Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Η διαφορά της εικόνας από το είδωλο και οι παλαιοδιαθηκικές προτυπώσεις

Επεξήγηση του παιδαγωγικού χαρακτήρα της παλαιοδιαθηκικής απαγόρευσης, η συμβολική λατρεία και η ερμηνεία του χάλκινου όφεως ως τύπου της σωματικής αναπαράστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 13

Εʹ. Ἀποφάσκεται, φασί, καθ’ ὅλου παρὰ τῇ Γραφῇ τὸ ἀναστηλοῦν ὁμοιώματα· φησὶ γὰρ ὡδί που· Οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ πᾶν ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω· καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω· καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς· οὐδ’ οὐ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου.

Πότε καὶ τίσι; Πρὸ χάριτος καὶ τοῖς ὑπὸ νόμον φρουρουμένοις, καὶ εἰς ἑνὸς προσώπου μοναρχίαν ἀναγομένοις· ἡνίκα Θεὸς οὔπω σαρκὶ πεφανέρωτο· καὶ τῶν θύραθεν εἰδώλων οἱ πάλαι ἀπετειχίζοντο· ἔδει γὰρ τοῖς διὰ τοῦ προπάτορος Ἀβραὰμ εἰς ἔθνος ἐκλεκτὸν ἀναφοιτήσασι ταῦτα νενομοθετῆσθαι, φυγοῦσι τῆς πολυθεΐας τὸ βάραθρον. Ὅτι εἷς ἐστι Θεὸς καὶ Κύριος τῶν ἁπάντων· ὃν εἶδεν οὐδεὶς ἄνθρωπος, οὐδὲ ἰδεῖν δύναται, ὡς ὁ λόγος· οὗ οὐκ ἔστι σημασία, οὐχ ὁμοίωσις, οὐ περιγραφή, οὐ περιορισμός, οὔ τί πως ἂν τῶν ὅσα ὑπὸ κατάληψιν ἀνθρωπίνῃ διανοίᾳ ἔνεστι. Πρὸς ἃ ἐκεῖνο ἂν ῥηθείη εὖ μάλα τρανώτατα· Τίνι ὡμοιώσατε Κύριον; καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Παρ[ε]ῶ λέγειν ὅτι οὐχ ὅπερ ἂν πάντως ἐπὶ Θεοῦ ἀπείρητο, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων. Ὁ γὰρ ἀποφήσας πρότερον τῷ ἱεροφάντῃ Μωσεῖ, αὐτίκα προστέταχε· Ποιήσεις γάρ, φησί, δύο Χερουβὶμ χρυσᾶ τορευτά, ἐπὶ τὰ δύο κλίτη· καὶ ἔσονται οἱ δύο Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου· καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα, καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι. Καὶ ἐν τῷ Λευιτικῷ· Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.

Καὶ ἐποίησε Μωσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ἐγένετο, ὅταν ἔδακεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, ἔζη. Ὁρᾷς ὅ τι τὸ Γράμμα· καίπερ τῶν ἀγγέλων μὴ ἐν πάχει τῷ καθ’ ἡμᾶς ὄντων· τοῦ τε ὄφεως ἀπεμφαίνοντος τῇ θηριομορφίᾳ. ὃς εἰς τύπον Χριστοῦ αἰνιγματωδῶς παρελήφθη. Εἰ δὲ δι’ ὄφεως ᾐνιγματίσθαι πρὸς τὸ τοὺς δακνομένους ἰᾶσθαι πάλαι συγκατήρχετο ὁ Θεός. πῶς οὐχὶ φίλον αὐτῷ καὶ ἐφαρμόζον τῆς σωματικῆς ἰδέας, ἐξ ὅτου ἄνθρωπος ἐγεγόνει. τὴν εἰκόνα ἀναστηλοῦσθαι; καὶ εἰ ὁ θηρόμορφος τύπος ὁρώμενος μόνον τοὺς δεδηγμένους ἰᾶτο. πόσον οὐχ ὁ ἱερότυπος χαρακτὴρ τοῦ Χριστοῦ βλεπόμενος ἁγιάσειε τοὺς τεθεαμένους;

Ϛʹ. Εἰς ἀντίφασιν ἄρα ἐναντιολογίας ἑαυτῷ Θεὸς περιπίπτει. Ὢ τῆς μανίας! πρὸς μὲν γὰρ τὸ ἐν πᾶσι τοῖς οὖσι καθ’ ὁτιοῦν τῶν κτισμάτων, ἡλίου λέγω, σελήνης τε καὶ ἀστέρων, ἢ ὅ τι τύχοι τῶν ἄλλων ὁμοιοῦν τὸ Θεῖον, ἐφ’ οἷς ἡ τῶν εἰδώλων μορφοποιΐα, ἡ ἀπόφασις· πρὸς δὲ τὸ δι’ ἐκτυπωμάτων καὶ μορφωμάτων τινῶν συμβολικῶς ἀνάγεσθαι τὸν Ἰσραήλ, ἐπὶ τὴν τοῦ ἑνὸς Θεοῦ, ὡς ἐφικτόν, θεωρίαν καὶ λατρείαν, ἡ κατάφασις· ἢ οὐχὶ καὶ αὐτὸ τό τε παράδειγμα τῆς ὅλης σκηνῆς προχάραγμα ἐναργές ἐστι τῆς ἐν πνεύματι λατρείας, σκιαγραφούμενόν πως συμβολικαῖς θεωρίαις τῷ μεγάλῳ Μωσεῖ πρὸς τοῦ τῶν ὅλων Θεοῦ;

Ζʹ. Ὑποβιβάζειν οὖν ἐστι, φασί, καὶ κατασμικρύνειν ὑλικαῖς ὑποτυπώσεσιν ἐξεικονίζειν τὸν Χριστόν. Μεινάτω γὰρ ἐν τῇ κατὰ νοῦν θεωρίᾳ ὡς ἂν μᾶλλον μορφοῦται ἐν ἡμῖν ἐνιέντος τοῦ ἁγίου Πνεύματος θείαν τινὰ μόρφωσιν δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης. Φησὶ γὰρ τὸ Γράμμα· Τί ὠφελεῖ γλυπτὸν ὅτι ἔγλυψαν αὐτό; ἔπλασαν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάστης ἐπὶ τὸ πλάσμα αὐτοῦ. Καὶ αὖθις, Ὅτι ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκοπτόμενον [ἐκκεκομμένον] ἔργον τέκτονος, καὶ χώνευμα, ἀργύρου καὶ χρυσοῦ.

Φιλεῖς μὴ ἀπέχεσθαι ταυτολογίας, μᾶλλον δὲ τυφλότητος, κακούργως ἐκ τούτου εἰς τοῦτο μεταβαίνων. Ὅπερ εἰσφέρεις ἀπεοικὸς εἶναι καὶ χαμαίζηλον, τοῦτο θεοπρεπὲς καὶ ὑψηλὸν τῇ τοῦ μυστηρίου μεγαλειότητι. Ἢ γὰρ οὐχὶ δόξα τοῖς ὑψηλοῖς ἐστι τὸ ταπεινοῦσθαι, ὡς ἀτιμία τοῖς ταπεινοῖς τὸ ὑψοῦσθαι; Οὕτω τῷ Χριστῷ μένοντι ἐν τῇ οἰκείᾳ περιωπῇ τῆς θεότητος, δεδοξασμένῳ τῇ ἀΰλῳ ἀνεπιγραφίᾳ, τιμή ἐστιν ἡ τῆς πρὸς ἡμᾶς αὐτοῦ πανυψίστου συγκαταβάσεως ἔνυλος περιγραφία τοῦ οἰκείου σώματος.

Ὕλη γὰρ γέγονεν, εἴτ’ οὖν σάρξ, ὁ τὸ πᾶν συστησάμενος. Καὶ οὐκ ἀπαναίνεται ὃ κατεδέξατο γενέσθαι καὶ λέγεσθαι· ὕλης δὲ ἔργον, τὸ ὑλικῶς περιγράφεσθαι. Τὸ γὰρ ἐπὶ τῇ τοῦ νοῦ θεωρίᾳ ἀρκεῖσθαι, ὡς ἐν ἡμῖν ἀναμορφουμένου δι’ ἁγίου Πνεύματος· εἴη ἂν ἐπὶ τοῦ βαπτίσματος. Καὶ οὐ περὶ τοῦ ἐξεικονίζεσθαι ἐν ἡμῖν τὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, ὁ λόγος, ἀλλὰ περὶ τοῦ ἐξεικονίζεσθαι ἡμᾶς τὴν ἀνθρωπόμορφον εἰκόνα ἐν ὑλικοῖς χρώμασιν. Εἰ γὰρ ἀρκεῖ ἡ κατὰ νοῦν μόνον θεωρία, ἤρκει ἂν ἐν τοσούτῳ αὐτὸν χωρῆσαι πρὸς ἡμᾶς· καὶ πάλιν ἡ δόκησις πεφενάκικεν ἐν οἷς δέδρακε μὴ εἰς σῶμα ἐληλυθώς, καὶ τοῖς καθ’ ἡμᾶς ἀδιαβλήτοις πάθεσιν. Ἀλλ’ ἴθι πόῤῥω. Σὰρξ ἐν σαρκὶ πέπονθε, βέβρωκέ τε καὶ πέπωκεν ὡσαύτως· καὶ τἆλλα ὅσα ὁ καθεῖς ἄνθρωπος, πλὴν ἁμαρτίας. Καὶ οὕτω τιμὴ τὸ δοκοῦν κατὰ σὲ εἶναι ἄτιμον τῷ παντίμῳ καὶ ὑπερδοξασμίῳ Λόγῳ. Ἀποίσειν δὲ καθ’ ἡμῶν Γραφικὰς φωνὰς ἀμαθῶς παύσειας ἂν ἄρα τὰς κατὰ τῶν Ἑλλήνων ἐπὶ ταῖς εἰδωλικαῖς ἀνατυπώσεσι τῇ τοῦ Χριστοῦ εἰκόνι προσάπτων;

Τίς γὰρ ἂν νοῦν ἔχων οὐ συνίει τὴν διαφορὰν εἰδώλου τε καὶ εἰκόνος· ὅτι τὸ μὲν σκότος, τὸ δὲ φῶς· καὶ τὸ μὲν πλάνον, τὸ δὲ ἀπλανές· καὶ τὸ μὲν τῆς πολυθεΐας, τὸ δὲ τῆς οἰκονομίας ἐναργέστατον γνώρισμα: