Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχητικὸς λόγος ὁ μέγας

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΡΙΑ΄-ΡΚΔ΄: Ομολογία πίστεως, ιστορικές δοκιμασίες και η τελική ανταπόδοση

Το καταληκτήριο τμήμα του έργου με προτροπές για σταθερότητα στις ιστορικές και πνευματικές δοκιμασίες (συμπεριλαμβανομένων των αραβικών επιδρομών), και συνεχής υπόμνηση της εσχατολογικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 12 από 12

ΚΑΤΗΧΗΣΙΣ ΡΙΑʹ. Ὅτι δεῖ ἀμέμπτως καὶ ἀνοθεύτως φυλάττειν τὴν μοναδικὴν ἡμῶν πολιτείαν, καὶ περὶ τοῦ ὑποίσειν πάντα πειρασμὸν μέχρι θανάτου δι’ ἐντολὴν θεοῦ. Ἀδελφοὶ καὶ πατέρες, ἀντὶ γραμμάτων ὁ ἀββᾶς Πέτρος ἄγγελος ἡμῖν ἐγένετο τῆς περὶ πάντα ὑγείας ὑμῶν, καὶ ὅτι ἐν εἰρήνῃ καὶ εὐταξίᾳ διάγετε. χαίρομεν, ὁσάκις ἂν ἀκούωμεν, καὶ εὐφραινόμεθα· τί γὰρ ἄλλο περισπούδαστον ἡμῖν καὶ ἐπιθυμούμενον, ἀλλ’ ἢ τὸ ὑμᾶς εὐσεβῶς περιπατεῖν καὶ θεοπρεπῶς ἀναστρέφεσθαι, ποιοῦντας πάντα τὰ προστάγματα τοῦ κυρίου, καὶ ἀνοθεύτως τὴν μοναδικὴν πολιτείαν διαφυλάττειν, ἐν ᾗ ἐγεννήθητε διὰ πνεύματος καὶ δι’ ἧς ἐλυτρώθητε τῶν ἀρχαίων παραπτωμάτων, οὐ μὴν ἀλλὰ καὶ ἐλάβετε πνεῦμα δυνάμεως ἀπὸ προσώπου ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν, μηδὲν ὑποπτήσσοντες τῶν παρόντων, πρὸς τὸ λατρεύειν θεῷ ζῶντι ἐν ἀμωμήτῳ πολιτείᾳ καὶ φυλακῇ τῶν ἁγίων αὐτοῦ ἐντολῶν; εὐχαριστήσατε, δοξάσατε, αἰνέσατε τὸν καλέσαντα ὑμᾶς κύριον, τὸν βεβαιώσαντα ὑμᾶς ἐν τῇ πεποιθήσει τῆς ἀγάπης αὐτοῦ, ἀνταποδιδόντες ἀνταπόδοσιν οὐκ ἄλλην τινά, ἢ τὴν ἐν ὑπομονῇ καρτερίαν ὑμῶν τῆς ἀσκήσεως.

καὶ εἰ ἕως τοῦ δεῦρο οὕτως καλῶς διηγωνίσασθε, καὶ ἔτι μᾶλλον πρὸς τὸ ἑξῆς διανάστητε καὶ ἀναζέσατε πρὸς τὸν θεῖον ἔρωτα, τοῦτο μὲν κατὰ τὴν ὑποταγήν, τοῦτο δὲ κατὰ τὴν ὑπομονὴν τῆς ἐνισταμένης ἀγωνίας, διὰ τὴν ὑπόθεσιν τοῦ καθῃρημένου· παρὰ γὰρ κυρίου στέφανοι ὑμῖν πλέκονται καθ’ ἑκάστην, ἐπὰν εὐπροθετῆτε πάντα ὑπομένειν ἢ μεθίστασθαι τῆς κατ’ ἐντολὴν ἑδραιότητος ὑμῶν καὶ τῆς πρὸς τὴν ταπείνωσίν μου πειθαρχίας. οὐδὲ γὰρ ἐγώ, ἀδελφοὶ καὶ τέκνα, ἀκαίρως ἑαυτὸν βούλομαι ἐπιῤῥίπτειν εἰς πειρασμούς, οὐδὲ παραπολαύειν θλίψεων καὶ ὀδυνῶν, μέμψεών τε καὶ μυκτηρισμῶν, τυχὸν δὲ καὶ ἐξορίας. ἀλλ’ ἐπειδὴ ἡ ἐντολὴ τοῦ κυρίου ζωὴ αἰώνιός ἐστι καὶ ἡ παρακοὴ αὐτῆς θάνατος, ἀναγκαζόμεθα πρεσβεύειν τὴν ἀλήθειαν καὶ μὴ συνέρχεσθαι τοῖς ἐναντιουμένοις αὐτήν. εἰ προδοῦναι βουλόμεθα, ἐξ ἑτοίμου αἱ τιμαί, αἱ πρωτοκλησίαι, αἱ δόξαι, αἱ προεδρίαι παρά τε βασιλέων καὶ ἀρχιερέων καὶ τῶν ἄλλων. ἀλλὰ τί τὸ ὄφελος, καθὼς γέγραπται, “ἐάν τις ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ”; διὰ τοῦτο ἡ ἔνστασις ἡμῶν, διὰ τοῦτο οἱ ἀγῶνες καὶ δι’ ἡμῶν εἰς ὑμᾶς διαβαίνοντες. “ἀλλὰ θαρσεῖτε”, λέγει κύριος· “ἐγὼ νενίκηκα τὸν κόσμον”. διὰ τοῦτο δὲ ἐκεῖνος νενίκηκεν, ἵνα ἡμεῖς κατόπιν αὐτοῦ βαίνοντες ὡσαύτως νικήσωμεν.

ἐπεὶ ὡς θεὸς ἐκεῖνος ἀεὶ νικῶν ἦν, νενίκηκεν αὐτὸς ὡς ἄνθρωπος καὶ κατὰ πόδας εὐθὺς ἐνίκησαν τὸν κόσμον οἱ ἀπόστολοι· μετ’ αὐτοὺς ἐνίκησαν οἱ μάρτυρες, ἔπειτα οἱ ὅσιοι. πῶς; εὐσεβῶς καὶ θεοπρεπῶς ζήσας. πῶς δὲ ἡ νίκη ἀπ’ αὐτοῦ τοῦ δεσπότου θεοῦ καὶ τῶν πάντων ἁγίων; ἆρα ἀθλίπτως, ἀβασανίστως, ἀναιμάκτως, ἀνεξορίστως; οὐ μὲν οὖν, ἀλλὰ καὶ διὰ σταυροῦ καὶ θανάτου. οἴδατε τοὺς ὀνειδισμοὺς τοῦ κυρίου, τοὺς ῥαπισμούς, τοὺς χλευασμούς. παρεδόθη, ἐκριτηριάσθη, ἐῤῥαπίσθη, ἐνεπτύσθη, ἐσταυρώθη, καὶ ἀναστὰς ἔσωσε τὸν κόσμον. ὁμοιοτρόπως οἱ μακάριοι ἀπόστολοι, τὰ ἴσα πεπονθότες τῶν μαρτύρων. τίς ἐξείποι τὰς βασάνους καὶ τὰ ἆθλα τῶν ὁσίων, τοὺς ἀγῶνας καὶ τὰς ἐξορίας; φησὶ γάρ· “πάντες οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ διωχθήσονται, ἄνθρωποι δὲ πλάνοι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι”. τί οὖν ξένον, εἰ καὶ ἡμεῖς θέλοντες κατ’ ἴχνος βαίνειν τῶν ἁγίων πατέρων πανθάνειν ταῦτα, ἃ πανθάνομεν, ἢ καὶ ἕτερα; οὐδέν· ἀλλ’ ὅτι καὶ καταξιούμεθα παθεῖν, ὀφείλομεν εἰπεῖν, ὅτι “τίς εἰμὶ ἐγώ, κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με”; στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς βασιλείας· ἄνετος καὶ πλατεῖα ἡ τρίβος τῆς ἀπωλείας· χαρὰ κόσμου σαρκός τε καὶ αἵματος ἡδοναί· φόβος ἀνθρώπινος καταφρόνησις τῶν θείων νόμων, ἀμεριμνία θανάτου.

εἰς δὲ τήνδε θλῖψις κόσμων, πόνοι ἑκούσιοι, ἀνδρείας ἆθλα, ἀπαγωγῆς ὑπόθεσις· φησὶ γὰρ ὁ ἀπόστολος “ὑστερούμενοι, θλιβόμενοι, ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις πλανώμενοι καὶ ταῖς ὀπαῖς τῆς γῆς”. καὶ μὴ εὕρηταί τις τῶν ἁγίων ἀπαθῶς διελθών; οὐδαμῶς. μὴ τοίνυν λοιπόν, τέκνα, ξενίζεσθε ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ χαίρετε ὅτι κατελήφθητε καὶ ἐμπυριζέτω ὑμᾶς ἡ ἀγάπη τοῦ θεοῦ κραταιότερον, ἵνα ἐντεῦθεν καὶ τὰς ἡδονὰς μαραίνητε καὶ τοὺς δαίμονας ἀποτρέπησθε. ὁ ἀγαπῶν τὸν ἕνα τοὺς πάντας ἐν δευτέρῳ ἔχει· ὁ φοβούμενος τὸν ἕνα οὐδένα τῶν ἄλλων δύναται φοβεῖσθαι· ὁ θεὸν ἔχων ὑψηλότερος πάντων γέγονεν. οὐ δύναται ὁ υἱὸς τοῦ θεοῦ μὴ εἶναι φοβερὸς μόνος· οὐ δύναται ὁ κόσμος νικηθεὶς ἅπαξ νικῆσαι τὸν νικήσαντα αὐτόν. φρονεῖτε ὑγιῶς, φυλάττεσθε εὐσεβῶς, ποιούμενοι ἐντεύξεις καὶ προσευχὰς ὑπὲρ βασιλέων, ὑπὲρ ἀρχιερέων, ὑπὲρ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, κατὰ τὸ κέλευσμα τοῦ ἀποστόλου. ὁ Χριστὸς ἐν μέσῳ ὑμῶν ἐστιν· εἰ γὰρ ὅπου εἰσὶ δύο καὶ τρεῖς πάρεστιν, ἐν ὑμῖν τοῖς τοιούτοις, κρατοῦσι τὴν ἐντολὴν αὐτοῦ, πῶς οὐχὶ ἔσηται; μένωμεν τοίνυν ἕως τοῦ παρόντος, μὴ μετέχοντες τῆς ζύμης τῆς μοιχικῆς. καὶ εἰ μὲν οὕτως ἐῶσιν ἡμᾶς οἱ ἄνθρωποι, χάρις τῷ θεῷ· αὐτὸς γὰρ εὐδοκεῖ τοῦτο. εἰ δὲ οὐκ ἐῶσι, καὶ οὕτω χάρις αὐτῷ· οὗτος γάρ ἐστιν ὁ εὐοδώσων ἢ παραχωρῶν.

οὕτως καὶ οὐδὲν πάρεξ αὐτοῦ γίνεται ἐν τοῖς κρατοῦσι τὸν νόμον αὐτοῦ κράτιστον καὶ ἀγαθόν· κἂν τοῖς ἐναντίοις ὀφθήσεται ἐν ἡμέρᾳ κρίσεως, πολλάκις καὶ ἐνταῦθα. ταῦτα μὲν ἐν τούτοις, ὁ δὲ κύριος σώσῃ πάντας ἡμᾶς νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΒʹ. Ὅτι χρὴ ἐνάγειν τοὺς ἐπιστημονάρχας τὴν ἀδελφότητα θεοπρεπῶς, καὶ περὶ ἀκριβείας τοῦ θεολήπτου ἡμῶν βίου καὶ τοῦ ἐκφυγεῖν ἡμᾶς τὴν κακόλεθρον παῤῥησίαν. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ὁρῶν καὶ ἐπιγινώσκων οἷον καὶ ἡλίκον τὸ ἔργον τῆς κατὰ θεὸν προστασίας ὑμῶν, καὶ ἐπαισθανόμενος τῆς ἐμαυτοῦ ἀναξιότητος, συντρίβομαι τὴν ταλαίπωρόν μου ψυχήν, καὶ δέδοικα καὶ τρέμω καὶ ἰλιγγιῶ, ποῦ καὶ ποταπῶς δυνηθῶ ἄξαι καὶ ποιμᾶναι καὶ ὁδηγῆσαι ὑμᾶς κατὰ τὸ τοῦ κυρίου εὐάρεστον. καὶ οὔτε ἡμέρα, οὔτε ὥρα, οὔτε εἴσοδος, οὔτε ἔξοδος, οὔτε ὑγεία, οὔτε νόσος, οὔτε λύπη, οὔτε χαρά, οὔτε τὶς ἄλλη συμβᾶσα πρόφασις ἄνεσίν μοι φέρει· ἀλλὰ μεριμνῶ καὶ περισπῶμαι, καίπερ ἀδύνατος ὢν καὶ ἀσθενὴς κατά τε ψυχὴν καὶ σῶμα, ὥστε περισώσασθαι ὑμᾶς καὶ ἀποδοῦναι δι’ ἀγαθῆς πολιτείας ὡς θυσίαν εὐάρεστον. τίς οὖν μοι λοιπόν ἐστιν ὁ πρὸς τοῦτο συναγωνιζόμενος; τίς ὁ συνεπικουρῶν; τίς ὁ συναντιλαμβανόμενος; τίς ὁ ὑπερασπιζόμενος; τίς ἄλλος, ἢ ἡ χάρις τοῦ θεοῦ καὶ ἡ προστασία τῆς Θεοτόκου, τῶν δεσποτῶν ἡμῶν, τοῦ Προδρόμου καὶ τοῦ Θεολόγου, καὶ ἡ εὐχὴ τοῦ κυρίου καὶ πατρός μου καὶ πατρὸς ὑμῶν σὺν τῆς ὑμῶν αὐτῶν ἀγαθῆς καὶ ἱερᾶς προθυμίας;

Ἰδοὺ τοιγαροῦν πρὸς τὸ παρὸν ἀναγκαία πρόοδος ἡ ἀπιοῦσα ἡμᾶς εἰς τὰ ἔξω μοναστήρια, πρὸς ἐπίσκεψιν τῶν ἀδελφῶν ἡμῶν· δέον γὰρ κἀκείνοις ἀπονέμειν τὰ εἰκότα, ἵνα μὴ τῇ σπάνει τῆς ἐπισκέψεως διαπίπτοιεν καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν τὰ προστάγματα, ὥστε φαίνεσθαι ἡμᾶς ἐξ ἴσου τῶν πάντων πατέρας καὶ μὴ ἑτερομερεῖν ταῖς ἐλλείψεσιν. παρακαλῶ οὖν ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα ἐν τῇ ἐξουθενημένῃ ἀπουσίᾳ μου ὑγιεῖς διαμένητε τὰς ὀλιγοστὰς ἡμέρας τῆς ἀποδημίας, τὰς τάξεις ὑμῶν περιφυλάττοντες κατά τε ὑπακοὴν καὶ ταπείνωσιν καὶ πᾶσαν ἄλλην ἀγαθὴν κίνησιν καὶ πρᾶξιν ὑμῶν. οἱ ἄρχοντες καὶ ἐπιστημοναρχοῦντες μὴ αὐθεντικῶς, μηδὲ αὐθαδῶς, μηδὲ ἐμπορευτικῶς, μηδ’ ἄλλως πως ἀνθρωπίνως, ἀλλὰ θεοπρεπῶς, ὠφελίμως, σωτηρίως, πρὸς τὸ λυσιτελοῦν ἑκάστοτε, ὡς ὑπὸ θεοῦ ὁρώμενοι καὶ κρινόμενοι καὶ λόγον ἀπαιτηθησόμενοι ἐφ’ οἷς λέγετε καὶ πράττετε· οἱ ὑπακούοντες καὶ ὑποτασσόμενοι πρὸς τὸ εὐπειθῶς καὶ εὐηνίως ἕπεσθαι καὶ συνδιεξάγεσθαι εἰς τὰ προστασσόμενα καὶ ἐντελλόμενα ὑμῖν, πρῶτον μὲν παρὰ τοῦ ἀντιπροσώπου μου τοῦ κυρίου τοῦ καλογήρου, ἔπειτα καὶ παρὰ τῶν λοιπῶν προυχόντων. τέκνα οὖν θεοῦ ἐστέ· ὡς τέκνα φωτὸς περιπατεῖτε. ἄρνες Χριστοῦ ἐστέ· ὡς ἄρνες αὐτοῦ ἠπίως καὶ εὐμαρῶς ποιμαίνεσθε.

μή τις ὡς ἔριφος ἀτακτείτω καὶ σκιρτάτω, τὰς ἀκάνθας τῶν παθῶν ἐσθιόμενος· μή τις ὡς Ἰούδας πορευέσθω, συνὼν μὲν τοῖς ἀδελφοῖς ὡς ἀδελφός, ἔξω δὲ σκοπῶν τε καὶ μελετώμενος τὰ τῆς προδοσίας καὶ ἀπωλείας τῆς ψυχῆς αὑτοῦ· μή τις ὡς Ἡσαῦ διαγινωσκέσθω, φαυλίζων τὰ τῆς σωτηρίας αὑτοῦ πρωτοτόκια διὰ κλεπτικῆς βρώσεως καὶ πόσεως, εἴτε ἐν τῇ θυρωρικῇ, εἴτε ἐν τῇ νοσοκομικῇ, εἴτε ἐν τῇ μαγκιπευτικῇ, εἴτε ἐν τῇ μεμβραναρικῇ, εἴτε ἐν τῇ σκυτοτομικῇ, εἴτε ἔν τινι ἄλλῃ, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγω· μὴ ἐν ἀργίᾳ μένοντες καὶ διακονοῦντες ὧδε κἀκεῖσε ἀκαίρως καὶ ἀναλίσκοντες τὴν ἡμέραν εἰς μάτην, κοπιώντων τῶν λοιπῶν ἀδελφῶν ὑμῶν τόνῳ, συγκαιομένων τε τῷ καύσωνι τῆς ἡμέρας καὶ ψυχομένων τῷ παγετῷ τῆς νυκτός. φοβερὸν τὸ κατάκριμα καὶ οὐδὲ τοῦ ἐσθίειν ἄξιοι κατὰ τὸν ἀπόστολον οἱ τοιοῦτοι. ὁμοίως τοὺς πόδας ὑμῶν κινεῖτε ἐν τοῖς κατὰ θεὸν διαβήμασιν, ἀλλὰ μὴ ἐν τόποις κρυπτοῖς καὶ πονηροῖς, μηδὲ ἐν συμβουλίοις καὶ συνεδρίοις ματαιότητος, “ὅτι ὀφθαλμοὶ κυρίου μυριοπλάσιον ἡλίου φωτεινότεροι”, κατὰ τὸ γεγραμμένον, “ἐπιβλέποντες πάσας τὰς ὁδοὺς ὑμῶν καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη”. τοίνυν, εἰ καὶ ἐν παραβύστῳ ᾖ τόπῳ, ἀλλ’ ἐκεῖ, ἀδελφέ, βλέπει σε ὁ ἀκοίμητος ὀφθαλμός, ποῦ ἦσθα καὶ μετὰ τίνος ὁμιλεῖς καὶ τί πράττεις.

βλέπε, τέκνον, μὴ εὕρῃ σε τῷ Σατανᾷ συνομιλοῦντα, μὴ καταφθάσῃ σε διαθήκας ἀσωτίας διαθέμενον, μυσαροπραττοῦντα, αἰσχρουργοῦντα, καὶ εἰ πρὸς τὸ παρὸν οὐκ ἀποδίδωσι (μακρόθυμος γάρ ἐστιν), ἀλλ’ οὖν ἐγγράφει τὴν ἁμαρτίαν, σημειοῦται τὸ πτῶμα, ἐπιφωνῶν σοι ἀῤῥήτως καὶ ἀοράτως “ταῦτα ἐποίησας καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου”, δηλονότι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. ποῦ λοιπὸν φύγωμεν, τέκνα καὶ ἀδελφοί, τὰς χεῖρας τοῦ ἐξουσιάζοντος τὰ πάντα; τί πράξωμεν σκαιὸν καὶ οὐ διαγνώσωμεν;

Μὴ δὴ οὖν, παρακαλῶ καὶ ἀντιβολῶ, οὕτως, ἀλλὰ σωτηρίως καὶ εὐαρέστως, ἵνα χαίρῃ καὶ εὐφραίνηται, ἵνα ἐν τῷ βιβλίῳ τῶν ζώντων ἐνσημαίνηται τὰ ἀγαθὰ ὑμῶν ἔργα καὶ ἐν καιρῷ ἀποκαλύψεως στεφανώσῃ ὑμᾶς τῷ τῆς δικαιοσύνης ἀμαράντῳ καὶ αἰωνίῳ στεφάνῳ. μέγα κακὸν ἡ παῤῥησία καὶ ὀλέθριον· φύγωμεν οἱ πάντες. μὴ δίδωμεν ταῖς κατὰ μικρὸν κλοπαῖς καὶ συγκαταθέσεσιν ἐγγύτητας εἰς ἀλλήλους, ὄψεις πρὸς ὄψεις, ὀφθαλμὸν πρὸς ὀφθαλμόν, σάρκα πρὸς σάρκα, ὁμιλοῦντες ἡδονικὰ καὶ ὑπομειδιῶντες πορνικά. καὶ οὕτως λοιπὸν ὁ συνδεσμῶν τὴν ἀδικίαν καὶ ἀποτελῶν τὴν ἁμαρτίαν ἀνάπτει τὸ πῦρ καὶ καίει τὸν οἶκον τῆς ψυχῆς, καὶ τοὺς μὲν ὁλοκαύστους ἀπεργάζεται, τοὺς δὲ φλέγει, τοὺς δὲ ἀκρωτηριάζει. καὶ ἀβάλε τῆς ζημίας. διὰ μικρὰν καὶ ὀλεθρίαν ἡδονὴν ἀπόλλυται κάματος πολλῶν ἐτῶν ἀσκητικὸς καὶ πολύμοχθος. “τίς ὠφέλεια”, φησίν, “ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν”; καὶ τί ἀπατώμεθα ἐν τούτοις, τέκνα μου καὶ ἀδελφοί; καὶ τί χαροποιοῦμεν τὸν Σατανᾶν καὶ λυποῦμεν τὸ πνεῦμα τὸ ἅγιον; καὶ ποῦ εἰσιν αἱ διαθῆκαι καὶ αἱ συνταγαί, ἃς ἐθέμεθα ἐπὶ τοῦ βήματος τοῦ θεοῦ, ὡς οὐχ ἁψόμεθα, ὡς οὐ θίξομεν κατὰ πᾶσαν ἁμαρτίαν; καὶ τί ῥυποῦμεν τὸν τῆς παρθενίας χιτῶνα, ὃν διὰ τοῦ ἁγίου σχήματος τούτου ἐλάβομεν; καὶ τί παραβλησκόμεθα τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιούμεθα αὐτοῖς ἀλογιστεύοντες;

ἅγιοι οὖν κεκλήμεθα ὑπὸ τῶν ἀνθρώπων καὶ ἄναγνοι ἐσμέν· εὐλογημένοι ὀνομαζόμεθα καὶ ἀνευλόγητοι ὑπάρχομεν· καθαροὶ καὶ ναζηραῖοι καὶ πεφήναμεν ῥυπαροὶ καὶ ἀκάθαρτοι. ἀλλὰ δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς. ἀπ’ ἐμοῦ ὅσοι μεμόλυσθε, καὶ ἀνανήψατε (παρακαλῶ) ἐκ τῆς μέθης καὶ κλοπῆς τῶν παθῶν, καὶ ἁγνίσατε ἑαυτοὺς διὰ τῆς μετανοίας· δέχεται γὰρ κύριος μέχρις ἐσχάτης ἀναπνοῆς. μὴ ἔστω δὲ ὑμῖν ἡ τοῦ θεοῦ μακροθυμία καὶ ἡ πρὸς τὴν μετάνοιαν ἀποδοχὴ εἰς ὄλισθον παλιμψυχίας· δεινὴ γὰρ ἡ ἐπίνοια καὶ ὀλέθριος. ἄνθρωπε, οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα, τί σοι μένει εἰς τὴν αὔριον· διὸ ἀσφαλὴς γενοῦ, ἵνα μὴ σαθρὰ βουλευσάμενος ζημιωθῇς τοὺς αἰῶνας, κολαζόμενος ἀτελευτήτως.

Ταῦτα μακροτέρου μὲν ἦν κατὰ τὸν παρόντα καιρόν· ἀλλ’ ἐπεὶ ἐξέρχομαι, ἵνα ταῖς ὀλίγαις ἡμέραις τὸ ἀσφαλὲς ἔχητε καὶ οἱ ἁλόντες καὶ οἱ μὴ ἁλόντες, καὶ οἱ εὐδρομοῦντες καὶ οἱ ἑστῶτες καὶ οἱ σαλευθέντες, οὕτως παρυπέμνησα. δέομαι οὖν ὑμῶν. ὑγιαίνοιτε πάντες, σῴζοισθε πάντες, στηρίζεσθε ἀποπληροῦντες τὰ προστεταγμένα ὑμῖν, γρηγοροῦντες ἐν ταῖς ψαλμῳδίαις καὶ ἐν πάσαις ταῖς λοιπαῖς καταστάσεσι, καὶ Χριστὸς ὁ θεὸς ἡμῶν εἴη μετὰ τοῦ πνεύματος ὑμῶν νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΓʹ. Περὶ τοῦ ὑποφέρειν τὰ δυσχερῆ τῆς ὑποταγῆς καὶ τοῦ εὐμενῶς δέχεσθαι τὰς ἐπιτιμήσεις παρὰ τοῦ καθηγουμένου· ἐν ᾧ καὶ περὶ τοῦ ἐμπολιτεύεσθαι κατὰ μίμησιν τῶν ἁγίων ἡμῶν πατέρων. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, ἀποσιωπῆσαί με πρὸς ὑμᾶς οὐχ οἷόν τε, ἀλλ’ αὐτὸν τὸν μηδαμινόν μου λόγον ἀναγκαῖόν ἐστιν ἑκάστοτε προσφέρειν ὑμῖν· γέγραπται γάρ· “ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον”. ἐπεὶ τοίνυν εἰς τοῦτο κείμεθα, εἰ καὶ ἀναξίως, δέον τὰ ἐπιβάλλοντα ἡμῖν ἐνεργεῖν καὶ πῇ μὲν ἐλέγχειν, πῇ δὲ ἐπιτιμᾶν, εἶτα καὶ παρακαλεῖν ἐν τῇ δεούσῃ διδασκαλίᾳ· πολυτρόπως γὰρ ἡ σωτηρία ἡμῶν ἐνεργεῖται καὶ διαφόρῳ λόγῳ καὶ ἀγωγῇ ἰατρεύεται τὰ κατὰ ψυχὴν ἡμῶν πάθη. διὰ τοῦτο φροντίς μου καὶ μέριμνα οὐκ ὀλίγη, ἀγὼν καὶ φόβος οὐχ ὁ τυχών, ἵνα ὑμᾶς τὸ ποίμνιον τοῦ Χριστοῦ, τὸν ἐκλεκτὸν αὐτοῦ λαόν, τοὺς ἀγγελικοὺς ἄνδρας, τοὺς φυγάδας τοῦ κόσμου, τοὺς καθαροὺς λατρευτὰς τοῦ Χριστοῦ, τοὺς μεμονωμένους ἀπὸ πάσης ματαιότητος κοσμικῆς, εἴγε καὶ οὕτως βιοτεύομεν, παραστῆσαι τῷ θεῷ μου ἀμώμους καὶ ἀμέμπτους ἐν τελειότητι τῆς κατ’ ἀρετὴν πολιτείας.

δέχεσθέ μου λοιπόν, δυσωπῶ, εὐμενῶς, ὥσπερ τὰς παρακλήσεις, καὶ τὰς ἐπιτιμήσεις καὶ δι’ ἐμοῦ καὶ τὰ παρὰ τῶν ἄλλων πρωτευόντων, καὶ ὡς τοὺς οἰκτιρμοὺς καὶ τοὺς ἐλεγμούς, καὶ ὡς τὰς συμπαθείας καὶ τὰς αὐστηρίας· καὶ κλίνοντες τὸ οὖς ὑμῶν προσεκτικῶς δέχεσθε τὰ λεγόμενα μὴ ὡς ἐν καταφρονήσει, μὴ ὡς ἐν συνηθείᾳ ψιλῇ, μὴ ὡς ῥήματα οὕτως ἁπλῶς λεγόμενα καὶ εἰς ἀέρα ῥέοντα, ἀλλ’ ὡς ἐκ πόνου ψυχῆς, ὡς ἐκ συνοχῆς καρδίας, ὡς ὑπὲρ ἀγάπης ὑμῶν εἰλικρινοῦς καὶ σωτηρίας. ναί, πιστεύσατε, τέκνα· καὶ γὰρ καιομένη ἐστὶν ἡ καρδία μου ἐν ὑμῖν, καὶ ζηλοτυπῶ τὴν σωτηρίαν ὑμῶν, καὶ εὔχομαι εὐχὴν τολμηράν, τὴν ἀπώλειαν τὴν ἐμὴν ὄψεσθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ τὴν ὑμῶν ἐκ θεοῦ ἀπόπτωσιν. ἀποπέσοιμεν δὲ πῶς ἄρα ἢ ἐκ τοῦ κατὰ τὸ ἱερὸν ἡμῶν ἐπάγγελμα βιοτεῦσαι; ὁποῖον δὲ τὸ ἐπάγγελμα, ἴστε· ἅγιον γὰρ καὶ ἀγγελικὸν ὑπάρχει, κατὰ τὰς φωνὰς τῶν ἁγίων, μαρτυρικοὺς ἔχον τοὺς στεφάνους, τὰς ἀνταποδόσεις ἀθανάτους καὶ αἰωνίους. περιπατήσωμεν οὖν κατ’ αὐτό, δέομαι ὑμῶν, ἀδελφοί μου τιμιώτατοι, καὶ τὴν εὐγένειαν αὐτοῦ μὴ καθυβρίσωμεν, καὶ τὴν δόξαν αὐτοῦ μὴ ἀτιμάσωμεν ἐκ τῆς ἐναντιουμένης διαβιώσεως.

βιώσωμεν οὖν κατὰ μίμησιν τῶν ὁσίων πατέρων ἡμῶν· πολιτευσώμεθα κατ’ ἴχνος τῆς ἀρετῆς αὐτῶν (τοῦτο δὲ δι’ ὑπομονῆς κραταιᾶς καὶ εὐψυχίας θεοσθενοῦς κατορθοῦται), ἵνα καὶ τὸν λοιπὸν τῆς ζωῆς ἡμῶν χρόνον ἐνέγκωμεν καθυποτασσόμενοι τῷ κυρίῳ (οὐ γὰρ ἡμῖν τοῖς ἁμαρτωλοῖς), φυλάττοντες τὴν ἁγνείαν τοῦ σώματος ἡμῶν ἄσπιλον, ὡς νυμφαγωγηθεῖσαν Χριστῷ, ὑπακούοντες καὶ ταπεινούμενοι ἐν μιμήσει τοῦ ὑπὲρ ἡμῶν “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ”, ἑαυτὸν ἐκδεδωκότος, αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς τὸ θαυμαστὸν αὑτοῦ φῶς τῆς ἀσκήσεως· ὃς ἦρε τὰ παραπτώματα ἡμῶν καὶ πάλιν ἐκ φιλανθρωπίας διὰ τῆς ἐπενδύσεως τοῦ ἁγίου σχήματος.

μηκέτι οὖν λοιπὸν ἐν νυκτὶ τῶν παθῶν πορευσώμεθα· μηκέτι παραβάται νόμου γενοίμεθα· μηκέτι πλημμέλειαν πλημμελήσωμεν τινά, ἣν ἀπηρνησάμεθα, ἀλλ’ ἐν θερμῇ διαθέσει, ἐν ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν, διαμείβωμεν τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐμπορευώμεθα τὰς ἐπιλειπομένας ἡμέρας τῆς παροικίας ἡμῶν, φέροντες τὰ παρόντα γενναίως, οἷά πέρ εἰσιν, εἴτε ἐν τροφῇ, εἴτε ἐν ποτῷ, εἴτε ἐν ἐνδύματι, εἴτε κατὰ τοὺς ἀοράτως πολεμοῦντας ἡμᾶς, εἴτε κατὰ τοὺς ὁρατῶς προσφερομένους ἡμῖν ἀδελφούς, ἐν λόγοις πληκτικοῖς, ἐν ἐξουδενώσεσιν, ἐν ἀτιμίαις, ἐν ἀφορισμοῖς· ταῦτα γάρ εἰσι τὰ καθαρτήρια τῆς ψυχῆς φάρμακα· ταῦτα τὰ αὐχήματα τῶν ἀληθινῶν ὑποτακτικῶν· αὗται αἱ προκοπαί. δι’ αὐτῶν σχεδόν τις εἰς τὸ ἀκρότατον τῆς ἀρετῆς συντόμως ἀναβαίνων διασῴζεται· τὰ γὰρ ἐναντία τῶν προῤῥηθέντων, οἷον ὑπερηφανίαι, παρακοαί, ὕβρεις, ἔχθραι, φθόνοι, λοιδορίαι, ἔριδες, ἀνυποταξίαι, αὐθάδειαι, περπερεῖαι, κόροι, πλησμοναί, φιλοσαρκίαι, φιλοκοσμίαι, γέλωτες, στρηνιασμοί, παῤῥησίαι, ἀπείη καὶ ἐννοεῖν ἐν ὑμῖν· ἐν τούτοις γὰρ οἱ ἁλόντες υἱοὶ σκότους καὶ διαβόλου καὶ υἱοὶ ἀπειθείας καὶ ἀνομίας ἀναγορεύονται. οὐκ εὐδοκεῖ κύριος ὁ θεὸς ἐν τούτοις, οὐ κατοικεῖ τὸ πνεῦμα τὸ ἅγιον ἐν ψυχαῖς αὐτῶν. “ἐπὶ τίνα γάρ”, φησίν, “ἐπιβλέψω; οὐχὶ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;

μὴ ἐπὶ τὸν αὐθάδη καὶ ὑπερήφανον καὶ ἀλαζόνα”; καὶ ποῦ “ἐλευσόμεθα”, φησί, “καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν”, δηλαδὴ ἡ ἁγία τριάς; οὐχὶ εἰς τὴν πιστὴν καρδίαν καὶ τηροῦσαν τοὺς θείους λόγους; μὴ εἰς τὴν ἄπιστον καὶ ἐνδοιάζουσαν καὶ ἀκατάστατον; καὶ ἐν ποίοις ἐστὶν ἐν μέσῳ ὁ Χριστός; οὐχὶ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματι αὐτοῦ; μὴ ὅπου συνέδρια ἐπὶ τὸ αὐτὸ δύο ἢ τριῶν, πονηρὰ βουλευομένων ἀσωτείας καὶ ἀποδράσεως καὶ εἴ τινος ἄλλου πονηροῦ σκέμματος; οὐδαμῶς, οὐδαμῶς, ἀλλ’ ἐκεῖ ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας Σατανᾶς.

Μὴ οὖν τις ἁλισκέτω, ἀδελφοί μου, ἔν τινι τῶν τοιούτων παραπτωμάτων· ἀλλ’, εἰ καὶ ὑπήχθη, θᾶττον ἀνορθούσθω, δεχόμενος ὡς ἰατήρια τῆς ψυχῆς τὰ ἐπιτίμια τοῦ σφάλματος. ναί, δέομαι καὶ παρακαλῶ πάντας ὑμᾶς, συνέλθετε εἰς ἀλλήλους εἰρηνικῶς καὶ θεοπρεπῶς· ὁμονοήσατε καὶ ὁμοφρονήσατε τὰ πρὸς σύνεσιν καὶ εὐστάθειαν ἐν κυρίῳ. ἔσεσθε ἄνδρες ἐπιθυμιῶν τοῦ πνεύματος· ἔσεσθε συναγωγὴ κυρίου, ἄθροισμα ἀγγελικόν, ἐπαινουμένη συναγωγή, ζηλωταὶ τῶν ἐντολῶν τοῦ κυρίου, ἀλλήλους παραθήγοντες ἐν τοῖς καλοῖς, προτρέχοντες ἐν τῇ ταπεινοφροσύνῃ, προλαμβάνοντες ἐν τῇ ὑπακοῇ, ἄμαχοι, ἀφιλένδεικτοι, ὁσιοπολίτευτοι, καρτερικοί, ἔμφρονες, θεοδίδακτοι, ἵνα τοιαύτῃ πολιτείᾳ λειτουργήσαντες τὰ ἐνταῦθα ἐν τῷ μέλλοντι αἰῶνι ἀπολαύοιτε τὰς αἰωνίους ἀναπαύσεις ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΔʹ. Περὶ τοῦ ἐρευνᾶν τὰς θείας Γραφάς, ὡς ἂν μὴ ἀγνοῶμεν τὰς πολυμόρφους μηχανὰς τοῦ διαβόλου. Ἀδελφοὶ καὶ πατέρες, τί ἡ παροῦσα κατήχησις; ἵνα στῶμεν γενναίως, περιζωσάμενοι τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ καὶ ὑποδησάμενοι τοὺς πόδας ἡμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἄνω βλέποντες, ἄνω σκοποῦντες, τὰ ἄνω ζητοῦντες, περὶ τὰ οὐράνια καταγινόμενοι, περὶ τὴν φροντίδα τῆς ἀπολογίας, περὶ τὴν ἔξοδον τοῦ σώματος, περὶ τὴν ὑπάντησιν τοῦ κριτοῦ, περὶ τῶν θείων βίβλων, ἰχνηλατοῦντες τοὺς βίους τῶν ἁγίων, εἴ τι καλὸν εἴ τι χρήσιμον ἐκστηθίζοντες, ἐν νῷ ἔχοντες, καὶ ταῦτα προβαλλόμενοι ὡς βολίδας κατὰ τοῦ ἐχθροῦ μὴ φιλαυτικῶς, μηδὲ κενοδοξικῶς (αὐτὸ γὰρ τοῦτο καθ’ ἡμῶν ἐργαζόμεθα), ἀλλ’ ἐνθέως καὶ ὠφελίμως καὶ ταπεινοφρόνως. εἴ τις ἐν πάθει ἐνοχλεῖται, μὴ ἀκηδιάτω, μηδὲ καταπιπτέτω, (ἐγγὺς γὰρ κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, καὶ ψυχὴ ζητοῦσα εὑρήσει αὐτόν), μόνον στηκέτω, στεναξάτω, δακρυσάτω, ἐπαράτω τὰς χεῖρας εἰς τὸν οὐρανόν, τυψάτω τὸ στῆθος, ἐπιλογισάσθω τὴν αἰσχύνην τὴν μετὰ τὴν πρᾶξιν ἐγγινομένην, καὶ οὐ λέγω τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος, ἀλλὰ καὶ τὴν ἐν ἑαυτῷ καὶ τὴν ἐν ἀνθρώποις θριαμβευομένην, καὶ ἐντεῦθεν ἀνακοπτέσθω, ἐντεῦθεν στηριζέσθω. τί γὰρ γέγραπται; “

υἱὲ μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται”. καὶ πάλιν ἐν ἑτέρῳ· “μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς”. δοκιμάζει ἡμῶν τὸν πόθον, εἰ ἐπιμένωμεν πρὸς αὐτόν, ὁ κύριος, καὶ εἰ μὴ προκρίνωμεν τῆς ἀγάπης αὐτοῦ τὴν μυσαρὰν πρᾶξιν, τὴν ὀλεθρίαν καὶ θανάσιμον, τὴν γλυκόγευστον καὶ πικρόληκτον, τὴν μᾶλλον μαχαίρας διστόμου χολωδεστέραν καὶ τιμωρητικωτέραν. καὶ οὐχ ὡς δείκνυσιν ὁ ἀλάστωρ ἐστὶ τὰ πράγματα· φῶς δεικνύει, κἀκεῖνο σκότος ἐστίν· ἀγάπην τὸ δοκεῖν πνευματικὴν ὑποσπείρει, κἀκεῖνο μῖσος πάμμισόν ἐστι. σὺ οὖν, στρατιῶτα Χριστοῦ, μὴ ἀγνόει τὰ νοήματα αὐτοῦ, μηδὲ τὰ μηχανήματα αὐτοῦ. εἰ ζωὴν ἐφίεσαι, ἐκζήτει τὸ φῶς, ὅτι ὁ θεὸς καὶ ἡ ἐντολὴ αὐτοῦ φῶς. τεκμαίρου οὖν ἐκ τῆς καταστάσεως τῆς ἑαυτοῦ ψυχῆς τίς ὁ παραγενόμενος, ἡμέτερος ἢ τῶν ὑπεναντίων; ἐὰν μὲν ἀτάραχόν σου τὴν ψυχὴν διαφυλάττῃ, ἀμάλθακτον, ἀῤῥενωπόν, ἀνολίγωρον τῶν οὐρανίων θεωριῶν, τοῦ φόβου τῶν μελλόντων, τῆς ἐπιθυμίας τῶν ἀποκειμένων ἀγαθῶν, εὖ ἂν ἔχοι· ἄνοιξον αὐτῷ τὰς πύλας τῆς καρδίας, εἴσδεξαι, συνεσθιάθητι, συνοίκησον, συνδείπνησον αὐτῷ, ἵνα σε θρέψῃ μᾶλλον πρὸς μείζονα ἔφεσιν θεοῦ τε καὶ τῶν θείων.

εἰ δέ σου τὴν ψυχὴν ταράσσει, ὀχλαγωγεῖ, περιφέρει σου τοὺς ὀφθαλμοὺς πρὸς σάρκα καὶ αἷμα κεχηνότας, πρὸς κοσμικὰς σχέσεις καὶ προσπαθείας, πρὸς τὸ παρὸν ἡδὺ ἐξοιστρῶν καὶ οἷον ἀναπαφλάζων σου τὴν ψυχὴν τῷ ἐμπυρισμῷ τῶν ἡδονῶν, φεῦ στῆθι πόῤῥωθεν, δίωξον τὸν δράκοντα. ἦλθεν, ἵνα ἐν μιᾷ καιροῦ ῥοπῇ καταβάλῃ σου τοὺς πολυετεῖς καμάτους, τὰς ἀθλητικὰς ἐνστάσεις, τὰς ἐν πολλοῖς δάκρυσι καὶ εὐχαῖς καὶ ἀνδραγαθίαις. ἥκει, ἵνα σὲ τὸν στρατιώτην τοῦ Χριστοῦ παρανάλωμα δείξῃ μιᾶς καὶ βραχείας ἡδονῆς· παρεγένετο, ἵνα τὸν ἀριστέα, κεράσας ἓν ψυχρὸν ποτήριον φαρμακοποσίας, ἡδονῆς, θανατώσῃ εἰς αἰῶνα. καὶ ταῦτα οὐχ ὡς ἀπαθὴς γράφω, ἀλλ’ ὡς πειραθείς, μᾶλλον δὲ ὡς πολυπαθὴς καὶ ὡς ἐξ ὧν ἀναγινώσκω, συνεπίσταμαι, καὶ ὡς ἐξ ὧν δεδίδαγμαι παρὰ τοῦ πατρός μου καὶ ἀκήκοα παρὰ πολλῶν, κατανοῶ· αὐτοὶ δὲ χάριτι Χριστοῦ παρ’ ἑαυτοῖς τὸν ὠφελήμονα λόγον ἐξευρίσκοντες δύνασθε καὶ ἄλλους ὠφελεῖν, πλὴν ὅτι πρὸς τὸ κοινῇ συμφέρον, πρός τε ἐμαυτόν, καὶ αὐτὸς εἴ τι λέγω λέγοιμι καὶ εἴ τι γράφω γράφοιμι· χρείαν γὰρ μᾶλλον ἐγὼ πρὸ ὑμῶν ἔχω νουθεσίας, τέκνα· πνεῖ γὰρ μᾶλλον περισσοτέρως ἐπ’ ἐμὲ ὁ Σατανᾶς, εἴπερ ἔργον τοῦ πολεμοῦντος τὸν στρατηγὸν καταβαλεῖν πρῶτον, εἶθ’ ὕστερον ἀκάματον αὐτῷ τὸ στρατόπεδον ἑλέσθαι. διὰ τοῦτο.

παρακαλῶ, δέεσθε καὶ εὔχεσθε ὑπὲρ τῆς ἐμῆς ταλαιπωρίας, ἵνα σῶόν με ὁ κύριος ταῖς εὐχαῖς τοῦ πατρός μου καὶ ἀνώτερόν με διατηρήσῃ παντὸς πάθους τὸν παντοπαθῆ. περὶ δὲ τῆς ἀσθενείας τῆς ταλαιπώρου σαρκός μου μᾶλλον ὑγιαίνω, οὔπω δὲ λαμβάνω τοιαύτην ῥῶσιν, πρὸς τὸ δύνασθαί με εἰς ὃ ἐπιθυμεῖ ἡ ψυχή μου καὶ χρεωστῶ διαγενέσθαι ἐν μέσῳ ὑμῶν. καὶ τοῦτο λελύπημαι σφόδρα, ἐγκοπὴν ὑμῖν τάχα διδούς· ἀλλ’ ὑμεῖς διὰ τὸν κύριον ἀνέχεσθέ μου τῆς ἀσθενείας καὶ συγκροτεῖτέ με τοῖς κατ’ ἀρετὴν ὑμῶν αὐχήμασι τὸν ταλαίπωρον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΕʹ. Ὅτι χρὴ ἐνστῆναι ἡμᾶς γενναίως πρὸς τὴν ἄθλησιν τῆς ὑποταγῆς, καὶ περὶ τοῦ προσέχειν ταῖς διδασκαλίαις τῶν θεοφόρων πατέρων καὶ τοῦ μὴ κεχηνέναι πρὸς τὰ μάταια καὶ πρόσκαιρα. Ἀδελφοί μου καὶ πατέρες, ἀπαιτούμεθα ὑμῖν διδόναι τὸ σιτομέτριον ἑκάστοτε, τό τε πνευματικὸν καὶ σωματικόν. ἀλλ’ ἐὰν μὲν τὸ πνευματικὸν μὴ δῶμεν, οὐχ ὁρῶ τινας τάχα δυσχεραίνοντας· ἐὰν δὲ μὴ τὸ σωματικόν, καὶ πάνυ, καίπερ οὐ τοσοῦτον τοῦ δευτέρου χρεία, ὅσον τοῦ προτέρου· “δώσω γάρ”, φησίν, “αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον θεοῦ”. χαλεπὸν οὖν ἐστιν ὄντως, ἐὰν μὴ περὶ τοῦ προτέρου τὸν πάντα ἀγῶνα ἔχωμεν. διόπερ καὶ νῦν, παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι, στῆτε γενναίως πρὸς τὴν ἄθλησιν τῆς ὑποταγῆς ὑμῶν, ὑποφέροντες τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτός, καὶ νοητῶς καὶ αἰσθητῶς, ἀλλὰ νοητῶς μᾶλλον. πάρεστι τὸ πῦρ τῆς ἐπιθυμίας ὑπὲρ τὴν Χαλδαϊκὴν κάμινον ἀνακαιόμενον παρὰ τοῦ ἀοράτου Ναβουχοδονόσορ. ἐπιτίθενται ἡμῖν τὰ λοιπὰ πάθη, ἄλλο κατ’ ἄλλο διαμερίζον καὶ ἕλκον τὴν ἐλεεινὴν ψυχήν, ὁ θυμός, ἡ ὀργή, ἡ μνησικακία, ἡ ὑπερηφανία, ἡ ἀκηδία τε καὶ χαύνωσις, ἡ προσπάθειά τε καὶ φιλαυτία, καὶ τὸ μεῖζον τῶν κακῶν ἡ ἀπιστία.

πολλῆς ἡμῖν δεῖ τῆς εὐανδρίας, τῆς μεγαλοψυχίας, πολλῆς τῆς ἀνολιγώρου κραταιότητος καὶ ἰσχύος, τῆς ὑπομονῆς, τῆς μακροθυμίας, νήψεώς τε καὶ γρηγόρσεως, ἵν’ ἐντεῦθεν δυνηθῶμεν ἀποκρούσασθαι τοὺς ἐπηρτημένους ἡμῖν πειρασμοὺς καὶ δόλους τοῦ διαβόλου, ἵνα μὴ κάμψωμεν γόνυ τῇ Βάαλ, ἵνα μὴ προσκυνήσωμεν τῇ εἰκόνι τῶν παθῶν, ἵνα μὴ ἀπολέσωμεν ἃ καλῶς ἐκτησάμεθα, ἵνα μὴ καταλύσωμεν ἃ θεοῦ δυνάμει ᾠκοδομήσαμεν. πῶς γὰρ ἂν ἄλλως ἐκφύγωμεν ἐκ τῶν προειρημένων παθῶν, ἀλλ’ ἢ ἐκ τοῦ ὁλοκαρδίως πεποιθέναι ἐπὶ κύριον καὶ ἐκ τοῦ ἐπιφέρεσθαι ἡμᾶς τὰ πνευματικὰ ὅπλα, πρὸς καθαίρεσιν τῶν ἐναντίων δυνάμεων; τὰ δὲ πνευματικὰ ὅπλα ἡ προσευχὴ καὶ ἡ ἐλπίς, ἡ ταπεινοφροσύνη καὶ ἡ ὑπακοή, ἡ ἀγάπη καὶ ἡ πίστις, ἡ ἀπροσπάθεια καὶ ἡ παντελὴς μετάθεσις τοῦ νοῦ ἀπὸ τῶν ἐν κόσμῳ, τὸ ἀεὶ μελετᾶν καὶ λαλεῖν περὶ σωτηρίας, τὸ μὴ ἀδιαφορεῖν ὡς ἔτυχεν ἐν ταῖς ὁράσεσιν, ἐν ταῖς ἀκοαῖς, ἐν τοῖς χείλεσιν, ἐν ταῖς χερσίν, ἀλλὰ πάντοθεν κατησφαλίσθαι τῷ θείῳ φόβῳ καὶ τῇ περὶ θεοῦ ἐννοίᾳ καὶ ἀκόρεστον ἔχειν τὴν ἐπιθυμίαν τῶν μελλόντων ἀγαθῶν· εἰ μὴ γὰρ ταῦτα εἶεν, πῶς οὐκ ἀποπεσούμεθα εἰς ὄλεθρον ἁμαρτίας; πῶς οὐκ ἐμπεσούμεθα εἰς χεῖρας τῶν μισούντων ἡμᾶς ἐχθρῶν;

Οὐαί, οὐαὶ πόσα ἐσμὲν ἀκηκοότες, πόσα ἐπᾴδουσιν ἡμῖν αἱ Γραφαί, πόσα διδάσκουσιν ἡμᾶς οἱ θεοφόροι πατέρες, καὶ ὅμως ἐπιλανθανόμεθα, καὶ ὅμως οὐ φροντίζομεν! καὶ οἷον ὡς ἐπὶ σπόρου βαλλομένου τῇ γῇ παρὰ τοῦ γεωργοῦ πρὶν ὑπὸ τοῦ ἀρότρου καταχωσθῇ, οὕτως ἐν ἡμῖν τὸν θεῖον λόγον ἁρπάζει ὡς ἐκ στόματος τὰ πονηρὰ πετεινὰ τοῦ Σατανᾶ, καὶ μένουσι μὲν ἀνενέργητοι οἱ πνευματικοὶ σπορεῖς, μένομεν δὲ ἡμεῖς ἄκαρποι, μὴ φέροντες βλαστὸν τῶν ἀρετῶν. τί γὰρ ἄλλο ἐστὶ κατανοῆσαι καὶ οὐχὶ τοῦτο, ὁπόταν περὶ σωφροσύνης, περὶ ἀνδρείας, περὶ δικαιοσύνης ἤ τινος ἄλλης ἀρετῆς διαλέγονται ἡμῖν οἱ πατέρες καὶ εὐθὺς μετὰ τὴν ἀκρόασιν ὡς οὐδὲ ἀκηκοότες τοῖς ἐναντίοις ὁρώμενοι;

διηγοῦνται ἡμῖν περὶ κρίσεως καὶ δακρύων, καὶ ἡμεῖς ἐξιόντες ἀρχόμεθα γελᾶν καὶ ἀνακαγχάζειν· ἐπιστύφουσιν ἡμῶν τὰς ψυχὰς τοῖς τῆς ἁγνείας λόγοις, καὶ εὐθὺς μετὰ τὴν ἀκρόασιν λαγνεύομεν καὶ ὑποβλέπομεν ἀλλήλους πορνικῶς, καὶ λόγους δίδομεν καὶ λαμβάνομεν παῤῥησιαστικούς· ὑποτύπτουσιν ἡμᾶς πρὸς ταπεινοφροσύνην καὶ εὐηκοΐαν, καὶ μετὰ τὴν κατήχησιν ἐξογκούμεθα καὶ ἀγριαινόμεθα καὶ παρακούομεν· περὶ νηστείας, καὶ γαστριμαργοῦμεν· περὶ ἀγρυπνίας, καὶ τῷ ὕπνῳ βαλλόμεθα· περὶ πραΰτητος καὶ τηνικαῦτα ὀργιζόμεθα· περὶ ἡσυχίας, καὶ παραυτὰ ἀργολογοῦμεν· περὶ εὐτονίας ἔργου, καὶ τηνικαῦτα ἀπεκλυόμεθα, καὶ ἁπλῶς εἰπεῖν κατὰ τὰς ἁμαρτίας μου τὴν ἐναντίαν ὁδὸν τῆς ἀναγγελλομένης ἡμῖν τρεπόμεθα. οὐ λέγω περὶ τῶν νεοταγῶν μόνον, ἀλλὰ καὶ περὶ τῶν δοκούντων εἶναί τι καὶ εἰς προστασίαν κεκλημένων, ἀλλὰ μὴν καὶ εἰς ἱερουργίαν τεταγμένων. φεῦ, ἀβάλε τῆς ἀπάτης, τί πανθάνομεν ὑπὸ τοῦ ἀπαταιῶνος Σατανᾶ! ἵνα τί τὸ πρόσωπον ἡμῶν ἀποστρέφομεν ἀπὸ θεοῦ ζῶντος, ἀπὸ τοῦ ὡραίου κάλλους ἐκείνου καὶ ἀμηχάνου, κεχηνότες εἰς τὰ μάταια καὶ πρόσυλα καὶ ἀπολλύμενα; ἵνα τί φιλοῦμεν καὶ ἀσπαζόμεθα τὰ πικρὰ καὶ πρόσκαιρα, ἐῶντες τὰ γλυκερὰ καὶ ἀθάνατα; ἀλλ’ ὅτι οὐκ ἔστιν ἡμῖν κεκαθαρμένον τὸ ὄμμα καὶ ἡ ἀκοὴ τῆς ψυχῆς, διὰ τοῦτο ἀμβλυωποῦμεν καὶ ἀποπίπτομεν τῆς μεταλήψεως τῶν ἀγαθῶν.

Δεῦτε οὖν, τέκνα καὶ ἀδελφοί, πάλιν ἐναρξώμεθα οἱ ἤδη ἐπωκλακότες, πάλιν ἀναβιώσωμεν οἱ ἤδη ἀπονεκρωθέντες, πάλιν ἀνανήψωμεν οἱ ἤδη ἀπονυστάξαντες. ἕν ἐστιν ἡμῖν μόνον, τὸ θελῆσαι, καὶ τὸ πᾶν εἴργασται· ἐν αὐτῇ γὰρ ταύτῃ τῇ ἡμέρᾳ εὐπροθετοῦντες φθάζομεν εἰς μέτρα σωτηρίας· οὐ γὰρ ἐσμὲν συνδεδεμένοι τοῖς βιωτικοῖς πράγμασιν, ἵνα δύσληπτον ἔχωμεν τὴν πρὸς τὸ καλὸν ἐνέργειαν. ἀλλ’ εὔκολον ἡμῖν τὸ δράξασθαι τῆς σωτηρίας κατὰ πᾶσαν ἡμέραν, εἴπερ βουλόμεθα, τῷ ἕωθεν εὐθὺς ψάλλειν τὸ Δαυϊτικὸν ἐκεῖνο συνετῶς· “τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με”. καὶ τῇ τρίτῃ ὥρᾳ· “τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ”. καὶ τῇ ἕκτῃ· “ῥῦσαί με ἀπὸ συμπτώματος μεσημβρινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας”. καὶ τῇ ἐννάτῃ “κλῖνον, κύριε, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου”. καὶ τῇ ἑσπέρᾳ· “εὐλόγει ἡ ψυχή μου τὸν κύριον”, καὶ ὅσα προηγούμενα καὶ ἑπόμενα. ἐὰν γὰρ οὕτω καθ’ ἑκάστην ἡμέραν ποιῶμεν, καὶ ἀλλήλους ὑψοῦμεν καὶ φωτίζομεν δι’ ἀγαθῶν τρόπων καὶ λόγων, ἀλλὰ μὴ καταβιβάζωμεν καὶ σκοτίζωμεν διὰ ἀδιαφορίας καὶ λογολεσχίας. οὕτως δυνάμεθα σῴζεσθαι, δυνάμεθα καλῶς διανύειν τὸ μέτρον τῆς ἡμέρας, δυνάμεθα τὰ ὠφλημένα ἡμῖν ἀπὸ πρωῒ ἕως ἑσπέρας.

πάντως γὰρ οὐκ ἔστι μὴ παρεκτραπῆναι καὶ τὸν λίαν νήφοντα ἢ εἰς λόγον προπετῆ, ἢ εἰς ἐπιθυμίαν πονηράν, ἢ εἰς ἄλλο τι πάθος, δι’ ἱκεσίας πρὸς θεὸν εὐκατανύκτου συγχωρηθῆναι, καὶ ὥσπερ ἡμέραν ἐξ ἡμέρας διαβαίνοντες βαδιοῦμεν τὴν ὁδὸν τοῦ θεοῦ, ἀπεκδεχόμενοι τὸν καιρὸν τῆς ἀναλύσεως, ἐν ᾧ οἱ στέφανοι καὶ ἡ χαρὰ καὶ ἡ ἀνταπόδοσις τῶν οὕτως ἀγωνιζομένων καὶ ἐκβιαζομένων ἑαυτοὺς διὰ κύριον.

Προσέχετε λοιπὸν τῷ κόπῳ ὑμῶν, τοῖς ἀγῶσι, τοῖς θελήμασι, τὸ ῥᾴθυμον ἀποδιώκοντες, τὸ πρόθυμον ἀντιλαμβανόμενοι, πιστεύοντες ὅτι δυνατόν ἐστι παντὶ τῷ θέλοντι εὖ βιοῦν ἐπανάγεσθαι εἰς τελειότητα καὶ κατορθοῦν τὰς ἀρετάς· εἰ γὰρ ὁ θεὸς ἡμῶν φῶς καὶ ζωὴ καὶ ἀλήθεια, πῶς οὐχὶ τὸ πρὸς αὐτὸν νεύειν ἐπιθυμητόν ἐστι καὶ εὐάνυστον; καὶ εἰ ὁ Σατανᾶς, ὅπερ ἐστὶν ἀληθὲς σκότος καὶ ψεῦδος καὶ κρημνὸς καὶ ἀπώλεια, πῶς οὐχὶ ἡ πρὸς αὐτὸν νεῦσις θάνατος καὶ μάχαιρα καὶ σκότος καὶ ἀπώλεια; διὸ τῆς ζωῆς ἡμῖν καὶ τοῦ θανάτου προκειμένων ἑλώμεθα τὴν ζωήν, ἑλώμεθα τὸ φῶς, ἑλώμεθα τὴν ἀθανασίαν, φύγωμεν τὸ σκότος καὶ τὸν ζόφον καὶ τὴν ἀπώλειαν, ἵνα ἀξιωθῶμεν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙϚʹ. Ὅτι οὐ χρὴ ἀμελῶς διακεῖσθαι ἡμᾶς μετὰ τὴν παρέλευσιν τῆς ἁγίας Τεσσαρακοστῆς, ὡς ἂν μὴ ἀπολέσωμεν τὰς προδιηνυσμένας ἡμῖν ἀρετάς· καὶ περὶ τῆς ἑορτῆς τῶν Βαΐων καὶ τοῦ πάθους τοῦ σωτῆρος. Ἀδελφοί μου καὶ πατέρες, οἱ ἐν σταδίῳ τρέχοντες, ἐπειδὴ πρὸς τέρψιν ἀνθρωπίνην τοὺς ἀγῶνας καταβάλλονται, φθαρτοῖς στεφάνοις περιπλέκονται, κατὰ τὸν ἀπόστολον, ὑμῖν δὲ τοῖς τὸ πνευματικὸν στάδιον διαδραμοῦσι τῆς ἁγίας Τεσσαρακοστῆς, οἷς ὁ ἀγωνοθέτης ἄφθαρτος καὶ τὸ θέατρον ἀγγελικόν, ἀμαράντινοι δηλονότι οἱ τῆς δόξης στέφανοι. οἷοι δὲ καὶ οἱ ἀγῶνες ὑμῶν; νενηστεύκατε εὐτόνως, ἠγρυπνήκατε δεόντως, μεμελετήκατε νηφαλέως, εἰργάσασθε ἀνολιγώρως, τετηρήκατε τὸν νοῦν ἐν ἁγνότητι, τὴν γλῶσσαν ἀπὸ καταλαλιᾶς, τὰ χείλη ἀπὸ ἀργολογίας, πάντα ὑμῶν τὰ μέλη ἀπὸ πάσης ἁμαρτίας ὅπλα δικαιοσύνης παραστήσαντες, ὄργανα εὐαρμοστίας τῆς ἐνθέου διαβιώσεως. οὕτω καλῶς καὶ εὐαποδέκτως διηνύσατε τὸν δρόμον ὑμῶν, ὡς οὐδέποτε δοκῶ πρότερον. ἀλλὰ πόθεν; ἐκ τῆς καλλίστης ὑμῶν προσευχῆς, προσθήσω δὲ καὶ εὐχῆς τοῦ κοινοῦ πατρὸς ἡμῶν, μᾶλλον δὲ ἐκ τῆς τοῦ θεοῦ ἀγαθότητος, ἐξ ἧς “πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον”, ὡς γέγραπται. ἐν τούτοις κἀμὲ εὐφράνατε τὸν ταπεινὸν πατέρα ὑμῶν, μᾶλλον δὲ ἐλάχιστον ἀδελφόν· ἐδεξιώσασθε μάλα πλουσίως, ἀνεπαύσατε τῷ πνεύματι.

τί γάρ ἐστι θυμηδέστερον πατρί, ἢ τοὺς ἑαυτοῦ παῖδας ὁρᾶν δι’ ἀρετῆς αὐξουμένους καὶ ἐν τῇ νοητῇ ἡλικίᾳ προκόπτοντας; ἀπέχω ὑμῶν τὰς χάριτας, ἀπέλαβον ὑμῶν τὰς εὐεργεσίας, ἀπωνάμην ὑμῶν τὰ ἀνδραγαθήματα, εἶδον ὑμᾶς ἀταράχως διελθόντας τὰς σεπτὰς ἡμέρας καὶ ἠγαλλίασε τὸ πνεῦμά μου· ἑώρακα ὑμῶν εὐκατάνυκτα καὶ ἱλαρὰ τὰ πρόσωπα, καὶ ᾐσθόμην ὑμῶν τὴν κατὰ ψυχὴν λαμπρότητα ὑπὲρ χρυσίον, ὑπὲρ λίθους τιμίους, ὑπὲρ πᾶν ἄλλο τι τῶν κατὰ κόσμον ἐνδόξων καὶ πολυτελῶν. καὶ εἰ καὶ πτωχεύω τῷ πνεύματι, ἀλλ’ ἄρτι πεπλούτηκα, καὶ οὐχ ὁ πατὴρ τοῖς τέκνοις, ἀλλὰ τὰ τέκνα τῷ πατρὶ ἀντεστραμμένως τεθησαυρίκατε. εἴη δὲ ὑμῶν ὁ πλοῦτος πεφυλαγμένος καὶ ἀνεπιβούλευτος πρὸς τὸ ἑξῆς. φανείη ὑμῶν τὰ ταμεῖα τῶν ἀγαθῶν ἀνεπιχείρητα καὶ ἀκλοπώτατα· χαρισθείη ὑμῖν χάρις ἐπὶ χάριτι, πλοῦτος ἐπὶ πλούτῳ μέχρι τέλους ζωῆς ὑμῶν. ἔσται δὲ τοῦτο πῶς;

ἀλλ’ ἢ ἐκ τοῦ μὴ ἀμεριμνῆσαι καὶ ἀναπεσεῖν κατὰ τὸν ἑξῆς χρόνον, καὶ μάλιστα ἡνίκα ἐπεισίη τὸ ἅγιον Πάσχα, τοῦ καιροῦ ἐπιφέροντος ὑποστολὴν τῆς ψαλμῳδίας, τῶν ὡρῶν, τῶν γονυκλιτικῶν προσευχῶν, τῶν τόνων τῶν νυκτερινῶν ἀγρυπνιῶν, προσθήκην ἐν τοῖς βρώμασι φημὶ οἴνου, ἐλαίου, ὄψου καὶ τῶν κατ’ ἄνεσιν ἄλλων· τρόπων, ὕπνου μεσημβρινοῦ, διφαγίας, προόδου τε καὶ εἴ τινος τῶν συμβαινόντων· ὡς, ἐὰν μὴ εἴη νήφων ὁ νοῦς καὶ πάντα αὐτάρκως καὶ κατὰ τάξιν ποιούμενος, κινδυνεύσειεν ἂν ἀπολέσαι ἃ καλῶς ἐκτήσατο, καὶ ἐκ πλουσίου ἀθρόον φανεῖται πένης καὶ ἐξ ὕψους δόξης κατενεχθήσεται εἰς ἀτιμίας πτῶμα.

Διό, παρακαλῶ καὶ δέομαι, ἀσφαλῶς ἔχετε πάντοτε, μέχρις ἂν φύγοιμεν ἐκ τῶν ἐνθένδε πρὸς τὰ ἐκεῖ ἀσφαλῆ καὶ ἄσυλα μεθιστάμενοι. τί δὲ αἱ μακάριαι αὗται ἡμέραι, ἐν αἷς ὁ κύριος καὶ θεὸς ἡμῶν ἥκει τὸν Λάζαρον ἀναστῆσαι ἐκ νεκρῶν τετραήμερον; εἴ τις οὖν ὑμῶν ἔχει νοῦν νενεκρωμένον καὶ οἷον δεδεμένον τοῖς πάθεσιν, αἰτησάτω, κλαυσάτω, ὡς αἱ περὶ Μάρθαν, καὶ ἀκούσειε “Λάζαρε δεῦρο ἔξω”, ἐξ ἐμπαθείας εἰς ἀπάθειαν. τί γὰρ τὸ ἀντιστατοῦν τῷ λόγῳ καὶ οὐκ εἶκον τῇ θείᾳ φωνῇ, μόνον εἰ θερμῶς αἰτοίμεθα καὶ προσκείμεθα; καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ νῦν θεὸς πάρεστι. καὶ καθώς φησιν “ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι”, φίλον αὐτῷ πολλοὺς Λαζάρους νόας καθ’ ἑκάστην ἐγείρειν τε καὶ ζωοποιεῖν. τί δὲ ἡ τῶν Βαΐων ὑπαντὴ καὶ προπομπὴ τοῦ βασιλέως τῶν ἁπάντων; ἀλλ’ ἐκεῖ μὲν ἐν Ἱερουσαλὴμ εἰσεληλυθότος ἐσείσθη τὰ Ἱεροσόλυμα βοῶντα καὶ λέγοντα “ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου”. μέγα γὰρ ἦν τὸ κατὰ τὸν Λάζαρον θεωρούμενον καὶ ἡ προφητεία πέρας ἐλάμβανεν. ἐνταῦθα δὲ ἡ πρὸς τὴν πόλιν τῆς ψυχῆς ἡμῶν εἴσοδος αὐτῷ εἰ γένοιτο, σεισθήσεται πᾶσα δαιμονικὴ ἐπήρεια, ἀλαλαζούσης τῆς καρδίας ἡμῶν εὐχαριστήρια καὶ ὑμνητήρια.

οὕτω μεθαρμόζειν δεῖ τὰ πράγματα καὶ ἐνεργούσας ἀεὶ δεικνύειν ἐν ἑαυτῷ κατὰ τὰς ἐπιστασίας τῶν δεσποτικῶν ἑορτῶν τὰς τοῦ δεσπότου θείας ἐπελεύσεις τε καὶ θεοσημείας. πρόσεισι μετὰ τούτων εἰς ἐπιβουλὰς ὁ ἀνεπιβούλευτος τῷ κράτει τῆς θεότητος· συνεδριάζει κατ’ αὐτοῦ τὸ τῶν Ἰουδαίων βουλευτήριον. φύγοιμεν τῶν τοιούτων συνεδρίων καὶ τὸ λαλεῖν κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ἐνίσχεται ὁ δόλιος μαθητὴς εἰς τὸ τῆς προδοσίας ὀλετήριον, ἐκπορευόμενος καὶ εἰσπορευόμενος δολερῶς καὶ λαλῶν ἐπὶ τὸ αὐτὸ καὶ τὴν πρᾶσιν τοῦ διδασκάλου συμφωνούμενος. τίς οὖν μὴ θρηνήσῃ καὶ στενάξῃ μετ’ ἐκεῖνον καὶ τοὺς κατ’ ἐκεῖνον πορευομένους, τοὺς τοῖς διδασκάλοις ἐφισταμένους καὶ τὰ ὅμοια τυχὸν ἔκτοπα συνεισπράττοντας; μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ μετὰ τῶν λοιπῶν ἀποστόλων καὶ πιστῶν μαθητῶν Χριστῷ συνεῖναί τε καὶ συναυλίζεσθαι, καὶ ἀγωνιῶσι μὲν κατὰ τὰς ἐπιφορὰς τῶν πειρασμῶν καὶ περιστάσεων συναγωνιᾶν, οὐ μὴν ἐξαρνεῖσθαι, ἀλλὰ καὶ μέχρι θανάτου κατατολμᾶν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας, ὡς ἔδειξαν μετὰ ταῦτα οἱ ἀπόστολοι. ὁ δὲ Χριστός μου καὶ προδίδοται καὶ κριτηρίῳ παρίσταται, ῥαπίζεταί τε καὶ μαστίζεται ὑπὸ χειρῶν ὧν ἔπλασεν, χλευάζεταί τε καὶ μυκτηρίζεται καὶ τέλος ἐπὶ σταυροῦ ἀνίησι, καθηλοῦται τὰς χεῖρας καὶ τοὺς πόδας καὶ λογχεύεται, ὄξος καὶ χολὴν ποτίζεται καὶ πάντα ὑπομένει.

Τίς οὐκ αἰνεῖ τὸν φιλάνθρωπον; τίς οὐχ ὑμνεῖ τὸν οἰκτίρμονα, ὅτι δι’ ἡμᾶς τοιαῦτα τετέλεκεν; ὁ ἀπαθὴς ἔπαθεν, ὁ ἀθάνατος ἐσταυροῦτο, ὁ ζωοπλάστης ἐνεκροῦτο, ὁ ἀπρόσιτος τῇ δόξῃ τῆς θεότητος ἠδόξει, κατὰ τὸν προφήτην Ἡσαΐαν· τὸ εἶδος γὰρ αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ. αὐτὸς δὲ ὑπὲρ ἡμῶν ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν. ἆρά γε, εἰ καὶ λιθίνη ψυχὴ εἴη, οὐ δυσωπηθείη ταῦτα ἐννοοῦσα καὶ ὁρῶσα ἐν τῷ δεσπότῃ; ὁμοιοπαθήσωμεν αὐτῷ τοίνυν καὶ ἡμεῖς, φίλοι καὶ ἀδελφοί, παρακαλῶ, καὶ ἀγαπήσωμεν ὑβρίζεσθαι, ἐρεσχελεῖσθαι, ὀνειδίζεσθαι, τυχὸν δὲ καὶ ῥαπίζεσθαι καὶ ἐμπτύεσθαι, εἰ δέοι ἡμῖν καὶ σταυροῦσθαι καὶ ἀποθνήσκειν διὰ τῆς τῶν παθῶν νεκρώσεως, ἢ καὶ καιροῦ μαρτυρίου ἐπιστάντος, ἵνα ὡς συσταυρούμενοι καὶ συνδοξασθησώμεθα, ὡς συνθαπτόμενοι καὶ συναναστησώμεθα, ὡς συμπάσχοντες καὶ συμβασιλεύσωμεν, ὅτι αὐτός ἐστιν ὁ βασιλεὺς τῶν ἁπάντων, ᾧ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΖʹ. Περὶ τοῦ ἐγρηγόρως ποιμαίνειν τὸν καθηγούμενον τὰ λογικὰ πρόβατα, ὡς ἂν διὰ τῆς διδασκαλίας τῶν θεοπνεύστων Γραφῶν διαφύγοιε τὰς ψυχολέθρους ἐπιβουλὰς τοῦ ὄφεως, καὶ ἐκκοπῆς τῶν οἰκείων θελημάτων. Ἀδελφοὶ καὶ πατέρες, ἔργον ποιμαντικῆς τί ἄλλο, ἢ τὸ ἐπιμελῶς τὸν ποιμένα ἐφίστασθαι τῷ ποιμνίῳ, νήφειν τε καὶ γρηγορεῖν, ὧδε κἀκεῖσε τὸ ὄμμα περιαθροῦντα, μή τι τῶν προβάτων ἀποπλανοῖτο ἢ ἐναπομένοιεν ἠσθενηκὸς τυχὸν ἢ φιλονομῶν, ὥσπερ εἴωθε συμβαίνειν, πρὸς τούτοις ἐξαίρετον τὸ προσλαλεῖν τῇ ποίμνῃ καὶ νόμιον αὐτῇ ἐμπνέειν μέλος; ἐπὰν γὰρ φωνὴ ποιμένος ἀρθῇ ἐκ τοῦ ποιμνίου, εὐθὺς ἡ τῶν θηρίων ἔφοδος, ὁ σκορπισμὸς τῶν θρεμμάτων, ἡ τῶν ἄλλως ἐπιβουλεύειν εἰωθότων ἐπήρεια. εἰ τοίνυν ἐπὶ τῶν ἀλόγων θρεμμάτων τοιοῦτον τὸ ἀγώνισμα τῆς ἐπιστασίας (καὶ τὰ πλείω παρῆκεν ὁ λόγος, διὰ τὸ συντομεύειν), τί δ’ ἂν εἴποιμεν ἡμεῖς οἱ ταπεινοί, οἱ ἐν τάξει ποιμένος τεθέντες ἐφ’ ὑμῖν τοῖς τοῦ κυρίου προβάτοις, ὑπὲρ ὧν αὐτὸς ὁ ἀληθινὸς θεὸς καὶ ἀρχιποιμὴν ἡμῶν τὸ αἷμα ἐξέχεεν, ὡς καὶ ἐν τοῖς εὐαγγελίοις φάσκει; “ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων”. πόσης οὐκ ἂν ἦμεν ὑπεύθυνοι ἀγρυπνίας καὶ ἐπιμελείας, φροντίδος καὶ περιμεριμνήσεως, προσφωνήσεως ἐπιμελεστάτης, καὶ ταύτης ἀκαταλήκτου;

διὰ τοῦτο καὶ νῦν κατὰ τὸ ἀναγκαῖον ἐπιφωνοῦμεν ὑμῖν, προσφθεγγόμεθα, ἀντὶ σύριγγός τινος τοὺς θεοπνεύστους λόγους προβαλλόμενοι ὑμῖν. “σχολάσατε” φησί “καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ θεός”. σχολῆς τοιγαροῦν χρεία, ἀδελφοί μου, ἐπιθυμίας ἀκορέστου, νήψεως ἀνολιγώρου, ὑπομονῆς κραταιοτάτης, ἀνταναστάσεως πρὸς τοὺς πολεμίους ἐχθρούς, ἀνταγωνιστοῦ ἐκ τῆς τῶν προκοπτόντων συναμιλλήσεως· ἐγγύθεν γὰρ οἱ νοητοὶ θῆρες, οἱ ἁρπάκται τῶν ψυχῶν δαίμονες, ἐξ ὧν τὰ δείγματα τῆς ἁμαρτίας, τὰ ῥήγματα τῆς ἀνομίας, τὰ ὀλοθρεύματα τῆς ἀσωτείας. μή τίς που ἐναπομένοιεν ἰδιογνωμῶν κατὰ ψυχήν, μὴ δ’ αὖ ἀσθενήσειεν ὀλιγωρικῶς τοὺς ἀγῶνας, παρακαλῶ (οἰκειογνῶμον γὰρ τὸ ἀσθενεῖν ἐνταῦθα), μηδὲ περιπλανοῖτο ταῖς ἰδιοβουλίαις, ὧδέ τε κἀκεῖσε ὑποκλεπτόμενος ὑπὸ τῆς φιληδονίας καὶ ἀπολλύμενος ὑπὸ τῆς φιλαυτίας, ἀλλ’ εἰκέτω καὶ ἐμμενέτω πάσαις ταῖς ἐντολαῖς τοῦ κυρίου· φησὶ γὰρ αὐτός· “τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς τῆς ἐμῆς ἀκούει, ἀλλοτρίῳ δὲ οὐκ ἀκολουθεῖ, ὅτι οὐκ οἴδασι τὴν φωνὴν τῶν ἀλλοτρίων”. εἴθε γένοιτο ἡμῖν ἀξίους τῆς τοιαύτης προσφωνήσεως γεγενῆσθαι καὶ ἐν προβάτοις Χριστοῦ ὑποτελεῖν· οὗ γὰρ ὁ Χριστός, ἐκεῖ ὁ ἀντάρτης διάβολος χώραν οὐκ ἔχει· οὗ ἡ φωνὴ τῶν προβάτων αὐτοῦ ἐνιζάνει, ἐκεῖ ὁ συρισμὸς τοῦ ὄφεως ἀποδιδράσκει.

ἕως δ’ ἂν διέσῳζε τὰ τῆς ψυχῆς ἀκροατήρια ὁ προπάτωρ ἡμῶν Ἀδὰμ σῶα, τῶν θείων φωνῶν εἰσακούων, ἔνδον ηὐλίζετο τοῦ Παραδείσου, ἀπέλαυε θεωριῶν ὑψηλῶν, τροφῶν ἀθανάτων· ἐπὰν εἰσεδέξατο τὰ τοῦ ὄφεως ψιθυρίσματα, ἀπεγεύσατο τοῦ ξύλου τῆς ἁμαρτίας, ᾔσθετο τὴν αἰσχύνην τῆς γυμνότητος, ὑπεκρύβη ἀπὸ θεοῦ ἐρωτώμενος “ποῦ ἧς”; “τῆς φωνῆς σου” φησίν “ἀκήκοα καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι”. “καὶ τίς ὁ ἐντήξας σοι τὸν φόβον, ὦ Ἀδάμ, ὁ ὑποδείξας σοι τὴν γυμνότητα”; ἀλλ’ ἡ δολερὰ ἐπακρόασις καὶ ἡ τῆς ἐντολῆς τοῦ θεοῦ ἀπόπτωσις· εἶθ’ οὕτως ἐξόριστος τοῦ ἁγίου χωρίου ἐκείνου γίνεται καὶ τὸν διὰ φθορᾶς ἐπώδυνον τοῦ βίου τρόπον ἀνατλᾶν κατακρίνεται.

Πόῤῥω λοιπὸν ὦμεν, ὦ ἀδελφοί, τῆς συμβουλῆς τοῦ ὄφεως· μὴ προσεισδεχώμεθα τὰς ἐπιβουλὰς τῶν παθῶν ὑπὸ τῆς ἐκείνου κακουργίας ἐξαρτυομένας. γευστήρια διάφορα ὁ μυσαρὸς ἐργάτης τῆς ἀνομίας κατασκευάζων ἥκει, καθώς τις τῶν ἁγίων τεθέατο, ἑνὶ ἑκάστῳ πρὸς ὃ ἐπιῤῥεπῶς ἐπαισθάνεται ἔχειν ἡμᾶς εἰς πάθος ἐπιδιδούς. δίδωσιν οὖν τῷ μὲν τὸ τῆς πορνείας γευστήριον, καὶ τοῦτο οὐχ ἕν, ἀλλὰ καὶ πολυειδὲς καὶ πολύμορφον (εἰς γὰρ διάφορα σώματα διαφόρως εὑρίσκεται τοὺς ἐθέλοντας ἐπηρεάζειν)· τῷ δὲ τοῦ φθόνου ταῖς παρευδοκιμήσεσι τῶν ἀδελφῶν πλήττεσθαι καὶ ἀμύσσεσθαι κατὰ τὸν Κάϊν, τῷ δὲ τῆς λαιμαργίας ἀκορέστῳ ἐπιθυμίᾳ τῶν βρωμάτων ἐνίσχεσθαι κατὰ τὸν Ἡσαῦ, ὃς ἀντὶ μιᾶς βρώσεως ἀπέδοτο τὰ πρωτοτόκια· τῷ δὲ τῆς ἰδιογνωμοσύνης, σχεῖν τι λαθραίως καὶ ἀποθησαυρίσαι, κατὰ τὸν φιλάργυρον Γιεζῆ, τὸν ἀντὶ εὐλογίας λέπραν ἐκ τοῦ προφήτου Ἑλισσαίου κληρονομήσαντα· τῷ δὲ τῆς κατὰ τοῦ οἰκείου διδασκάλου φατρίας καὶ συσκηνίας, ὡς τὸν προδότην Ἰούδαν τὸν πεπρακότα τὸν κύριον τῆς δόξης ἐν ὀλίγοις λήμμασιν, καὶ ἀπλῶς τῷ μὲν τοῦτο, τῷ δὲ ἐκεῖνο (ποικίλος γάρ ἐστι καὶ πολύτροπος)· καταλαλιᾶς τῆς πρὸς τὸν πλησίον ἐνίησι φάρμακα τῇ ψυχῇ· μίσους, ἀπεχθείας ἀποτοξεύει βέλη, κενοδοξίας καὶ ὑπερηφανίας ἀποσφενδονᾷ λίθους.

σκεπτέον τοίνυν καὶ προσεκτέον, ἀδελφοί μου· πῶς δὲ ἄλλως ἢ ἐκ τοῦ περιβεβλῆσθαι ἡμᾶς τὸν θυρεὸν τῆς πίστεως, τὴν τῆς ταπεινοφροσύνης ἀσπίδα, τὴν τῆς ὑπακοῆς περικεφαλαίαν, τῶν λοιπῶν ἄλλων ἀρετῶν τὴν παντευχίαν; εἴκωμεν καὶ πειθώμεθα. γνωρίζων ἕκαστος τὸν οἰκεῖον βαθμόν, τὰ κατὰ τὸν βαθμὸν πραττέτω ἐν καθαρᾷ συνειδήσει. φιλῶμεν ἀλλήλους εἰς ψυχήν, ἀλλὰ μὴ εἰς σῶμα· ἐπὰν γὰρ τὸ πρῶτον ἐστίν, ἰσότης τῆς ἀγάπης ἐν ἅπασιν, ἐκ γὰρ τοῦ δευτέρου ὁ ἔν τινι πλεονασμός. κάτω βάλλωμεν τοὺς ὀφθαλμούς, ἄνω αἴρωμεν τὸν νοῦν, μὴ λιχνιζόμενοι ταῖς ἐμπαθέσι διαβλέψεσι· μήτε ἀφῶμεν τὴν διάνοιαν στρέφεσθαι εἰς Αἴγυπτον καὶ ἐμμακελλεύειν ἐκεῖσε ἐκ τῶν ποτὲ τεθεωρημένων καὶ πεπραγμένων. παλαιοὶ ζωγράφοι καὶ καινοὶ ἐν ἡμῖν, καὶ οἳ μὲν ὑπὸ τῶν πρώτων, οἳ δὲ ὑπὸ τῶν δευτέρων ἁλισκόμεθα. καλὴ ἡ ἀνάγνωσις καὶ ἡ φιλομάθεια τῶν πνευματικῶν πάντων, ἀλλ’ ἐὰν ἐν νενεκρωμένῳ θελήματι γίγνοιτο, κατὰ μόνην τὴν τοῦ ὁδηγοῦντος βούλησιν· ὁ γὰρ ἐν ἑαυτῷ νεκρὸς ἐν τῷ καθηγοῦντι ζῶν ἐστι, καὶ ὁ πρὸς ἑαυτὸν ἀκίνητος ταῖς ὁρμαῖς πυρὸς σφοδρότερος ἐν τῇ τοῦ διδασκάλου ἐπιθυμίᾳ κεῖται, ζῶν καὶ οὐ ζῶν ἐστιν, σπεύδων καὶ οὐ σπεύδων, φιλομαθῶν καὶ οὐ φιλομαθῶν, τὸ μὲν διὰ τὸ τοῦ καθηγουμένου θέλημα, τὸ δὲ διὰ τὸ ἀπόπεμπτον τῆς ἰδιογνωμοσύνης.

ἐὰν οὕτω, καλὴ ἡ ἀνάληψις τῶν μαθημάτων καὶ συμφερόντως· εἰ δὲ μὴ οὕτως, τὸ ἀγροικίζειν προτιμητέον καὶ ἀμαθαίνειν, ἵν’ ἐντεῦθεν κατὰ προκοπὴν βαδιοῦμεν εἰς τὸ ζητούμενον. τίς οὐκ ἐπιθυμεῖ πατὴρ τὸν ἑαυτοῦ υἱὸν εἶναι τῶν βελτίστων καὶ ἀξιαγάστων; τοσοῦτον δὲ ὁ πνευματικὸς πρὸς τὸν σωματικόν, ὅσον τὸ διάφορον ψυχῆς πρὸς σάρκα. ἐρῶμεν καὶ φιλοῦμεν πλήρεις ὑμᾶς εἶναι παντὸς ἀγαθοῦ, ἀπό τε γνώσεως, ἀπὸ συνέσεως, ἀπὸ εἰδήσεως, καὶ τοσοῦτον ὅσον, ὡς δοκῶ, οὐδὲ αὐτοὶ ἑαυτούς. καὶ τοῦτο οἶδεν ὁ τῶν ἀφανῶν γνώστης, εἴδοιε δ’ ἂν καὶ ὁ κοινὸς πατὴρ ἡμῶν· οὐδὲν γὰρ αὐτῷ ἀπόῤῥητον τῶν ἐν ἐμοὶ βουλευμάτων, προσθήσω καὶ ἁμαρτημάτων. τίς ἂν ἔδωκέ μοι ἰσχὺν ἕνα ἕκαστον ὑμῶν σοφίσαι καὶ ἀπαρτίσαι σκεῦος ἐκλογῆς εὔχρηστον τῷ δεσπότῃ διὰ βίου τε καὶ θείας γνώσεως καὶ πράξεως;

ἀλλ’ ἐπεὶ ταλαίπωρός εἰμι καὶ ῥυπαρός, ἀσθενοῦσαν ἔχω τὴν φύσιν· πλὴν διάφορα τὰ παρὰ Χριστοῦ χαρίσματα, καὶ ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ γνώσεως, ἑτέρῳ δὲ χάρισμα διακονίας, ἄλλῳ ἐμμελείας, ἄλλῳ ἀγρυπνίας, ἑτέρῳ ἐγκρατείας, ἄλλῳ περὶ βρωμάτων, ἄλλῳ πάλιν φιλεργίας καὶ ἀναλήψεως τῶν βαρυτέρων καμάτων, ἄλλῳ περισσοτέρας ὑμνολογίας δύναμις, καὶ μέντοι ἑτέρῳ πρὸς τὰ ἔξω πρόσωπα θεωρίας καὶ ὁμολογίας καὶ μέντοι καὶ πραγματείας, ἄλλῳ συμβουλῆς καὶ διαταγῆς καὶ διακρίσεως, ἑτέρῳ δουλείας καὶ πρὸς τὰ ἔσχατα ἔργα καὶ δοκοῦντα ῥυπαρότατα σχολῆς τε καὶ ἐπιμονῆς, εἴτε μαγειρικῆς φημί, εἴτε ἀρτοποιητικῆς, εἴτε ἀροτριωτικῆς, εἴτε ἀμπελουργικῆς, εἴτε ἁλιευτικῆς ἢ ἄλλης εἰτινοσοῦν. ταῦτα δὲ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, καθὼς ὁ ἀπόστολος διδάσκει, καὶ πάντες ἓν σῶμα ὄντες ἀλλήλους ἀντιδιδῶμεν τὰς οἰκείας ἐνεργείας καὶ εἰς ἀλλήλους περιχωροῦσι τὰ ἑκάστου πρὸς ἕκαστον χαρίσματα, ὡς ἐπὶ τῶν μελῶν ἔστιν ἰδεῖν τοῦ σώματος.

καὶ οὐχ ὅτι τὸ στόμα φθέγγεται καὶ διαλέγεται καὶ διατάσσεται, κατεξανίσταται τῶν ποδῶν, ὡς τὴν ἐσχάτην χώραν λαχόντων καὶ πορευτικήν· οὐδ’ ὅτι ὁ ὀφθαλμὸς ὁρᾷ καὶ προβέβληται, κατεπαίρεται τῶν χειρῶν, ὡς δουλευόντων ταῖς ἐνεργείαις, οὐ μὴν οὐδὲ τὰ ὑπερέχοντα τῶν ὑφιζανόντων, ἀλλ’ ἀνταποδίδωσιν ἑκάστῳ τὸ πλησιάζον, τὸ κατὰ χρέος, καὶ μένει τὸ ὅλον σῶμα ὁλόκληρον καὶ ἀπηρτισμένον πρὸς τὴν κατὰ χρείαν κίνησιν. οὕτως καὶ ἐφ’ ἡμῖν τῆς ἐκκλησίας τοῦ θεοῦ λογιστέον· μόνον μὴ ἐξ ἐριθείας καὶ ἰδιοθελείας εἰτινοσοῦν ἔστω ἡ σπουδή, ὡς προλέλεχα· οὐδὲ γὰρ τὸ οὖς ἢ ἡ ῥὶς ἀφ’ ἑαυτῶν ἐξελέξαντο τὴν θέσιν· ἀλλ’, ὡς ᾠκοδομήθη ὑπὸ τοῦ πλαστουργοῦ θεοῦ, τὴν οἰκείαν ἕκαστον χώραν λαχὸν ἀπείληφεν· καὶ ὥσπερ ἡ δόξα τῆς κεφαλῆς δόξα τῶν ὀφθαλμῶν, καὶ ἡ δόξα τῶν χειρῶν δόξα τῶν ποδῶν, ἐκάστου μέλους πρὸς τὸ ἕτερον ἀναφερομένου τὴν τιμήν, οὕτω καὶ ἐπὶ τῆς ἀδελφότητος ἴση ἡ τιμὴ καὶ ἡ δόξα· νῦν δὲ καὶ εἰς τὸν μέλλοντα αἰῶνα ἔσται. διό, εἰ καὶ χεὶρ εἰμί, οὐκ ἠλάττωμαι συνδοξάζεσθαι τῷ ὀφθαλμῷ μου· οὐδέ, εἰ ποῦς εἰμί, ἀποκέκριμαι τοῦ κλήρου τῆς τιμῆς τῶν χειλέων μου· ὁ αὐτὸς γάρ εἰμι ἐν πᾶσι, καὶ τιμώμενος καὶ δυσφημούμενος.

σοφοί ἐστε τὰ θεῖα· σύνετε ἃ λέγω, μᾶλλον δὲ ἃ λέγουσι καὶ κελεύουσι καὶ διδάσκουσιν οἱ ἅγιοι πατέρες ἡμῶν· ἐν οἷς στηριχθείητε προκόπτοντες καὶ ἐπαυξούμενοι ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τῶν ψυχῶν ὑμῶν κατεργαζόμενοι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΗʹ. Ὅτι ὁ πίστιν ἀδιάῤῥηκτον πρὸς τὸν καθηγούμενον ἔχων καὶ προσθήκαις ἀρετῶν {ηγούμενον ἔχων καὶ προσθήκαις ἀρετῶν ἡμέραν ἐξ ἡμέρας ἑαυτῷ θησαυρίζων ἀξιωθήσεται καταταγῆναι ἐν τῷ κλήρῳ τῶν ἁγίων.} Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, εἰ καὶ ἀχρεῖος ὁ λόγος μου πρὸς ὑμᾶς καὶ ἀνωφελής, ἀλλ’ οὖν κατ’ ἐπιθυμίαν εἰμὶ πάντοτε προσομιλεῖν ὑμῖν τὰ δέοντα· ῥᾴους γὰρ γίνεσθαι οἶδ’ ὅτι ὑπομνησκόμενοι καὶ ἐπιστημονικώτεροι καὶ νηφαλεωδέστεροι ἐπᾳδόμενοι, καὶ τὸ ὅλον ἀμφοτέροις, ἐμοί τε λέγοντι καὶ ὑμῖν ἀκούουσι, σωτήριον. δέον γάρ μοι νύκτωρ τε καὶ μεθ’ ἡμέραν ὥσπερ οἱ τῶν ἀλόγων θρεμμάτων ἡγεμονεύοντες τῇ κατηχητικῇ φωνῇ ἀεὶ ὥσπερ τινὶ σύριγγι κεχρῆσθαι, καὶ τοὺς μὲν ἐναπομένοντας διὰ ῥᾳθυμίας ἀνακαλεῖσθαι, τοὺς δὲ ἐπιστρέφειν ὀλισθαίνοντας δι’ ἀπειθείας ὑποστηρίζειν τε αὐτοὺς σαθρουμένους, καὶ τοὺς μὲν παρακαλεῖν, τοὺς δὲ νουθετεῖν, τοὺς δὲ προθυμεῖσθαι, ἐνίους τε ἐπιτιμᾶν ἀτακτοῦντας, ἐπειδήπερ τὸ ἀῤῥωστοῦν χρῄζει καὶ τομῆς καὶ καύσεως καὶ τῶν ἄλλων πικροτάτων φαρμάκων τῆς ἰατρείας.

Ἀλλὰ τί πάθω ὁ τάλας, ὅτι ἀφ’ ἡμερῶν πολλῶν μέχρι τοῦ δεῦρο παρεσιώπησα, ὑπὸ τῆς ἀσθενείας ἐνεργούμενος; διὸ ἐπείπερ μικρόν τι ἐδραξάμην δυνάμεως, ἀναγκαῖον πάλιν τὸ σύνηθες ἀποπληροῦν καὶ προσαγορεύειν καὶ προσασπάζεσθαι, ποιμαίνειν καὶ ὁδηγεῖν ὑμᾶς, ταῖς εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν, ἐπὶ τοὺς τόπους τῆς ἀναπαύσεως τῶν ἁγίων ἐντολῶν τοῦ Χριστοῦ. τίς δὲ ἆρα ὁ πιστὸς καὶ φρόνιμος, ὁ πάντα λόγον θεῖον ἐνωτιζόμενος καὶ τὴν ψυχὴν ἀνακαίων δι’ ἐπιζητήσεως ἐργασίας ἀγαθῆς εἰς τὸν πόθον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; τίς ὁ ἑστὼς ἑδραῖος καὶ ἀμετακίνητος ἐπὶ τὴν πέτραν τῆς ὑπομονῆς καὶ μηδαμῶς σαλευόμενος ταῖς ἀπὸ τῶν ἔξωθέν τε καὶ ἔσωθεν συμβαινούσαις προσκρούσεσι τῶν ἀοράτων ἐχθρῶν καὶ τῶν ὁρωμένων ἀδελφῶν; τίς ὁ ἡμέραν ἐξ ἡμέρας προσθήκας ἐπὶ προσθήκαις ἀρετῶν θησαυριζόμενος καὶ μὴ ἐκλυόμενος ἐν ταῖς θείαις λειτουργίαις ταῖς τε ἡμεριναῖς καὶ ταῖς νυκτεριναῖς; τίς ὁ δεθεὶς ἐν πίστει δι’ ὁμολογίας θεοῦ πρὸς τὸν καθηγούμενον, ὡς ἀδιάῤῥηκτον εἶναι μέχρις αἵματος ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν ἐπεισερχομέναις ἀντιστάσεσι; τίς ὁ ἄσχετος καὶ ἄφιλος παντὸς τοῦ κόσμου καὶ τῶν κατὰ σάρκα καὶ αἷμα κοινωνούντων, ὡς μόνῳ τῷ θείῳ ἔρωτι κατέχεσθαι; τίς ὁ μὴ οἰκείῳ ἐν πᾶσι θελήματι κραταιούμενος, ἐν ἐφέσει δὲ ὢν ἀεὶ τῷ τοῦ προεστῶτος ἀποπληροῦν καὶ θεραπεύειν;

τίς ὁ τὰς ἐπιθυμίας καὶ ἡδονὰς πάσας τοῦ κόσμου, δόξας τε καὶ λαμπρότητας, ἀρχάς τε καὶ ἐξουσίας καὶ βασιλείας ὡς ἐν ὀνείρῳ τιθέμενος διὰ τὴν ἀληθινὴν ὄντως ἡδονὴν καὶ εὐφροσύνην τῶν αἰωνίων ἀγαθῶν καὶ διὰ τὸ μέγα ἀξίωμα τῆς βασιλείας τῶν οὐρανῶν; τίς ὁ γλιχόμενος καὶ ἐπιζητῶν τέλειος εἶναι κατὰ πᾶσαν ἐργασίαν θεοῦ καὶ προαιρούμενος τῇ διαθέσει καθ’ ἑκάστην ἡμέραν ὑπὲρ Χριστοῦ ἀποθνήσκειν; “οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ”, ὡς γέγραπται.

Τοιούτους τοιγαροῦν ἐπιζητεῖ ὑμᾶς ὁ λόγος εἶναι, τέκνα καὶ ἀδελφοί· τηλικούτους, προθυμουμένους ἀεί, διεγηγερμένους, ἐκθύμους τῇ προθυμίᾳ, ζέοντας τῇ καρτερίᾳ, θερμοὺς τῇ ἐργασίᾳ, πεπυρωμένους τῇ θείᾳ ἐπιθυμίᾳ, τρέχοντας κατὰ ψυχήν, ἱδροῦντας κατὰ διάνοιαν, ἁρπάζοντας τὴν βασιλείαν τῶν οὐρανῶν. καὶ γοῦν τίς ἐστιν ὁ δυνάμενος κερδῆσαι κατὰ κόσμον, ἢ πολλὰ ἀμήσασθαι, ἢ καταπλουτῆσαι, ἢ ἐπιτυχεῖν μεγάλου πράγματος, εἰ μὴ δράμῃ καὶ καταδιώξῃ, ἐπιποθήσῃ καὶ ζητήσῃ, χώρας καὶ πόλεις ἀμείβων καὶ πολλὰς ἄλλας ταλαιπωρίας ἀναδεχόμενος ὑπὲρ τοῦ ἐπιτυχεῖν τὰ ἐπιθυμούμενα; κατὰ πόσον οὖν λοιπὸν ὀξύτερα καὶ ἐπιμοχθότερα ὀφείλουσιν εἶναι τὰ ἡμέτερα ἀγωνίσματα; ὅσον οὐδέ ἐστιν εἰπεῖν, ὅτι οἳ μὲν σάρκα καὶ κόσμον ζητοῦσιν, ἡμεῖς δὲ θεὸν καὶ οὐρανὸν καὶ τὰ ἐν οὐρανοῖς.

Μὴ δὴ οὖν, παρακαλῶ, λοιπὸν ἀποῤῥᾳθυμήσωμεν ταῖς ἐπιβιώσεσι τῆς παραυτίκα ζωῆς, μηδὲ τὸ πολυχρόνιον τοῦ σχήματος ἐξίτηλον ἡμῶν ποιείτω τὸν τόνον τῆς ψυχῆς, μηδὲ τὸ τῆς ἐπιθυμίας πῦρ ἐναποσβεννύτω τὸ προβεβηκὸς τῆς ἡλικίας, τοὐναντίον δὲ πονώτερον καὶ διαπυρώτερον ἀποδεικνύτω· καὶ στῶμεν πάντες γενναίως πρὸς τὰς μεθοδείας τοῦ ἀντικειμένου, ἐνωπλισμένοι τὴν πνευματικὴν παντευχίαν, τὴν ὑπακοὴν φημί, τὴν ταπείνωσιν, τὴν πραότητα, τὴν ἐλπίδα, τὴν πίστιν, τὴν καρτερίαν, τὴν εὐλάβειαν, τὴν ἀγάπην, τὴν εἰρήνην, διὰ παντὸς τὴν αἴνεσιν τοῦ κυρίου ἔχοντες ἐν τῷ στόματι ἡμῶν, μεγαλύνοντες καὶ δοξάζοντες αὐτόν, ὅτι κατηξίωσεν ἡμᾶς ἐν τῷ κλήρῳ τούτῳ τῷ ἁγίῳ καταταγῆναι, ἐν τῇ μερίδι τῶν ὁσίων αὐτοῦ, καὶ οὕτως πάντα τὰ θεοφιλῆ κατεργαζόμενοι διαπεραιοῦμεν τὸν βίον ἡμῶν καὶ ὁποῖον τὸ πέρας καὶ τὸ ἀνταπόδομα, δέδωκεν ἡμῖν αὐτὸς ὁ κύριος ἐν τοῖς ἁγίοις αὑτοῦ εὐαγγελίοις· εἰπών· “πᾶς ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει”.

Οὕτω μὲν ταῦτα δι’ ὀλίγων ὑμῖν τὸ παρὸν κατηχήσαμεν· εἴη δὲ καὶ πρὸς τὸ ἑξῆς δι’ εὐχῶν ὑμῶν δύναμις τοῦ πράττειν με τὰ προστεταγμένα μοι καὶ ἀνήκοντα. ἔστι δέ μοι καὶ ἄλλος τις πρὸς ὑμᾶς λόγος πρὸς τὸ παρόν, καὶ ἀκούσατε. ἐν τῇ προτέρᾳ μου ἀσθενείᾳ, ἐπειδὴ ἦλθον ἐπ’ αὐτὰς τὰς πύλας τοῦ ᾍδου, καθ’ ὃ προσῆκεν ἐξελεξάμην ὑμῖν τὸν μετ’ ἐμὲ ἡγουμενεύσοντα, καθάπερ ἀπ’ ἐμοῦ τὸν ὀφείλοντα ἐπεζητήσατε, καὶ ἔδωκα ὑμῖν μετὰ πολλῆς περισκέψεως καὶ θείας ἐπικρίσεως τὸν καλόγηρον· πάλιν δὲ ᾠκονόμησεν ὁ κύριος τοῦ ἐπιζῆν με δι’ ὑμᾶς. εἶτα τινὲς ἐξ ὑμῶν ἀπαιδευσίᾳ καὶ ἀταξίᾳ ἀγόμενοι (οὐ γὰρ τῶν προσεχόντων τοῦτο, οὐδὲ τῶν εὐφρόνων) ἤρξαντο φλυαρεῖν καὶ τὸν μὲν ἀποδοκιμάζειν, τὸν δὲ ἐγκρίνειν, καὶ κατέστησαν ἑαυτοὺς ἄρχοντας καὶ δικαστάς, μᾶλλον δὲ φατριαστάς, ἐπὶ σκανδάλῳ τῆς ἀδελφότητος. τοῦτο τοιγαροῦν ἀκηκοώς, καλὸν ἡγησάμην ἀποῤῥαπίσαι τὰς τοιαύτας φλυαρίας καὶ ἀθυροστομίας διὰ τῆς ἀσφαλείας. ὃ τοίνυν γέγονε, καλῶς καὶ ἐνθέσμως, καὶ πιστεύω ὑπὸ πνεύματος ἁγίου. ἐπειδὴ δὲ ζῶ ἐγὼ ὁ τάλας ἔτι, ἀργὰ τὰ γεγενημένα· κύριος γάρ εἰμι ἐπιδιατάσσεσθαι τῇ διαθήκῃ μου, ἐφ’ ὅσον ζῶ, καθὼς λέγει ὁ ἀπόστολος. ὥστε πάλιν ἄλλης διαθήκης μου χρεία, ὁπηνίκα κελεύει με ὁ θεὸς ἐξέρχεσθαι τοῦ βίου.

ἡ δὲ διαθήκη μου τοιαύτη, κἂν ἁμαρτωλός εἰμι, ὡς ἡ τῶν ἁγίων μου πατέρων (ὧν οὐκ εἰμὶ ἄξιος τοῦ κονιορτοῦ τῶν ποδῶν), τοῦ ἐν καιρῷ ἐξόδου μου ὑπὸ πάσης τῆς ἀδελφότητος ἐκλεχθῆναι τὸν προέχοντα ἐν ἀρετῇ καὶ γνώσει καὶ τοῦτον φανερωθῆναί μοι, ἵνα δώσω ὑμῖν κεφαλὴν καὶ ἡγούμενον, οἷον ἂν εἴη, κἄν τε Πέτρος, κἄν τε Παῦλος, κἄν τε ἄλλο τι πρόσωπον ἀνυπονόητον· οὕτω γὰρ ἔχει ἡ ἀλήθεια. τὸ δέ γε νῦν ἔχον ὁ καλόγηρος ἀντιπρόσωπόν μου καὶ μόνον, ἐπειδὴ τοῦτο ἀναγκαῖον, διάδοχος δέ μου οὐδεὶς ὡρισμένος μέχρι τοῦ τότε καιροῦ. λοιπὸν παύσασθε καὶ μηκέτι τὰς ἀκαίρους ζητήσεις ποιεῖσθε· ὁ γὰρ ἁλοὺς ἐπιτιμίοις ὑποβληθήσεται βαρυτάτοις, ὡς αἴτιος ἀταξίας. ὁ δὲ θεὸς τῆς εἰρήνης κρατύνει καὶ βεβαιώσει, στηρίξει καὶ ὀχυρώσει, βελτιώσει καὶ κατακοσμήσει, ὑψώσει καὶ τελειώσει ἐν πάσῃ εὐπραξίᾳ, ἐν πάσῃ ἐπιστήμῃ καὶ καταστάσει, τοὺς μικροὺς καὶ τοὺς εὐδρομοῦντας, ἵνα πάντες ἐν ἑνὶ πνεύματι σύμφωνον δοξολογίαν ἀναπέμψωμεν τῷ κράτει αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΙΘʹ. Περὶ τῆς καλλίστης ἡμῶν συνδιαγωγῆς καὶ τοῦ μὴ ἐπαίρεσθαι ἐν τοῖς χαρίσμασιν ἀλλ’ ἐπεκτείνεσθαι ἀεὶ πρὸς τὰ κρείττονα. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἄλλοι μὲν συναγόμενοί τε καὶ συναθροιζόμενοι περὶ ἄλλων βουλεύονται, καὶ οἳ μὲν περὶ κέρδους τοῦ ἀπολλυμένου πλούτου, οἳ δὲ περὶ ἀξιώματος ἐπιτυχίαν τοῦ συγκαταλυομένου τῷ παρόντι αἰῶνι· ἄλλοι περὶ τοῦ ἀνταμύνασθαι τὸν πλησίον καὶ ἐκνικῆσαι κατὰ τὸ σπουδαζόμενον· ἕτεροι ἐπὶ τοῦ γυναῖκα ἀγαγέσθαι ἢ πλούτῳ κομῶσαν, ἢ κάλλει κεκοσμημένην, καὶ μέντοι τινὲς ἐπὶ τὸ πολεμίους τροπώσασθαι σωματικούς. εἰσὶ δὲ οἳ καὶ συνέδριον γίνονται ματαιότητος καὶ παρανομίας, ὧν ἀπεύχεται ὁ θεοπάτωρ Δαβὶδ τὴν συγκαθέδραν καὶ εἴσοδον, καὶ ἁπλῶς κατὰ πολλοὺς τρόπους καὶ λόγους τοὺς ἐν τῷ βίῳ θεωρουμένους οἱ συνερχόμενοι συνέρχονται καὶ συμβουλεύονται. ἡμῖν δέ, ὡς ὁρᾶτε, ἡ συμβουλὴ καὶ ἡ συγκαθέδρα οὐδ’ ὅτι οὖν περὶ τοιούτου (πῶς γὰρ τοῖς ἔξω κόσμου τὰ κατὰ κόσμον ἐφαρμώσει;), ἀλλὰ περὶ σωτηρίας ψυχῆς, περὶ ἀπαλλαγῆς σχέσεως κόσμου, περὶ κτήσεως ἀρετῶν, περὶ τροπώσεως καὶ καθαιρέσεως τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου καὶ τῶν ὑπ’ αὐτὸν ἀποστατικῶν δυνάμεων, περὶ ἀμοιβῆς καὶ ἀπολαύσεως τῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀῤῥήτων καὶ ἀνακούστων καὶ ἀνεπινοήτων ἀγαθῶν. καὶ ὢ τῆς καλῆς καὶ ἡλίκης ταύτης συνεδρεύσεως!

ἐν ἐκείνοις ὁ τερπόμενος καὶ συνεπαμυνόμενος ὡς τὰ πολλὰ ὁ Σατανᾶς ἐστι καὶ οἱ διάκονοι αὐτοῦς διὸ καὶ τὰς ἐπιτυχίας ἀποτυχίας ψυχῆς καταλαμβάνουσιν· ἐν δὲ τῷ παρόντι καὶ τοιούτῳ συνεδρίῳ ὁ θεὸς ὡς ἀληθῶς χαίρει καὶ εὐφραίνεται καὶ συνεπικουρεῖ, χαίρουσι δὲ καὶ οἱ ἄγγελοι, ὡς γέγραπται, καὶ πάντες οἱ ἅγιοι.

Ἐπεὶ τοιγαροῦν διέγνωμεν τὸ διάφορον τῶν ἑκατέρων συνεδρίων καὶ ὡς ἐν ἡμῖν τὸ φῶς καὶ ἡ ζωὴ καὶ ἡ ἀληθινὴ χαρά (οὐδὲν γὰρ ψυχῆς σῳζομένης χαριέστερον), ἐχώμεθα τούτου τοῦ καλοῦ συνεδρίου καὶ σπεύδωμεν ἐπ’ αὐτὸ καὶ προθυμότερον συνερχώμεθα καὶ βουλευώμεθα καὶ συνδιασκεπτώμεθα περὶ τῶν ὄντως ζητητῶν καὶ ἐφετῶν, καὶ νῦν μὲν περὶ τῆς εἰς θεὸν ἱερᾶς καὶ ζωοπύρου ἀγάπης, μεθ’ ἧς καὶ περὶ τῆς εἰς ἀλλήλους ἀφθόνου καὶ ἀπαῤῥησιάστου, νῦν δὲ περὶ ἀποῤῥαγῆς τῶν ὀλεθρίων καὶ γενικῶν παθῶν τῆς ψυχῆς, ἐπιθυμίας λέγω καὶ φιλοδοξίας καὶ τῆς ἀπὸ τούτων μυριοβρύτου πολυπαθείας· καὶ πῇ μὲν περὶ ἀνυποκρίτου ὑπακοῆς καὶ χριστομιμήτου ταπεινώσεως, τῆς μάλιστα ἐπιζητουμένης, πῇ δὲ περὶ τῆς ἀνοθεύτου ὑποταγῆς καὶ εἰλικρινοῦς πρὸς τὸν καθηγούμενον πίστεως, δι’ ἧς βάλλεται ὁ ἀντικείμενος καὶ εὐδρομεῖ ὁ ὑπήκοος. καί γε τοῦτο ἐξαιρέτως ἡμῖν καὶ γνωστέον καὶ φυλακτέον· οὐ γὰρ οἷόν τε ἄλλως ἡμᾶς διαδρᾶσαι τὰς παγίδας τοῦ ἐχθροῦ, οὐδὲ ἐπὶ τὴν ἀσάλευτον πέτραν τοῦ Χριστοῦ ἐρεῖσαι τὰ κατὰ θεὸν ἡμῶν διαβήματα, οὐδὲ ἀναδείμασθαι οἶκον πνευματικόν, πεπληρωμένον πάσης ἀγαθοεργίας.

διὰ τοῦτο πιπτέτω τὸ ἰδιόῤῥυθμον, τὸ μεμψίμοιρον, τὸ φιλόδοξον, τὸ φιλόπρωτον, τὸ οἰηματικόν, τὸ ἐνδεικτικόν, εἴτε ἐν εὐμελείᾳ, εἴτε ἐν εὐφωνίᾳ, εἴτε ἐν εὐφυΐᾳ χειρεργικῇ, καλλιγραφικῆς, φημί, ἀμφιαστικῆς, λεπτουργικῆς, χαλκευτικῆς, ὑφαντικῆς, ἤ τινος οὖν ἄλλης, καὶ μάλιστα ἐν ἀναγνώσει ἢ διαγνώσει τῶν θείων γραφικῶν ῥημάτων καὶ νοημάτων· ὁ γὰρ ἕν τι χάρισμα, ἢ δύο, ἢ καὶ πλεῖστα κεκτημένος ἐκ θείας δωρεᾶς, οὐκ ὀφείλει αἴρεσθαι καὶ ὑπερηφανεύεσθαι κατὰ τῶν ὑποδεεστέρων (ἀφροσύνη γάρ· ὃς καὶ ἐπιπλήσσεται ὑπὸ τοῦ θείου ἀποστόλου, λέγοντος· “τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών”;), ταπεινοῦσθαι δὲ καὶ φοβεῖσθαι καὶ ὑποτρέμειν ὡς ἀνάξιος τῶν δωρεῶν, ἵνα τῆς κυριολέκτου φωνῆς ἀκούσῃ· “εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω”.

Οὕτως οὖν ὑμᾶς συμβιβάζει καὶ συναθροίζει ἐπὶ τὸ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐν τούτοις τὸ ἐπισύναγμα ὑμῶν, αὔξει καὶ θάλλει καὶ μᾶλλον ἔτι καὶ ἔτι κρατύνεται καὶ ὑπὲρ μύρου παντὸς εὐωδίαν ἀφίησι θεόπνευστον τοῖς ὀσφραινομένοις τὰ κάλλιστα. διὸ ἐπειχθῶμεν, ἀδελφοί μου, ἐπειχθῶμεν· ἐπιγινώμεθα ἔτι καὶ ἐπεγειρώμεθα, τὸ μὲν κατορθοῦντες, τὸ δὲ διορθούμενοι, πρὸς μὲν τὸ ἐπανερχόμενοι, πρὸς δὲ τὸ κατεπειγόμενοι, καὶ ὑπὲρ μὲν τοῦδε πονοῦντες, ἵν’ ὁρῶν τὸ ἐπίπονον ὁ θεὸς εὐμαρίσῃ τὸ σπουδαζόμενον, ὑπὲρ δὲ τοῦ ἀνδρειούμενοι, ὡς ἂν ὁ τὴν δειλίαν ἐπισπείρων ἐχθρὸς ἐξαφανισθῇ τέλειον· καὶ ἀπὸ μὲν τοῦ μικρὸν ὅσον ὅσον ἡ δύναμις ἔχει ληπτέον (φίλον γὰρ θεῷ τοῦτο), ἀπὸ δὲ τοῦ, ἐπεὶ ὑπὲρ δύναμιν καὶ ἀξίαν, μηδὲ ἐφίεσθαι ἀβούλως, μηδὲ ζητεῖν καιρὸν εἰσελεύσεως. τίνα δὲ ταῦτα;

τὰ μὲν πρότερα ἀρεταί, ἤγουν δάκρυον, προσευχή, γονυκλισία, στεναγμός, κατάνυξις, στιχολογία, ἀνάγνωσις, ἐργόχειρον, ἀγρυπνία, ἡσυχία, νοῦ πρὸς θεὸν ἐκδημία, κατήφεια, ὀφθαλμοῦ κατάνευσις, γέλωτος ἐγκράτεια, μελίσσης τρόπῳ ἔνθεν κἀκεῖθεν ἐκ τῶν ἐξανθούντων ἀρετῶν τῇ ἀδελφότητι συλλαγωγοῦντος καὶ συνεισφερομένου ἑκάστου· τὰ δὲ δεύτερα αἱ ἄλογοι καὶ κενόδοξοι ἐπιθυμίαι, τῆσδε τῆς διακονίας ἀναχώρησιν, τῆσδε ἐπιτεύξεως, τῆς μὲν ὡς ἀχρήστου, τῆς δὲ ὡς τιμιωτέρας καὶ τῆς μὲν ὡς βαρείας, τῆς δὲ ὡς ἐλαφροτέρας καὶ συμφερούσης, καὶ τῆς μὲν ὡς ἀγροίκου, τῆς δὲ ὡς σοφιζούσης καὶ συνετιζούσης. καὶ ἐπιλείψει με ἡ ὥρα διαρθροῦντα καὶ διεκλεγόμενον ἓν καθ’ ἓν τῶν ἀβούλων καὶ ἀσυμφώνων ἐπιθυμημάτων· φιλοῦσι γὰρ οἳ μὲν οὐ καλλιγραφεῖν λέγω, ἀλλὰ παθογραφεῖν, ἀφυεῖς ὄντες καὶ ἀσύνθετοι, οἳ δὲ βιβλοφυλακεῖν, ἐσχατώτεροι ὄντες καὶ ἀπεριδέξιοι· οἳ δὲ ἱεροφρουρεῖν, ἀνίεροι ὄντες καὶ ἀσυντέλεστοι· οἳ δὲ πολυαναγνωστεῖν καὶ λεξολογεῖν, φιλόδοξοι ὄντες καὶ πλεονεκτικοὶ καὶ οὐ διδόντες θεῷ χάριν ἐφ’ οἷς ἔφθασαν ἀναξίως ἔχειν. τίνες γὰρ καὶ εἶεν πρότερον; καί γε τί οὐ βλέπουσι, ποῦ ἦσαν καὶ ποῦ κεῖνται; ἐξ ἀλογίας εἰς λόγον, ἐξ ἀπαιδευσίας, εἴπερ καὶ στέργουσιν, εἰς παίδευσιν, ἐξ ἀγροικίας, εἴπερ καὶ προσέχουσιν, εἰς γνῶσιν.

καὶ γοῦν εἰσί τινες οἵ γε ἄλλα παρὰ ταῦτα ζητοῦντες ἐπεκτικώτερον, ὡς θεοειδέστεροι τοῦ δοκεῖν, ἐγὼ δὲ λέγω ὡς ἀφρονέστεροί τε καὶ οἰηματικώτεροι. τίνα δὲ ταῦτα; πλείων τῶν ἄλλων ἐγκράτειαν, τριχίνου ἐσθήματος φορεσίαν, τοπικήν τινα ἡσυχίαν ὑπὲρ πάντας, λίθου βασταγὴν ἐπὶ στόματος, γονυκλισιῶν πλήθη· ἅπερ ἀπείρηται τοῖς πατράσιν ἐν ἀδελφότητι, ὡς ἀλληλόπληκτα καὶ ὑπερηφανόβουλα καὶ φθονοποιὰ καὶ διαῤῥηκτικὰ τῆς ὁμοψύχου συναφείας. “Ἃ οὖν προσετάγη σοι”, ἄφρων, “ταῦτα διανοοῦ”, ὡς ἡ Σοφία λέγει, “καὶ μὴ ζήτει” φησί “παρὰ κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν”, καὶ μὴ ζήτει πολὺ δίκαιος γενέσθαι, μηδὲ σοφίζου περισσά· ἀρκοῦ δὲ τοῖς προστεταγμένοις καὶ ἐπιτεταγμένοις σοι καὶ προστίθει καὶ πλεονέκτει ἐν οἷς πολὺ τὸ κέρδος καὶ οὐδεμία ἔχθρα τῇ ἀδελφότητι καὶ λύσσα, χαρὰ δὲ καὶ ὁμοζηλία, ἐν τῷ ἀγογγύστῳ, ἐν τῷ ἀφθόνῳ, ἐν τῷ εὐηκόῳ, ἐν τῷ καταβεβλημένῳ φρονήματι, ἐν τῷ στέργειν καὶ στοιχεῖν ἐν πᾶσι, τοῖς τε διδομένοις τοῖς τε ἐντεταλμένοις βρώμασι, πόμασιν, ἐνδύμασιν, ὑποδήμασι, διακονίαις, ἀναγνώσεσι, ψαλμῳδίαις, ἀποκρίσεσι, προόδοις, ὁποῖαί ποτ’ ἂν καὶ ἡνίκα ὦσι καὶ ἐγγίνωνται, ἵνα ἐν τούτοις καὶ ὑπερφαίνοις καὶ ὑπεραυγάζοις καὶ προτερεύοις ὡς φωστήρ, ὡς ἀστήρ, ὡς ἄρχων πνευματικός.

ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ διαβιβάσας ἡμᾶς τὸ ἓν ἑβδοματικὸν στάδιον τῶν ἁγίων νηστειῶν, ἀξιώσειε καὶ ἐπὶ τὸ πέρας ἐλθεῖν τῶν πνευματικῶν ἀγώνων, ἵνα τοὺς τῆς νίκης στεφάνους ἀναδησάμενοι ἑορτάσωμεν τῷ κυρίῳ ἑορτὴν τὴν ἐξόδιον καὶ πασχάλιον· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚʹ. Περὶ φυλακῆς τῶν θείων ἐντολῶν καὶ τοῦ μὴ μετ’ αὐθεντείας προστάσσειν τοὺς πρώτους τῇ ἀδελφότητι. Ἀδελφοί μου καὶ πατέρες καὶ τέκνα, ἤδη διιππεύομεν τὸν ἱερὸν χρόνον τῶν νηστειῶν καὶ ὡς εἰς τρίτον δίαυλον τοῦ πνευματικοῦ δρόμου πάλιν ἐπεισερχόμεθα. ζητείσθω δὲ ἐν ὑμῖν, εἰ κατώρθωται τὰ δέοντα καὶ ὀφειλόμενα, εἰ ἐκτησάμεθα ὑπακοὴν ἀντίλογον καὶ ἀνυπόκριτον, εἰ ἠσπασάμεθα εὐλάβειαν εὐκατάνυκτον καὶ προσευχὴν ἐνεπίμονον, εἰ ἐπλουτήσαμεν δάκρυον θεοπαράκλητον καὶ στεναγμὸν εὐσυναίσθητον, εἰ ἐθησαυρίσαμεν πίστιν ἀπρόσκοπον καὶ ἐλπίδα ἀκαταίσχυντον, εἰ ἐφυλαξάμεθα ἀγογγυσίαν εὐπρόσιτον καὶ ἐγκράτειαν ἰσοδύναμον, λόγου ἐναντιωματικοῦ σκληρότητα, ῥήματος ὑβριστικοῦ θρασύτητα, ἔριδα, μάχην, βασκανίαν, ἰδιοῤῥυθμίαν, ταὐτοβουλίαν ταῦτα γὰρ ἀπαιτεῖ ἡ ἐγκράτεια καὶ ἐν τούτοις ἐγκρατευόμενοι τῷ ὄντι τρέχομεν τὸν τῆς εὐσεβείας δρόμον καὶ τὸν καλὸν ἀγῶνα ἀγωνιζόμενοι, ἐπὶ ἀμείψει τῶν ἀθανάτων καὶ αἰωνίων ἀγαθῶν. εἰ δέ, ὃ ἀπευχόμεθα, τἀναντία εὑρίσκεται, ἤγουν παρακοῆς ὄλισθος, ὑπερηφανίας ὄλεθρος, γογγυσμοῦ ἔμπτωσις, ψιθυρισμοῦ ἅλωσις, ἰδιοῤῥυθμίας παράλυσις, ἔριδος κατάπτωσις, σκληρότητος συντριβή, μίσους, ὀργῆς καὶ τῶν λοιπῶν μυσαρωτάτων παθῶν, οὐκέτι, κἂν τοῖς βρώμασι νηστεύωμεν, δυνάμεθα νηστείαν δεκτὴν προσφέρειν τῷ θεῷ, ἀλλὰ μωμητὴν καὶ βδελυκτὴν καὶ ἀπόπεμπτον.

Διὰ τοῦτο, τέκνα ἠγαπημένα, κατανοήσατε καὶ γνῶτε καὶ φυλάξασθε τὰ δικαιώματα καὶ τὰς ἐντολὰς τοῦ κυρίου ἐν πᾶσι καὶ οἱ πάντες, οἱ δευτερεύοντες ἀφ’ ἡμῶν, οἱ οἰκονομοῦντες, οἱ ἐπιστημοναρχοῦντες, οἱ παιδεύοντες, οἱ ἐπιτηροῦντες, οἱ ἀφυπνίζοντες καὶ πρό γε τῶν πολλῶν οἱ κελλαρεύοντες καὶ ἀριστοποιοῦντες, οἱ βιβλιοδοτοῦντες καὶ κανοναρχοῦντες, καὶ μάλιστα οἱ ἐργοχειριάζοντες· ὡς ἐπὶ τὸ πολὺ γὰρ ἀκούω οὐκ ἀγαθὴν ἀκοὴν ἐγὼ ὁ τάλας περὶ αὐτῶν, ὅτι μάχονται καὶ ἀντιλογοῦσι καὶ σκληρεύονται, καὶ ταῦτα οὐ τοῖς τυχοῦσιν, ἀλλ’ αὐτοῖς τοῖς οἰκονομοῦσι· καὶ διελέγξαι φείδομαι, καὶ σιωπῆσαι φοβοῦμαι, καὶ ἐπιτιμῆσαι σφοδρότερον εὐλαβοῦμαι, καὶ μὴ ὑπεξέρχεσθαι τοῖς πράγμασι κατὰ τὸ δέον ἀναγκάζομαι καὶ στενά μοι ἀμφοτέρωθεν. ἀλλ’ ἵνα καὶ ἑαυτῶν καὶ ἐμοῦ φείσωνται, ἀποῤῥιψάτωσαν τὰ τῆς αἰσχύνης ἄξια· αἰσχύνη γάρ ἐστιν ὑπὲρ τούτου καὶ ἐκείνου, κατὰ τὴν ἐγκελευομένην ἐπιταγήν, ἀφηνιάζειν καὶ αὐθαδιάζεσθαι καὶ λέγειν “οὐ ποιῶ τόδε, εἰ μὴ τόδε μοι δοθείη”, καὶ “οὐκ ἐγχειρίζομαι τοῦδε, εἰ μὴ ταῦτά μοι προσθείη”. καὶ νοεῖτε οἶδ’ ὅτι ἃ λέγω, ἐν οἷς οὐκ ἔστι κέρδος οὐδὲ λυσιτέλεια αὐτῷ τε καὶ τῇ ἀδελφότητι, οὐδὲ ζημία ἐκ τῆς ὑπακοῆς τὸ καθόλου εἰς τὰ ἀμφότερα μέρη, θλῖψις δὲ καὶ ταραχὴ καὶ ἀπέχθεια καὶ ζηλοτυπία πονηρὰ πρὸς τοὺς ὁρῶντάς τε καὶ ἀκούοντας.

καὶ ταῦτα διορθωθείη, παρακαλῶ, ἐπεὶ ἀναγκαῖόν με χρήσασθαι τῇ ἐξουσίᾳ, ἣν οὐκ εἰς καθαίρεσιν εὐταξίας καὶ εὐσεβείας, ἀλλ’ εἰς ἐπανόρθωσιν δεδώρηταί μοι ὁ κύριος.

Καὶ ὑμεῖς δὲ οἱ ἐντελλόμενοι καὶ ἐπιτάσσοντες, οἱ πρῶτοί τε καὶ οἱ μετέπειτα, δέομαι ὑμῶν, μὴ οὕτως ἁπλῶς καὶ ὡς ἔτυχεν ἐκ κελεύσεως αὐθεντικῆς καὶ ἐξουσίας ἀσυμπαθοῦς καὶ ἀδιακρίτου ἐπάγοιτε τὰς διαταγὰς καὶ ἐπιταγὰς καὶ ἐπιτροπὰς τοῖς διακονοῦσιν, ἀλλὰ μετὰ φειδοῦς ἀγαπητικῆς, μετὰ συγκρίσεως ἐμμελοῦς, μετὰ φρονήματος δεδοκιμασμένου, ὅπως μὴ ῥηθῇ καὶ ἐφ’ ὑμῖν “ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα” καὶ ὃ παρὰ τοῦ κυρίου τῷ πονηρῷ δούλῳ· “πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα”; ἀλλ’ ἵνα μᾶλλον τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, τὸ “ἐκλεξόμεθα ἄνδρας πλήρεις πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης”, ὥστε τῇ τοιαύτῃ χρήσει τῆς ἱερᾶς διακονίας καὶ τῶν αὐτῶν ἐκείνοις μισθῶν ἐπαξιωθῆναι. Στέφανος δὲ ἦν ἐν αὐτοῖς ὁ προὔχων, ὁ καὶ πρῶτος τῶν μαρτύρων καὶ εἷς τῶν ἀποστόλων. οὐ μικρὸν τοιγαροῦν τὸ ἐν τῇ ἐκείνου διακονίᾳ τετάχθαι, ἀλλὰ καὶ μέγα καὶ φοβερὸν καὶ ἀπρόσιτον.

ἐπεὶ δὲ τοὺς προέχοντας ἐλάβομεν, δέον καὶ ὑμᾶς τοὺς λοιποὺς ὑπομνῆσαι, ἵνα ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ καὶ μεμενηκὼς τῷ κυρίῳ εὐαρεστοίη καὶ μὴ κατεξανίσταται ἕτερος ἑτέρου καὶ ἐπεμβαίνῃ ἐν τῇ διακονίᾳ, μηδ’ αὖ ζητῇ τὰ παρ’ ἀξίαν ἐν τῇ οἰκείᾳ ἀπαθείᾳ, μηδ’ αὖ τὰ κατ’ ἀξίαν μετὰ σκληρότητος ἀνευλαβῶς τε καὶ ἀνεπιστημόνως καὶ ἠπειγμένως, κἂν διὰ τὸ κοινωφελές, ἀλλὰ “πάντα εὐσχημόνως”, ὡς ὁ λόγος, “καὶ κατὰ τάξιν γινέσθω”· οὐ γὰρ καλὸν τὸ καλόν, εἰ μὴ καλῶς λέγηται καὶ πράττηται· τὸ δὲ ὁπόταν, καὶ ὁ τρόπος καὶ ὁ χρόνος καὶ ὁ λόγος καθηκόντως καὶ ἁρμοδίως καὶ μεμετρημένως διαδείκνυται.

Ταῦτα ὡς σοφοῖς καὶ φρονίμοις ὑμῖν γνωρίζομαι· “μὴ γίνεσθε γάρ”, φησίν, “ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ θεοῦ”, τὸ καλὸν καὶ εὐάρεστον καὶ τέλειον. ὥστε οὐ μόνον καλῶς ἀλλὰ καὶ εὐαρέστως καὶ τελείως ἓν ἕκαστον τῶν γινομένων ὀφείλει γίνεσθαι. οὐ βαρὺς ὑμῖν, σύγγνωτε, ὁ λόγος, οὐδὲ κατὰ λύπησιν, οὐδὲ κατ’ ὀνείδησιν, ἀλλ’ ἐκ φιλαδελφίας, καὶ γὰρ καὶ οὐκ ἄξιος. ἀλλ’ οὖν πατὴρ ὑμῶν εἰμι καὶ πατρικῶς φλεγόμενος καὶ κηδόμενος ζητῶ τὰ τέκνα τοῦ θεοῦ τέκνα φωτὸς καὶ εὐσεβείας ἄκακά τε καὶ ἄπλαστα καὶ ἀμώμητα ὑπάρχειν, δηλονότι ἐν τελειότητι τῆς ἐνθέου φρονήσεως. δέομαι οὖν ὑμῶν καὶ ἔτι, “πληρώσατέ μου τὴν χαράν, ἵνα πάντες”, ὥς φησι, “τὸ ἓν φρονῆτε”. ἡ δὲ τοῦ ἑνὸς φρόνησις ὁμοψυχίαν εἰσάγει καὶ εὐπείθειαν καὶ εὐταξίαν. εὐφράνατε καὶ θεὸν μᾶλλον καὶ μᾶλλον καὶ τοὺς ἁγίους ἀγγέλους, τούς τε ἁγίους καὶ μακαρίους, ὧν καὶ ἐν ἴχνεσιν ἱεροῖς περιπατεῖτε, τῶν ὁσίων πατέρων ἡμῶν, ὅπως τῶν ἐναντίων ἐπιτηδευμάτων καθ’ ἑκάστην ἡμέραν ἀποῤῥηγνύμενοι καὶ τῶν τῆς εὐσεβείας ἐναρέτων πράξεων ἀνδρικῶς ἀντεχόμενοι καθ’ ἑκάστην προκόπτοιμεν καὶ προκόπτοντες ὑψούμεθα καὶ τελειούμεθα, μέχρις ἂν φθάσωμεν τὸ μακάριον πέρας τῆς ζωῆς ἡμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΑʹ. Περὶ τοῦ προσέχειν ταῖς τῶν πατέρων διδασκαλίαις καὶ μὴ κεχηνέναι πρὸς τὰ παρόντα, ἀλλ’ ἀποβλέπειν πρὸς τὰ μέλλοντα. Πατέρες μου καὶ ἀδελφοὶ καὶ τέκνα, ὄντος ἀναγκαίου ἡμῖν τοῦ λαλεῖν οὐ δυνάμεθα παρασιωπᾶν τὰ δέοντα, εἰ καὶ μὴ ἱκανοί ἐσμεν πρὸς τοῦτο· εἰ γὰρ ὁ θρεμμάτων ἀλόγων ἐπιστατῶν πᾶσαν ἡμέραν καὶ νύκτα ἀναγκάζεται φροντίζειν τῆς πεπιστευμένης αὐτῷ ποίμνης, ἐπιφωνεῖν τε καὶ λαλεῖν τὰ προσήκοντα, πόσῳ μᾶλλον ἡμεῖς οἱ ταπεινοί, οἱ τῶν τιμίων ὑμῶν ψυχῶν τὴν προστασίαν ἐγκεχειρισμένοι, δεοίμεθα καὶ λαλεῖν καὶ φροντίζειν, μεριμνᾶν καὶ ἀγρυπνεῖν, καὶ τοσοῦτον ὅσον δαπανῆσαι τὰς σάρκας καὶ τὰ ὀστᾶ, ἢ τάχα καὶ τὸ αἷμα κενῶσαι, καιροῦ καλοῦντος, καὶ ἕως τότε, ἕως ἂν καὶ ἐμπνέωμεν; ὥστε εἰκότως ὁ ὑπομνηστικὸς λόγος εἰς ἀσφάλειαν μὲν τῶν εὐθυπορούντων, εἰς διέγερσιν δὲ τῶν ἀμελεστέρων, εἰς ἀνάστασιν τῶν πεπτωκότων, εἰς προθυμίαν τε τῶν εὐδρομούντων· αὐτῶν τε ἡμῶν τῶν ταῦτα λαλούντων καὶ μᾶλλον ἡ ζήτησις, ὅτι “οἷον τὸ ἄρχον πέφυκε, τοιοῦτο καὶ τὸ ἀρχόμενον ὡς τὰ πολλὰ καθίστασθαι”, ὡς ὁ μέγας ἔφη καὶ θεῖος Βασίλειος.

ἀλλ’ εἰ μὲν εἰς ἡμᾶς ἀπίδοιτε, οὐδεμία ὠφέλεια· ἐσμὲν γάρ, ὡς οἴδατε, παντάπασιν ἀχρεῖοι· εἰ δὲ εἰς τοὺς τῶν ὁσίων ἡμῶν πατέρων βίους καὶ τὰς διδασκαλίας, ἃς καθ’ ἑκάστην ὡς εἰπεῖν καὶ δι’ ἀκοῆς καὶ διὰ στόματος προφέρομεν, μιμησώμεθα ἂν τὰ κάλλιστα καὶ ῥυθμίσωμεν τὴν ἑαυτῶν ζωὴν εὐκλεῆ καὶ τῆς ὄντως ἐναρέτου ζωῆς ἀξιοθαύμαστον.

Μὴ πρόσσχωμεν τοίνυν εἰς τοὺς πίπτοντας, εἴπερ υἱοὶ φωτὸς καὶ ἀναστάσεως καλεῖσθε καὶ ἀκούεσθε, μηδὲ εἰς τοὺς ῥᾳθύμως καὶ ἀμελῶς διαμείβοντας τὰς ἡμέρας, εἴπερ τῶν ἁγίων συμπολῖται φιλοῦμεν χρηματίζεσθαι· ἀλλ’ εὐσταθῶς καὶ θεοφρόνως πρὸς τὸ καλὸν ἀεὶ παγιούμενοι αὔξωμεν καὶ παγιώμεθα ἐν τῇ μορφώσει τῆς κατ’ ἀρετὴν ζωῆς, πίστιν ἀδίστακτον φέροντες, ἀγάπην ἀπαθῆ καὶ ἀπαῤῥησίαστον ἐν τῷ χαρίσματι τῆς ταπεινοφροσύνης, ἐν τῷ κόσμῳ τῆς ὑπακοῆς, ἐν τῷ κλέει τῆς κατανύξεως, οὐδὲν ἐπιφερόμενοι σκολιὸν ἢ παράνομον, δι’ ὧν ἐστι λυπεῖν τὸ πνεῦμα τὸ ἅγιον καὶ εὐφραίνειν τὸν ἀντίπαλον. γενοίμεθα εὐχάριστοι, ὑπομονητικοὶ πρὸς τὸν τῆς ἀσκήσεως δρόμον καὶ τὸν τῆς ὑποταγῆς κανόνα. μὴ βλέψωμεν πρὸς τὸ παρόν, πρὸς δὲ τὸ μέλον ἀποσκοπεύοντες περιχαρῶς τὰ θεῖα κατασπαζώμεθα, θεωροῦντες καὶ ἐπινοοῦντες, ὅθεν καὶ ὅπως ἐξήλθομεν, ὅτι ἀπὸ κόσμου καὶ οἷον ἀπὸ σκότους τῆς συγχύσεως τοῦ βίου τούτου, ἀπὸ ταραχῆς καὶ ζάλης τῆς οἱονεὶ κυματουμένης τῶν ἀνθρώπων δυσζωΐας. ἴδε γὰρ μετὰ τῶν ἄλλων, ὅπως τὰ νῦν ἔχει (ὁπηνίκα οἱ Ἄραβες ληΐζονται τὰ καθ’ ἡμᾶς, πληθὺς πολλὴ ἐξεληλυθότες καὶ ἐναλλόμενοι εἰς τὰ τῶν χριστιανῶν), οἷος πειρασμὸς καὶ θροϊσμὸς ἐν τοῖς βασιλεῦσιν, οἵα ἀνάγκη καὶ ὀδύνη ἐν τοῖς στρατεύμασιν, οἷος κοπετὸς καὶ ὀδυρμὸς καὶ φόνος ἐν τοῖς αἰχμαλωτιζομένοις.

ἁρπάζονται ἀωρίᾳ ἐξάπινα ἄνδρες, γυναῖκες, γέροντες, πρεσβῦται, παιδία, βρέφη, πᾶσα ἐλεεινὴ ἡλικία· χωρίζεται γυνὴ ἀπὸ ἀνδρός, ἀδελφὸς ἀπὸ ἀδελφοῦ, μήτηρ ἀπὸ παιδός, οἳ μὲν τὰς κεφαλὰς ἀποτεμνόμενοι κατέναντι τῶν οἰκείων καὶ συναίμων, οἳ δὲ ἐκ καταδρομῆς κατασφαζόμενοι καὶ πίπτοντες κατὰ τοῦ τυχόντος τόπου καὶ οὐδὲ ταφῆς ἴσως ἀξιούμενοι· ἄλλοι σιδηροδέσμιοι κατεχόμενοι καὶ ἐκ τόπου εἰς τόπον ἐλεεινῶς μετερχόμενοι, λιμῷ καὶ δίψῃ πιεζόμενοι, μάστιξι καταστικτόμενοι· ὁρᾷ ἡ μήτηρ τὸ οἰκεῖον τέκνον, ὃ κακῶς γεγέννηκεν, ἢ προσκρουόμενον, ἢ ἀποσφαττόμενον, ἢ ἐκλιμπάνον ἀπὸ δίψης ἢ πείνης, καὶ οὐδεὶς ὁ ἐλεῶν καὶ οὐδαμοῦ φάρμακον βοηθείας· καὶ τὰ περιττότερα σιγητέον μᾶλλον ἢ ἐκπομπευτέον, τὰ ὀδυρμοῦ καὶ σιγῆς ἄξια. ὦ κύριε, σῶσον δή! ὦ κύριε, εὐόδωσον δή! φεῖσαι, φεῖσαι τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος! “ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις, ἐπιλανθάνει τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν, ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν; ἀνάστα, κύριε· βοήθησον ἡμῖν καὶ λύτρωσον ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου”.

Ἀλλὰ τίς καὶ πόθεν ἡ αἰτία, ἵνα τὸ ὄνομα τὸ πανάγιον βλασφημῆται δι’ ἡμῶν ἐν τοῖς ἔθνεσιν, ἵνα οὕτως φθάσωμεν ὑπὸ χεῖρα τῶν ἀρνουμένων αὐτὸν καταληΐζεσθαι; ἢ πάντως διὰ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας ἡμῶν, ἐν αἷς παραπικραίνομεν αὐτόν, μὴ φυλάσσοντες τὰ προστάγματα καὶ τὰ δικαιώματα αὐτοῦ, καὶ τοῦτο μαστιγοῦντος ἡμᾶς καὶ κολάζοντος διὰ χειρῶν ἀνόμων. ἐπεὶ οὖν τοιαῦτα καὶ τηλικαῦτα νῦν ἐλεεινά, τί ἡμῖν προσήκει τοῖς σχολάζουσι; τί ἄλλο, ἢ ὑπὲρ τῶν ὑπὲρ ἡμῶν ἀγωνιζομένων χριστιανῶν ἀδελφῶν ἔχειν ἐκτενῆ εὐχὴν εἰς κύριον τὸν θεὸν ἡμῶν, ὅπως θαυματουργῶν κἀνταῦθα μὴ εἰς τέλος ἀπώσηται τὸν λαὸν αὑτοῦ, ἀλλὰ ταῖς τῆς παναγίας μητρὸς αὑτοῦ καὶ πάντων τῶν ἁγίων λιταῖς ἐξευμενιζόμενος διασκεδάσῃ βουλὰς ἐθνῶν, εἰς τὸ γενέσθαι τὴν ὁδὸν αὐτῶν σκότος καὶ ὀλίσθημα καὶ ἄγγελόν τινα οὐρανόθεν ἀντιπράττοντα καὶ διώκοντα αὐτούς, τοῦ διελθεῖν ἡμᾶς καὶ τὸν παρόντα καιρὸν εἰρηνικὸν καὶ ἀνεκπόρθητον τῶν ὑπεναντίων;

ἔσται δὲ ἡ εὐχὴ ἡμῶν εὐπρόσδεκτος, εἴπερ ἐν φόβῳ αὐτοῦ διαζῶμεν, φεύγοντες τὰ αἴτια τῆς ἁμαρτίας, μὴ παῤῥησιαζόμενοι, μὴ ποιοῦντες κρυπτά, ἃ οὐκ ἔστι λαθεῖν τὸν μέγαν ὀφθαλμὸν τοῦ θεοῦ, μὴ ὡς δοῦλοι μηδὲ ὡς μίσθιοι τὴν θείαν δουλείαν ἀνύοντες, ἀλλ’ υἱϊκῶς διακείμενοι ὡς ἐκ προθυμίας, ὡς ἐκ χαρᾶς, ὡς ἐξ αὐτῆς τῆς τοῦ καλοῦ ἐφέσεως καὶ ἀγαπήσεως, ἵνα καὶ τὸν μέγαν καὶ ἀόρατον πόλεμον ἀποκρουσώμεθα, “τὰς ἀρχὰς” λέγω “καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου”, καὶ τοῖς ἀδελφοῖς ἡμῶν συνεπαμύνωμεν διὰ τῆς καθαρᾶς ἐντεύξεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΒʹ. Περὶ τοῦ πενθεῖν τοὺς ἀποῤῥαγέντας ἀδελφοὺς ἡμῶν καὶ τοῦ κρατεῖν τὰς ἑαυτῶν γλώσσας. Ἀδελφοὶ καὶ πατέρες, ἐδηλώθη ὑμῖν διὰ τῆς ἐν τῇ παρελθούσῃ ἑσπέρᾳ κατηχήσεως, ὅτι ἀπεῤῥάγησαν τῆς πνευματικῆς συναφείας ἀδελφοὶ ἡμῶν τρεῖς· ἀλλὰ τί ὅτι αὐτοὶ πρὸ τῆς κατηχήσεως διέγνωτε καὶ εἰς μάτην ἡμεῖς ἀνέγνωμεν ὑμῖν τὰ γράμματα; πόθεν δέ, ἢ πάντως ἐκ τῶν εἰσελθόντων, μὴ φυλαξάντων τὴν κοινὴν ἐντολήν, μηδὲ φοβηθέντων κρῖμα ἀπειλῆς θεοῦ; ἴδε τοίνυν, διὰ τοῦτο πίπτομεν ὥσπερ φύλλα· ἴδε, διὰ τοῦτο διαλυόμεθα “ὥσπερ κηρὸς ἀπὸ προσώπου πυρός”· ἴδε, διὰ τοῦτο ἐρχόμεθα οὐκ εἰς προκοπήν τινα, ἀλλ’ εἰς κατόπιν. ποῦ ἡ πυκνότης τῆς [τῆς] κατηχήσεως ἀσφαλείας; μᾶλλον δὲ ποῦ ἡ τῶν ἁγίων πατρικὴ παραγγελία; τρεῖς ὦραι διῆλθον, ὥς φησιν ὁ ἅγιος τοῦ θεοῦ Χρυσόστομος, ἑρμηνεύων τὸ ῥητὸν τῶν Πράξεων περὶ τῆς Σαπφείρας, ὅτι οὐ διέγνω τὸν θάνατον τοῦ ἀνδρὸς αὐτῆς Ἀνανίου· τοιαύτη γάρ, φησίν, ἧν ἡ ἀσφάλεια τῶν μαθητῶν, πρὸς τὸ μὴ ἔκφορα ποιεῖσθαι τοῖς συμφοιτηταῖς τὰ παρὰ τῶν διδασκάλων γιγνόμενα, ἕως ἂν πρὸς αὐτῶν ἐδημηγοροῦντο· ἀλλ’ αὐτοὶ εἰκῇ ἀκούετε, εἰκῇ ἀναγινώσκετε, ἢ μόνον πρὸς τὸ γενέσθαι λεξίθηρες καὶ κλεπτολόγοι, ἀποστολικῶς εἰπεῖν, μόρφωσιν ὑποταγῆς ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.

οὐχ οὕτως δὲ οἱ θεσπέσιοι ἡμῶν πατέρες, ἀλλ’ οὐδὲ οἱ νῦν ὁμοταγεῖς ὑμῶν· οὐδὲ γὰρ πάντας κατηγορήσω, ὅτι μηδὲ θεμιτόν, ἀλλὰ τοὺς ἀπαιδεύτους καὶ ἀκρατηγλώττους. τὸ τοίνυν κἀκείνοις ποιῆσαι τὸν ὄλισθον τῆς ἀποστασίας τί, ἀλλ’ ἢ περὶ οὗ ὁ λόγος, ὅτι οὐκ ἐφύλαξαν ἐντολήν; εἰ γὰρ ἐφύλαττον, μεμενήκεισαν ἂν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἐν τῇ ἐπαγγελίᾳ τῆς ὁμολογίας, ἐν τῇ ὑπομονῇ τῶν παθημάτων, ἐν τῇ φιλαδέλφῳ διαθέσει. ἀλλ’ ἐπεὶ οὐκ ἐφύλαξαν, ἐκ τοῦ κατὰ μικρὸν λέγοντες καὶ ὑπονοοῦντες (τί γάρ ἐστιν, ἐὰν εἴπω τοῦτο, ὥσπερ λέγει τις τῶν ἁγίων; τί ἐστιν, ἐὰν ἐξερωτήσω ἐκεῖνο; ἐὰν ἴδω τὸ τόδε, ἐὰν ὑπονοήσω τὸ ἄλλο;) οὕτως λεληθότως καὶ ἀνεπαισθήτως εἰς τὸ ἔσχατον τῆς κακίας ὑπηνέχθησαν· οὐ γὰρ ἐκ μιᾶς τομῆς τὸ κοπτόμενον κέκοπται ὡς τὰ πολλά, ἀλλ’ ἐξ ὑπαλλήλων καὶ συχνοτέρων. καὶ εἴη ἂν οὐ τῆς τελευταίας μόνης ἡ αἰτία, ἀλλὰ κατὰ ἀναλογίαν καὶ ἑκάστης τῶν πρὸ αὐτῆς. οὕτως οὖν καὶ ἐπὶ τῆς ψυχῆς ληπτέον· τομαὶ γάρ τινές εἰσι δριμεῖαι κατ’ αὐτῆς καὶ ἡ τῶν τυχόντων ἐντολῶν παραθεώρησις, καὶ ἑτέρα τὴν ἑτέραν φέρουσα καὶ προκαλουμένη εἰς τὸν ἔσχατον τῆς κακίας πυθμένα τὴν ἐλεεινὴν καὶ πανάθλιον ψυχὴν ἀποῤῥήγνυσι καὶ ἀποκόπτει, ὡς τὴν συκῆν ὄντως τὴν ἄκαρπον τῷ αἰωνίῳ πυρὶ παραπέμπουσα. ἀλλὰ “νῦν”, φησί, “καιρὸς εὐπρόσδεκτος· νῦν ἡμέρα σωτηρίας.

ἀποθώμεθα”, φησί, “τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν· μὴ κώμοις καὶ μέθαις” (οὐ τοὺς ἀπὸ οἴνου λέγω, ἀλλὰ τοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν καὶ πονηρῶν), “μὴ κοίταις καὶ ἀσελγείαις (ταύτας κατὰ τὸ γράμμα φάσκω), ἀλλ’ ἐνδύσασθε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας” διὰ τῆς ἐκπληρώσεως τῶν οἰκείων θελημάτων.

Ἴδε οὖν ἀπεῤῥάγη ὁ ἐλεεινὸς Θεότεκνος, ὁ ἄθλιος Πάπυλος· περὶ γὰρ τοῦ Ἀριστάρχου, εἰ καὶ ὑπέστρεψεν, ὡς λυμεῶνα, πολλαχῶς τοῦτο πεποιηκότα καὶ ἄλλους συναπόλλοντα, τέως οὐκ ἐδέξαντο εἰς Σακκουδίωνα. τίς οὖν ὑμῶν ἀκηκοὼς ἐστέναξεν ἐκ βάθους καρδίας; τίς ἔβρεξε δάκρυον θερμὸν ἐκ μέσης καρδίας; τίς ἤλγησε τὴν ψυχὴν ἀδελφὰ φρονῶν; ἐν τούτῳ γὰρ ἡ ἀγάπη τῆς φιλαδελφίας, καὶ τοῦτο ἐμακάρισεν ὁ ἅγιος Κλῖμαξ καὶ ὅτι οἱ τοιοῦτοι εἰσὶν ἀληθῶς ἀδελφοὶ τοῦ κυρίου, ἀψευδῶς τέκνα θεοῦ γνωριζόμενοι καὶ τῆς ἡμετέρας ταπεινώσεως σύσσωμοι, τὸ ἓν φρονοῦντες. οἱ δὲ μὴ οὕτως ὑπολαβόντες, ἀλλὰ πεφλυαρηκότες ὡς παραδειγματίζοντες καὶ ὡς ἐπιχαιρόμενοι καὶ ὡς ἡδυνόμενοι καὶ ὡς ἐπιγελάσαντες, τί ἄλλο ἄξιοι ἀκούειν, ἢ τὸ πολλῆς τόλμης ἂν εἴη τοὺς τοιούτους, καθὼς ὁ θεῖος καὶ μέγας Βασίλειος, μέλη Χριστοῦ ὀνομάζειν, ἢ ὑπ’ αὐτοῦ ἄρχεσθαι, ἢ τῆς ἡμετέρας ταπεινώσεως εἶναι ὁμοψύχους καὶ ὁμοσώμους, κἂν τὸ ἔξωθεν ἐπιφαινόμενοι ὡς τέκνα, ἔνδοθεν τὴν ἀλλοτρίωσιν κέκτηνται; οὐκ ἔφθασας οὖν στάξαι δάκρυον, ὅπερ καὶ τοῦτο κατηγορίας· κἂν στενάξαι πικρὸν ἠδύνασο. οὐκ ἐτέλεσας τοῦτο· κἂν ἀλγεινῶς διατεθῆναι ἴσχυες· οὐδὲ εἰς τοῦτο παρέστης τὸ ἐλαφρόν, κἂν σιωπὴν ἄγειν εὔκολον. ἀλλ’ οὐαί μοι καὶ τοῖς καταφρονηταῖς τῶν ἐντολῶν, ὅτι εἰ μὴ διορθωσώμεθα, ἕψεται ἡμῖν σκοτασμός, ὀργὴ ἀπ’ οὐρανοῦ, πυρὸς αἰωνίου κατάκρισις.

οὐχ οὕτως δὲ οἱ τρισμακάριοι Ἅγιοι Τεσσαράκοντα· ἀλλ’, ἡνίκα ἐλειποτάκτησεν ὁ εἷς αὐτῶν ἀπερχόμενος πρὸς τὸ βαλανεῖον, πένθος ἀφόρητον ἐκείνοις κατέλιπεν, καὶ ὁπόταν ὁ Ἰούδας εἰς προδοσίαν ἐξοκείλας τοῦ Χριστοῦ ἀπέστη, ὁ χορὸς τῶν ἁγίων ἀποστόλων ἐν ἀδημονίᾳ πολλῇ κατέστη. οὐχ οὕτως δὲ ἡμεῖς οἱ ἄθλιοι, ὅτι μηδὲ τῶν στεφάνων αὐτῶν ἀξιωθησόμεθα, μηδὲ τῆς δόξης αὐτῶν ἀπολαύσομεν· τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις ἀνταποδίδοται, καὶ οὕς τινας ἕκαστος ἐζήλωσεν, ἐκείνων καὶ τοὺς στεφάνους λήψεται, πιστὸς πιστοῦ, ὑπομονητικὸς ὑπομονητικοῦ, ἀθλητὴς ἀθλητοῦ, ἀνεξάρνητος ἀνεξαρνήτου, φιλέντολος φιλεντόλου, ἀληθινὸς ἀληθινοῦ, καθαρὸς καθαροῦ· ὥσπερ καὶ ἔμπαλιν ἄπιστος ἀπίστου, ἀπειθὴς ἀπειθοῦς, ὑψηλόφρων ὑψηλόφρονος, λειποτάκτης λειποτάκτου, πονηρὸς πονηροῦ, ψεύστης ψεύστου, ἀρνητὴς ἀρνητοῦ, ἀπαίδευτος ἀπαιδεύτου, καταφρονητὴς καταφρονητοῦ, μισάρετος μισαρέτου. καὶ ἀλλοίωσις οὐκ ἔστιν, “οὐ γὰρ προσωποληψία παρὰ τῷ θεῷ”, καὶ οὐδεμία “κοινωνία φωτὶ πρὸς σκότος”, ἀλλὰ τὰ κατ’ ἀξίαν ἑκάστῳ ἀπονενέμηται.

διό, παρακαλῶ καὶ δέομαι ὑμῶν, ὀψὲ γοῦν ποτὲ ἀνανήψωμεν καὶ τὴν ἐπικειμένην λήμην ἐκ τῶν ὀφθαλμῶν τῆς διακονίας ἀποκαθάραντες διὰ φόβου θεοῦ καὶ ἐπιγνώσεως ἀληθείας βλέψωμεν· γευσώμεθα “ὅτι χρηστὸς ὁ κύριος”, ὅτι χρησταὶ αἱ ἅγιαι ἐντολαὶ αὐτοῦ, ὅτι “ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται”, ὅτι “στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς αὐτοῦ, ἡ εἰς τὴν ζωὴν τὴν αἰώνιον ἀπάγουσα”, ἐπεὶ καὶ ἐλαφρὸν τὸ φορτίον τῶν ἐντολῶν αὐτοῦ τοῖς δι’ ἐλπίδος καὶ πίστεως τρέχουσι. καὶ μή τί γε πάθοιτε τὰ τῶν ἀπολωλότων, ἀλλ’ ὑπὲρ μὲν ἐπιστροφῆς ἐκείνων προσεύχεσθε ἀδιαλείπτως, ἵνα δῴη αὐτοῖς ὁ κύριος καιρὸν ἐπιγνώσεως ἀνανῆψαι ἐκ τοῦ βυθοῦ τῆς ἀπωλείας, ὥσπερ ἐζωγρημένους ἐν τῷ τοῦ διαβόλου θελήματι. ἴστε γὰρ οἷα καὶ ἡλίκα οἳ μὲν αὐτῶν ἐν τῷ πρὸ ὀλίγου εἰργάσαντο καθ’ ἡμῶν, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς, ὥστε καὶ εἰς κριτήρια ὑμᾶς ἀχθῆναι τοὺς τινὰς ὑπ’ αὐτοῦ ἐκείνου τοῦ κατηγόρου καὶ ἐν ἴσῳ τοῦ Ἰούδα πεφρονηκότος, καὶ λόγον ἀπαιτεῖσθαι περὶ ἑνὸς ἑκάστου τῶν ὑπ’ αὐτοῦ προβληθέντων, ἡμῶν πεφυλακισμένων· ἑαυτοὺς δὲ στηρίξωμεν καὶ κοπιάσωμεν ἔτι μικρὸν διὰ θεόν· ἐπεί, κἂν μὴ θέλωμεν, κοπιάσωμεν καὶ ἀραδήσωμεν, καὶ συντριβησόμεθα καὶ ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι αἰῶνι εἰς ἀπεράντους αἰῶνας.

ἐπεὶ οὖν καὶ θέλοντες καὶ μὴ θέλοντες, κοπιάσωμεν, αὐτοπροαίρετον δι’ ἀρετῆς κόπον ἑλώμεθα, ἵνα εἰ καὶ μικρὸν κοπιάσωμεν (μικρὸν γάρ ἐστι πρὸς τοὺς ἀπείρους αἰῶνας), ἀναπαυσώμεθα ἀπεράντως ἀνάπαυσιν τὴν γλυκεῖαν καὶ θαυμαστὴν καὶ ὑπερκόσμιον, ἣν οὐκ ἔστιν ἐκφράσαι οὐδὲ ἐννοῆσαι, ἣν πάντες οἱ ἅγιοι ἀπεκληρώσαντο ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΡΚΓʹ. Περὶ τοῦ μὴ ἀμελεῖν ἐν ταῖς διακονίαις, ἀλλ’ ἀγρυπνεῖν ὑπὲρ τῆς οἰκείας σωτηρίας. Ἀδελφοὶ καὶ πατέρες, τὸ αὐτὸ ὄφλημα ἐμοί τε καὶ ὑμῖν, μὴ ὁμιλεῖν τῆς ἐνδεχομένης δυνάμεως ἐν τῇ ἐνούσῃ ἑκάστῳ διακονίᾳ. τίς δὲ ἡ ἐμὴ διακονία, ἀλλ’ ἢ τὸ ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσων ἐν ἡμέρᾳ κρίσεως, τὸ ὑπομνήσκειν καὶ διαγγέλλειν τὰ δέοντα καὶ ὠφέλιμα καὶ μεριμνᾶν καὶ καταρτίζειν τοὺς πάντας ἐν ἑνὶ πνεύματι καὶ φρονήματι τῷ συνδέσμῳ τῆς ἀγάπης;

διόπερ καὶ νῦν τὸ αὐτὸ ποιῶν παρακαλῶ καὶ δέομαι, στῆτε ἐν ᾗ ἐκλήθητε κλήσει ἁγίᾳ ἀσάλευτοι καὶ ἀμετακίνητοι, ἐνεργοῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὰ δικαιώματα αὐτοῦ· ἐπείχθητε ἀεὶ προθυμότερον καὶ θερμότερον ἐν τῇ ἀγάπῃ τοῦ κυρίου, ἐξορίζοντες πάντα πόθον ἀλλότριον ἀπὸ τῶν καρδιῶν ὑμῶν· ἐνδυναμώθητε ἐν τῷ κράτει τῆς ἀσκήσεως ὑμῶν, διεξερχόμενοι πᾶσαν ἡμέραν προθυμότερον καὶ νηφαλεώτερον, κατά τε ἀγρυπνίαν καὶ ψαλμῳδίαν, ὑπακοὴν καὶ ταπείνωσιν, ἐργασίαν καὶ νηστείαν καὶ εἴ τι ἄλλο ἐπισυμβαίνει ἑκάστοτε, αὐτὸ τοῦτο ἀπόδειξιν λαμβάνοντες τῆς σωτηρίας ἡμῶν, τὸν πολύθλιπτον καὶ πολύϊδρον ἡμῶν βίον, ὅτι ἀνατέλλει ἡμῖν ἀνάπαυσις αἰωνία ἀντὶ τῆς νῦν κακουχίας καὶ εὐφροσύνη ἀίδιος ἀντὶ τῆς νῦν λυπηρᾶς διαθέσεως, ἐλευθερία ἀπαθείας ἀντὶ τῆς νῦν θλιπτικῆς ὑποταγῆς· λέγει γὰρ ὁ ἀπόστολος μὴ σκοπεῖν ἡμᾶς τὰ παρόντα, ὅτι ταῦτα πρόσκαιρα καὶ φθαρτά, ἀλλὰ τὰ αἰώνια, ὅτι ταῦτα ἀίδια καὶ μακάρια.

Ἐπεὶ τοίνυν ἠξιώθημεν ταύτης τῆς δωρεᾶς τοῦ ἀγγελικοῦ σχήματος, ἐπεὶ ἐπιθυμοῦμεν ζωῆς αἰωνίου καὶ στεφάνων ἀφθαρσίας, ἐπεὶ γλιχόμεθα υἱοθεσίαν καὶ βασιλείαν οὐρανῶν, ἴδε ὁ τόπος, ἴδε ὁ χρόνος, τὸ στάδιον καὶ ἡ πανήγυρις. μὴ δὴ ἀμελήσωμεν, μηδὲ ἀτονήσωμεν, ἀλλ’ ὑπὲρ τοὺς κερδαίνοντας χρυσίον, ἢ ἀργύριον, ἢ λίθους τιμίους, ἢ ἄλλο τι τῶν φθαρτῶν καὶ ἐπικήρων, εὐψυχότεροι καὶ σπουδαιότεροι γενοίμεθα εἰς τὸ ἁρπάσαι βασιλείαν οὐρανῶν, θησαυροὺς τῶν αἰωνίων ἀγαθῶν· ἔστι δὲ τοῦτο οὐκ ἄλλοθεν πορίσασθαι, ἢ ἐκ τῆς καθ’ ἑκάστην προσοχῆς καὶ καθ’ ὥραν ὡς εἰπεῖν μελέτης. πῶς καὶ τίνι τρόπῳ; εὖ διαθώμεθα τὴν παρισταμένην διακονίαν, ὅτι οὐκ ἀνθρωπίνη οὐδὲ σαρκική ἐστιν, ἀλλὰ ἁγία καὶ σωτήριος θεοπρεπῶς ἐκτελουμένη, ἡ κατὰ τὸ κελλάριον φημί, ἡ κατὰ τὸ νοσοκομεῖον, ἡ κατὰ τὸ ἀριστητήριον, ἡ κατὰ τὸ σκυτεῖον, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν. οὐ γάρ τις τὴν ἐργασίαν σαρκὶ καὶ αἵματι ἀνατίθησιν, ἀλλὰ τῷ δεσπότῃ θεῷ, ἣν ὡς θυσίαν εὐάρεστον προσδεχόμενος τὰς ἀξίας ἀμοιβὰς ἀποδώσειν ἐπαγγέλλεται ἐν τῷ μέλλοντι αἰῶνι μὴ οἰέσθω τις λοιπόν, κἂν τὴν ἐσχάτην ἔτυχε λαχών, ἀνθρώπῳ προσφέρειν αὐτήν, ἀλλὰ τῷ ὑπὲρ τῶν ἀδελφῶν εἰς ἑαυτὸν ἀναδεχομένῳ δεσπότῃ. καὶ διὰ τοῦτο ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐκτελείτω αὐτήν, αὐτὸν ἔχων ἐπόπτην, τὸν κατανοοῦντα τοῦ σκότους τὰ κρυπτὰ καὶ ἐκκαλύπτοντα τὰς βουλὰς τῶν καρδιῶν ἡμῶν.

ἐὰν γὰρ οὕτως εἷς ἕκαστος λογιζώμεθα, ὅπερ ἐστὶν ἀληθές, καὶ τὴν ἐν ἀλλήλοις δουλείαν ὡς θείαν ὑπηρεσίαν ἐνεργῶμεν, τὸ πᾶν ἐκτελοῦμεν τοῦ πράγματος, καὶ ἐντεῦθεν αἱ τῶν ἀρετῶν πασῶν ἀναλάμψουσιν ἡμῖν ἀκτῖνες, ἀγάπη, εἰρήνη, πραότης, ἐπιείκεια, εὐπείθεια, καὶ γνωσόμεθα τότε ὅτι ὄντως ἐσμὲν ἐν τοῖς ἴχνεσι τῶν ὁσίων πατέρων ἡμῶν, ζηλωταὶ τῆς ἐκείνων πολιτείας ἀποφαινόμενοι. ἀναμνήσθητε γάρ, ὦ τέκνα, τοὺς μακαρίους ἐκείνους βίους, τὸν τῆς ὑποταγῆς καὶ ὑπακοῆς δρόμον, τὸ τῆς ταπεινοφροσύνης καὶ εὐπειθείας ἐξαίρετον ἀξίωμα, καὶ πῶς ζηλοῦντες ἐζηλώκασι τῷ κυρίῳ· αὐτὸς γὰρ εἴρηκε· “μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ”· ὅς, κατὰ τὸν ἀπόστολον, “οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος τῷ θεῷ καὶ πατρὶ μέχρι θανάτου”. καὶ τίς τοίνυν σέσωσται, ἢ μεμακάρισται; ἀλλ’ ὃς ἐκεῖνον ἐμιμήσατο, ὃς ἐταπεινώθη, ὃς ὑπήκουσεν, ὃς ὑπετάγη, ὃς οὐκ ἠπείθησεν, ὃς ὑπήνεγκε πάντα τὰ παρόντα λυπηρά, ὃς ἐξουδενώθη, ὃς ἐμυκτηρίσθη, ὃς ἐνεπαίχθη, ὃς ἐξευτελίσθη ὑπὸ τῶν ἀνθρώπων, ἢ τάχα καὶ ἐῤῥαπίσθη καὶ ἐδιώχθη καὶ ἐφυλακίσθη, ὡς καί τινες ὑμῶν, μᾶλλον δὲ καὶ πάντες.

διὰ γὰρ τοῦ μέρους τὸ ὅλον σῶμα καὶ ἀτιμάζεται καὶ δοξάζεται· ὑπεμείνατε γὰρ καὶ αὐτοὶ χάριτι Χριστοῦ ἄθλησιν παθημάτων, διὰ τὸν ἐκείνου φόβον καὶ πόθον μυκτηρισθέντες καὶ χλευασθέντες, ἀπαχθέντες καὶ φυλακισθέντες πρότερόν τε καὶ ὕστερον. ἀλλὰ ὢ τῆς ζημίας, ὅτι οἱ μὴ ἐστηριγμένοι ἐπὶ τὴν νοητὴν πέτραν τῶν ἐντολῶν τοῦ Χριστοῦ, τοῦ χειμῶνος ἐληλυθότος καὶ ἀνέμων ἐμπνευσάντων καὶ βροχῆς κατενεχθείσης, κατὰ τὸ Εὐαγγέλιον, ἐναυάγησαν παραυτίκα ναυάγιον τὸ τῆς ἀποστασίας. ἀλλ’ ἐκείνους μὲν ἀνακαλέσεται κύριος, εἴπως ἤδη ποτὲ ἐπιλήψονται τῆς σωτηρίας αὐτῶν, ὑμᾶς δὲ περιφυλάξειε μᾶλλον καὶ μᾶλλον ὡς στρατιώτας αὑτοῦ εὐσθενεῖς, ὡς θεράποντας αὑτοῦ πιστούς, ὡς ἄνδρας ἐπιθυμιῶν, ὡς λαὸν αὑτοῦ περιούσιον, ὡς ἐπισύναγμα ἱερώτατον, ἵνα “ἐν ταύτῃ τῇ γενεᾷ” τῇ ὡς ἀληθῶς εἰπεῖν “μοιχαλίδι καὶ ἁμαρτωλῷ” ἀναφανέντες ἐργάται τῶν ἐντολῶν, ζηλωταὶ τῆς εὐσεβείας καὶ ἀπαρέγκλιτοι τῶν σωτηρίων προσταγμάτων, τῇ ὀρθοτομίᾳ τοῦ λόγου τῆς ἀληθείας, τύχητε συγκληρονόμοι γενέσθαι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμή, κράτος, προσκύνησις, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ ΡΚΔʹ. {ἐλεγκτικὸς ἅμα καὶ διδακτικός.} Ἀδελφοὶ καὶ πατέρες, τί δή ποτε σπείρει ὁ γεωργός; ἀλλ’ ἵνα πάντως θερίσῃ. καὶ τίνος ἕνεκεν κοπιᾷ ὁ πραγματευόμενος; ἀλλ’ ἵνα πάντως κερδήσῃ. οὕτω καὶ ὁ τὸν λόγον τῆς διδασκαλίας διανέμων τί ἄλλο ἐκ τοῦ πόνου ἐλπίζει, ἀλλ’ ἢ τὴν τῶν ἀκουόντων πάντως προκοπὴν καὶ βελτίωσιν; ἐφ’ ὑμῖν δέ, οὐκ οἶδ’ ὅπως αἱ ἁμαρτίαι μου ποιῶσιν, ἀνενέργητος γίνεται ὁ λόγος, καὶ πολλὰ σπείροντες καὶ κοπιῶντες ἀμούμεθα ὡς εἰπεῖν οὐδέν· λέγομεν γὰρ καὶ κατηχοῦμεν καὶ ὑπομνήσκομεν, καὶ μέχρι ψιλῆς ἀκοῆς ὑμῶν κατὰ τὴν ὥραν ἡ τῶν ῥημάτων ὑπεισῆλθε δύναμις, καὶ θᾶττον εὐθὺς ἀπολανθάνοντες ἐπὶ τοῖς αὐτοῖς ἐστε πλημμελήμασι. καὶ θρηνῶ ἐπὶ τοῦτο καὶ κόπτομαι, μὴ δυνάμενος ὑμῶν τὴν ἀταξίαν ἀνακόψαι· ἀλλὰ πάντως παρὰ τῶν ταπεινῶν μου λόγων ἡ ἀσθένεια, ἡ ἀποτυχία, γίνεται. ἀλλ’ εἰ καὶ παρ’ ἐμοῦ τὸ ἀσθενές, οὐκ ἀκούετε τῆς θεοπνεύστου Γραφῆς; οὐκ ἐνηχοῦνται ὑμῶν τὰ ὦτα ἑκάστοτε τὰ σωτήρια δόγματα; τί ἐμβοῶσιν οἱ ἅγιοι πατέρες; τί ἀναγγέλλουσι; τί διαμαρτύρονται; τί ἀπειλοῦσιν;

οὐχὶ ἄγουσιν ὑπ’ ὄψιν ὑμῖν τὸ φοβερὸν ἐκεῖνο καὶ ἀπαραλόγιστον κριτήριον, ἐκεῖνο τὸ βῆμα τὸ φρικτὸν καὶ ἀδέκαστον, τὴν μεγάλην ἀπόφασιν ἐκείνην τοῦ θεοῦ καὶ ἀνείκαστον, τὰ κριτήρια καὶ βασανιστήρια τὰ αἰώνια, τὸ πῦρ τὸ ἄσβεστον, τὸ ἐνδότερον καὶ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ χάσμα τὸ μέγα, τὸ σκότος τὸ ἀφεγγές, τὰ ταρταρώδη καταχθόνια, τὰ δεσμὰ τὰ ἄλυτα, τὰ ἄλλα ὅσα κατονομάζεται; εἶτα ἄντικρυς τὴν βασιλείαν τῶν οὐρανῶν οὐχ ὑποδεικνύουσι, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν δόξαν τὴν ἀπρόσιτον, τὸ ἄφραστον φῶς, τὰ ἀμήχανα καὶ ἀπερινόητα κάλλη τοῦ Παραδείσου, τοὺς κόλπους τοῦ Ἀβραάμ, τὰς σκηνὰς τῶν ἁγίων, τὰς ἐπαύλεις τῶν δικαίων, τὰς χοροστασίας τῶν ἀγγέλων, τὰς εὐφροσύνας τὰς ἀκαταλήκτους καὶ οἷα ἄλλα ἀναφωνοῦσι;

καὶ οὐδεμία πρὸς ταῦτα διόρθωσις οὐδὲ μεταμέλεια, ἀλλ’ οἷον ἁπλοῦς λόγους καὶ διακένους ἀκούομεν καὶ παρακούομεν, ζητοῦντες τὰς ἡδονὰς καὶ τὰς προσπαθείας τῆς σαρκὸς ἡμῶν ἐκτελεῖν, καὶ οἷον μυωπάζομεν κάτω νενευκότες, καὶ βρίθοντες ὥσπερ τὰ ἄλογα ζῶα ζητοῦμεν τί φάγωμεν καὶ τί πίωμεν τήνδε τὴν ἡμέραν καὶ τήνδε, καὶ ποῖον λόγον γελοιώδη κινήσωμεν εἰς χαύνωσιν τῆς οἰκείας ψυχῆς καὶ τοῦ ἀκούοντος, καὶ πῶς προφασισώμεθα τὴν ὑπακοὴν διακρούοντες καὶ τὴν ἐργασίαν διαλύοντες καὶ τὸ ψεῦδος εἰσδεχόμενοι καὶ τὴν ἀλήθειαν ἀπαρνούμενοι, ἢ τάχα καὶ παῤῥησιαζόμενοι καὶ πονηρευόμενοι, ἐξερευνῶντες ἐξερευνήσεις πονηρὰς καὶ οὐ προσηκούσας, καὶ ἐργαστήριον οὐχ ὁσιότητος καὶ δικαιοσύνης, ἀλλ’ ἀνομίας καὶ ἀδικίας τὴν ἑαυτῶν ψυχὴν ἀπεργαζόμενοι.

δέον ἄνω βλέπειν, τὰ ἄνω φρονεῖν, τὰ ἄνω ζητεῖν, εἰδέναι ἡμᾶς ὁποῖον καὶ ἡλίκον ἐπάγγελμα ἐνδεδύμεθα καὶ τίνι συντετάγμεθα καὶ καθυπεθέμεθα, ὅτι τῷ δεσπότῃ τῶν ὅλων θεῷ, ἡλίκων δὲ καὶ ὅσων ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν τῶν κακῶς πεπραγμένων ἡμῖν διὰ τοῦ προτέρου βίου, ὅσης ἄλλης διὰ τῆς μετὰ τὸ ἅγιον σχῆμα παραμελήσεως ἡμῶν συγχωρήσεως ἀπελαύσαμεν, καὶ ἐν τούτῳ τρέμειν καὶ στένειν, συστέλλεσθαι καὶ κατανύσσεσθαι, ἀδιάχυτον ἔχειν τὴν καρδίαν καὶ τὴν ὄψιν, μεμελετημένην τὴν ὥραν τοῦ θανάτου, τὴν πρὸς τὸν κριτὴν ἀπολογίαν, τὴν ἐκ τοῦ σώματος ὑπαναχώρησιν, τὴν τῶν φοβερῶν ἀγγέλων θεωρίαν, κατὰ μίμησιν τῶν ἁγίων πατέρων ἡμῶν. καὶ γὰρ ἐκεῖνοι μέχρι καὶ λόγου τοῦ τυχόντος ἀκρίβειαν ἕλκοντες ὅλου διόλου σεμνοὶ καὶ ἐπιεικεῖς ὑπῆρχον, φωτεινοὶ καὶ εἰλικρινεῖς, εὐσταθεῖς, ἄκακοι, πρᾶοι, εἰρηνικοί, ἄμαχοι, ἀφιλόσαρκοι, ἀφιλόκοσμοι, ἡσυχασταί, ὑμνολόγοι, εὐχάριστοι, εὐήκοοι, ταπεινόφρονες, σκεύη ὄντως ἐκλελεγμένα, κατηρτισμένα εἰς πᾶν ἔργον ἀγαθόν, ἔνοικον ἔχοντες τὸ πνεῦμα τὸ ἅγιον.

Τί οὖν λοιπὸν ἀμελοῦμεν ἡμεῖς οἱ ἄθλιοι; τί νωθρευόμεθα; τί ἐκλελύμεθα; τί οὐχ ἅπτεται ἡμῶν λόγος θεοῦ τῶν ψυχῶν; τί οὐ κινοῦμεν δάκρυα; τί οὐ μαλασσόμεθα τὰς λιθίνους καρδίας; τί οὐ καθ’ ἑκάστην ἡμέραν εἰς τὸ μεῖζον ἀνατρέχομεν; τί οὐκ ἀλλοιούμεθα τὴν καλὴν ἀλλοίωσιν, καὶ εἶδος καὶ σχῆμα καὶ φωνὴν καὶ κίνημα ξένον καὶ παρηλλαγμένον παρὰ τοὺς ἐν τῷ βίῳ ὄντας ἐνδεικνύμενοι, ὡς ἂν φαινοίμεθα ἀπὸ κόσμου φυγόντες καὶ ὑπεράνω τῶν φρονημάτων τῶν ἀνθρώπων ὄντες, διὰ πάσης εὐλαβείας καὶ ἡσυχίας διεξαγόμενοι πᾶσαν ἡμῶν πρᾶξιν καὶ ἐνέργειαν; ἥξει, ἥξει καὶ οὐ χρονιεῖ ἡ φοβερὰ ἐκείνη καὶ φρικτὴ ἡμέρα καὶ ὥρα τῆς μεταστάσεως, ὁ ἄγγελος ὁ φοβερὸς καὶ ἀπότομος, ἡ λύσις τῆς πανηγύρεως, καὶ τότε στενάξομεν πικρὰ καὶ ὀδυνηρὰ καὶ ἀνόνητα οἱ μεμεληκότες καὶ μὴ ἔχοντες λέγειν· “ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου”.

ἀλλὰ “δεῦτε”, εἴπερ ἀκούετέ μου, “προσκυνήσωμεν καὶ προσπέσωμεν” αὐτῷ Χριστῷ τῷ βασιλεῖ ἡμῶν, στενάξωμεν ἐκ καρδίας καὶ “ἐγγὺς κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ”· καὶ δίδωσι βοήθειαν ἐκτινάξασθαι ἡμᾶς τὴν πονηρὰν συνήθειαν, καὶ εἰσδέξεται ἡμᾶς εἰς τὴν ἐνάρετον διαγωγήν, οὐ λέγω μὴ φαγεῖν, μηδὲ πιεῖν, μηδὲ συντυχεῖν, μηδὲ συνομιλῆσαι ἀδελφῷ, οὐ λέγω μὴ κοιμηθῆναι μηδὲ ἀναπαυθῆναι, οὐ λέγω μὴ λαβεῖν ἄνεσιν, μηδὲ συνελθεῖν ἐν ἀλλήλοις εἰς ὁμιλίαν τινά, ἀλλὰ τὸ εὐτάκτως ταῦτα πάντα ἐνεργεῖν καὶ μετρίως καὶ κατὰ τὸν δέοντα καιρὸν καὶ τόπον, ἵν’ ἐντεῦθεν ἀρετὴν ἐπ’ ἀρετῇ προσλαμβάνοντες καὶ προκοπὴν ἐπὶ προκοπῇ ἐξευρίσκοντες εἰρηνικὸν τὸν βίον διατελῶμεν, ἀστασίαστον, ὁμαλόν, ἀγγελοειδῆ, ὡς ἂν καὶ ἐγὼ ὁ τάλας προθυμότερος γένοιμι περὶ τὸ λέγειν, οἵ τε τὰ πρῶτα φέροντες λάβοιεν ἄνεσιν τοῦ ἐλέγχειν καὶ ἀντιφθέγγεσθαι, οἱ διδάσκαλοι ἀπὸ τῶν μαθητευομένων, οἱ προέχοντες ἀπὸ τῶν ὑποδεεστέρων, καὶ πάντες ἐν ἅπασι συγκροτούμενοι ἐν ἀγάπῃ, ὁσίως τε καὶ δικαίως πολιτευόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.