Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Πατερική θεμελίωση της τιμητικής προσκυνήσεως και τα αγιάσματα της Παλαιάς Διαθήκης

Επίκληση κειμένων του Μεγάλου Βασιλείου και του ιερού Χρυσοστόμου, καθώς και της τιμής προς τα σύμβολα του Μωσαϊκού Νόμου, για την κατοχύρωση του σεβασμού των εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 7 από 13

ΑΙΡ. Ναὶ δὴ ταῦτα σύμφημι. Ἀλλ’ ὅμως παραβλητέον σοι εἰκόνα εἰκόνι καὶ ἐκ τύπωμα ἐκ τυπώματι. κἂν ἰσοδυναμεῖν φαίης τὸ πρῶτον τῷ δευτέρῳ. ΚΔʹ. ΟΡΘ. Τοῦτο ἀνωτέρω δέδεικται οὐκ ἀμυδρῶς, εἴγε ἐπέστησας τὸν νοῦν, παρὰ τοῖς θεοφόροις Πατράσιν. Εἰ δ’ οὖν, ἀλλὰ κἀνταῦθα ἐπαΐωμεν τοῦ φωτίζοντος τὰς φρένας ἱεροῦ Βασιλείου· ὅτι «Βασιλεύς, φησί, λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών· καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία· οὕτω καὶ ἡ παρ’ ἡμῶν δοξολογία μία. καὶ οὐ πολλαί. Διότι ἡ τῆς εἰκόνος τιμὴ εἰς τὸ πρωτότυπον διαβαίνει.» Τὸ δὲ παράδειγμα ὅτι ἐφαρμόζει τῇ Χριστοῦ εἰκόνι, τίς ἀντερήσει λόγος; ὁμοιοτρόπως γὰρ λεκτέον ὅτι Χριστὸς λέγεται καὶ ἡ τοῦ Χριστοῦ εἰκών, καὶ οὐ δύο Χριστοί· οὔτε γὰρ κἀνταῦθα τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται· καὶ εἰκότως ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει.

ΑΙΡ. Οὔτι που παραβλητέον τῷ θεοφόρῳ τῇ Χριστοῦ εἰκόνι τὸ τοῦ βασιλέως παράδειγμα, ἀλλὰ αὐτῷ Χριστῷ τῇ ἀοράτῳ εἰκόνι, τοῦ Θεοῦ, φημί, καὶ Πατρός. ΚΕʹ. ΟΡΘ. Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν· ὅτι ὅπερ εἴληπται τῷ θεοφόρῳ, ἡ τεχνητὴ εἰκών, εἰς φυσικὴν καὶ ἀπαράλλακτον ταυτότητα Πατρός τε, φημί, καὶ Υἱοῦ· τοῦτο ἡμῖν εἴληπται οὐκ ἐπὶ φυσικῆς, ἀλλ’ ἐπὶ τεχνητῆς εἰκόνος Χριστοῦ. Κἀκεῖ μὲν τεχνητὴ φυσικῇ παραβέβληται εἰκόνι· δεῦρο δὲ τεχνητὴ τεχνητῇ. Καὶ ὅσον καὶ ἡλίκον τὸ διεῖργον! Ἀλλ’ ὅμως τῷ θεοφόρῳ οὐχ εὑρόντι ἄλλο τι παράδειγμα προὖχον, τὸ τοῦ βασιλέως εἴληπται. Πόσῳ γε μᾶλλον ἡμῖν πρὸς τὴν τεχνητὴν εἰκόνα τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ, ἡ οὑτινοσοῦν βασιλέως εἰκὼν καταλλήλως εἴληπται! τοσοῦτον ἐγγίζουσα τῇ Χριστοῦ εἰκόνι, ὅσον προὔχουσά ἐστι κατὰ τιμὴν τῶν ὑπὸ χεῖρα πάντων· ὁπότε καὶ αὐτὸς ὁ ἐπὶ γῆς κρατῶν εἰκόνα ἐστὶ φέρων κατὰ τοὔνομα τῆς ἀξίας τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ. Φησὶ γὰρ ἡ Γραφή, ὅτι Ἐδόθη παρὰ Κυρίου κράτησις ὑμῖν καὶ δυναστεία παρὰ τοῦ Ὑψίστου· ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα, καὶ τὰς βουλὰς διερευνήσει· ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς.

ΑΙΡ. Εἰ καὶ τὴν τῆς εἰκόνος τιμὴν ἐπὶ τὸ πρωτότυπον διαβαίνειν ἔφη ὁ θεῖος Βασίλειος, οὐ τῆς τεχνητῆς, ἀλλὰ τῆς φυσικῆς ὑπηγόρευσεν, ἤγουν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ μάλα γε εἰκότως. ΚϚʹ. ΟΡΘ. Ἐπίσχες, ὦ τᾶν, ὅτι οὐκ εἶπε, Θεὸς λέγεται καὶ ἡ τοῦ ἀοράτου Πατρὸς εἰκών, καὶ οὐ δύο θεοί· ὅπερ ἀληθές· ἀλλ’ ἐπεὶ πρὸς σύστασιν τοῦ θεολογικοῦ δόγματος ἐχρήσατο τῷ τοῦ βασιλέως παραδείγματι, εἰπὼν ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· ἀκολούθως τὸ συμπέρασμα ἐπήγαγε. Διὰ τοῦτο καὶ ἐν τῷ εἰπεῖν, «Ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει», ἐπάγει· «Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός»· ὡς τοῦ βασιλέως πρὸς τὴν ἑαυτοῦ εἰκόνα ληφθέντος πρωτοτύπου, καὶ οὐ τοῦ Πατρὸς πρὸς τὸν Υἱόν· ἢ γὰρ ἂν ἔσχε τὸ ἔμπαλιν. Ὃ οὖν ἐστιν ἐνταῦθα φυσικῶς ὁ Υἱός, τοῦτο ἐκεῖ μιμητικῶς ἡ εἰκών.

Πλὴν ὅτι τὸ πρωτότυπον καὶ παράγωγον ἔοικε τῶν καθ’ ἡμᾶς εἶναι· ὅπερ εἴληπται καὶ ἐπὶ Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος. Καθ’ ἡμᾶς γὰρ ὁμολογεῖται γεγονέναι ἄνθρωπος, εἰ καὶ Θεὸς ὁ αὐτός. Ὥστε κατὰ κοινοῦ καὶ ἐφ’ οὑτινοσοῦν βασιλέως εἴληπται· «Ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει».

ΑΙΡ. Ἀλλ’ ἡ τιμὴ οὐ πάντως καὶ προσκύνησις παρὰ τῶν θεοφόρων νενόηται· ἄλλο γὰρ τιμή, καὶ ἄλλο προσκύνησις. ΚΖʹ. ΟΡΘ. Καὶ πῶς δοίης μήτε τὸ κράτος σχίζεσθαι, μήτε τὴν δόξαν μερίζεσθαι τοῦ πρωτοτύπου πρὸς τὸ παράγωγον, εἰ μὴ νενόηταί σοι μιᾶς καὶ τῆς αὐτῆς εἶναι προσκυνήσεως τὰ ἀμφότερα; κράτους γὰρ καὶ δόξης σύστοιχος καὶ ἀμέριστος ἡ τιμὴ καὶ ἡ προσκύνησις· καὶ τῇ μὲν ἑτερολεξίᾳ διάφορα τὰ λεγόμενα, τῷ δὲ ἀξιώματι ὁμοδύναμα.

ΑΙΡ. Τιμὴν ἔφη διαβαίνειν. ἀλλ’ οὐ προσκύνησιν. Κἀγὼ δὴ τιμῶ ἀνωφερῆ ἐῶν τὴν εἰκόνα Χριστοῦ· ἀλλ’ οὐ προσκυνῶ, καθὼς εἴρηται. ΚΗʹ. ΟΡΘ. Ἕν μοι πρῶτον εἰς ἐρώτησιν· Πόθεν σοι τιμᾶν τὴν εἰκόνα Χριστοῦ ἀνωφερῆ ἐῶντι; οὐ γὰρ οὕτως, ἀλλ’ ἁπλῶς ἔφη τιμᾶν Βασίλειος. Ὥστε διαπέπτωκέ σου ἡ πρότασις. Δεύτερον, πῶς ὃ τετίμηται μὴ καὶ προσκεκύνηται, ὑψηλοφανῶς καὶ χαμηλοφανῶς ὁρώμενον; Καὶ γοῦν τιμῶμεν καὶ προσκυνοῦμεν τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ, καὶ ἄνω δεικνύμενον καὶ κάτω βλεπόμενον. Ἐπεὶ καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς ὑποδειγμάτων, τὸν βασιλέα καὶ ἄνω καθήμενον καὶ κάτω βλεπόμενον· τὸν στρατηγὸν ὡσαύτως, καὶ ὕπαρχον, τὸν δεσπότην ὁμοίως καὶ διδάσκαλον.

Ἀλλὰ γὰρ ἐπὶ τὰ θεῖα λόγια μετιτέον τὸ θεώρημα. Τί οὖν σοι δοκεῖ, ἡνίκα λέγει, Ἄξιος εἶ, ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν ὁ ἅγιος, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν. Καὶ πάλιν, Ἄξιόν ἐστι τὸ Ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ τὴν σοφίαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν καὶ τὴν εὐλογίαν. Καὶ πάλιν, Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ Ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ πάλιν, Ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἰδοὺ ἐν πᾶσι τούτοις προσκύνησις οὐδαμοῦ πρόσκειται· ἆρ’ οὖν ἐπεὶ οὐ πρόσκειται, ἀποστερήσομεν τὴν προσκύνησιν τῷ Ἀρνίῳ τῷ ἐσφαγμένῳ, ἤτοι τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν; Ἢ δηλονότι τῆς αὐτῆς συστοιχίας εἰσὶν ὁμοδύναμα πάντα; ὁ γὰρ τῆς τιμῆς ἄξιος, καὶ τῆς προσκυνήσεως· καὶ ὁ τῆς ἰσχύος, καὶ τῆς δυνάμεως· καὶ ὁ τῆς εὐλογίας, καὶ τῆς δόξης· καὶ ὅσα ἀλληλούχως ὑμνεῖται. Εἰ οὖν ἀποστερήσεις τὴν προσκύνησιν τῆς εἰκόνος τοῦ πρωτοτύπου, συναποστερήσειας δηλονότι καὶ τὴν τιμὴν καὶ τὸ κράτος καὶ τὴν δόξαν· ἀλλ’ οὐκ ἐνδέχεται, ἑνὸς ὄντος, μὴ καὶ τὰ λοιπὰ δυνάμει συνεῖναι. Δέξαιο τοίνυν καὶ ἕτερον πρόβλημα. Ὁ μὴ τιμῶν, φησί, τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Τί οὖν σοι δοκεῖ;

ἀμοιρεῖ προσκυνήσεως ἡ εἰς Πατέρα καὶ Υἱὸν προσαγομένη τιμή; ἀλλ’ ἠλίθιον τοῦτο καὶ ἐννοεῖν. Πάλιν λέγοντος τοῦ τῶν ὅλων Θεοῦ διὰ τοῦ προφήτου Ἡσαΐου· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἔντιμον· ἆρα ἐπεὶ οὐ πρόσκειται, καὶ προσκυνητόν, ἀποστερήσομεν προσκυνητὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ; Καὶ πάλιν ἡ Γραφή· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ πάλιν· Ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίαν· καὶ ὡς ὁ θησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ. Οὐ τοίνυν προσκυνεῖν ἐνταῦθα τοὺς γονέας κελεύει Θεός, ἀλλ’ ἢ μόνον τιμᾶν; πολλῆς τοῦτο τῆς ἀσυνεσίας. Πάλιν ὁ μέγας Ἀπόστολος· Τὸν Θεὸν φοβεῖσθε· τὸν βασιλέα τιμᾶτε. Ἆρ’ οὖν τιμᾶν μόνον, ἢ καὶ προσκυνεῖν διακελεύεται; καὶ τίς οὐ συνιεῖ τῶν σεσυνετισμένων; Ἐγὼ δὲ καὶ τοῦ ἱερέως ἀκούων, συνίημι ὁμόστοιχον καὶ ὁμοδύναμον εἶναι τὴν τιμὴν τῆς προσκυνήσεως· «Ὅτι πρέπει σοι, φησί, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις».

Οὕτω τοιγαροῦν εἰπόντος τοῦ θείου Βασιλείου. «Ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει», κατὰ τὸ σιωπώμενον συναπέφηνεν, ὅτι καὶ ἡ τῆς εἰκόνος προσκύνησις ἐπὶ τὸ πρωτότυπον διαβαίνει, συνῳδὰ τῷ μακαρίῳ Ἀθανασίῳ.

ΑΙΡ. Συμπεφορημένος ὁ λόγος ἐκ διαφόρων Πατρικῶν μαρτυριῶν ἐπιδεικνύσθω· ὡς ἂν εἴη βεβαιότερος πρὸς πειθὼ τοῖς ἐπαΐουσιν. ΚΘʹ. ΟΡΘ. Ὁ μακάριος Ἰωάννης οὗ ἐκ τῶν χειλέων τὰ χρυσότατα ῥυΐσκεται ἔπη, τάδε φησί· «Ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου. Καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκπόμασι καὶ ἐν φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ, τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοί· ὡς μὴ μόνον ἀκούειν τῆς προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον, καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν παραμυθίαν».

ΑΙΡ. Καὶ τίνος φαίην τὴν τοιαύτην εἰκόνα; Λʹ. ΟΡΘ. Μελετίου τοῦ τῆς Ἀντιοχέων προέδρου. ΑΙΡ. Ἁγίαν ἔφη, ἀλλ’ οὐ προσκυνητήν· οὐ γὰρ πάντως τὸ ἅγιον, καὶ προσκυνητόν· λέγει γὰρ ὧδέ που ὁ ἱερὸς Ἀπόστολος·

Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἁγία· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνή, ἡ λεγομένη Ἅγια ἁγίων· χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ οἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Ἅτινα ἅγια καλούμενα, οὐ δήπου καὶ προσκυνητὰ ὁ ἱερὸς Ἀπόστολος δέδειχεν.

ΛΑʹ. ΟΡΘ. Ἅγια κεκληκὼς τὰ εἰρημένα ὁ ἱερὸς Ἀπόστολος, καὶ προσκυνητὰ κατὰ συνεκδοχὴν εἴρηκεν. Ἀλλ’ ὁ περὶ μὲν τούτων μικρὸν ἀναμεινάτω λόγος, ἔχων ἐξηγορίαν πλατυτέραν. Ἐκεῖνο δέ μοι ἐρωτῶντι ἀπόκριναι. Πῶς φὴς τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;

ΑΙΡ. Ἅγια δηλονότι· τὰ γάρ, «Ἅγια τοῖς ἁγίοις», παρὰ τῷ ἱερουργοῦντι ἐκπέφασται. ΛΒʹ. ΟΡΘ. Ταῦτα δή σοι καὶ προσκυνητὰ νενόηται; ΑΙΡ. Καὶ ποῦ τις εἰς τοσοῦτον ἀθεΐας ἐληλακὼς φρόνημα, οὐ συνομολογοίη ἅγια ὁμοῦ καὶ προσκυνητὰ ὑπάρχειν;

ΛΓʹ. ΟΡΘ. Οὔκουν ἐναντιολογεῖς ἑαυτῷ, πρότερον εἰρηκώς, οὐ πάντως τὸ ἅγιον καὶ προσκυνητόν, νῦν δ’ αὖ ἀποφάσκων ὃ κατέφησας; ΑΙΡ. Ἀλλ’ οὐ περὶ τῶν μυστηρίων μοι ὁ λόγος τούτων ἤδη πᾶσιν ὁμολογουμένων, ὡς προείρηται.

ΛΔʹ. ΟΡΘ. Τί δέ σοι δοκεῖ τὸ Εὐαγγέλιον, ἅγιον καλούμενον, οὐχὶ καὶ προσκυνητὸν ὑπάρχειν; ὅ τε τύπος τοῦ ζωοποιοῦ σταυροῦ, καὶ πᾶν ἱερὸν ἀνάθημα; ΑΙΡ. Καὶ ἅγια τοιγαροῦν, καὶ προσκυνητά. Ἀλλὰ πολὺ ἀποδέουσα ἡ εἰκὼν τοῦ ἁγίου τῆς τούτων ἁγιστείας.

Ὥστε εἰ καὶ ἁγία κέκληται ἡ εἰκών. ἀλλ’ οὐ πάντως προσκυνητή. ΛΕʹ. ΟΡΘ. Σύμφημι κἀγὼ πολλοῦ ἀποδέειν κατὰ τὴν ἁγιωσύνην ταύτην ἐκείνων· καὶ γὰρ Ἅγια ἁγίων λέγεται. Πλὴν ὅτι πᾶν ἅγιον προσκυνητόν, κἂν ὑφειμένον θάτερον θατέρου τυγχάνῃ τῇ τε ἁγιωσύνῃ καὶ προσκυνήσει· τὸ γὰρ πάντη ἀπροσκύνητον, πάντη ἀμοιρεῖ καὶ ἁγιότητος. Σὺ δέ μοι δεῖξαι ποῦ ποτε ἂν ἅγιον ᾖ ἐπικεκλημένον, μὴ καὶ προσκυνητὸν τυγχάνον.

ΑΙΡ. Προὔθηκα τὰς ἀποστολικὰς ῥήσεις περὶ τῶν ἐν νόμῳ εἰρημένων ἁγίων αἷς καὶ ὑπαντᾶν ἐπηγγείλω. ΛϚʹ. ΟΡΘ. Πρῶτον μὲν ἐκεῖνο ἐρῶ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· καὶ οὔ τί που παραβλητέα τὰ πάλαι τοῖς ἐν χάριτι· ἐπεὶ οὕτω γε καὶ σαββατίσομεν, καὶ περιτεμούμεθα, καὶ πολλὰ ἡμῖν ἐναντία ἕψεται· ἀλλ’ ὅσον ἐν σκιαγραφίᾳ μόνον. Σκιὰν γὰρ ἔχων ὁ νόμος, οὐκ αὐτὴν εἰκόνα τῶν πραγμάτων, τῷ Ἀποστόλῳ εἴρηται. Δεύτερον ὅτι καὶ τὰ ἐν νόμῳ ἅγια εἰρημένα, καὶ προσκυνητά, ἔστιν ἀποδεικνύναι. Εἰ γὰρ Χερουβὶμ δόξης ὠνόμασται· ἡ δὲ δόξα ὁμόστοιχος τῇ τιμῇ, καὶ ἡ τιμὴ τῇ προσκυνήσει· δηλονότι τὸ δεδοξασμένον, ἅγιον· καὶ τὸ ἅγιον, προσκυνητὸν τυγχάνει, κἂν οὐ βούλοιο.

ΑΙΡ. Ἀκολουθίᾳ τινὶ καὶ εἱρμῷ τετεχνολόγηταί σοι τὸ ἅγιον καὶ προσκυνητὸν εἶναι κατὰ τὴν πάλαι διαθήκην· ἀλλ’ οὐκ ἐκ μαρτυριῶν ἀναμφιλέκτων. ΛΖʹ. ΟΡΘ. Καὶ δὴ ἀκουσόμεθα τῶν κορυφαιοτάτων Πατέρων· Γρηγορίου μὲν τοῦ Θεολόγου φάσκοντος ὧδέ που ἐν τοῖς ἑαυτοῦ λόγοις· «Γινώσκω Ἡλεὶ τὸν ἱερέα, καὶ μικρὸν ὕστερον Ὀζᾶν· τὸν μὲν ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰ τῶν θυσιῶν, πρὸ καιροῦ τῶν λεβήτων ἀπαρχόμενοι· καὶ ταῦτα, οὐκ ἀποδεχόμενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ καὶ πολλάκις ἐπιτιμήσαντα.

Τὸν δὲ ὅτι ψαύσας τῆς κιβωτοῦ μόνον περισπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος τῇ κιβωτῷ τοῦ Θεοῦ τὸ σεβάσμιον.» Καὶ πάλιν ἐν τῷ αὐτῷ λόγῳ· «Τοσούτου δεῖ προσφοιτᾶν εἰς τὰ Ἅγια τῶν ἁγίων θαῤῥοῦντα, ὧν ἑνὶ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον ἐπιβατὸν ἦν. Τοσούτου δεῖ τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτόν, ἢ τὰ Χερουβίμ, ἢ προσβλέπειν εἶναι παντός, ἢ προσάπτεσθαι·» Βασιλείου δὲ τοῦ μεγάλου δεῦρο φάσκοντος, «γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τοῦ Θεοῦ τῆς ἁγίας διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον· ὥστε ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ἐδέχετο· ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίζεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἀποτίθεσθαι».

ΑΙΡ. Ὅτι μὲν οὖν ἅγια καὶ σεβάσμια, ἀληθές· οὐ μὴν καὶ προσκυνητὰ εἴρηται τοῖς Πατράσι. ΛΗʹ. ΟΡΘ. Καὶ πῶς ἂν εἴη ἅγια καὶ σεβάσμια, ἀμέτοχα τυγχάνοντα προσκυνήσεως; Λέγει τοίνυν ἐν ταῖς Πράξεσιν ὁ θεῖος Ἀπόστολος· Ἀναστρεφόμενος καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ· ὡς τῶν σεβασμάτων δηλαδὴ καὶ προσκυνημάτων τυγχανόντων. Καί, Σεβαστός, πάλιν, ὁ βασιλεύς, εἴρηται. Τοῦ γὰρ Παύλου, φησί, ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν.

Καὶ μικρὸν ὑποκατιών· Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι· καὶ αὐτοῦ δὲ ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν. Συνιεῖς ὅτι τὸ σεβαστὸν καὶ προσκυνητόν; Οὐ γάρ τις φρενῶν εἴσω μένων εἴποι, σεβαστὸν μέν, οὐ προσκυνητὸν δὲ τὸν βασιλέα. Ἀλλὰ γὰρ καὶ τὸ μὴ θεμιτόν, ἢ προσβλέπειν, ἢ προσάπτεσθαι τῶν προειρημένων ἁγίων, ἢ μόνον τοῦ ἱερέως, πολὺ τὸ ἀνῳκισμένον κατὰ τιμὴν ὑποφαίνει ὁ λόγος.

Καὶ εἰ σημεῖα καὶ τέρατα ἡ κιβωτὸς τοῦ Θεοῦ, δι’ ὧν ἔν τε τῷ Ὀζᾶν καὶ ἐν τοῖς λαβοῦσιν αὐτὴν ἀλλοφύλοις δέδρακε· πῶς οὐχὶ καὶ πάσης δόξης, τιμῆς τε καὶ προσκυνήσεως ἔμπλεως ὑπῆρχεν, ὥσπερ τὰ Χερουβίμ, καὶ ὅσα ἄλλα εἴρηται κατὰ συνάφειαν τῷ Ἀποστόλῳ; Οὕτω τοιγαροῦν καὶ οἱ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου Πατέρες ἐν τοῖς μετὰ ταῦτα ἐκτεθεῖσιν αὐτοῖς ἱεροῖς κανόσιν ἐξειληφότες τάδε φασίν· «Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς Ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται. ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος· τὸν ἀληθινὸν ἡμῖν διὰ τοῦ νόμου προϋποφαίνων Ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν.

Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ Ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν, καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου, ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται· τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, Ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ Ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν. Δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως.» Ὁρᾷς ὅτι τοὺς παλαιοὺς τύπους καὶ τὰς σκιὰς προσκυνητὰς ἔφασαν. διὰ τοῦ φάναι. Κατασπαζόμενοι. Αὐτὸ γὰρ δὴ ἀσπάζεσθαι, προσκυνεῖν ἐστι καὶ προσπτύσσεσθαι. Ἀλλὰ καὶ Θεόδωρος ὁ Ἀντιοχείας ἀρχιεπίσκοπος, ἐν τῷ κατ’ αὐτὸν συνοδικῷ, τὰ αὐτὰ φθέγγεται· «Πρὸς δὲ τοὺς αἱρετικῶς ἀντεξαγομένους, καὶ λέγοντας ὡς οὐ δεῖ προσκυνεῖν τῶν ἁγίων τὰς εἰκόνας χειροποιήτους οὔσας, εἴδωλά τε ἀνοήτως, μᾶλλον δὲ δυσσεβῶς, ἀποκαλοῦντας· ἴστωσαν οἱ τοιοῦτοι, ὡς τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον, ἡ κιβωτός τε καὶ ἡ ῥάβδος, καὶ ἡ τράπεζα, ἃ Μωσῆς ὁ θεσπέσιος κατεσκεύασε, χειροποίητα ἦσαν καὶ προσεκυνοῦντο.

Κατηγορεῖ δὲ ἡ θεία Γραφὴ τῶν προσκυνούντων τοῖς γλυπτοῖς.» ΑΙΡ. Καὶ ὅτου χάριν τὸν χαλκοῦν ὄφιν συνέτριψεν Ἐζεκίας; γέγραπται γάρ· Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησε Δαυῒδ ὁ πατὴρ αὐτοῦ· αὐτὸς ἐξῆρε τὰ ὑψηλά, καὶ συνέτριψε πάσας τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωσῆς· ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ.

ΛΘʹ. ΟΡΘ. Ὅτι μηδὲ ἕν τι τῶν κατηριθμημένων ἁγίων τῷ Ἀποστόλῳ ὁ χαλκοῦς ὄφις· περὶ οὗ φησιν ὁ θεολόγος Γρηγόριος· «Ὁ δὲ χαλκοῦς ὄφις κρεμᾶται κατὰ τῶν δακνόντων ὄφεων. Οὐχ ὡς τύπος τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ’ ὡς ἀντίτυπος· καὶ σώζει τοὺς εἰς αὐτὸν ὁρῶντας. Οὐχ ὅτι ζῇ πιστευόμενος, ἀλλ’ ὅτι νενέκρωται καὶ συννεκροῖ τὰς ὑπ’ αὐτὸν δυνάμεις καταλυθεὶς ὥσπερ ἦν ἄξιος. Καὶ τίς ὁ πρέπων αὐτῷ παρ’ ἡμῶν ἐπιτάφιος; Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; τῷ σταυρῷ βέβλησαι· τῷ ζωοποιῷ τεθανάτωσαι. Ἄπνους, νεκρός, ἀκίνητος, ἀνενέργητος, εἰ καὶ τὸ σχῆμα σώζεις ὄφεως ἐν ὕψει στηλιτευόμενος.» Καὶ εἰκότως συντέτριπται θυμιαζόμενος ὑπὸ τῶν Ἰσραηλιτῶν· οὗ γὰρ τὸ πρωτότυπον οὐ λατρευτέον, τούτου καὶ τὸ παράγωγον ἀποπτυστέον. Πάντα δὲ τὰ τῆς σκηνῆς ἅγια, προχαράγματα τῆς ἐν πνεύματι λατρείας ὁ θεοφόρος Κύριλλος ἀποδείκνυσιν.

ΑΙΡ. Πέπεισμαι τὸν λόγον εὖ ἔχειν ἐνταῦθα· ἀλλ’ ἐπεὶ οἱ προτεθέντες ἔναγχος νεωστί, καὶ οὐ τῶν πάλαι Πατέρων, ἀπαράδεκτοι πρὸς μαρτυρίαν. Μʹ. ΟΡΘ. Εἰ μὲν οὐκ ἀκόλουθα Βασιλείῳ καὶ τοῖς λοιποῖς θεοφόροις τὰ παρ’ αὐτῶν εἰρημένα, οὐδὲ ἐγὼ δέχομαι, οὐδέ τις τῶν εὐσεβούντων. Εἰ δὲ σύμφωνα καὶ πάρισα, οὐχ ὅτι πρὸ διακοσίων ἐτῶν ὁπηνίκα ἐλάλησαν οἱ μνημονευθέντες. ἀλλὰ καὶ κατὰ τὸν δεῦρο καιρόν, εἰ εἴη τις τὰ αὐτὰ λέγων. καὶ δεδεγμένος ἐστὶ πρὸς τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καὶ συναρίθμιος κατὰ τὸ τῆς ἀληθείας δόγμα αὐτοῖς τε ἁγίοις ἀποστόλοις, μὴ ὅτι γε τοῖς μεταγενεστέροις θεοφόροις.

Κατὰ τοῦτο δέχου καὶ τὰ πρακτικὰ τοῦ ἁγίου καὶ πολυάθλου Μαξίμου, ἐν οἷς φησι· «Δεσπόται, ἐπὰν ἔδοξε τοῦτο γενέσθαι, ἔκβασις γένηται τῶν δοξάντων, καὶ ὅπου κελεύετε, ἀκολουθῶ ὑμῖν. Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες μετὰ χαρᾶς καὶ δακρύων· καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε. Καὶ ἕκαστος αὐτῶν τὰ ἅγια Εὐαγγέλια καὶ τὸν τίμιον σταυρόν, καὶ τὴν εἰκόνα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς Δεσποίνης ἡμῶν τῆς αὐτὸν τεκούσης παναγίας Θεοτόκου ἠσπάσαντο. τεθεικότες καὶ τὰς ἰδίας χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.» Καί γε παρ[ε]ῶ πλέον τι λέγειν διὰ τὸ προσκορὲς τοῦ λόγου, πολλοῦ ἑσμοῦ χρήσεων τῶν τε πάλαι καὶ νεωστὶ περὶ τῶν σεπτῶν εἰκόνων προκειμένου, εἰ μέλλοιμεν ταύτας ἀνελίττεσθαι.