Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Η περιγραπτότητα του Χριστού μετά την Ανάσταση και έλεγχος νόθων κειμένων

Ανασκευή του εικονομαχικού επιχειρήματος περί ασώματης και απερίγραπτης φύσης του Κυρίου μετά την Ανάσταση και απόρριψη νόθων αντεικονικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 8 από 13

ΑΙΡ. Κἀμοὶ πάρεστιν ἑσμὸς χρήσεων παρὰ τῶν πάλαι νεωστί· ἀλλὰ ἀντίθετος τῆς τῶν εἰκόνων ἀναστηλώσεώς τε καὶ προσκυνήσεως. ΜΑʹ. ΟΡΘ. Εἰ μὲν οὖν ἡ ἔνστασις πρὸς τὸ μὴ ἀναστηλοῦσθαι τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἦν ἄν σοι προσκομίζειν τὰς τοιαύτας χρήσεις. Ἐπειδὴ δὲ τὴν μὲν ἱστορίαν κατεδέξω ἀναινόμενος μόνον τὴν προσκύνησιν, τί δὴ πάλιν ἀστατεῖς ἐκ τούτου εἰς τοῦτο μεταπίπτων, ὅπερ ἐστὶ ψεύδους ἰδίωμα;

ΑΙΡ. Εἰ καὶ ὡμολόγηται περιγεγράφθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλὰ μέχρι τοῦ πάθους, οὔπω δὲ μετὰ τὴν ἀνάστασιν· λέγει γὰρ ὧδέ που ὁ Ἀπόστολος· Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν. Καὶ πάλιν ὁ θεολόγος Γρηγόριος· «Τέλειον δὲ οὐ διὰ τὴν θεότητα μόνον, ἧς οὐδὲν τελειότερον, ἀλλὰ καὶ διὰ τὴν πρόσληψιν τὴν χρισθεῖσαν θεότητι, καὶ γενομένην ὅπερ τὸ χρῖσαν, καὶ θαῤῥῶ εἰπεῖν, ὁμόθεον.» Εἰ δὲ ὁμόθεος ἡ προσληφθεῖσα σάρξ, πῶς ἂν περιγραφείη συγκαταμιγεῖσα τῇ τῆς θεότητος ἀφθαρσίᾳ;

ΜΒʹ. ΟΡΘ. Δέδεκταί σοι ὅμως πρὸ τοῦ πάθους περιγεγράφθαι Χριστόν, καὶ προσκυνεῖσθαι ἐν τῇ τοιᾷδε τῆς εἰκόνος αὐτοῦ περιγραφῇ. ΑΙΡ. Εἰ καὶ δέξαιμι, καὶ οὐκ ἀντισταίην, τί σοι συνάγει ὁ λόγος; ΜΓʹ. ΟΡΘ. Ὅτι τοι ἃς προήχθης εἰσκομίζειν χρήσεις, οὔτε πρὸ τοῦ πάθους, οὔτε μετὰ τὴν ἀνάστασιν ἐνδέχεσθαι φαίνουσι τὸν Χριστὸν περιγεγράφθαι· ἀλλὰ μὴν οὐδὲ περιγεγράφθαι μέν, ἐφ’ ὕψους δὲ μένειν τὴν εἰκόνα μὴ προσκυνουμένην;

Καὶ τί ὡς συνηγορούσας ἄγεις τὰς ἀντηγορούσας σου ἐξ ἡμισείας προτάσεις; ὥστε ὥρα σοι ἑτέρας ἐπιζητεῖν χρήσεις τὰς καθόλου συνηγορούσας σου τῷ λόγῳ· ἀλλὰ γὰρ καὶ μετὰ τὴν ἀνάστασιν περιγέγραπται Χριστός.

Ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς ἑαυτοῦ μαθηταῖς, ἡνίκα μετὰ τὴν ἀνάστασιν ἐδόκουν αὐτὸν πνεῦμα θεωρεῖν· Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι. Εἰ οὖν αὐτὸν ἐκεῖνον ἔφη εἶναι τὸν πρὸ τοῦ πάθους συνόντα αὐτοῖς, ὃν ἑώρων μετὰ τὴν ἀνάστασιν· δηλαδὴ ὡς πρὸ τοῦ πάθους περιεγέγραπτο, καὶ μετὰ τὴν ἀνάστασιν περιγραφῇ ὑπελαμβάνετο, οὐκ ἀπολωλεκὼς τὰ ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως. Ἐπεὶ ποίας χεῖρας καὶ πόδας ὑπέδειξεν, ὦ βέλτιστε; Πῶς δὲ καὶ ψηλαφᾶσθαι προσέταττεν, ὡς ἔχων σάρκα τε καὶ ὀστέα; ποίαν δὲ καὶ βρῶσιν προσήκατο;

Οὔκουν ἀνάγκη τὸν ταῦτα ἔχοντα περιγράφεσθαι, ἢ μὴ περιγραφόμενον, πνεῦμα εἶναι, ὡς ἐνομίσθη τηνικαῦτα τοῖς ἀποστόλοις; ΑΙΡ. Ἀλλ’ εἰ καὶ ταῦτα ἔχειν λέγεται Χριστός, οὐ μὴν ὡς ἡμεῖς· καὶ διὰ τοῦτο οὐ περιγραπτός.

ΜΔʹ. ΟΡΘ. Εἰ οὖν οὐχ ὡς ἡμεῖς ἔχων ἐστὶ ταῦτα, οὐδὲ καθ’ ἡμᾶς γεγονέναι πιστεύεται. Εἰ δὲ τὸ δεύτερον ἀληθές. πῶς οὐ τὸ πρότερον πιστευτέον; Ἢ τάχα ἐνεργειῶν τινων γνωρίσματα δοκεῖ σοι εἶναι ἐπὶ Χριστόν, τὰ κατονομαζόμενα ἐπ’ αὐτοῦ μέλη, καὶ οὐχὶ πραγμάτων ἀλήθειαν, ὅπερ εἴληπται ἐπὶ τῆς θεολογίας; Καὶ γάρ φησιν ὁ θεῖος Βασίλειος· «Τύποι δὲ ἀνθρώπινοι πολλοί, καὶ οὐ διὰ τοῦτο τὸν Θεὸν ἄνθρωπον ὑπολαμβάνομεν.» Καὶ μεθ’ ἕτερα· «Χεῖρας ἀκούων Θεοῦ, τὸ ποιητικὸν αὐτοῦ γνώριζε· οὖς δέ, τὸ ἀκουστικὸν αὐτοῦ· ὀφθαλμοὺς δέ, τὸ διορατικόν· πτέρυγας, τὸ σκεπαστικόν· καὶ τὰ ἄλλα πάντα ὡσαύτως.» Ἀνάγκη λοιπόν, εἰ οὕτως ἐκλάβοις, ὑπολαμβάνειν σε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ ἄνθρωπον γεγονέναι. Εἰ δὲ καὶ γέγονεν, ὅπερ ἀληθές, καὶ ἀληθὲς σάρκα αὐτὸν καὶ ὀστᾶ ἔχειν καὶ μετὰ τὴν ἀνάστασιν πίστευε.

ΑΙΡ. Συγκαταβάσεως μέτροις χρώμενος ὁ Κύριος, δέδειχεν ἑαυτὸν μετὰ τὴν ἀνάστασιν τοῖς ἀποστόλοις· ἔχων τὰ μὲν ἰδιώματα τοῦ σώματος, ἀλλ’ οὐκ ἐν παχύτητι οὐδὲ ἐν περιγραφῇ· κατὰ τοῦτο γὰρ κεκλεισμένων τῶν θυρῶν εἰς τὸ μέσον αὐτῶν ὤφθη· καὶ πάλιν ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν.

ΜΕʹ. ΟΡΘ. Εἰ οὖν δοίης μὴ περιγεγράφθαι Χριστὸν διὰ τὸ ἔξω παχύτητος εἶναι μετὰ τὴν ἀνάστασιν, δώσεις καὶ μὴ ὦφθαι αὐτὸν τοῖς ἀποστόλοις. Εἰ δὲ ὦπται, καὶ περιγέγραπται. Πᾶν γὰρ τὸ ὑποπῖπτον θέᾳ, καὶ περιγραφῇ ὑποπέσοι ἄν· πολλοῦ γε εἰπεῖν τὸ χεῖρας ἔχον καὶ πόδας, σάρκα τε καὶ ὀστέα, ψηλαφώμενόν τε καὶ συναλιζόμενον.

ΑΙΡ. Ὄμμασι κεκαθαρμένοις τεθέανται οἱ ἀπόστολοι τὸν Κύριον, οἷς ἡμᾶς προσβλέπειν οὐκ ἐφικτόν. ΜϚʹ. ΟΡΘ. Ἀλλὰ τί φησιν ὁ Κύριος πρὸς τὸν Θωμᾶν; Ὅτι ἑώρακάς με, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Τοιγαροῦν, ὡς εἶδον οἱ ἀπόστολοι καὶ παρέδοσαν. καὶ πρὸ πάθους καὶ μετὰ τὴν ἀνάστασιν· οὕτω καὶ παρελάβομεν, οὕτω καὶ Χριστὸν περιγράφομεν. Οὐ γὰρ ἔφασαν ἡμῖν, οἷς ἑώρων ὀφθαλμοῖς μὴ ἐφικτὸν εἶναι ὑφ’ ἡμῶν τεθεᾶσθαι· ἐπεὶ καὶ πρὸ τοῦ πάθους, ἡνίκα ἔμελλον καταποντίζεσθαι ἐν τῷ πλοίῳ, ἄφνω ἐπέστη ὁ Κύριος περιπατῶν ἐπὶ τῆς θαλάσσης· ὅπερ οὐκ ἦν φύσεως ἀνθρωπίνης, τὸ ὕδωρ ἄστατον, καθά φησιν ὁ θεῖος Διονύσιος, ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος, καὶ μὴ ὑπεῖκον, ἀλλ’ ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. Ἀλλ’ ὅμως τὰ ὑπὲρ φύσιν πρὸ τοῦ πάθους θέλων ἐπεδείκνυτο. Τί γὰρ θελήσαντι αὐτῷ καὶ οὐ πάρεστιν εἰς δύναμιν; Οὕτω γοῦν καὶ μετὰ τὴν ἀνάστασιν, καὶ ἔξω παχύτητος ὤν, τὰ ὡς ἐν παχύτητι ἡνίκα ἐβούλετο ἐπιδείκνυσθαι, καὶ ἐ<τε>θεᾶτο, καὶ ἐψηλαφᾶτο, καὶ συνηλίζετο· ἅπερ ἐστὶ περιγραφῆς ἐναργοῦς ἰδιώματα.

ΑΙΡ. Καὶ πῶς ἂν ἐκληφθείη ἡ ἀποστολικὴ ῥῆσις ἡ λέγουσα· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν; ΜΖʹ. ΟΡΘ. Πρῶτον μὲν παρ’ αὐτοῦ τοῦ Ἀποστόλου μανθάνομεν συσσώμους ἡμᾶς εἶναι Χριστοῦ καὶ συμμετόχους· καὶ οὐ δήπου διὰ τὸ τοιαύτης χάριτος ἠξιῶσθαι, ἀποβεβλήμεθα περιγραφῇ ὑποπίπτειν. Εἴπερ γὰρ κατὰ σὲ ἀπερίγραπτος εἴη Χριστὸς μετὰ τὴν ἀνάστασιν, δεῖ καὶ ἡμᾶς ὡς συσσώμους αὐτῷ, ἀπεριγράπτους εἶναι. Ἐξ ἴσου δὲ τῷ ὁμοθέῳ καὶ τὸ σύσσωμον τεθεώρηται κατὰ συνάφειαν. Καὶ οὐδὲ ἐντεῦθεν ἕξει τὸ ἀπερίγραπτον εἶναι Χριστόν, ὡς οὐδὲ ἡμῖν διὰ τὸ συσσώμους εἶναι αὐτῷ. Ἔπειτα ἄκουε τοῦ Θεολόγου Γρηγορίου λέγοντος· «Εἷς γὰρ Θεὸς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Πρεσβεύει γὰρ ἔτι καὶ νῦν ὡς ἄνθρωπος ὑπὲρ τῆς ἐμῆς σωτηρίας· ὅτι μετὰ τοῦ σώματός ἐστιν οὗ προσέλαβεν, ὡς ἐμὲ ποιήσῃ Θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως· κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα.» Ὁρᾷς ὅτι μετὰ τοῦ σώματος ὃ προσέλαβε τὰ νῦν ἐστι; καὶ τὸ κατὰ σάρκα μὴ γινώσκεσθαι, τὰ σαρκικὰ ἔφη πάθη καὶ χωρὶς τῆς ἁμαρτίας· ἀλλ’ οὐ τὸ μὴ περιγεγράφθαι, ὡς σὺ ἐξείληφας; Αὐτὸς γὰρ λέγει. «Περιγραπτὸς σώματι, ἀπερίγραπτος πνεύματι,» οὐχ ὡρισμένῳ καιρῷ, ἀλλ’ ἀπολύτως εἰς τὸ ἀεὶ φθεγξάμενος.

Καὶ πάλιν ἑτέρωθι οὑτωσὶ λέγει· «Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν, καὶ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; Θεότης γὰρ καθ’ ἑαυτὴν ἀόρατος. Ἀλλ’ ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ὁ ἐμὸς λόγος· τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, ἢ παρεδείχθη ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος·» καίπερ οὕτω δειχθείσης πρὸ τῆς ἀναστάσεως.

ΑΙΡ. Τί δὴ ἄρα ὅτι ἁγίων Πατέρων καινὰς προβάλλομαι χρήσεις; καὶ πῶς ἂν αὐτὰς διαλύσειας ἀπαγορευούσας ὅλως ἀναστηλοῦσθαι εἰκόνα τοῦ Κυρίου, φημί, καὶ τῆς Θεοτόκου, ἢ οὑτινοσοῦν τῶν ἁγίων; ΜΗʹ. ΟΡΘ. Οὐχ ἁγίων αἱ χρήσεις, ἀλλὰ παρεγγράπτων καὶ αἱρετικῶν· ἢ γὰρ ἂν συνεφώνουν τῇ ἀληθείᾳ, καὶ τοῖς θεοφόροις Πατράσιν.

ΑΙΡ. Ἐπιφάνιός ἐστιν ἐν αὐτοῖς, ὁ προὔχων τῶν ἁγίων καὶ περιβόητος. ΟΡΘ. Ἐπιφάνιον ἴσμεν καὶ ἅγιον καὶ μέγιστον ἐν θαυματουργίαις, οὗ νεὼν ἤγειρε μετὰ πότμον Σαβῖνος ὁ οἰκεῖος αὐτοῦ μαθητής, διαγεγραμμένον ἐκ πάσης εὐαγγελικῆς ἱστορίας· καὶ οὐκ ἂν τοῦτο ἐπεποιήκει, εἰ μὴ ὁμογνώμων ἦν τῷ οἰκείῳ διδασκάλῳ. Ἀλλὰ γὰρ καὶ Λεόντιος ὁ τῶν λόγων τοῦ θείου Ἐπιφανίου ἐξηγητής, ἐν αὐτῇ τῇ Κύπρῳ, τῆς Ἐκκλησίας Νεαπόλεως ἀρχιερατεύσας, περὶ τῶν σεπτῶν εἰκόνων ὁποῖος ἦν ἀκράδαντος ὁ περὶ αὐτὸν λόγος διδάσκει τρανώτατα, μηδὲν περὶ τοῦ θείου Ἐπιφανίου ἀπηχὲς φθεγξάμενος.

Ὥστε νόθον καὶ οὔτι που τοῦ θείου Ἐπιφανίου, τὸ κατὰ τῶν εἰκόνων σύγγραμμα. Ὅμως ἄκουε ἐνταῦθα Βασιλείου τοῦ μεγάλου λέγοντος· «Ἐγὼ δὲ οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος, ἐπ’ αὐτῇ μέγα φρονεῖ τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι. Ἀλλ’ οὐδ’ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων.» Καὶ πάλιν τοῦ Χρυσοστόμου λέγοντος. ὅτι ἀξίωμα προσώπων οὐ προσίεται ὁ θεῖος Παῦλος, ὅταν περὶ ἀληθείας ὁ λόγος εἴη. Μᾶλλον δὲ αὐτοῦ Παύλου ἀκουσώμεθα ὧδέ που κεκραγότος· Ἀλλὰ κἂν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Καὶ πάλιν· Εἴ τις εὐαγγελίζεται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ὅτι δὲ παρελάβομεν ἐξ αὐτῶν τῶν ἀποστόλων μέχρι τοῦ δεῦρο. ἀναστηλοῦν τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε Θεοτόκου, ἢ οὑτινοσοῦν τῶν ἁγίων, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τὴν ὑπ’ οὐρανὸν διά τε τῶν ἱερῶν οἴκων καὶ τῶν ἐν αὐτοῖς θείων ἀναθημάτων, ταύτας ἀνιστορημένας καὶ προσκυνουμένας ἀναγκαίως δι’ ὧν ἱστόρηνται τόπων. Ὧν εἰ μὴ καὶ λόγος δογματικὸς καὶ θεοφόρων Πατέρων φωναὶ πρὸς σύστασιν τῆς τε ἀναστηλώσεως καὶ προσκυνήσεως, ἀρκετὸν εἰς βεβαίωσιν ἀληθείας ἡ διακρατοῦσα ἀρχαία παράδοσις. Καὶ πρὸς ταῦτα τίς ἱκανὸς ἀντιφέρεσθαι;

καὶ διὰ τοῦτο πόῤῥω Θεοῦ καὶ τῆς αὐλῆς Χριστοῦ διαπίπτων, ὡς ἴσα Μανιχαίων φρονῶν καὶ Οὐαλεντίνων, τῶν ἐν δοκήσει καὶ φαντασίᾳ ἐπιδεδημηκέναι Θεὸν τοῖς ἐν γῇ αἱρετικῶς φληναφησάντων.