μηκέτι οὖν λοιπὸν ἐν νυκτὶ τῶν παθῶν πορευσώμεθα· μηκέτι παραβάται νόμου γενοίμεθα· μηκέτι πλημμέλειαν πλημμελήσωμεν τινά, ἣν ἀπηρνησάμεθα, ἀλλ’ ἐν θερμῇ διαθέσει, ἐν ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν, διαμείβωμεν τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐμπορευώμεθα τὰς ἐπιλειπομένας ἡμέρας τῆς παροικίας ἡμῶν, φέροντες τὰ παρόντα γενναίως, οἷά πέρ εἰσιν, εἴτε ἐν τροφῇ, εἴτε ἐν ποτῷ, εἴτε ἐν ἐνδύματι, εἴτε κατὰ τοὺς ἀοράτως πολεμοῦντας ἡμᾶς, εἴτε κατὰ τοὺς ὁρατῶς προσφερομένους ἡμῖν ἀδελφούς, ἐν λόγοις πληκτικοῖς, ἐν ἐξουδενώσεσιν, ἐν ἀτιμίαις, ἐν ἀφορισμοῖς· ταῦτα γάρ εἰσι τὰ καθαρτήρια τῆς ψυχῆς φάρμακα· ταῦτα τὰ αὐχήματα τῶν ἀληθινῶν ὑποτακτικῶν· αὗται αἱ προκοπαί. δι’ αὐτῶν σχεδόν τις εἰς τὸ ἀκρότατον τῆς ἀρετῆς συντόμως ἀναβαίνων διασῴζεται· τὰ γὰρ ἐναντία τῶν προῤῥηθέντων, οἷον ὑπερηφανίαι, παρακοαί, ὕβρεις, ἔχθραι, φθόνοι, λοιδορίαι, ἔριδες, ἀνυποταξίαι, αὐθάδειαι, περπερεῖαι, κόροι, πλησμοναί, φιλοσαρκίαι, φιλοκοσμίαι, γέλωτες, στρηνιασμοί, παῤῥησίαι, ἀπείη καὶ ἐννοεῖν ἐν ὑμῖν· ἐν τούτοις γὰρ οἱ ἁλόντες υἱοὶ σκότους καὶ διαβόλου καὶ υἱοὶ ἀπειθείας καὶ ἀνομίας ἀναγορεύονται.
οὐκ εὐδοκεῖ κύριος ὁ θεὸς ἐν τούτοις, οὐ κατοικεῖ τὸ πνεῦμα τὸ ἅγιον ἐν ψυχαῖς αὐτῶν. “ἐπὶ τίνα γάρ”, φησίν, “ἐπιβλέψω; οὐχὶ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;