Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Η σχέση φυσικής και τεχνητής εικόνας προς το αρχέτυπο

Αναλυτική θεώρηση της διαφοράς κατ' ουσίαν και ταύτισης καθ' υπόστασιν μεταξύ της τεχνητής εικόνας και του Χριστού, θεμελιώνοντας τη μία και αδιαίρετη προσκύνηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 12 από 13

Ἄλλο. νϛʹ. Εἰ σῶμά ἐσμεν Χριστοῦ, καὶ μέλη ἐκ μέρους· κεφαλὴ δὲ ἡμῶν Χριστός· εἴη δ’ ἂν κατὰ τὰ μέλη πάντως καὶ ἡ κεφαλὴ περιγεγραμμένη. Εἰ δὲ ἀπερίγραπτος, ἀπολώλαμεν μέλη Χριστοῦ εἶναι, περιγραφῆς εἴδει ἡμεῖς ὑποπίπτοντες.

Καὶ πῶς οὐκ ἐσχάτης εὐηθείας τοῦτο;

Ἄλλο, εἰς τό, Ἐγώ εἰμι ἡ ἄμπελος. νζʹ. Εἰ ἄμπελος, [ὥς] φησιν, ὁ Σωτήρ, κλήματα δὲ ἡμεῖς, οὐχ ἑτεροφυῆ δηλονότι τὰ κλήματα τῇ ἀμπέλῳ. Εἰ δὲ τοῦτο ἀληθές, πῶς τῶν κλημάτων περιγραφομένων, οὐ περιγραφήσεται καὶ ἡ ἄμπελος; ἐκ γὰρ τῶν κλημάτων ἡ ἄμπελος γινώσκεται.

Ἄλλο. νηʹ. Τὰ ἑτερογενῆ καὶ ἑτεροφυῆ τὴν αὐτὴν ἰδιότητα ἔχειν οὐ δύναται· οὐδὲ γάρ τις εἴποι ἂν τὸ μὲν πῦρ κατωφερές, τὸ δὲ ὕδωρ ἀνωφερές· ἀλλ’ ὥσπερ τὸν τῆς οὐσίας λόγον ἀπεσχοινισμένον ἔχουσιν· οὕτω καὶ τὸν τῆς ἰδιότητος τρόπον. Ἐπεὶ τοίνυν ὁ Χριστὸς ἐξ ἑτερογενῶν καὶ οὐχ ὁμοουσίων· ἐκ γὰρ θεότητός τε καὶ ἀνθρωπότητος· ἐκ δύο ἂν εἴη καὶ ἰδιωμάτων γνωριζόμενος. Τῇ μὲν μὴ περιγραφόμενος· τῇ δὲ περιγραφόμενος. Τῇ γὰρ τῆς ἰδιότητος ἀναιρέσει. συναναιρεῖται καὶ ἡ δι’ αὐτῆς χαρακτηριζομένη οὐσία.

Ὅτι περιγραφόμενος ὁ Χριστὸς ἔχει τεχνητὴν εἰκόνα, ἐφ’ ᾗ θεωρεῖται, ὡς καὶ αὐτὴ ἐν Χριστῷ. αʹ. Κατὰ μίμησιν τοῦ φυσικοῦ τὸ τεχνητόν· τεχνητὸν γὰρ οὐδὲν ἂν λεχθείη μὴ προηγουμένου τοῦ φυσικοῦ. Οὐκοῦν ἔστι τεχνητὴ εἰκὼν τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν φυσικὴ τῆς τεκούσης αὐτὸν μητρός. Εἰ δὲ θάτερον μὲν ἀληθές, θάτερον δὲ ψευδές, οὐκ ἂν εἴη φυσικὴ εἰκὼν τῆς τεκούσης, μὴ ἔχων τεχνητὴν εἰκόνα κατ’ ἐκείνην· ὅπερ ἄτοπον.

Ἄλλο. βʹ. Ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον τὴν ἐμφέρειαν ἔχει. ἀλλ’ ἡ μὲν φυσικὴ φυσικῶς· ἡ δὲ τεχνητὴ τεχνητῶς. Καὶ ἡ μὲν ἅμα τῇ οὐσίᾳ καὶ τῇ ὁμοιώσει ἀπαράλλακτός ἐστιν. οὗπέρ ἐστιν ἀποσφράγισμα· ὡς ὁ Χριστός, κατὰ μὲν τὴν θεότητα, πρὸς τὸν ἑαυτοῦ Πατέρα· κατὰ δὲ τὴν ἀνθρωπότητα, πρὸς τὴν ἑαυτοῦ Μητέρα. Ἡ δὲ τῇ ὁμοιώσει ταυτιζομένη, ἠλλοτρίωται τῆς οὐσίας τοῦ ἀρχετύπου, ὡς εἰκὼν τοῦ Χριστοῦ πρὸς αὐτὸν δὴ Χριστόν. Οὐκοῦν ἔστι τεχνητὴ εἰκὼν τοῦ Χριστοῦ, πρὸς ὃν τὴν ἐμφέρειαν εἴληφεν.

Ἀνθυποφορὰ ὡς ἐκ τῶν εἰκονομάχων. γʹ. Εἰ καθὸ φυσικὴ εἰκὼν τῆς τεκούσης Χριστός, ἔχει τεχνητὴν εἰκόνα, ὡς ἂν μὴ παραλλάττοιτο τῆς πρὸς αὐτὸν ἐμφερείας· σχοίη ἂν καὶ καθὸ εἰκὼν τοῦ ἀοράτου Πατρός, τεχνητὴν εἰκόνα. Εἰ δὲ τοῦτο, περιγραφῆς οὐκ ἔξω τὸ Θεῖον· ὅπερ ἀσεβές.

Λύσις πρὸς τοῦτο. Ἐκ πολλῆς ἀβελτηρίας τὰ ἄμικτα μιγνύντες οἱ Εἰκονομάχοι, οὐ συνιοῦσιν ἑκάστῃ γεννήσει ἀπονέμειν τὰ οἰκεῖα· ἐξ ὧν ὁ Χριστὸς καὶ ἀπερίγραπτός ἐστι καὶ περιγεγραμμένος. Κατὰ μὲν γὰρ τὸ ἐξ ἀπεριγράπτου Πατρὸς προελθεῖν, ἀπερίγραπτος ὤν, οὐκ ἂν σχοίη εἰκόνα τεχνητήν· τίνι γὰρ ὁμοιώματι ὁμοιωθήσεται τὸ θεῖον, ἐφ’ ᾧ πᾶσα ἀπόφασις ἰνδάλματος παρὰ τῇ θεοπνεύστῳ Γραφῇ; Κατὰ δὲ τὸ ἐκ περιγεγραμμένης Μητρὸς τεχθῆναι, εἰκότως ἂν ἔχοι εἰκόνα, ἐφάμιλλον τῇ μητρῴᾳ εἰκονουργίᾳ. Εἰ δὲ μὴ ἔχοι, οὐκ ἂν ἐκ περιγεγραμμένης Μητρός, καὶ ἔστιν ἐκ μιᾶς γεννήσεως μόνης, τῆς πατρικῆς δηλαδή· ὅπερ ἐστὶν ἀναιρετικὸν τῆς αὐτοῦ οἰκονομίας.

Ἄλλο. δʹ. Εἰ ἡ τῆς εἰκόνος ἔνδειξις ἀναφορὰν ἔχει πρὸς τὸ πρωτότυπον· καὶ οὐκ ἔστι πρωτοτύπου ὄντος μὴ καὶ εἰκόνα εἶναι, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον. Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; καὶ ἐπαγαγόντος πρὸς τοὺς ἐρωτήσαντας, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· ἄρα ἔχει ὁ Χριστὸς τεχνητὴν εἰκόνα, ὡς καθ’ ἡμᾶς γεγονώς, ἀναφερομένην πρὸς αὐτὸν διὰ τῆς ὁμοιωτικῆς ἐμφερείας. Εἰ δὲ μὴ ἔχει, οὐδὲ ἔστι τοῦθ’ ὅπερ λέγεται Χριστός. Ἀλλὰ μὴν αὐτοαλήθεια Χριστός ἐστί τε καὶ ὀνομάζεται. Οὐκοῦν ἔχει καὶ εἰκόνα, ἧς ἡ ἀναφορὰ τῆς προσκυνήσεως ἐπ’ αὐτὸν διαβαίνουσα, οὐδέποτε μερισμῷ δόξης διέσχισται.

Ἄλλο, εἰς τό, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. εʹ. Τὸ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν πεποιῆσθαι τὸν ἄνθρωπον. δείκνυσι θεῖόν τι χρῆμα ὑπάρχειν τὸ τῆς εἰκονουργίας εἶδος. Ἐπειδὴ δὲ ἐξ εἰκόνος εἰκὼν μεταγράφεται· ἄνθρωπος ὤν, εἰ καὶ Θεός, ὁ Χριστὸς εἰκονιζόμενος εἴη, οὐ πνεύματι, ἀλλὰ σώματι. Εἰ δὲ θατέρῳ εἰκονίζεται, ἔχει δηλαδὴ καὶ εἰκόνα ταυτεμφερῆ αὐτῷ εἰς ἀντένδειξιν ὁμοιότητος.

Ἄλλο. ϛʹ. Εἰ Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος τῷ εἴδει περιγράφεται, ἄρα καὶ ὁ Χριστὸς ὁ δεύτερος Ἀδάμ, Θεὸς ὢν καὶ ἄνθρωπος, ἐξ ἴσου τῷ σωματικῷ εἴδει εἰκονισθήσεται. Εἰ δὲ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· ἡμεῖς δὲ δὴ τοιοῦτοι ὄντες εἰκονιζόμεθα· καὶ Χριστὸς ἄρα ὃς πάντων ἐστὶν ἀρχηγὸς σωτηρίας, εἰκόνος οἰκείας ἐστὶν ἀρχέτυπον.

Ἄλλο. ζʹ. Εἰ Θεὸς οὐ δεῖται τινὸς βοηθείας, οὐδὲ πάθους οὑτινοσοῦν δεκτικός· πῶς φησιν ὁ Ἀπόστολος περὶ αὐτοῦ· Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν; Ἢ δηλονότι ὁ ἄσαρκος σάρκα εἰληφώς. ἀπαθής ἐστι καὶ παθητός, ἀνενδεὴς καὶ ἐνδεής, ὥσπερ καὶ ἀπερίγραπτος καὶ περιγραπτός; Εἰ δὲ περιγραπτός, ἔχει ἄρα καὶ εἰκόνα ταυτεμφερῆ αὐτῷ εἰς ἀντένδειξιν ὁμοιότητος.

Ὅτι μία καὶ ἀμέριστος ἡ ἐπ’ ἀμφοῖν προσκύνησις, Χριστοῦ τε καὶ τῆς αὐτοῦ εἰκόνος. Ἀντίθεσις πρὸς ταῦτα, ὡς ἐκ τῶν Εἰκονομάχων. αʹ. Εἰ πᾶν ὅπερ ἂν καθ’ ὁμοίωσιν γένοιτό τινος, ἀπολείπεται πάντως τῆς πρὸς τὸ πρωτότυπον ἰσότητος, καὶ τῆς ἐκείνου δόξης ἐστὶ δεύτερον· δηλονότι οὐ ταὐτὸν τῇ προσκυνήσει Χριστὸς πρὸς τὸ οἰκεῖον εἰκόνισμα. Καὶ ἐπείπερ ταῦτα διάφορα, διάφορος καὶ ἡ προσκύνησις, ἧς ἡ εἰσφορά.

Εἰδωλικῆς ἐστιν ἄρα λατρείας αἴτιον.

Πρὸς τοῦτο λύσις. Τὸ πρωτότυπον οὐ κατ’ οὐσίαν ἐν τῇ εἰκόνι. Ἢ γὰρ ἂν λέγοιτο καὶ ἡ εἰκὼν πρωτότυπον, ὡς καὶ ἔμπαλιν τὸ πρωτότυπον εἰκών· ὅπερ οὐκ ἐνδέχεται, διὰ τὸ ἴδιον εἶναι ἑκατέρου ὅρον τῆς φύσεως· ἀλλὰ κατὰ τὴν τῆς ὑποστάσεως ὁμοιότητα· ὅπερ οὐκ ἔστιν ἕτερος λόγος τῆς διορίσεως.

Οὐκοῦν τὸ ἀπολείπεσθαι τῆς τοῦ πρωτοτύπου ἰσότητος τὴν εἰκόνα, καὶ τῆς ἐκείνου δόξης εἶναι δεύτερον, οὐ κατὰ τὴν ὁμοίωσιν· ἀλλὰ κατὰ τὴν τῆς οὐσίας διαφορὰν εἴληπται· ἥτις οὐδὲ προσκυνεῖσθαι πέφυκε, κἂν ἐν αὐτῇ ὁ εἰκονιζόμενος ὁρᾶται προσκυνούμενος. Οὐκ ἄρα οὖν εἰσφορὰ ἑτέρας προσκυνήσεως, ἀλλὰ μία καὶ ἡ αὐτὴ τῆς εἰκόνος πρὸς τὸ πρωτότυπον, κατὰ τὴν ταυτότητα τῆς ὁμοιώσεως.

Ἄλλο. βʹ. Οὐχ ἡ τῆς εἰκόνος οὐσία προσκυνεῖται· ἀλλὰ ὁ ἐν αὐτῇ ἀποσφραγισθεὶς χαρακτὴρ τοῦ πρωτοτύπου· ἀπροσκυνήτου μὲν οὔσης τῆς εἰκονικῆς οὐσίας. Οὐδὲ γὰρ ἡ ὕλη ἐστὶν ἡ προσκυνουμένη, ἀλλὰ τὸ πρωτότυπον ἅμα τῷ χαρακτῆρι, καὶ οὐ τῇ οὐσίᾳ προσκυνούμενον. Εἰ δὲ εἰκών, μία ἡ προσκύνησις αὐτῆς πρὸς τὸ πρωτότυπον· ὥσπερ καὶ ταὐτὴ ἡ ὁμοίωσις. Οὐκ ἄρα οὖν εἰσφορὰ ἑτέρας προσκυνήσεως, τῆς εἰκόνος προσκυνουμένης, παρὰ τὴν πρὸς τὸ πρωτότυπον προσκύνησιν.

Ἄλλο. γʹ. Ὧν οὐχ οἱ αὐτοὶ χαρακτῆρες, τούτων διάφοροι καὶ αἱ προσκυνήσεις· ὧν δὲ ὁ αὐτὸς χαρακτήρ, τούτων καὶ ἡ προσκύνησις μία. Ἀλλὰ μὴν εἷς ὁ χαρακτὴρ τῆς εἰκόνος πρὸς τὸ πρωτότυπον· καὶ ἡ προσκύνησις ἄρα μία.

Ἄλλο. δʹ. Πᾶν ὅπερ ἄνισον, ἕτερόν ἐστι παρὰ τὸ ἴσον· καὶ πᾶν ὅπερ δεύτερον τῇ δόξῃ, ἄλλο ἐστὶ παρὰ τὸ πρῶτον. Ταῦτα δὲ δύο, ἀλλ’ οὐχ ἕν. Ἐφ’ οἷς δὲ ἰσότης, ἀνῄρηται τὸ ἄνισον. Καὶ ἐφ’ οἷς ταυτότης, ἐξῄρηται τὸ πρῶτον καὶ δεύτερον.

Ἀλλὰ μὴν βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὔτε γάρ, φησί, τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται. Μία ἄρα, καὶ οὐκ εἰσφορὰ ἑτέρας προσκυνήσεως· προσκυνουμένης τῆς εἰκόνος Χριστοῦ πρὸς Χριστόν, ἐλαττουμένης δηλαδὴ καὶ δευτερούσης τῇ δόξῃ κατὰ τὸν τῆς οὐσίας λόγον.

Ἄλλο. εʹ. Ὅτι εἰ καὶ μὴ δῶμεν ἰσότυπον εἶναι τὴν εἰκόνα πρὸς τὸ πρωτότυπον ἐξ ἀτεχνίας, οὐδ’ οὕτως ἕξει τὸ ἄτοπον ὁ λόγος. Οὐ γὰρ ᾗ ὑπολέλειπται τῆς ἐμφερείας, ἀλλὰ ᾗ ὡμοίωται, ἡ προσκύνησις· ἰσοτυπούσης ἐν τούτῳ τῆς εἰκόνος τῷ πρωτοτύπῳ, καὶ οὐ δύο ὄντων τῶν προσκυνουμένων, ἀλλ’ ἑνὸς καὶ τοῦ αὐτοῦ, κἀν τῇ εἰκόνι πρωτοτύπου· ὥσπερ γὰρ καὶ ἐπὶ τοῦ τύπου τοῦ σταυροῦ πρὸς αὐτὸν δὴ τὸν ζωοποιὸν σταυρόν, οὐ πάντως ἰσοτυποῦντος κἀνταῦθα τοῦ εἰκονίσματος τῷ ἀρχετύπῳ, μήκει τε καὶ πλάτει, ἤ τινι ἑτέρᾳ ἐμφερείᾳ· διὰ τὸ διαφόρως ἐκτυποῦσθαι. Ἔστι γὰρ ὁρᾶν αὐτὸν σμικρὸν καὶ μέγαν· εὐρύτερον καὶ στενώτερον· ἀμβλείας ἢ ὀξείας ἔχοντα τὰς ἀποπερατώσεις· μετὰ τίτλου καὶ ἄνευ τίτλου. Καὶ οὔπω λέγω τὰς τῶν χαλαστῶν ὑπαλλαγάς τε καὶ ἐξοχάς, εἶτα καὶ τὰς τῶν ποιητῶν ποικιλίας.

Ἀλλ’ ὅμως ἐν ταῖς τοσαύταις διαφοραῖς μία ἡ προσκύνησις αὐτοῦ τε καὶ τοῦ πρωτοτύπου· δηλονότι καθ’ ἣν ἀμφοῖν ὁρᾶται ἡ αὐτὴ ὁμοιότης.

Ἄλλο ἐκ παραδείγματος. ϛʹ. Εἰ ἐν τῷ οἰκείῳ τύπῳ προσκυνεῖται ὁ ζωοποιὸς σταυρός, καὶ οὐ δύο προσκυνήσεις· ὅτι μηδὲ προσκύνησις ἑτέρα τῆς τοῦ τύπου οὐσίας· ἀνάγκη καὶ Χριστοῦ ἐν τῇ οἰκείᾳ εἰκόνι προσκυνουμένου, μὴ δύο προσκυνήσεις εἶναι· ὅτι μηδὲ τῆς οὐσίας τῆς εἰκόνος προσκύνησις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τοῦ Χριστοῦ κἀν τῇ εἰκόνι.

Ἄλλο. ζʹ. Εἰ διὰ τὸ κατά τι διαφέρειν τὸν Υἱὸν πρὸς τὸν Πατέρα· διαφέρειν δὲ μόνῳ τῷ υἱικῷ ἰδιώματι· οὐδὲν ἀδικήσει τῆς αὐτῆς αὐτὸν εἶναι τῷ Πατρὶ οὐσίας καὶ προσκυνήσεως· οὐδὲ διὰ τὸ κατά τι διαφέρειν τὴν εἰκόνα τοῦ πρωτοτύπου· διαφέρειν δὲ κατὰ τὸν τῆς οὐσίας λόγον· ἀδικήσει τῆς αὐτῆς αὐτὴν εἶναι τῷ πρωτοτύπῳ ὁμοιώσεώς τε καὶ προσκυνήσεως.

Ὥσπερ γὰρ ἐκεῖ τῇ πρὸς τὸν Πατέρα ὑποστάσει, οὕτω δεῦρο τῇ οὐσίᾳ διακέκριται ὁ Χριστὸς πρὸς τὴν ἑαυτοῦ εἰκόνα.

Ἄλλο. ηʹ. Εἰ ἑτεροπροσκύνητός ἐστιν ἡ εἰκὼν πρὸς τὸ οἰκεῖον πρωτότυπον· πῶς τοῦτο ἐν αὐτῇ ὁρᾶται, καὶ αὐτὴ ἐν τῷ πρωτοτύπῳ; Οὐ γὰρ δήπου τὴν τοῦ Πέτρου, φέρε εἰπεῖν. μορφὴν ἐν τῷ Παύλῳ θεωρήσομεν· οὐδ’ ἂν πάλιν τὴν τοῦ Παύλου κατόψεταί τις ἐν τῇ τοῦ Πέτρου μορφῇ. Τὸ γὰρ ὅμοιον ἐν τῷ ὁμοίῳ φαίνεται· τὰ δὲ τῆς ἀλλήλων ὁμοιότητος ἀπεσχοινισμένα, οὐκ ἂν ἐν ἀλλήλοις φαίνοιτό ποτε· φαίνεται δὲ ἡ εἰκὼν τοῦ Πέτρου ἐν Πέτρῳ· ὥσπερ καὶ Πέτρος ἐν τῇ οἰκείᾳ εἰκόνι. Οὐκ ἄρα ἑτεροπροσκύνητος ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς αὐτόν· ἀλλ’ ὁμοπροσκύνητος, ὡς ἐμφερής τε καὶ αὐτόμοιος.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. θʹ. Εἰ μόνον Θεῷ τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται· πῶς οὖν ἔσται μία προσκύνησις τῆς εἰκόνος πρὸς Χριστόν; εἴπερ ἡ μὲν σχέσει, ὁ δὲ φύσει προσκυνεῖσθαι ὡμολόγηται. Οὐκοῦν δύο προσκυνήσεις ἐν τῷ ἑνὶ Χριστῷ διὰ τῆς εἰκονικῆς προσκυνήσεως· ὅπερ ἀσεβές.

Λύσις πρὸς τοῦτο. Εἰ διὰ τὸ μόνῳ Θεῷ τὴν προσκύνησιν ἡμᾶς προσφέρειν, οὐ δεῖ προσκυνεῖν τὴν Χριστοῦ εἰκόνα, ὡς δύο προσκυνήσεων παρὰ τὴν μίαν καὶ λατρευτικὴν εἰσφερομένων, κατὰ τὸ διττὸν τῆς τε εἰκόνος καὶ τοῦ πρωτοτύπου· διττὴ ἄρα ἔσται προσκύνησις ἐπί τε Πατρὸς καὶ Υἱοῦ, διὰ τὸ τῶν ὑποστάσεων διττόν. Εἰ δὲ τοῦτο ἀσεβὲς λέγειν· μία γάρ ἐστι καὶ ἡ αὐτὴ κατὰ τὸ μοναδικὸν δηλαδὴ τῆς φύσεως· μία ἄρα καὶ ἡ Χριστοῦ πρὸς τὴν ἑαυτοῦ εἰκόνα προσκύνησις· κατὰ τὸ μοναδικὸν τῆς ὑποστατικῆς ὁμοιώσεως, ἀλλ’ οὐ τὸ ἑτεροῖον τῶν φύσεων.

Ἄλλο. ιʹ. Ἡ σχέσις κατὰ τὸ εἶναι ἐν τῷ πρωτοτύπῳ τὸ παράγωγον εἴρηται· καὶ οὐ διὰ τοῦτο μεμέρισται θατέρου θάτερον, ἢ μόνον παρὰ τὸ τῆς οὐσίας διάφορον. Οὐκοῦν ἐπειδὴ ἔχειν λέγεται ἡ εἰκὼν τοῦ Χριστοῦ ἐν τῇ οἰκείᾳ διαγραφῇ τὸ εἶδος Χριστοῦ, μία καὶ ἡ προσκύνησις αὐτῆς πρὸς Χριστόν, καὶ οὐ διάφορος.

Πρότασις, ὡς ἐκ τῶν Εἰκονομάχων. ιαʹ. Πῶς ἂν δύναιτο ταυτότης προσκυνήσεως ἐπί τε Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος σώζεσθαι· εἴ γε ὁ μὲν Χριστὸς φύσει, ἡ δὲ εἰκὼν θέσει; Ἀνάγκη γὰρ πᾶσα λέγειν ἐν οὐδενὶ παραλλάττειν τὸ φύσει. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύει καὶ τὴν εἰκόνα φύσει λέγειν εἶναι, καὶ τὸν Χριστὸν θέσει· καὶ συγκέχυται τὸ πᾶν.

Λύσις πρὸς τοῦτο, ἀντερωτημάτως. Καὶ πῶς ἂν δύναιτο, ὦ βέλτιστοι, ταυτότης προσκυνήσεως μὴ σώζεσθαι ἐπί τε Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος, εἴ γε τοῦ Χριστοῦ ἐστιν ὁμοίωσις ἡ εἰκών, καὶ ἐν ἑαυτῇ δείκνυσι τὸν Χριστόν; Εὔγνωστον γὰρ δήπουθεν καὶ πᾶσιν ὡμολογημένον, ὡς οὐδεὶς ἐν ἑτέρᾳ ὄψει, φέρε εἰπεῖν Θωμᾶ, τὴν ἑτέρου ὄψιν, φέρε εἰπεῖν Λουκᾶ, κατίδοι. Οὐδ’ ἄν τις ἔχοι λέγειν Θωμᾶν ἑωρακώς, ὅτι δὴ Λουκᾶν τεθέαται. Ἐν γὰρ τοῖς ταυτεμφερέσιν ἡ τῆς ὁμοιώσεως ἐπίδειξις, οὐκ ἐν τοῖς ἀλλήλων διεστηκόσι τῷ χαρακτηριστικῷ ἰδιώματι. Εἰ οὖν τοῦτο ἀληθές, καὶ ὁ ἑωρακὼς τὴν εἰκόνα Χριστοῦ, ἐν αὐτῇ ἑώρακε τὸν Χριστόν, ἀνάγκη πᾶσα τῆς αὐτῆς εἶναι λέγειν, ὥσπερ ὁμοιώσεως, οὕτως καὶ προσκυνήσεως τὴν εἰκόνα Χριστοῦ πρὸς Χριστόν.

Ἄλλο. ιβʹ. Τὸ κατά τι ὅμοιον, κατὰ τοῦθ’ ὅπερ ὡμοίωται, καὶ κοινωνοῦν ἐστιν αὐτῷ προσκυνήσεως. Τὸ δὲ κατὰ πάντα ὅμοιον, καὶ καθόλου κοινωνοῦν ἐστι τῆς προσκυνήσεως. Ὅμοιος δὲ κατὰ πάντα ὁ Υἱὸς τῷ Πατρί, ὥσπερ καὶ ὁμοούσιος· οὐκοῦν καὶ ὁμοπροσκύνητος. Χριστοῦ δὲ ἡ εἰκὼν κατὰ μόνην τὴν ὑποστακτικὴν αὐτοῦ ὁμοίωσιν ἐμφερής· οὐκοῦν κατὰ τοῦτο κοινωνοῦσα αὐτῷ εἴη ἂν καὶ τῆς προσκυνήσεως.

Ἄλλο. ιγʹ. Εἰ ὁ ἑωρακὼς τὴν εἰκόνα ἐν αὐτῇ ὁρᾷ τὴν ὁμοίωσιν τοῦ πρωτοτύπου· ἀνάγκη πᾶσα καὶ τὸν προσκυνοῦντα τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖν τὸ εἶδος τοῦ πρωτοτύπου. Μιᾶς δὲ οὔσης τῆς ὁμοιώσεως, μία ἄρα ἔσται καὶ ἡ προσκύνησις τῶν ἀμφοτέρων.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. ιδʹ. Εἰ κοινωνοῦσά ἐστι τῆς Χριστοῦ προσκυνήσεως ἡ ἀποματτομένη αὐτοῦ εἰκών, πῶς φησιν αὐτός, Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω; Οὐκ ἄρα οὖν κοινωνοῦσά ἐστι. Μὴ κοινωνοῦσα δέ, εἰδωλικῶς προσκυνεῖσθαι δέδοται· ὡς δευτέρας προσκυνήσεως ἐν αὐτῷ εἰσκομιζομένης.

Λύσις πρὸς τοῦτο. Οὐκ ἄλλο τί ἐστιν ἡ Χριστοῦ εἰκών, ἢ Χριστός, παρὰ τὸ τῆς οὐσίας δηλαδὴ διάφορον, ὡς πολλαχῶς ἀποδέδεικται. Ὅθεν καὶ ἡ ταύτης προσκύνησις, Χριστοῦ προσκύνησίς ἐστιν· οὔ τί που τῆς εἰκονικῆς ὕλης προσκυνουμένης· ἀλλὰ μόνου τοῦ ἐν αὐτῇ ὁμοιωθέντος Χριστοῦ. Ὧν δὲ ἡ ὁμοίωσις μία, τούτων μία δηλαδὴ καὶ ἡ προσκύνησις. Οὔκουν δίδωσιν ἑτέρῳ τὴν δόξαν ἐν τῇ οἰκείᾳ εἰκόνι Χριστός, ἐν ᾗ μᾶλλον προσίεται ταύτην· ἄλλο τι οὔσης τῆς ὕλης παρὰ τὴν ὁμοίωσιν. Ἀμέλει ἐν διαφόροις ὕλαις ἀφομοιούμενος ὁ αὐτός ἐστιν ἐν πάσαις χαρακτήρ. Οὐκ ἂν δὲ ἐν ταῖς διαφορουμέναις ὕλαις ἀπαράλλακτος ἔμεινεν, ἢ παρὰ τὸ μηδὲν κοινωνεῖν αὐταῖς· ἀλλ’ εἶναι τῇ ἐπινοίᾳ τούτων ἐν αἷς ἔνεστι κεχωρισμένος.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. ιεʹ. Εἰ Πνεῦμα ὁ Θεός, κατὰ τὸ γεγραμμένον, καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· πῶς ἐν εἰκόνι παρὰ τὸ ἐν πνεύματι προσκυνεῖσθαι λέγοντες Χριστόν, ἐπείπερ Θεός, οὐκ εἰδωλολατρίας ἐκφέρετε ἀπόδειξιν;

Λύσις πρὸς τοῦτο. Τίς οὐκ ἀγάσεται τοὺς Εἰκονομάχους μανίας πεπληρωμένους, μὴ διακρίνοντας ὡς ἕτερον τὸ τῆς οἰκονομίας παρὰ τὸ τῆς θεολογίας δόγμα, ἐφ’ ᾧ τό, Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, ἐκληπτέον; Πνεῦμα γὰρ ὢν ὁ Θεὸς καὶ Πατήρ, ἐν Πνεύματι τῷ ἁγίῳ, καὶ ἀληθείᾳ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ προσκυνεῖσθαι νενόηται. Τὸ δὲ ἐν εἰκόνι προσκυνεῖσθαι Χριστόν, τῆς οἰκονομίας λόγος, ὃς εἰ καὶ πνεῦμά ἐστι καθὸ Θεός. ἀλλὰ καὶ σάρξ ἐστι καθότι ἄνθρωπος· οὗ ἡ σωματοειδὴς εἰκὼν κἂν ἐν ὕλῃ ὁμοιωθῇ, ἀμέριστός ἐστι Χριστοῦ, ὥσπερ καὶ σκιὰ τοῦ οἰκείου σώματος· καὶ προσκυνεῖται οὐχ ἡ εἰκονικὴ ὕλη, ἀλλ’ ὁ ἐν αὐτῇ ἐξεικονισθεὶς Χριστός· ἐφ’ ᾧ συμπροσκυνεῖται ὁ Πατήρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.