἂν ἀπαρτίσωμεν ἑαυτοὺς σκεύη ἐκλογῆς, κατηρτισμένους ἐν ἁγίῳ πνεύματι.

κεκοπιάκατε, ὁμολογῶ, τεταλαιπωρήκατε ἐν τοῖς προλαβοῦσιν, ἠνέγκατε πολλά, ἠνύσατε διαύλους ἱκανούς, ἐνετρέψατε τὸν δόλιον, ἀπεκρούσασθε πολέμους, ἀπεσκορακίσασθε προσπαθείας, ἐγυμνώθητε τῷ κόσμῳ, ἐσταυρώθητε ταῖς ἐπιθυμίαις, ἐφυλάξατε ἐντολάς, ἐτηρήσατε πίστιν πατρικήν, γεγόνατε ἀπτόητοι τῶν ἀνθρωπίνων φόβων, ἡτοιμάσατε τὰς καρδίας ὑπὲρ ἀγάπης τοῦ κυρίου εἰς θάνατον· πάντα ὑμῶν ἀποδεκτὰ καὶ ἐπαινετὰ καὶ εὐπρόσιτα, πάντα ἡγιασμένα καὶ πολύευκτα καὶ οὐράνια. ἀλλ’ ἔτι μικρὸν ὅσον ὅσον ὑπομείνωμεν, δέομαι ὑμῶν, ἀδελφοὶ τιμιώτατοι· στῶμεν ἀκλινεῖς ἐν τῇ πίστει· στῶμεν ἀπτόητοι ἐν ταῖς ἐπιβολαῖς τῶν πειρασμῶν, τῶν ἀοράτων τε καὶ ὁρατῶν· μὴ ἀκηδιάσωμεν τὸ ἐπίμονον τῆς ζωῆς ἡμῶν μέτρον. μὴ ἐνδώσωμεν πρὸς τὸν καθημερινὸν πόλεμον τοῦ Βελίαρ. “κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου”, γέγραπται· “κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον”, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.

Οὕτω τοίνυν ἐπᾴδωμεν τοῖς λογισμοῖς, οὕτως ἀνδρειώμεθα κατὰ ψυχήν, οὕτω μεταχειριζώμεθα ἐν προθυμίᾳ τὰς διακονίας, εὐτακτοῦντες κατὰ πάντα, μὴ προφέροντες λόγον σαπρόν, γογγυστικόν, ὑβριστικόν, καταλαλητικόν, φατριαστικόν, παῤῥησιαστικόν· οὕτω συναγειρώμεθα πρὸς τὰς ἐργασίας, πρὸς τὰς ἀγρυπνίας, πρὸς τὰς ψαλμῳδίας πρωτόκλητοι, εὐκίνητοι, ἀπροφάσιστοι, ἱλαροπρόσωποι· οὕτω συναπτώμεθα πρὸς ἀλλήλους ἀπαῤῥησίαστοι, καλομελέτητοι, ξενόκοσμοι, οὐρανόφρονες, ὀλιγολάλοι, ἀγελοίαστοι, ἀνεκτικοί, νικῶντες ἐν τῷ ἡττᾶσθαι, προβαλλομένου τοῦ “συγχώρησον” ὅπλον κατὰ τοῦ διαβόλου μέγιστον· ἄκακοι, εἰρηνικοί. εἶπεν ὁ κύριος πρὸς τὸν Πέτρον· “βόσκε τὰ ἀρνία μου· ποίμαινε τὰ πρόβατά μου”. εἰ φιλεῖτε ἄρνες τοῦ κυρίου ἀκούειν καὶ πρόβατα ὀνομάζεσθαι, μὴ ὡς ἔριφοι σκιρτᾶτε, μὴ ἐπὶ τὰς τῶν παθῶν ἀκάνθας ἴητε, μὴ πολυκραυγάζετε, ἀλλ’ ἠπίως καὶ εἰρηνικῶς ἄγοισθε, εἰς νομὰς ζωηφόρους τῶν ἐντολῶν τρεφόμενοι καὶ εἰς τόπον ἀπαθείας κατασκηνούμενοι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΕʹ. Περὶ φυλακῆς καὶ καθάρσεως τῶν αἰσθήσεων ἡμῶν καὶ ἐξαγγέλσεως τῶν πονηρῶν ἐννοιῶν. Ἀδελφοὶ καὶ πατέρες, χαίρω μὲν ἀεὶ ὁρῶν ὑμᾶς διεξαγομένους ἐν ὁμονοίᾳ καὶ περιπορευομένους ἐν τῇ ἐνεργείᾳ τῶν ἐντολῶν τοῦ θεοῦ· χαίρω δὲ μᾶλλον ἄρτι, ἐπὰν ἀκίνητοι μεμενήκατε καὶ διαμένετε ἐκ τῆς τῶν ἔξωθεν περιδονήσεως ἑδραιωμένοι, ἐν μηδενὶ πτυρόμενοι καὶ καταπίπτοντες τοῦ ἀθλητικοῦ καὶ θεοσθενοῦς φρονήματος. καὶ ὥσπερ τὰ ὑπὸ ἀνέμων σαλευόμενα δένδρη μᾶλλον εὐριζώτερα καὶ ἑδραιότερα καθέστηκε τῶν ἄλλων, οὕτω καὶ ἡμῖν συμβέβηκε, ταῖς τυχούσαις ἔξωθεν προσβολαῖς ῥιζωθεῖσί πως βαθύτερον καὶ ἀναδοθεῖσιν εἰς ὕψος εὐκαρπίας τῶν θεοδωρήτων ἐντολῶν· “δίκαιος γάρ”, φησίν, “ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται”. ἀλλ’ ἐπεὶ οὐχ ἅπαξ ἔστι σεισθῆναι, ἢ δίς, ὥσπερ οὐδὲ ῥιζωθῆναί τε καὶ ἑδρασθῆναι (πέφυκε γὰρ τοῦτο ἀεὶ γίνεσθαι, κατὰ τὸ ἀεικίνητον τῆς ἐνοχλήσεως, τῶν τε νοητῶς προσβαλλόντων καὶ αἰσθητῶς), ἀναγκαῖον ἀεὶ προσέχειν καὶ ἑκάστοτε συντηρεῖν ἑαυτοὺς ἐν τῷ νόμῳ τοῦ θεοῦ, μὴ ἐκκλίνοντας ἐκ τῶν ἐντολῶν δεξιᾷ τε καὶ ἀριστερᾷ, ἀλλὰ τὴν βασιλικωτάτην καὶ μέσην ἐξανύειν ὁδόν, ἐν ᾗ πέφυκεν ἡ σωτηρία καὶ τὸ ἀπλανὲς τῆς ψυχῆς καὶ εὐδιάβατον.

τοῦτο σκοπητέον καὶ τοῦτο προσεκτέον καὶ τοῦτο γνωστέον, ὥσπερ ἀεὶ γρηγορῶν ἐστιν ὁ ὄφις τῆς ἀπάτης, ὁ ἁρπάκτης τῶν ψυχῶν διάβολος, ἵνα ταύτης ἡμᾶς ἀπαγάγῃ καὶ κρημνίσας που ἐν ἑνὶ τῶν παθῶν θήραμα λάβῃ τὸ ἐλεεινότατον. νικήσομεν δὲ αὐτὸν καὶ ἀπλανεῖς ἐσόμεθα, ἐὰν γρηγορῶμεν καὶ νήφωμεν, ἐὰν τὰς αἰσθήσεις ἡμῶν φυλαττώμεθα, τὸν ὀφθαλμὸν ἀπὸ τοῦ ὁρᾶν ἃ μὴ θέμις, τὴν ἀκοὴν ἐκ τοῦ μὴ εἰσδέχεσθαι τοὺς ἀπατηλοὺς λόγους καὶ συρισμοὺς τοῦ δράκοντος, τὰς χεῖρας ἐκ τοῦ μὴ ἅπτεσθαί τι μήτε τῶν οἰκείων μελῶν, μήτε τῶν ἀλλοτρίων, κατὰ πάθος ἢ κίνησιν ἡδονῆς· τοὺς πόδας ἐκ τοῦ μὴ βαίνειν εἰς ὁδοὺς σκολιὰς καὶ τόπους ἀποκρύφους καὶ νοητῶς καὶ αἰσθητῶς· ἐὰν γὰρ ταῦτα ποιήσωμεν καὶ περιφυλαττώμεθα μετὰ τῆς ἐνδεχομένης ἐξαγορεύσεως καὶ τῆς ζητουμένης ταπεινοφροσύνης καὶ εὐπειθείας, νενίκηται ὁ δράκων, ἐκσκοράκισται τῆς καρδίας ὁ δόλιος. τρίζει μὲν τοὺς ὀδόντας, ἀλλὰ πόῤῥω ἱστάμενος· οὐδὲ γὰρ ἀποκάμνει ὁ δείλαιος ἐπὶ πολὺ ἡττώμενος καὶ ἀποπεμπόμενος.

χαίρει δὲ ἡ ψυχὴ καὶ ἀνδρίζεται καὶ τὰς εἰς θεὸν πορείας μᾶλλον ἐν φωτὶ εὑρίσκουσα ἀνίησιν εἰς τὰ ὑψηλότερα καὶ μετεωρότερα, θεοποιουμένη καὶ οὐρανοποροῦσα· ἐὰν δὲ τοὐναντίον, κεκράτηται καὶ δεδούλωται ᾧ ἥττηται πάθει, καὶ συσκοτάζουσα ταῖς πονηραῖς ἐννοίαις εἰς βάθη που κακῶν καταφέρεται ὀδυνωμένη καὶ κατατρυχομένη καὶ μὴ εὑρίσκουσα τόπον ἀναπαύσεως, ἀλλ’ ἐντεῦθεν ἤδη τὸ τοῦ μέλλοντος αἰῶνος πικρὸν ἀποκαρπουμένη. ἀλλὰ μή ποτε τοῦτο πάθοιμεν. τέκνα καὶ ἀδελφοί, μηδὲ ὑποσυρθείημεν ταῖς ἐξαπάταις τῆς ἁμαρτίας· ἀλλ’ εἰ καὶ γέγονε καὶ γίνεται, τάχιστα ἀνακοπτοίμεθα, ὥσπερ βέλος τι ἐνεχθὲν καὶ πλῆξαν τὸ προσπεσὸν ἀποῤῥίπτοντες καὶ τὸν πληγέντα τόπον ἰώμενοι τῷ φαρμάκῳ τῆς μεταμελείας, εἴτε ὀφθαλμός, εἴτε ἀκοή, εἴτε χεὶρ εἴη πταίσασα, καὶ ἐξ ὧν ἐστιν ἀεὶ γάννυσθαι τὴν ψυχὴν καὶ γήθειν καὶ φωτίζεσθαι καὶ ἀγάλλεσθαι. τί μὴ ἐντεῦθεν ἐρχόμεθα; τὸ γὰρ διὰ τῶν ἐναντίων ἠλίθιον καὶ μωρὸν καὶ οὐδὲ τῶν ἀλόγων ζῴων ἐφεκτικὸν καὶ ἐπιθυμητόν· κἀκεῖνα γὰρ ὀλισθήσαντα ἅπαξ που ἢ δίς, φύγοιεν ἂν τὸν τόπον διὰ παρατηρήσεως, μὴ εἰς τὸν αὐτὸν ὄλεθρον ἐμπεσεῖν. ἡμεῖς δὲ οἱ εἰκόνι θεοῦ τετιμημένοι καὶ λόγῳ σοφίας παιδαγωγούμενοι, χείρους ἵνα καὶ τῆς ἀλόγου φύσεως ἐσμέν, φιλοῦντες τὴν ταὐτοπάθειαν καὶ ζητοῦντες τὸν αὐτὸν κρημνὸν καὶ τὸν αὐτὸν βόθρον τοῦ τυχόντος ἁμαρτήματος.

Δεινὸν οὖν καὶ παγχάλεπον μετὰ τῆς τοῦ μέλλοντος αἰῶνος ἀπωλείας καὶ τὸ ἐνταῦθα περίλυπον καὶ ὀδυνηρὸν μεταλαμβάνειν· ἀλλ’ ὡς σοφοὶ σοφῶς περιπατήσωμεν καὶ ὡς ἁγνοὶ παρθενικῶς διαβιώσωμεν, ἵνα καὶ πρὸς τοὺς ἔξω πειρασμοὺς εὐσθενέστεροι καὶ κραταιότεροι ἐσώμεθα· ψυχὴ γὰρ τὴν ἑαυτῆς φυλακὴν ἔχουσα καὶ ἀπόρθητος ἐκ τῆς τῶν παθῶν ἐφόδου διαμένουσα οὐ πτοηθήσεται πῦρ καὶ ξίφος καὶ θῆρας· οὐ δείσει βασιλεῖς καὶ ἄρχοντας καὶ δυνάστας, οὐ θλῖψιν καὶ στενοχωρίαν καὶ διωγμούς, οὐ μικρὸν οὐ μέγα, ἀλλ’ ἑτοίμως ἔχει λέγειν “οὐ φοβηθήσομαι ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν”. εἰ δὲ ἑτέρως ἔχουσα, πέφρικε καὶ καταδύεται, προπεπονθυῖα ἐκ τῶν ἔνδοθεν ἐπιβούλων. τοὺς ἔνδοθεν οὖν φυλαξώμεθα καὶ τοὺς ἔξωθεν οὐ φοβηθησόμεθα, ἐν οἷς στηρίξοιεν ἡμᾶς ἡ κραταιὰ χεὶρ τοῦ θεοῦ, ὁ κύριος τῶν δυνάμεων, τῇ εὐχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡϚʹ. Περὶ τοῦ στῆναι ἡμᾶς ἀνδρείως καὶ κραταιῶς πρὸς τὴν ἀθλητικὴν ἡμῶν ὑποταγὴν καὶ τοῦ μετ’ εὐχαριστίας λαμβάνειν τὰ ἐσθήματα ἀπὸ τῶν διανεμόντων. Ἀδελφοὶ καὶ πατέρες, πρὸς τὴν σμικρότητα τῶν νυκτῶν βραχυτάτην καὶ τὴν κατήχησιν ποιούμεθα· πάντῃ γὰρ ἀποσιωπῆσαι ἡμᾶς οὐκ ἔνι, ὅπου γε καὶ ταύτης γενομένης ἔτι τὰς ἀταξίας ἐνεργοῦμεν καὶ τὰς ἀπαιδευσίας ἐπιτελεῖν οὐ παυόμεθα. παρακαλῶ οὖν ὑμᾶς ἄρτι μᾶλλον, ἡνίκα καὶ πρὸς τοὺς ἔξω ἀγωνιζόμεθα δι’ ἐντολὴν κυρίου, στῆναι κραταιότερον πρὸς τὴν ἀθλητικὴν ὑμῶν ὑποταγήν, καὶ ἀπευθύναι τὸν ἑαυτῶν βίον ἐπὶ πᾶσιν ὀρθοτομοῦντα καὶ κατὰ μηδὲν μολυνόμενόν τε καὶ κιβδηλευόμενον, ἵν’ οὕτω μᾶλλον ἐπίδοι θεὸς καὶ ἀρεσθεὶς ταῖς ἀγαθοεργίαις ὑμῶν διεξαγάγῃ παραδόξως τὸν ἀγῶνα, ἀθλητὰς ὑμᾶς κατ’ ἀμφότερα ἀποδεικνύων· οὐ γάρ ἐστι μικρὸν τὸ ἐν τῇ γενεᾷ ταύτῃ τῇ ταπεινῇ, τῶν ἄλλων πως ὑποπτησσόντων καὶ παραχωρούντων τοῖς πράγμασιν, ἡμᾶς σχεδὸν μόνους τοὺς ἁμαρτωλοὺς ἀνταγωνίζεσθαι καὶ ὑπεραθλεῖν τοῦ καλοῦ.

νεανικῆς τὸ ἔργον ψυχῆς, ζήλῳ θεοῦ πεπυρωμένης τὸ κατόρθωμα καὶ τοὺς πατρικοὺς τρόπους ἰχνηλατούσης, μᾶλλον δὲ ἀγγελικῆς ἰσχύος ἐπικουρία καὶ θεοῦ τοῦ μεγάλου τὸ δῶρον, ὃς ζητεῖ πάντοτε ψυχὰς κεκαθαρμένας ἐκ παθῶν καὶ ἀνανευούσας ἐκ τῆς τῶν κοσμικῶν φρονημάτων μέθης, ἵνα τὴν αὑτοῦ χάριν μεταδοίη καὶ ἐνδείξηται ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἔργα δυνάμεως τῆς αὐτοῦ μεγαλουργίας.

Ἂν τοίνυν οὕτως ἑαυτοὺς κατασκευάσωμεν, σκεύη ἐκλογῆς ἀποδεδειγμένοι (ἐκλογῆς δὲ σκεῦος χρυσοῦν εἶναι ἢ ἀργυροῦν), ἅτινά ἐστιν ἀλληγορούμενα καθαρωτάτης πράξεως καὶ βίου ἀπαθοῦς κατασκευάσματα, οὕτως ἐπελεύσεται ἐφ’ ἡμᾶς πνεῦμα ἅγιον καὶ δύναμις ὑψίστου ἐπισκιάζουσα ἐπί τε τῇ παρούσῃ ὑποθέσει καὶ ἐν παντὶ ἄλλῳ πράγματι, δυναμοῦσα καὶ ἀπαρτίζουσα τὰ ἐπιζητούμενα ἡμῖν· ἂν δὲ τοὐναντίον σκεύη ἀπωλείας (ἅπερ ἔοικε ξυλίνοις καὶ ὀστρακίνοις ἐργαλείοις, δηλονότι πονηραῖς τε καὶ ἀσέμνοις πράξεσιν), οὔτε τὸν θεὸν ἔνοικον σχοίημεν, οὔτε τὶ τῶν σωτηρίων ἀποτελέσοιμεν, κἂν δοκῶμεν διαγωνίζεσθαι. διὰ τοῦτο πρόσσχωμεν νηφόντως ἑκάστοτε καὶ ὑπενέγκωμεν τὸ τληπαθὲς τῆς ἀσκήσεως, τοῦτο μὲν ἐν ταῖς νυκτεριναῖς ἀγρυπνίαις καὶ ψαλμῳδίαις, τοῦτο δὲ ἐν ταῖς ἡμεριναῖς προσευχαῖς καὶ ἐργασίαις, μήτε ἐν ταῖς νυξὶ τῶν ἄλλων ψαλλόντων ἐν ταῖς κοίταις εὑρισκόμενοι ἄνευ ἀσθενείας καὶ ἄλλης κατοχῆς εὐλόγου κατὰ διακονίαν, ἢ καὶ ἐγειρόμενοι καὶ εἰκῇ περιερχόμενοι καὶ τὸ στόμα μεμυκὸς ἔχοντες ἐκ θείας ὑμνολογίας (ζημία γὰρ οὐχ ἡ τυχοῦσα τῷ παθόντι), μήτε ἐν τῇ ἡμέρᾳ τῶν ὡρῶν ἀπολιμπάνοντες δίχα τινὸς ἀνάγκης, ἢ τῶν ἔργων ἀφιστάμενοι καὶ παρὰ καιρὸν διακινοῦντες, ἢ καὶ συμβάλλοντες λόγους καταστροφῆς, ἀλλ’ οὐκ οἰκοδομῆς καὶ σωτηρίας τῆς πρὸς τὸ κοινὸν ὠφελείας.

ἐντεῦθεν γὰρ λέσχαι καὶ ταραχαί, ὕβρεις καὶ ἀπέχθειαι καὶ ἡ τοῦ Σατανᾶ χαρμοσύνη, λύπη δὲ τοῦ ἁγίου πνεύματος. καὶ τὸ λυπῆσαι τὸ ἅγιον πνεῦμα κατά τινα ἀργολογίαν ἡλίκον ὅτι ἔχει κίνδυνον, οἱ ἀναγινώσκοντες νοείτωσαν. εὑρίσκω δέ, ὅτι τὸ πλεῖστον τῆς ἀταξίας ἐκ τῆς τῶν ἐνδυμάτων γίνεται ἐπιδόσεως, ἄλλου κατ’ ἄλλου ἕλκοντος τὸν διανομέα, καὶ τοῦ μὲν ζητοῦντος τὸ ἱμάτιον ἄκοπον καὶ ἰσοστάσιον καὶ μὴν καὶ τετριμμένον καὶ ψιλώτερον κατὰ τὴν ὥραν τοῦ θέρους, τοῦ δὲ τὸ κουκούλλιον ἀνεμπάλωτον καὶ καλλίχροον καὶ μὴν καὶ βαθύτατον. καὶ ποῦ συμβαίνει ταῦτα συντρέχειν, μήτε τοσούτων ὄντων τῶν ἐσθημάτων, ἢ τῶν κουκουλλίων; πόθεν γὰρ ἢ ἐκ τίνος ὑμῶν προσόδου καὶ ἔργου; σκέπτεσθαι γὰρ ὀφείλει ἕκαστος, ὅσον εἰσφέρει, ἢ εἰσήγαγεν ἐκ τοῦ κόσμου, ὅτε ταῦτα ζητοίη, μήτε τοῦ λόγου τῆς ὑποταγῆς καταδεχομένου ἑκάστου τὸ ἴδιον θέλημα ἐκπληροῦν. ἢ οὐχὶ καὶ ταῦτα δωρεὰν δίδωσι θεὸς ἐκ πόρων, ὧν οἶδε καὶ ὅθεν βούλεται παραδόξως καθ’ ἑκάστην, καὶ ὅτι οὐδέ ἐσμεν ἄξιοι κατὰ τὰ προγεγενημένα ἢ καὶ γινόμενα ἀνομήματά τε καὶ ἁμαρτήματα ἡμῶν καὶ ἃ λαμβάνομεν ἔχειν; ἀναμιμνησκέσθω ἕκαστος ὑμῶν, ἀπὸ τῶν πρώτων ἕως ἐσχάτου, τί ὤφλησε καὶ ὡμολόγησε καὶ ἐν οἷς ἐστι, καὶ εὑρήσει ὑπεύθυνον ἑαυτὸν ἐν τοῖς λεγομένοις καὶ παρ’ ἀξίαν καὶ αὐτὸ ὃ ἀμπέχεται ἔχειν.

εἰ τραχύτητα καὶ εὐτέλειαν καὶ πολυῤῥαφίαν καὶ στενοκολοβίαν ἱματίων καὶ κουκουλλίων οὐ φέρομεν, εἰ φθειρῶν καὶ ψύλλων πληγὰς λαμβάνειν οὐκ ἀνεχόμεθα, ἐν τίνι ἔσται τὸ καύχημα ἡμῶν; ἐν τίνι μονάζομεν; ἐν τίνι ὑποτασσόμεθα; καὶ μὴν ἄλλοι μονοχίτωνες, καὶ μὴν ἄλλοι διὰ χρόνου ἀνυπάλλακτον τὸ ἔνδυμα ἔχοντες, καὶ μὴν ἐν ἡμῖν αὐτοῖς τὰ παραδείγματα, ἀλλ’ εἰς τὰ καλὰ προσέχειν καὶ ζηλοῦν οὐ βουλόμεθα, εἰς δὲ τὰ ἐναντία καὶ μάλιστα. καὶ ἐπεὶ ἦρεν ὁ δεῖνα ἱμάτιον ἢ κουκούλλιον καλόν, δοθέντος ἴσως κατὰ ἀσθένειαν ἢ κατὰ διάκρισιν φύσεώς τε καὶ στάσεως, ζῆλος κατὰ τοῦτο, ἐρεθισμός, ἀντιβολή, πρὸς τὸν διανομέα διαμάχησις· “δὸς κἀμοὶ τὸ ὅμοιον· ἐν τίνι διαφέρει ὁ ληψόμενος ἐμοῦ”; καὶ μάλιστα εἰ τύχῃ παρὰ ἱερέως γενέσθαι, καὶ μάλιστα εἰ συμβῇ παρὰ τῶν τὴν εὐταξίαν διοικούντων φαίνεσθαι, ἢ τῶν δοκούντων εἶναί τι, μὴ ὄντων ἐν τοῖς τοιούτοις. τί δὲ καὶ πρὸς τοὺς ἄλλους εἴπωμεν, οἳ καὶ κατὰ στάσιν καὶ κατὰ ἡλικίαν καὶ κατὰ ἕξιν ἀγροικοτέραν ἢ πενεστέραν ὀφείλοντες φόβῳ καὶ τρόμῳ καὶ εὐχαριστίᾳ δέχεσθαι τὰ γινόμενα ἐρίζουσι καὶ λακτίζουσι καὶ βατταρίζουσιν, ἐπιζητοῦντες τὰ ὅμοια οἱ ἀνόμοιοι, κατὰ τὰ προῤῥηθέντα; ἱμάτιον οὐκ εἶχον ἐν τῷ κόσμῳ ταχὺ εἰς ὑπαλλαγήν, καὶ ἄρτι καθ’ ἑβδομάδα ὑπαλλάσσων ἀγριοῦμαι ὡς θηρίον καὶ καθυλακτῶ ὡς κύων.

οἴκημα οὐκ εἶχον, εἰ μὴ ἐνοικικὸν ἢ καὶ κατὰ δεσποτείαν, καὶ τοῦτο πενιχρόν, ἄσφετλόν τε καὶ ἀμαρμάρωτον καὶ κατεῤῥυπωμένον, καὶ ἄρτι εἰς χρυσώροφα καὶ μαρμαρόπατα καὶ καθαρώτατα αὐλιζόμενος ἐπελαθόμην ὁ τάλας, ὅτι ἐκ κόπου εἰς ἀνάπαυσιν ἐλήλυθα. κλίνην οὐκ εἶχον, οὐδὲ σκεπάσματα, οὐδὲ προσκεφάλαιον εἰς τὸ ὑπνοῦν, εἰ μὴ ἓν τυχὸν μαλλωτάριον, ἢ ἄλλο τι τραχύτατον καὶ οἰκτρότατον, καὶ ἄρτι ἀνακλινόμενος εἰς ἐντονιασμένον κράβατον μετὰ σκεπασμάτων καὶ ὑποσκεπασμάτων καὶ προσκεφαλαίου, οὐκ ἀνέχομαι· ἔχω γὰρ καὶ κωδιάριον καὶ ἐπώμιον, καὶ οὐκ ἐαρινὸν ἀλλὰ καὶ χειμερινόν, καὶ οὐ μέγα ἀλλὰ καὶ μικρόν, ὑποδήματά τε καὶ καλίγια, καὶ οὐδ’ οὕτως ὑποφέρω. ὑβριζόμην πρότερον καὶ ὑπέπτησσον καὶ τῷ τυχόντι προσώπῳ, μᾶλλον δὲ καὶ ἐτυπτόμην παρὰ παντὸς τοῦ εὑρισκομένου, καὶ ἄρτι οὐδὲ τὴν τυχοῦσαν ἐπίπληξιν καὶ ὕβριν καὶ ὀνειδισμὸν καταδέχομαι εἰσδέξασθαι. υἱὸς ἐκαλούμην τότε τοῦ δεῖνος πτωχοῦ ἀνθρώπου καὶ πενιχροῦ, καὶ ἄρτι υἱὸς θεοῦ ὀνομαζόμενος καὶ υἱὸς φωτός, καὶ ἀπὸ τοῦ πνευματικῶς γεννήσαντος ὑβριοπαθῶ καὶ ἀλγύνομαι ἐν τοῖς τυχοῦσιν. ἆρα οὐκ ἔστι πλάνη καὶ μέθοδος δαίμονος; ἆρα οὐκ ἔστιν ἀπάτη καὶ φενακισμὸς λογισμῶν;

καὶ οὐκ ἔχει τις λέγειν, εἴπερ καλῶς ἐν αἰσθήσει λάβοι τὴν φύσιν τῶν πραγμάτων, εἰ καὶ τὸ δοκεῖν εὐγενὴς ἦν κατὰ τὸν κόσμον (ἐάτω γὰρ τοὺς ἄλλους), εἰ καὶ ἐν πλούτῳ καὶ περιουσίᾳ (ἀφείτω γὰρ τοὺς ἑτέρως ἔχοντας), ὃς οὐχ εὑρήσει ἑαυτὸν ἐν τοῖς λεγομένοις ὑπαίτιον καὶ ὑπεύθυνον, εἴ γε ὀρθοτομῶν ἐστι τὸν ἑαυτοῦ βίον.

Ἀλλὰ δεῦτε, ἀδελφοί μου, χωρήσωμεν θερμῶς πρὸς θεόν, καὶ τρέψωμεν τὰς ἐναντίας δυνάμεις, καὶ ἐνεργήσωμεν φιλαλήθως καὶ ἀξιαγάστως τὴν ἄσκησιν ἡμῶν, βιαζόμενοι ἑαυτοὺς ἐν τοῖς λεγομένοις, ἵνα ἐντεῦθεν εὐμαρίζηται ἡμῶν ὁ βίος καὶ χαίρωμεν τῇ ἐλπίδι ἐν τῇ τῶν μισθῶν ἡμῶν ἀπολήψει, ὅτι ἐν τούτῳ ἐληλύθαμεν πάντες, μικροί τε καὶ μεγάλοι, εὐγενεῖς καὶ ἀγενεῖς, ἔνδοξοι καὶ ἄδοξοι, ἵνα πάντες προσενέγκωμεν οὐ μόνον τὰ προδηλωθέντα, ἀλλὰ καὶ ῥαπίσματα καὶ ἐμπτύσματα καὶ κολαφίσματα, ἐξορίας καὶ ἀπαγωγάς, σταυρὸν καὶ θάνατον τὸ τελευταῖον· καὶ εἰ ταῦτα πάθοιμεν, καὶ εἰ τὰ ἐλαφρότερα προκατορθώσωμεν, λογισθήσεται ἡμῖν καὶ τὰ μείζονα ἀπὸ τῆς προθέσεως ἀπειργάσθαι· εἰ δὲ ἐν ἐκείνοις ἀσθενήσωμεν, δηλονότι ἐν τοῖς δευτέροις, οὐδὲ ἁψόμεθα, ἀλλὰ καὶ ἐν τοῖς προτέροις εὐοδώσει ἡμῖν κύριος ὁ θεὸς ἔτι διαγωνιζομένοις, τοῖς τε διακονοῦσι καὶ διακονουμένοις, τοῖς τε δίδουσι καὶ λαμβάνουσιν· ἀμφοτέροις γὰρ ἐξ ἴσου ὁ κόπος, καὶ οἱ αὐτοὶ καὶ διακονοῦντες καὶ διακονούμενοι, καὶ διδόντες καὶ λαμβάνοντες, κατ’ ἄλλας καὶ ἄλλας διακονίας εὑρισκόμενοι καὶ ἐν τοῖς δευτέροις καὶ μείζοσιν. εἴπερ εὐδοκεῖ ἢ παραχωρεῖ, δῴη δύναμιν καὶ κραταίωσιν συμμόρφους γενέσθαι τοῖς παθήμασιν αὐτοῦ, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΖʹ. Περὶ τοῦ μὴ παραδέχεσθαι τὴν συμβουλὴν τοῦ σκολιοῦ ὄφεως, ἀλλ’ ἀποπέμπειν αὐτοῦ τὰς προσβολὰς δι’ ἐξαγορεύσεως. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, εἰ μήτηρ φιλεῖ τὰ ἑαυτῆς ἔκγονα διατρέφειν (φύσεως γάρ ἐστιν ἰδίωμα ἐπὶ τὰ ἑαυτῆς τέκνα καταγίνεσθαι), πῶς οὐχὶ καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ποθοῦμεν ὑμᾶς διατρέφειν; καὶ εἰ ἐκείνη ὧδε κἀκεῖσε περιαθροῦσα καὶ περιτρέχουσα ἐρανίζεται τὰ τροφῆς ἐπιτήδεια, πῶς οὐχὶ καὶ ἡμεῖς οἱ πένητες συνεισοίσωμεν ὑμῖν τὰ χρήσιμα; ἄχθομαι δὲ ὅτι μὴ πλουσίως δυναίμην ὑμᾶς ἐκτρέφειν, μηδὲ ὅσον ἐπιζητεῖ ἡ ἔφεσις. τίς δὲ ἡ τροφή; αὐτὸς ὁ χορηγῶν αὐτὴν ἔφησεν “ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς”. ὦ ἀδελφοί, δέδωκε καὶ ἡμῖν ἐξουσίαν καλεῖν αὐτὸν πατέρα. ἀγαπήσωμεν τὸν ἀγαπήσαντα ἡμᾶς θεόν, καὶ τοσοῦτον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δοῦναι λύτρον ὑπὲρ πάντων ἡμῶν. πῶς δὲ ποιήσωμεν καὶ πῶς πράξωμεν; ἐδείξατε μὲν οὖν τοῦτο καὶ διὰ τῆς τοῦ προτέρου ὑμῶν βίου ὁμολογίας· τίνος γὰρ ἕνεκεν ἀπεφύγετε κόσμον καὶ τὰ τοῦ κόσμου, ἀπηρνήσασθε γονεῖς καὶ τὰ γονέων, ἀπαλλοτριωθέντες ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ τἆλλα ὅσα ἐν τῇ ματαιότητι τοῦ βίου ἐπιφαίνεται;

ἀλλὰ καὶ ἔτι ἐπιδείξατε, παρακαλῶ, διὰ τὸ ὑποφέρειν ὑμᾶς τὴν θλιπτικὴν ὑποταγήν, τοὺς πόνους καὶ τοὺς κόπους τῆς ἐγκρατείας, τὸ ἄχθος καὶ τὸ βάρος τῆς διακονίας, τὰς ἀτονίας, τὰς ὀλιγοψυχίας τῆς ἀγρυπνίας καὶ μέντοι τὰ τόξα καὶ τὰ βέλη τῶν ἀοράτων λογισμῶν, τὸ πῦρ τῆς ἐπιθυμήσεως, τὸ σκότος τῆς ἀκηδίας, τὴν τηκεδόνα τοῦ φθόνου, τῆς ἀθετήσεως τὸν ὄλεθρον, τῶν ἄλλων ἁπάντων, δι’ ὧν πειρᾶται κατενεγκεῖν ἡμᾶς εἰς ᾅδου ταμεῖα ὁ ὀλοθρευτὴς τῶν ψυχῶν ἡμῶν διάβολος. ἀλλὰ θαρσεῖτε, τέκνα· βάλλεται γὰρ ἐκεῖνος καὶ καταβάλλεται δυνάμει θεοῦ ἐν ὑμῖν, ἀλλ’ οὐχ ὑμᾶς καταβάλλων φαίνεται. τρίζει τοὺς ὀδόντας καὶ βρύχει, ἡνίκα ὁρᾷ ὑμᾶς εἰρηνικὴν καὶ ἀστασίαστον ζωὴν διεξάγοντας· βούλεται εἰσπηδῆσαι καὶ ἁρπάξαι ψυχὴν εἰς ἀπώλειαν, καὶ οὐχ ἕξει ὅθεν εἰσελεύσεται, ἐπειδὰν βλέπῃ ὑμᾶς πεφραγμένους καὶ τετειχισμένους τῷ νόμῳ κυρίου· ἵστησι παγίδας καὶ θήρατρα, ὑπενεγκεῖν ὑμᾶς ἐν αὐτοῖς γλιχόμενος, καὶ ἀποτυγχάνων ὀδύρεται, ὁπηνίκα αἰσθάνεται ὑμᾶς δι’ ἐξαγορεύσεως τὰ αὑτοῦ μηχανήματα διαλύοντας· οὐ γὰρ ἔχει χώραν οὐδὲ τόπον ἐκεῖ, οὗ ἐστι φόβος θεοῦ, οὗ ὑπάρχει ἐντολῶν τήρησις, κανόνων ἐνέργεια, ἐπιτιμίων ὑποδοχή.

διὰ τοῦτο χαίρετε καὶ προθυμεῖσθε, εὐψυχεῖτε καὶ εὐσθενεῖτε, κραταιοῦσθε καὶ δυναμοῦσθε, μηδόλως διδόντες εἴσοδον τῷ ἀτιθάσῳ δαίμονι, μηδόλως παραχωροῦντες ψιθυρίσειν εἰς τὸ οὖς τῆς ψυχῆς ὑμῶν τὸν σκολιὸν ἐκεῖνον ὄφιν. ὁπόταν ἔλθῃ, ἀποκρουέσθω, ἀποπεμπέσθω. ἴστε, ὅπως ἐξηπάτησε τὸν πρῶτον ἄνθρωπον, ὅπως τε ἐξαπατᾷ καὶ νῦν τοὺς ἠπατημένους. ἐκεῖνα φθέγγεται καὶ συμβουλεύει, ἃ εἰς ἀθέτησιν φέρει, ἃ εἰς ὑπερηφανίαν ἔνεισιν, ἃ εἰς φθόνον παροτρύνει, εἰς ἐπιθυμίαν ἕλκει, εἰς ἀκρασίαν ἐνάγει, εἰς πᾶν ὅ τι οὖν τῶν τὴν ψυχὴν μολυνόντων καὶ ἀπολλύντων. φεῦ τῆς συμβουλίας τοῦ δράκοντος! ἀλλ’ ὑμεῖς ἐκεῖνα ἀεὶ μελετᾶτε καὶ ἐπακούετε.

ἃ ὁ φύλαξ τῆς ζωῆς ἡμῶν καλῶς ὑπομνήσκει καὶ ὑποβάλλει, τὰ περὶ σωφροσύνης, τὰ περὶ ἀνδρείας, τὰ περὶ πολιτείας τῶν ὁσίων πατέρων ἡμῶν, τὰ περὶ θανάτου, τὰ περὶ μεταστάσεως, τὰ περὶ ἀναλογίας τῶν βεβιωμένων, τὰ περὶ τῶν μελλόντων ἀγαθῶν καὶ μέντοι τῶν ἐναντίων κολαστηρίων, πῶς καὶ ποίοις τρόποις ἐστὶ τῶν μὲν ἐπιτυχεῖν, τῶν δὲ ἀποφυγεῖν, ἵν’ ἐν τούτοις καταγινόμενοι καὶ ἐναδολεσχούμενοι ἔτι καὶ ἔτι εὐπραγήσητε· συνετίζεσθέ τε καὶ εὐθυπορήσοιτε τὴν ὁδὸν κυρίου τοῦ θεοῦ ἡμῶν, ἕως ἂν τὸ διωρισμένον μέτρον τῆς ζωῆς ἡμῶν τέλος δέξηται καὶ μεταστήσῃ ἡμᾶς ἐκ τῶν ἐνταῦθα ὀδυνηρῶν πρὸς τὴν μέλλουσαν ἀίδιον ἀνάπαυσιν ὁ καλῶς ὑφ’ ἡμῶν λειτουργούμενος καὶ θεραπευόμενος δεσπότης.

Ἡμεῖς μὲν οὖν ταῦτα ἠρανισάμεθα ὑμῖν εἰς τροφὴν καὶ τὰ νῦν ὀλιγοστῶς πως· ὑμεῖς δὲ ἀμείψασθέ με καὶ ἀντιθρέψατε τὸν ταπεινόν, ὦ τέκνα, ταῖς προσευχαῖς, ταῖς δεήσεσι, ταῖς ἐναρέτοις εὐπραγίαις καὶ εὐδοξίαις ὑμῶν, ἐν τῷ ἑνὶ στοιχειούμενοι θελήματι, ἐν τῇ μιᾷ συναγόμενοι καρδίᾳ διὰ τῆς εἰς ἀλλήλους ἀφθόνου ἀγαπήσεως, διὰ τῆς ἐπ’ ἀλλήλοις συμπαθητικῆς εὐσπλαγχνίας, διὰ τῆς ἀνολιγώρου ἐν ταῖς διακονίαις λειτουργίας, διὰ τῆς ἔτι εὐτονίας τῆς ἐνισταμένης ἁγίας Τεσσαρακοστῆς, ἵνα καὶ εὐμαρῶς τελειοῦντες τελέσοιτε καὶ διανύοντες διανύσητε, ῥωννύμενοι καὶ ψυχῇ καὶ σώματι, χαιρόμενοι διὰ τῆς ἐλπίδος τῶν καταβαλλομένων ὑμῖν πόνων, ἀξιούμενοί τε καὶ ἐπ’ αὐτῆς τῆς ἁγίας ἀναστάσεως ἀκατακρίτως φθάσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΗʹ. Περὶ τῆς ἀποδράσεως τοῦ ἀδελφοῦ Ἐλπιδίου καὶ τῆς ὑποστροφῆς Εὐθαλίου, καὶ τοῦ μετὰ προαιρέσεως ἐκτελεῖν τὰς ἐργασίας, κατὰ τὴν καθήκουσαν ἡμῖν δύναμιν. Ἀδελφοὶ καὶ πατέρες, ὡς ἀληθῶς γέγραπται, ὅτι “οὐ πλησθήσεται οὖς τοῦ ἀκούειν καὶ ὀφθαλμὸς τοῦ ὁρᾶν”. ὁπόσα γὰρ εἴπωμεν προλαβόντες περὶ ὠφελείας καὶ καταστάσεως, οὐδὲν ἐν τῷ παρόντι εὑρίσκομεν περικρατούμενον εἰς τέλος καὶ διασῳζόμενον, ἀλλ’ ὁμοῦ τε εἰσῆλθεν εἰς τὰς ἀκοὰς καὶ εὐθὺς ἀπέστη, ἢ μικρόν τι ἐπιμείνας ὁ λόγος ἐν τοῖς νήφουσι καὶ τῆς μνήμης ἀπώλισθεν, οὕτω τῆς φύσεως ἡμῶν μὴ διαρκούσης ἐγκρατεῖν τὰ παρακατατιθέμενα, ἀλλὰ πάλιν ἐπιδεομένης, ὡς ἐπὶ τῆς κατὰ σῶμα βρώσεώς τε καὶ πόσεως. καὶ διὰ τοῦτο ἀεὶ χρεία οἷον ἐνσπείρειν τὸν λόγον καὶ ἐγκατατίθεσθαι τὰ ἀγαθὰ ὑπομνήματα, εἴτε παρὰ τῆς θεοπνεύστου Γραφῆς λαμβάνοντας ἡμᾶς, εἴτε οἴκοθεν φέροντας· καὶ γὰρ καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἂν εἴη χρεία τινὸς διαλέξεως, εἴπερ διετηρεῖτο τὰ δεδογμένα καὶ κεκανονισμένα ἄνωθεν καὶ ἐξ ἀρχῆς.

Ἀλλ’ ἐπειδὴ παραφθείρονται καὶ διολώλασιν, ἀναγκαῖον τὰ αὐτὰ ἀεὶ ἀνακυκλοῦν καὶ ἑκάστοτε νεάζειν, ἵν’ ἐντεῦθεν δόξωμεν περικρατεῖς γενέσθαι τῆς σωτηρίας ἡμῶν· τοῦτο δέ φημι ἐπὶ πολλαῖς μὲν ἄλλαις ὑποθέσεσιν, ὅσον δὲ κατὰ τὸ ἐνεστὸς διὰ τὸν Ἐλπίδιον, ὅτι πάντων ἀμνημονήσας καὶ πάντων ἀλογήσας, καὶ πάντα καταπατήσας τὰ ἐφομολογηθέντα ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, ᾤχετο εἰς τὸν τόπον τῆς ἀπωλείας, εἰς τὸ βάραθρον τῆς ἀποστασίας, εἰς τὸ ἔνεδρον τῆς ἀρνήσεως. καὶ μὴ οὐκ ἦν παρὰ τοὺς πολλούς, διὰ τὸ εἶναι αὐτὸν ὑπουργὸν τοῦ ἀββᾶ Βασιλείου, ἐν ἀναπαύσει σωματικῇ ἱματιζόμενος καὶ περιποιούμενος καὶ ἀναπατῶν ὧδε κἀκεῖσε; ἀλλ’ οὐδὲν τὴν μελετήσασαν ψυχὴν ἀποστατεῖν δυσωπήσειεν, οὐχ ὑπαλλαγὴ καλλίστων ἱματίων τε καὶ ὑποδημάτων, οὐχ ἁβροτέρα δίαιτα βρώσεώς τε καὶ πόσεως, οὐκ ἀναπαυστικὴ διακονία ἐργοχείρου τοῦ καὶ καθ’ ἡσυχίαν. καὶ τί λέγω τοῦτο καὶ ἐκεῖνο; οὐρανὸν καινὸν καὶ γῆν ἐὰν ποιήσῃ τις, κατὰ τὸ πατρικὸν ἀπόφθεγμα, δυνηθῇ ἂν τὸν τοιοῦτον ἕλξαι πρὸς τὸ καλόν, ἐπὰν ταῖς ἐθελουσίαις ὁρμαῖς ἀποκλίνας τῆς εὐθείας ὁδοῦ, πρὸς τὸ καταθύμιον ἐξελκόμενος καὶ δελεαζόμενος ὑπὸ τοῦ Σατανᾶ, δίδωσι τὰς ἑαυτοῦ ῥοπάς;

ἀλλ’ οὕτως μὲν ἐκεῖνος κακῶς βουλευσάμενος, ματαίως καὶ ὀλεθρίως τῆς ἑαυτοῦ ψυχῆς πέπραχεν, εἰ μή τις αὐτοῦ ἅψηται σπινθὴρ ζωτικὸς ἀνακαλούμενος ἐκ τῆς κατὰ ψυχὴν αὐτοῦ νεκρότητος· νενεκρωμένος γάρ ἐστι, κατὰ τὸν ἅγιον Βασίλειον, καὶ ἐστερημένος τοῦ ἁγίου πνεύματος· ὁ δὲ τοιοῦτος ἄξιος θρήνου καὶ εὐχῆς ἐπιστρεπτικῆς. τί δὲ οὐ διανοούμεθα τὴν τοῦ διαβόλου ἀπάτην καὶ φεύγομεν τὸν ὄλισθον, ἐκ τῶν ἤδη ἠπατημένων καὶ παλινστροφησάντων δεδιδαγμένοι; οὐδὲν γὰρ ἄλλο ἢ τὸ ἀπολέσαι πᾶν ὅ τι οὖν καλὸν πέπραχε δι’ ὑπομονῆς ὁ πλανηθεὶς καὶ ὑποστρέψαι διακενῆς ὀψέ ποτε, ἐφ’ ὅσον ἀπολήξει τῆς ἐμπαθοῦς προαιρέσεως καὶ τῆς φιληδόνου ὁρμῆς, ἐπιφερόμενος ἴσως οὐκ ὀλίγα τὰ πταίσματα, ἃ κατὰ τὸν τῆς πλάνης καιρὸν αὐτοῦ ἀπειργάσατο. ἀπείη γὰρ λέγειν ἕως τοῦ τέλους ἐπιμενόντων· μὴ γὰρ οὐχὶ μετὰ τὸ ἀραδῆσαι καὶ συντριβῆναι καὶ κατακοπῆναι πάλιν ὑποστρέφομεν; ἤδη γινώσκομεν οἱ ἁλόντες, ἤδη καὶ ὃν ἀνέλπιστον εἶχον εἰς ὑποστροφὴν διὰ τὴν πολλὴν μανίαν, λέγω δὴ τὸν ἀδελφὸν Εὐθάλιον, πάλιν ὑποστρέφει, πάλιν μεταμελεῖται, πάλιν παρακαλεῖ, πάλιν ὁμολογεῖ τὴν ἁμαρτίαν, καίπερ ἔχων τὴν εὐθηνίαν, ὡς λέγει, τῆς σωματικῆς εὐζωΐας. εἶτα οὐκ ἔστιν ἐντεῦθεν τεκμήρασθαι ἡμᾶς τοὺς ἤδη ἱσταμένους καὶ ἀνεξαπατήτους, ἵνα μὴ ταὐτοπαθήσωμεν;

ἀλλ’ οὐκ ἐνδέχεται· ὡς ἐπὶ τῶν ἀλόγων ἢ τῶν ἰχθύων, εἰς τὸ αὐτὸ πάλιν ἐμπίπτομεν δέλεαρ, μᾶλλον δὲ καὶ ταῦτα οἶδε φείδεσθαι τοῦ ὀλισθηροῦ ποτε τόπου καὶ τῆς ἐπὶ τὸ αὐτὸ δὶς ἢ τρὶς ἐμπτώσεως. ἡμεῖς δὲ καὶ τῶν ἀλόγων ἐσμὲν χείρους, ἀλλ’ οὐχ οἱ πάντες· ἤδη γὰρ πρὸς τοὺς ἀστηρίκτους μοι ὁ λόγος καὶ ἀνιδρύτους καὶ ὡς ἐπὶ ἀνέμης ὑπὸ τοῦ Βελίαρ γυριζομένους. πόθεν σεσάθρωται ψυχή; ἢ ἐκ τίνος αἰτίας ἐνίησιν ἑαυτὴν εἰς ἓν τῶν κατὰ τῶν παθῶν ὀλίσθημα (οὐδὲ γὰρ περὶ τῆς ἀποστασίας μοι μόνον ἡ ὑπόμνησις), ἀλλ’ ἢ ἐκ τοῦ ἀμελεῖν τὰ προστεταγμένα καὶ ἐν οὐδενὶ ἡγεῖσθαι τὸ φυλάσσειν τὰ μικρά, ὡς αὐτοί, φασὶν οἱ ἐνεργοῦντες, νομίζουσι;

μικρὸν δὲ καὶ μέγα ἁμάρτημα οὐκ ἔστι λέγειν, ὥς [φησιν] ὁ ἅγιος Βασίλειος· ἐπίσης γὰρ ἡ παρακοὴ τὴν ἐκδίκησιν ἔχει, οἷον τὸ ἀκρατῶς βλέπειν πρὸς πρόσωπα καὶ μὴ συστέλλειν ἑαυτοῦ τὴν ὄψιν ἑκάστοτε ἀπὸ τῆς βλαπτούσης θεωρίας, τὸ ἀδιαφορεῖν πρὸς γέλωτας καὶ κραυγὰς καὶ ἀπρεπεῖς ὁμιλίας καὶ ὠθισμοὺς καὶ ἁφὰς τὰς εἰς ἀλλήλους (ἐξ ὧν αἱ εἴσοδοι τῆς πορνείας, μᾶλλον δὲ ἀπωλείας), τὸ ἀνέργαστον εἶναι καὶ κατασκοπεῖν τὰ μὴ ἀνήκοντα (ἐξ ὧν φατρίαι καὶ πονηρίαι καὶ καταλαλιαὶ καὶ μερικαὶ φιλίαι), τὸ παρακούειν καὶ μὴ συνέρχεσθαι μετὰ τῶν λοιπῶν ἀδελφῶν εἰς τὰ καθήκοντα καὶ διωρισμένα παρὰ τῆς ταπεινώσεώς μου, ἐξ ὧν οἱ γογγυσμοὶ καὶ ὑπερηφανίαι καὶ ἀλαζονεῖαι, καὶ μάλιστα ὅτε καὶ ἐπὶ τῶν δοκούντων πρωτεύειν τὸ τοιοῦτον γένηται.

Μανθάνω, ὅτι τινὲς κατὰ τὴν ἐφημερίαν τοῦ ζυμώματος οὐκ εὐκλητοῦσι κἂν ὡς ἱέρακες πρὸς τὸ βρῶμα (βρῶμα γὰρ αὐτῶν τὸ ζυμούμενον καὶ ἐξοπτούμενον), καὶ τότε, ὅτε οὐδὲ κόπος τοσοῦτος, ὡς ἐν τοῖς πολλοῖς τῶν μοναστηρίων, ἢ καὶ ὡς ἐν ἡμῖν τὸ πρότερον, διὰ τὸ ὑπὸ τοῦ βοὸς προκατεργάζεσθαι τὴν ζύμην. ὁ βοῦς ἀνυπάλλακτος ἑκάστοτε τὴν διακονίαν ἐκπληροῖ, μόνος ἀνατλῶν τοὺς πόνους, καὶ ἡμεῖς πολλοὶ ἐπὶ τὸ αὐτό, καὶ οἳ μὲν τυχὸν πρὸς τὸ μόνον ἵστασθαι καὶ τὴν εὐταξίαν συντηρεῖν· καὶ ὅμως οὐκ ἐν προαιρέσει οὐδὲ ἀγογγύστως δεχόμεθα τὴν ἐφημερίαν. ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὑτοῦ· οἱ τοιοῦτοι δὲ οὐκ ἔγνωσαν τοὺς νόμους φυλάττειν τοὺς κειμένους, κατευτελίζοντες ὡς μικρὸν τὸ μέγα καὶ ὡσεὶ οὐθὲν λογιζόμενοι τὸ τοῦ ζυμώματος ἔργον, οὐκ εἰδότες ὅτι ὑπὸ κυρίου ἡ ἐκεῖσε κλῆσις καὶ πρὸς αὐτὸν ἡ γενομένη παρακοή. μανθάνω, ὅτι ἐν τῇ μεταφορᾷ τοῦ σίτου καὶ τῶν ἄλλων ἀπὸ τῆς θαλάσσης μετακομισμάτων οὐκ εὐθὺς ἐκ πρωτολογίας ἐφίστανταί τινες τοῖς λοιποῖς αὐτῶν ἀδελφοῖς, τοῦτο κἀκεῖνο προφασιζόμενοι ἴσως· τὰ γὰρ ἀληθινῶς λεγόμενα ἐν φωτί εἰσι πάντως, καὶ εὔπιστα καὶ εὐπαράδεκτα τοῖς ἐγκελευομένοις.

καὶ οὐ μικρὸν τὸ κακόν, πρῶτον μὲν ὅτι κοινὸν τὸ ἀνακομιζόμενον καὶ τῆς αὐτῆς χρείας ὂν ἀπαιτήσει πάντως τοὺς μετέχοντας τῆς ὁμοιοτρόπου κοπότητος· ἀλλ’ οἳ μὲν ὡς μὴ μεταληψόμενοι τῶν τοιούτων, ἢ ὡς μὴ ἀδελφῶν ὄντων τῶν κοπιώντων, ἢ ὡς ἀλόγων τινῶν ὑπαρχόντων τῶν ταλαιπωρουμένων, οὐ συναίρονται τὴν ὁμοίαν ἐργασίαν, καθ’ ὅσον καθήκει ἡ δύναμις· μικρὸν γὰρ ξυλάριον ὁ τοιοῦτος δύναται αἴρειν, ἢ ἓν μόδιον φορτοῦσθαι ἀνετοβατῶν· τοῦτο δὲ μὴ ποιῶν προστίθησι καὶ ἕτερον βλάβος τῇ ἑαυτοῦ ψυχῇ, τὸ καθ’ ἑαυτὸν καὶ ἄλλον παραζηλῶν εἰς παρακοήν. ἄξιά εἰσι τὰ ἀδέλφια παραχωρεῖσθαι ἐν τοῖς τοιούτοις, ἀλλ’ αὐτοὶ προλαμβάνουσι τῶν ἄλλων.

Μηδαμῶς οὖν, ἀδελφοί, τὰ τοιαῦτα γένηται· ἐντεῦθεν γάρ, ὡς εἴρηται, ἡ ἀταξία καὶ πρὸς τὸ κοινὸν βλάβος καὶ ἡ κατὰ μικρὸν πτῶσις, αἱ ταραχαὶ καὶ αἱ λογομαχίαι, τὰ δικαιώματα καὶ τὰ κρίματα. διατί μὴ σπανίζῃ τὸ ἐπιτιμᾶσθαι τινά; διατί, ἐν οἷς ἐστιν εὐκόλως ὀρθοποδεῖν, ὑποσκελιζόμεθα ἀφρονεύοντες; ἐκ τούτων ἡ ζωὴ καὶ ὁ θάνατος, ἐκ τούτων ἡ προκοπὴ καὶ ἡ ἀπροκοπία, ἐκ τούτων ἡ ἀνάπαυσις καὶ ἡ ταλαιπωρία· οὕτω γὰρ εἰπεῖν ἀληθές, ἐπειδὴ ἡ ὑπακοὴ ζωὴ καὶ ἡ παρακοὴ θάνατος, καὶ ὁ ζυγὸς τοῦ Χριστοῦ ἐλαφρός, ὁ δὲ τοῦ διαβόλου βαρύς· καὶ ἡ πλήρωσις τῶν ἐντολῶν γλυκεῖα ὑπὲρ μέλι, τὸ δὲ παρακρούεσθαι αὐτὰς πικρότερον ἀψιθίου. μὴ γὰρ ἐκ τοῦ παρακούειν οἰέσθω τις τὸ ἀναπαυστικὸν ἑαυτῷ περιποιεῖσθαι· ἠπάτημαι μεγάλως· τοὐναντίον δὲ μᾶλλον τὸ φορτικὸν καὶ ἐπαχθὲς καὶ δυσήνυτον περιποιούμενος, ἐκ δὲ τοῦ ὑπακούειν τὸ κοῦφον καὶ ἐλαφρὸν καὶ ἀναπαυστικόν, κἂν ὅτι μάλιστα βαρύτατα εἶεν τὰ ἐντελλόμενα καὶ ὑπὲρ δύναμιν, εὐμαρίζοντος τοῦ θεοῦ διὰ τῆς ἀγαθῆς προθέσεως τὰ πράγματα. οὐ ψεύδονται οἱ ἅγιοι ταῦτα λέγοντες, ψεύδονται δὲ καὶ ἑαυτοὺς πλανῶσιν οἱ μὴ ταῦτα καταδεχόμενοι.

ἀλλ’ ἵνα καὶ ἑαυτοῖς τὰ κάλλιστα περιποιώμεθα καὶ θεὸς ἐπικουρῇ ταῖς δυνάμεσιν ἡμῶν, καὶ ἡ ταπείνωσις ἡμῶν ἀναπαύηται, καὶ τὸ κοινὸν τῆς ἀδελφότητος εὐτακτῇ, συνθώμεθα τοῖς λελεγμένοις καὶ πράξωμεν τὰ ζητούμενα, ἵνα ἀπ’ ἐντεῦθεν ἤδη τῶν μελλόντων ἀγαθῶν ἀποδείξεις καρπούμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΘʹ. Περὶ ταπεινώσεως τοῦ καθηγουμένου, καὶ διδασκαλία πολιτείας τοῦ κατὰ θεὸν ἡμῶν βίου, καὶ τοῦ μὴ ὑπαχθῆναι τῷ καί- {ἡμῶν βίου, καὶ τοῦ μὴ ὑπαχθῆναι τῷ καίσαρι ἐν τῇ μοιχείᾳ.} Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ποιμένος ἴδιον τὸ ἐφίστασθαι ἐπιμελῶς τῇ ἐμπιστευθείσῃ αὐτῷ ποίμνῃ, ἀγρυπνεῖν τε ἀόκνως ὑπὲρ τῆς ἀσφαλείας τῶν οἰκείων προβάτων, καὶ τὸ μὲν ἀῤῥωστοῦν ἐπισκέπτεσθαι, τὸ δὲ συντετριμμένον δεσμεῖν, καὶ τὸ μὲν πλανώμενον ἐπιστρέφειν, τὸ δὲ ἐναπομένον ἀνακαλεῖσθαι, καὶ ὅσα ἄλλα ὁ προφητικὸς διακελεύεται λόγος. οὕτω τοίνυν κἀμὲ τὸν δύστηνον χρὴ κάμνειν καὶ κοπιᾶν ἀενάως ὑπὲρ ὑμῶν τῶν ὡς ἀληθῶς Χριστοῦ προβάτων, ἡνίκα ἀναξίως κατεπιστεύθην ὑμῶν τὴν ἱερὰν προστασίαν, καὶ πῇ μὲν ταῦτα λέγειν, πῇ δὲ ἐκεῖνα, ὥσπερ ἐκ νομῶν εἰς νομὰς καὶ ἐκ χωρῶν εἰς χώρας μετακαλούμενος καὶ μεταβιβάζων ὑμᾶς, εἴπερ καὶ δοίη θεὸς τοῦτο δύνασθαι πράττειν, παρακαλούμενος ὑπὸ τῆς εὐχῆς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν καὶ τῆς ὑμῶν αὐτῶν πεποιθήσεως. ἐγὼ γὰρ ὁμολογῶ, ὥσπερ καὶ πολλάκις ὡμολόγησα, οἷός τέ εἰμι καὶ ὅσος ἀσθενὴς καὶ ἀνίκανος.

τοιγαροῦν ὡς ἄρνες ὄντες Χριστοῦ ποιμαίνεσθε θεοπρεπῶς, κατασκηνούμενοι ἐν ταῖς ζωηφόροις ἐντολαῖς “ἐπὶ ὕδατος ἀναπαύσεως”, προφητικῶς εἰπεῖν, ἐκτρεφόμενοι, ὁδηγούμενοί τε ἐπὶ τρίβους δικαιοσύνης καὶ συμψάλλοντες ἐκεῖνο, ὅτι “ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ”. καὶ γὰρ πεποιθώς εἰμι ὅτι, εἴπερ μὴ ὀκλάσωμεν καὶ ἐκπέσωμεν ἀπὸ τῆς ἐγχειρισθείσης ἡμῖν καὶ ἐνεργουμένης πνευματικῆς καὶ πατρομιμήτου καταστάσεως, οὐδὲν ἡμᾶς περιέλῃ ἢ κατακρατήσῃ τῶν νοητῶς ἢ ὁρατῶς συμβαινόντων δυσχερῶν· “εἰ γὰρ ὁ θεὸς μεθ’ ἡμῶν, τίς καθ’ ἡμῶν; καὶ εἰ αὐτὸς ὑπερασπιστὴς ἡμῶν, ἀπὸ τίνος δειλιάσωμεν”; καὶ πῶς οὐχὶ ἔτι μᾶλλον καὶ μᾶλλον ἐπιδοίη πᾶσαν αὐτάρκειαν, καὶ σωματικὴν καὶ πνευματικήν, χαριτῶν καὶ δυναμῶν καὶ εὐφραίνων καὶ θαυμαστῶν ὑμᾶς κατὰ τὸν κόσμον τοῦτον ἐν ταῖς πολλαῖς καὶ ποικίλαις αὑτοῦ μεγαλοδωρεαῖς;

Ναί, ναί, τέκνα μου, οὕτω πιστεύετε καὶ οὕτως πεποίθετε, καὶ κατὰ τοῦτο ἀναθάλλετε καθ’ ἑκάστην ἡμέραν καὶ οἷον εἰπεῖν ἐξανθεῖτε καὶ καρποφορεῖτε τὰς ἀθανάτους ἀρετάς, εὐωδιάζοντες ταῖς ἐνθέοις πράξεσιν ὡς τὰ κρῖνα τοῦ ἀγροῦ, πᾶσαν δυσωδίαν κακίας ἀποπεμπόμενοι ὡς θεοστυγῆ καὶ ὀλέθριον. μὴ γὰρ οὐχὶ πᾶσα πρᾶξις ἡμῶν καθ’ ἑκάστην ἡμέραν ὡς θυσία ἀναφέρεται τῷ δεσπότῃ θεῷ, εἰς ὀσμὴν εὐωδίας; ἀναφέρεται οὖν καὶ ἀνάγεται ἡ ἀληθινὴ τοῦ κόσμου ἀποταγὴ ὑμῶν, ἡ πρὸς τοὺς κατὰ σάρκα ἀκάθελκτος διάστασις ὑμῶν, ἡ ἐπὶ τὸ αὐτὸ κοινωνικὴ καὶ ἀμέριστος ζωὴ ὑμῶν.

καὶ ἵνα μὴ τοῦτο καὶ ἐκεῖνο διεξέρχωμαι, πολλὰ ὄντα, ἃ κατὰ ζῆλον θερμὸν πρὸς τὴν ἀρχαίαν ἐκείνην καὶ πάτριον πολιτείαν ἀποβλέψασιν ἐσπουδάσθη ὑμῖν κτηθῆναι καὶ θησαυρισθῆναι, οἷον τὸ μὴ ἀποτεταγμένως ὀνομάζεσθαί τινι ἴδιον, μέχρι τοῦ οἱοδηποτοῦν σκεύους, τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν φροντίδα ἐν πᾶσι καὶ κατὰ πάντα, καὶ ἐφ’ ἑκάστῳ καὶ ἐπὶ τοῖς πᾶσι, τὸ ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν ὑπομονητικὸν καὶ φερέπονον, κἀκ τούτου μὴ ἀτονεῖν πρὸς πᾶσαν ἐντολήν, μάλιστά γε πρὸς τὸ πάντας τοὺς θέλοντας σωθῆναι μὴ ἀποστρέφεσθαι, οἷοί πέρ εἰσι πτωχεύοντες ἢ χωλεύοντες κατ’ ἀμφότερα· ἔπειτα τὸ μηδὲ δοῦλον μήτε θῆλυ κτῆνος κεκτῆσθαι, ὃ κακῶς νῦν ἐπεισενεχθὲν ὁρᾶται ἐν τῷ καθ’ ἡμᾶς τάγματι, ὥσπερ κοσμικῶν τινα ζωὴν βιοτεύειν αἱρουμένων, καὶ εἴτι ἄλλο τὸ τῆς κραταιᾶς πρὸς θεὸν καὶ πρὸς ἡμᾶς πίστεως ἔργον ἡμῶν ἐξαγγείλω.

τοῦτο μὲν ἤδη καὶ ἐν τῷ προλαβόντι χρόνῳ, ἡνίκα γενναίως ὑπὲρ τοῦ μὴ προσίεσθαι τὴν τοῦ αὐτοκράτορος μοιχείαν συνεξήλθετε ἡμῖν ἐκ τοῦ μοναστηρίου καὶ συνεμαστίχθητε καὶ συνεξωρίσθητε ἄλλοι ἀλλαχοῦ, ὥσπερ πρόβατα, παταχθέντος τοῦ ποιμένος, εἰ καὶ τολμηρὸν καὶ ὑπὲρ ἡμᾶς εἰπεῖν, καὶ πρὸ τούτου, ἐφ’ ὅσον ἐπὶ τὸ αὐτὸ μελετῶμεν, ὡς πράγματι ἐξεωθέντων ἡμῶν τηνικάδε ὑπὸ τοῦ βασιλεύοντος συνεξήλθετε καὶ συνεισήλθετε ἡμῖν ἐνταῦθα, ἐν μηδενὶ κατακρατηθέντες τῶν ἀνθρωπίνων τοῦτο δὲ καὶ νῦν, ἐπὰν ὑπαναχωρησάντων ἡμῶν τῶν Καθαρά, διὰ τὸ μὴ ἐᾶσθαι ἡμᾶς εὐαγῶς ζῆν, συναποδιέστητε τῶν ἐκεῖσε οὕτω θερμῶς καὶ ἀνδρείως, ὡς μάρτυρες Χριστοῦ τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες καὶ κρατύναντες ἐνώπιον καὶ θεοῦ καὶ ἀνθρώπων.

καὶ εὐλογητὸς κύριος, ὃς οὐκ ἀπέστησε τὴν ταπεινὴν ἡμῶν προσευχὴν καὶ τὸ ἔλεος αὐτοῦ ἀφ’ ἡμῶν, καὶ ὃς ἐκραταίωσεν ὑμᾶς ἀπαρασαλεύτους ἐκ τῆς κατὰ πίστιν ὑμῶν ἑδραιότητος διαμεῖναι, καὶ ὃς οὐ περιεῖλε λόγον ἀληθείας ἐκ τοῦ στόματος ὑμῶν εἰς τὸ ἀψευδεῖς φανῆναι τὰς πρὸς αὐτὸν φοβερὰς συνθήκας ὑμῶν, καὶ ὃς ἐδοκίμασεν ὑμᾶς ὡς χρυσὸν ἐν καμίνῳ καὶ εὗρε τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ἀκηλίδωτον καὶ ἄῤῥυπον, καὶ ὃς ἀνέδειξεν ὑμᾶς τέκνα ἀληθινὰ καὶ οὐ μωμητά, υἱοὺς ἐγνωσμένους καὶ οὐκ ἀθετήσαντας, υἱοὺς φωτὸς καὶ ἡμέρας καὶ οὐχὶ σκότους καὶ ἀπειθείας, γενεὰν κατευθυνομένην καὶ μετὰ θεοῦ πιστευομένην τῷ πνεύματι καὶ οὐχὶ σκολιὰν καὶ παραπικραίνουσαν· καὶ ὃς ὑπεδειγμάτισεν ὑμᾶς ἐν τῇ γενεᾷ ταύτῃ τοῖς τε μοναδικοῖς καὶ μιγᾶσι μοναχοὺς ἀληθινούς, ὑποτακτίτας ἀκραιφνεῖς, ἀναχωρητὰς ὡς ἀληθῶς τοῦ κόσμου, ἀποτακτίτας πάσης κτήσεως καὶ ὑπάρξεως, ἄνω φρονοῦντας, ἄνω βλέποντας, ξένους καὶ παρεπιδήμους τῆς γῆς, πολίτας καὶ οἰκήτορας τῶν οὐρανῶν, κατὰ μίμησιν τῶν ἁγίων μαρτύρων, κατὰ ζῆλον τῶν ὁσίων καὶ δικαίων, εἰς δόξαν τοῦ πολυυμνήτου κράτους αὐτοῦ.

Τί οὖν ἐγὼ πρὸς ταῦτα φαίην ἐγκωμιαστικὸν καὶ μακαριστικόν; ἢ τί ἀντεισάξαιμι ἐγὼ ὁ τάλας, ἐγὼ ὁ ποιμὴν ὁ κακός; οὐδέ γε τὸ αἷμά μου αὐτὸ ἐὰν χέω, τὰς σάρκας μού τε καταξάνω καὶ τὰ ὀστᾶ μου συντρίψω, ἀντισηκώσω ὑμῖν τὴν χάριν· τὰ γὰρ παρὰ τοῦ θεοῦ μεγάλα καὶ ἀνεξιχνίαστα καὶ ἐνταῦθα μὲν διδόμενα καὶ δοθησόμενα (πῶς γὰρ οὐκ ἀληθεύειν αὐτὸν ἀναγκαῖον, τὰ ἑκατονταπλασίονα νέμοντα;), ἐν τῷ μέλλοντι δὲ αἰῶνι τὰ μήτε ὀφθαλμῷ ὁρατά, μήτε ἀκοῇ χωρητά, μήτε ἐννοίᾳ καταληπτά, “ἃ ἡτοίμασε”, φησί, “πᾶσι τοῖς ἀγαπῶσιν αὐτόν”. τότε οὖν ὄψεσθε τί καλὸν ἤγαγεν ἡ ἀκλινὴς ὁμολογία ὑμῶν καὶ ἡ τῶν τῇδε ἡδέων παραθεώρησις καὶ παράβλεψις· καὶ τότε ὄψεσθε, ὃ εἰπεῖν μὲν ἐλεεινόν, μὴ σιωπῆσαι δὲ ἀναγκαῖον, διὰ τὸ ὑμῖν ἑδραῖον, τοὺς τέκνα μὲν καὶ ἀδελφοὺς χρηματίσαντας, ἀρνητὰς δὲ καὶ ἀθετητὰς διὰ πρόσκαιρον ἡδονὴν τῶν μικρῶν καὶ ὀλίγων ἡμερῶν καὶ ὡρῶν ὀφθέντας, καταισχυνομένους καὶ ἠτιμωμένους καὶ τὰς ἐναντίας ἀποφάσεις δεχομένους. τί τότε ὄφελος τοῖς ἐλεεινοῖς καὶ ταλαιπώροις ἐν τῷ κρίνεσθαι, ἡνίκα κεκρίκασι πατῆσαι τὸν νόμον αὐτοῦ ἐν τῷ παρόντι αἰῶνι καὶ κοινὸν ἡγήσασθαι τὸ αἷμα τῆς διαθήκης αὐτοῦ; καὶ τί τότε εἰς μετάμελον τῶν ἐνθένδε ἀθλητικῶν ὑποταγῶν, ἐπὰν ἀνατελῇ ὑμῖν φῶς καὶ χαρὰ ἀνεκλάλητος καὶ ζωὴ καὶ ἀθανασία τῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καταπαύσεως;

ἀλλὰ φεῖσαι, φεῖσαι, κύριε, καὶ σὺν τῷ ἡμᾶς σκέπειν καὶ φρουρεῖν ἐν τοῖς μαρτυρίοις σου κἀκείνους πάντας ἐπανάγαγε καὶ ἀνακάλεσαι πρὸς ἐπιστροφὴν καὶ ἐπισυνάφειαν, ἵνα πάντες οἴσωμέν σοι δόξαν καὶ αἶνον, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

ΚΑΤΗΧΗΣΙΣ ΡΙʹ. Περὶ τοῦ μιμεῖσθαι ἡμᾶς τοὺς θεοφόρους ἡμῶν πατέρας, ἀποφυγῆς τε τῶν παθῶν τῆς ἀτιμίας καὶ ἐγρηγόρσεως καὶ πόνου τῆς κατὰ ψυχὴν ἡμῶν ἐργασίας. Ἀδελφοί μου καὶ πατέρες, σπόρου μὲν καὶ ἀμητοῦ καὶ τρυγητοῦ καιρός ἐστί τις ὡρισμένος, ἐν ᾧ ὁ γεωργὸς εὑρίσκει τὰ καταθύμια ἑαυτῷ πορίζεσθαι· ἐπὶ δὲ τῆς κατὰ ψυχὴν ἐργασίας πᾶς καιρός ἐστιν ἐπιτήδειος. οὐ γὰρ βοῶν χρεία, οὐδὲ ἀρότρου, οὐδ’ ἄλλων σκευῶν τινων, ὧν ἡ ἀπουσία οὐκ ἔχει τὸ ἐνεργεῖν ἃ κατὰ τὴν γαιηπονίαν.

προαιρέσεως δὲ μόνης καὶ ἐπιθυμίας ὁλοκλήρου χρεία, ἐν ᾗ πεφύκαμεν σπείρειν ὄντως τὰ καλὰ καὶ θερίζειν τὰ ἀγαθὰ εἰς ἀπόλαυσιν αἰωνίαν, καὶ τοῦτο οὐ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτί, ἐν πρωῒ καὶ μεσημβρίᾳ, ἐν βρώσει καὶ πόσει, ἐν τῷ καθέζεσθαι καὶ ἀνίστασθαι, ἐν ὁμιλίᾳ καὶ σιωπῇ, ἐν κινήματι καὶ στάματι, ἐν ἐργασίᾳ καὶ ἀργίᾳ, εἴπερ ὅλως νήφωμεν καὶ γρηγορῶμεν, ἀλλὰ μὴ ἀποπλανώμεθα καὶ ἀπατώμεθα τοῖς διαλογισμοῖς ἡμῶν, ὧδε κἀκεῖσε περιφερόμενοι τῷ νοΐ, ἢ καὶ τῷ σώματι, καὶ ἐκδικούμενοι θελήματα ἡμῶν σαρκικά, πλήσσοντες καὶ πλησσόμενοι εἰς ἀλλήλους δι’ ὀξυχολίας καὶ ἔριδος, παρακοῆς καὶ γογγυσμοῦ, κενοδοξίας καὶ ὑπερηφανίας, δικαιοῦντες ἑαυτοὺς πρὸς τοὺς πλησίον καὶ τὸ νικᾶν ἀθέσμως ἐφιέμενοι· ταῦτα γάρ εἰσι τὰ μὴ ἐῶντα τὸν νοῦν ἡμῶν σχολάζειν ἐν κυρίῳ καὶ ἀναλογίζεσθαι τὰ δέοντα καὶ ταπεινὸν εἶναι καὶ συντετριμμένον καὶ πάντα ὑποδέχεσθαι ἀσμένως τὰ συμβαίνοντα θλιβερά.

ἀλλὰ μηδαμῶς οὕτως, ἀδελφοί, μηδαμῶς· μηδὲ τὰς ἡμέρας τῆς σωτηρίας ἡμῶν παραναλίσκωμεν καὶ παραπόλλωμεν ἀργίᾳ καὶ ῥᾳθυμίᾳ καὶ ἀμελείᾳ· μηδὲ τὸν χρόνον τῆς ζωῆς ἡμῶν παρατρέχωμεν καὶ διανύωμεν ἀνεμπορεύτως καὶ ἀκερδῶς, ἀλλ’ ἐμπορευσώμεθα τὰς ἀρετὰς καὶ κερδήσωμεν τὰ πλούτη τῶν οὐρανίων, καὶ φρονήσωμεν φρόνησιν, ἣν πεφρονήκασιν οἱ ἅγιοι πατέρες ἡμῶν· μὴ ἡμέραν, μὴ ὥραν παραπόλλοντες, ἀλλὰ στεῤῥῶς καὶ ἐπιτεταμένως πρὸς τὴν κάθαρσιν τῆς ψυχῆς ἐνιστάμενοι, πρὸς τὸν διωγμὸν τῶν παθῶν, πρὸς τὴν ἀναληπτικὴν τῶν ἀγαθῶν θεωρίαν· μὴ τοὺς πόνους, τοὺς κόπους, τοὺς διὰ τῶν χειρῶν, τοὺς διὰ τῶν ποδῶν, τοὺς δι’ ὅλων τῶν μελῶν ἐφιστάμενοι εἰς αὐτὸ τοῦτο καὶ ζητοῦντες τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ κρούοντες ἀπερικακήτως.

καὶ μέντοι ἀνεῴχθη αὐτοῖς ἐπιμένουσιν ἡ εἴσοδος τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἡ θύρα τῆς ἀγάπης, ἡ πύλη τῆς δικαιοσύνης, ἡ τῆς ἀπαθείας ὁδός, καὶ εἰσέβησαν καὶ εἰσεληλύθασι καὶ εὗρον χαρὰν καὶ ἀγαλλίασιν, καὶ ἐπορίσαντο ἐν ὀλίγοις πόνοις ὃ ἐζήτουν, τὴν ἀίδιον καὶ ἀμάραντον εὐφροσύνην· οὔπω γὰρ ἐκεῖνοι ἠσχόληντο περὶ φιλοπαθείας καὶ φιλοσαρκίας· οὔπω ἐφρόντιζον περὶ ἀρχῆς καὶ δόξης καὶ πρωτείου· οὔπω διεμάχοντο περὶ ἱματίου καὶ ὑποδήματος καὶ κουκουλλίου τε καὶ μανδύου, γραφείου τε καὶ πινακιδίου, λωρίου τε καὶ ἀναλάβου καὶ τῶν τοιούτων· οὔπω ἐχόλουν κατὰ τοῦ ἀδελφοῦ ὑπὲρ ῥήματος ὑβριστικῶς ἐπενεχθέντος αὐτοῖς, ἢ ἐμπαίγματος, ἢ προσταγῆς κατ’ ἐργασίαν, ἢ ἄλλου τινός, ἀτιμίαν ἢ ἀδοξίαν ἢ κόπον περιφέροντες, ἀλλ’ ὑπὲρ τοῦ προκειμένου αὐτοῖς ἀγῶνος σκοποῦντες ἀεί. καὶ ὅτι ἡ τούτων ὑπομονὴ τὸ ζητούμενον ἐξήνυε, πάντως ἔφερον πάντα μετὰ χαρμολύπης ἢ καὶ τελείας εὐφροσύνης· τὸ μὲν γὰρ πρότερον τῶν εὖ ἀγωνιζομένων, τὸ δὲ δεύτερον τῶν ἀπαθεστάτων ἔργων. τίς δὲ μὴ οὐχ οὕτως διὰ τοὺς τινάς; καὶ ἐμαυτὸν λέγω.

ἀλλ’ ὑπὲρ μὲν τῶν προτέρων μικρὸς ὁ λόγος αὐτοῖς, ὑπὲρ δὲ τῶν δευτέρων πᾶσα ἡ ἔνστασις καὶ ἡ σπουδή, ὡς ὅτι δι’ αὐτὸ τοῦτο ἐξῆλθον ἐκ κόσμου καὶ ἥκασιν ἐνταῦθα, ἵνα πάθεσι δουλεύσωσι, μαχήσωνταί τε καὶ ἀγριωθῶσιν, ἐνδύσωνταί τε καὶ ὑποδήσωνται, ψεύσωνταί τε καὶ συκοφαντήσωσι, κλέψωσί τε καὶ ἀποσυλήσωσι καὶ φύγωσιν ἀπὸ θεοῦ καὶ τοῦ μοναστηρίου· οὕτω γὰρ ἐκ τῶν ἁμαρτιῶν μου γίνεται καὶ γέγονε, καὶ ἵνα τί ἐγεννήθημεν οἱ τοιοῦτοι; ἵνα τί εἰς φῶς ἤλθομεν τηλικοῦτον τοῦ ἁγίου σχήματος; ἵνα τί ἐψευσάμεθα θεὸν ζῶντα, μᾶλλον δὲ ἵνα τί ἐλογισάμεθα μὴ εἶναι θεόν, κατὰ τὸ “εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός”; πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων διεφθαρμένος ἐστὶ καὶ κατεβδελυγμένος ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ, θεὸν ἀπαρνούμενος.

Οἴμοι τῷ ἀθλίῳ! ποῦ ἐκλήθημεν καὶ ποῖα πράττομεν! ἐξ ἀκαθαρσίας τὸ δοκεῖν εἰς καθαρότητα καὶ ἀκαθαρτότεροι τῆς προτέρας ἡμῶν ζωῆς γινόμεθα· ἐκ φαυλότητος εἰς ὁσιότητα καὶ ἀνοσιουργότεροι τοῦ κόσμου καθιστάμεθα. ἐγενόμεθα μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν· τοῖς ἀκούουσι βλασφημία εἰς θεόν· τοῖς γνωρίζουσιν ὀνειδισμὸς καὶ κατάγελως· καὶ ἀβάλε ὅτε ἐγεννήθημεν, ὅτι μικρὸν ὕστερον ἐκζητήσει κύριος ταῦτα πάντα, καὶ καθὼς οὐκ ἐδοκιμάσαμεν αὐτὸν ἔχειν ἐν ἐπιγνώσει, ἀποδοκιμάσει ἡμᾶς ἀπὸ τῆς μερίδος τῶν ἁγίων καὶ παραδώσει εἰς πῦρ ἀτελεύτητον. ἀλλὰ δεῦρο ὑμεῖς οἱ ἔτι διασῳζόμενοι, τέκνα καὶ ἀδελφοί, φυλαξώμεθα τὴν παραγγελίαν τῶν ἁγίων, τὴν νουθεσίαν τῶν πατέρων· τηρήσωμεν τὰς ἑαυτῶν καρδίας ἀμώμους καὶ ἀνενόχους· μὴ παραζηλοῦμεν ἐν πονηρευομένοις, μηδὲ ζηλοῦμεν τοὺς ποιοῦντας τὴν ἀνομίαν, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

μὴ οὖν ὁρῶμεν πρὸς τοὺς πολλοὺς ἀμελεστέρως διακειμένους ἐν τῇ παρούσῃ γενεᾷ, ἀλλ’ εἰς τοὺς σπανίους καὶ διεγηγερμένους ἐν θεοσεβείᾳ, μᾶλλον δὲ εἰς τοὺς προωδευκότας ὁσίους πατέρας ἡμῶν, κἀκεῖθεν τὸν βίον ἡμῶν ῥυθμίζωμεν καὶ ἐντεῦθεν ὑποδειγματιζώμεθα καὶ εἰκονιζώμεθα· οὐδὲ γὰρ ζωγράφος ἀφεὶς τὸν ἀρχέτυπον χαρακτῆρα, τὸν κάλλιστα διαμεμορφωμένον, ἐκ τοῦ ὑστάτου καὶ δυσειδοῦς μεταγράφει τὸ ἑαυτοῦ φιλοτέχνημα, ἀλλὰ πάντως σπεύδει ἐκ τοῦ προὔχοντος πάντων ἐν ὡραιότητι γραφέντα μεταποιεῖσθαι τὸ ἐγγραφόμενον. ἡμεῖς δὲ ἐξ ἀπροσεξίας καὶ ἀφροσύνης τοὐναντίον ἐκ τῶν κακῶν καὶ ἀμόρφων, ἀφιέντες τὰς ἠγλαϊσμένας εἰκόνας, τὸν τῶν ἁγίων βίον, τὰ παραδείγματα λαμβάνομεν. διὰ τοῦτο οὐ τελεσφοροῦμεν, διὰ τοῦτο οὐ προκόπτομεν οἵ γε ταῦτα σκοποῦντες. δός μοι Ἀντώνιον, τὸ φῶς τοῦ κόσμου, Ἱλαρίωνα τὸν μέγαν ἑωσφόρον, Παχώμιον τὸ κλέος τῶν μοναζόντων, Εὐθύμιον τὸν ἥλιον τῆς ἐρήμου, Σάβαν τὸν ἀστέρα τὸν ἄδυτον, τοὺς καθ’ ὑποταγὴν ἐκλάμψαντας, Δοσίθεον τὸν τῆς ἀδιακρίτου ὑπακοῆς λαμπτῆρα, Μᾶρκον τὸ θεόγραπτον βιβλίον, Ζωσιμᾶν τὸ τῆς ταπεινοφροσύνης ἐγκαλλώπισμα, τοὺς λοιπούς, οὓς τίς ἀριθμήσειε γράφων; τοὺς τοιούτους δεῖ μιμεῖσθαι, τούτων ἰχνηλατεῖν τὰς ἀρετάς. εἰ καὶ μὴ ἰσχύωμεν ἰσοῦσθαι, ἀλλ’ οὖν γε οὐ πολὺ πόῤῥω τῆς ὑψηλῆς αὐτῶν πολιτείας καὶ ἡμεῖς τὸν ἡμέτερον βίον παρορμήσωμεν.

ναί, δέομαι ὑμῶν ἀδελφοί μου τιμιώτατοι, στῶμεν ἡμέραν ἐξ ἡμέρας ἀκαταπόνητοι πρὸς τὸ ἔργον τοῦ θεοῦ καὶ βλέψωμεν καθαρῶς εἰς ἃ βλέπειν δεῖ, καὶ ἄρωμεν ἅρμα πνευματικόν, ξίφος ὑπακοῆς, θώρακα πίστεως, ταπεινοφροσύνης περικεφαλαίαν· ἐν τούτοις γὰρ ἡττηθήσονται οἱ ἐχθροὶ ἡμῶν καὶ σὺν Χριστῷ νικήσομεν, καὶ νικήσαντες νομίμως τοὺς στεφάνους καὶ τὰ βραβεῖα ληψόμεθα τῆς εὐανδρίας ἐν δικαιοσύνῃ θεοῦ κατὰ τὸν μέλλοντα αἰῶνα, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.