Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Η σχέση πρωτοτύπου και εικόνας και το μυστήριο της Θείας Ευχαριστίας

Θεολογική προσέγγιση της πολλαπλότητας των εικόνων, της οντολογικής διαφοράς και ονομαστικής ταύτισης με το πρωτότυπο, και ο σαφής διαχωρισμός της εικόνας από το πραγματικό μυστήριο της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 13

Ηʹ. Πῶς οὐ γέγραπται, φασίν, ὡς ἐπὶ τοῦ σταυροῦ, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος; Ὁ λόγος γάρ, φησίν, ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν, δύναμις Θεοῦ ἐστι. Καί, Ἐμοί, φησί, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ· ὅσα τε ἄλλα πρὸς τοῖς λογίοις ὑμνεῖται. Ποῦ δὴ τοιοῦτο καὶ παρὰ τίνων εἰρημένον περὶ εἰκόνος δείξειας;

Εἰπέ, ὦ πίσυνε, πότερον ἀνύμνησε, καὶ ποτέρῳ ἐγκαυχᾶται; σταυρῷ, ἢ τύπῳ σταυροῦ; δηλονότι τῷ προτέρῳ· καὶ οὐκ ἀπέσχισται τῇ δόξῃ τὸ παράγωγον τοῦ πρωτοτύπου· ὡς οὐδὲ φωτὸς σκιά. Καὶ γὰρ ὅσα κατὰ τοῦ αἰτίου λέγεται, ταῦτα καὶ κατὰ τοῦ αἰτία τοῦ πάντως ῥηθήσεται· ἀλλὰ τὰ μὲν κυρίως. ὅτι καὶ φύσει· τὰ δὲ οὐ κυρίως, ὅτι καὶ ὁμωνύμως. Οὕτω καὶ Χριστοῦ κηρυσσομένου ἀπ’ ἀρχῆς, ὁ τῆς εἰκόνος λόγος συνείπετο σχετικῶς· καὶ τοσαύτας ἂν ἔχοις περὶ εἰκόνος Χριστοῦ τὰς ἀποδείξεις, ὅσαιπερ ἂν περὶ αὐτοῦ Χριστοῦ εἴρηνται. Ἐπεὶ καὶ ἐπὶ τύπου σταυροῦ, ὅσαιπερ ἂν περὶ αὐτοῦ τοῦ σταυροῦ πέφανται.

Οὐδαμοῦ δὲ περὶ τύπου καὶ εἰκόνος, εἰ καὶ ταὐτὸν ἀμφότερα τῇ σημασίᾳ· ἀσυλλόγιστον γὰρ τὸ ζητεῖν ὡς συνόντων ἅμα δυνάμει ἐν τοῖς καθ’ ἡμᾶς τῶν αἰτιατῶν τοῖς αἰτίοις. Ἢ οὐχὶ πᾶσα εἰκὼν σφραγίς τίς ἐστι καὶ ἐκτύπωσις ἐν ἑαυτῇ φέρουσα τὸ κύριον εἶδος τοῦθ’ ὅπερ καὶ λέγεται;

Σταυρόν τε γὰρ λέγομεν τὸ ἀποσφράγισμα, ὅτι καὶ σταυρός· καὶ οὐ δύο σταυροί· καὶ Χριστὸν τὴν τοῦ Χριστοῦ εἰκόνα, ὅτι καὶ Χριστὸς καὶ οὐ δύο Χριστοί· ὡς οὐκ ἐγχωροῦντος θάτερον θατέρου κεχωρίσθαι τῇ ὁμωνυμίᾳ. ἀλλὰ τῇ φύσει· καθά φησιν ὁ θεῖος Βασίλειος, ὅτι «βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται· καὶ εἰκότως ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει», ὡς καὶ ἔμπαλιν.

Θʹ. Συμβαίνει, φασί, πολλοὺς Κυρίους λέγεσθαι καὶ Χριστοὺς κατὰ τὸ διάφορον τῆς εἰκόνος· κἀντεῦθεν ἡ πολυθεΐα· ἡμῖν δὲ εἷς Κύριος καὶ Θεὸς ὁ προσκυνούμενος. Τί οὖν; Οὐ Κύριος ὁ Πατήρ; οὐ Κύριος ὁ Υἱός; οὐ Κύριος τὸ Πνεῦμα; ὡς καὶ Θεὸς καὶ Θεὸς καὶ Θεός; πάνυ γε. Ἆρ’ οὖν καὶ τρεῖς θεοὶ καὶ κύριοι; Ἀσεβές. Εἷς γὰρ Θεὸς καὶ Κύριος.

Κἀν ταῖς εἰκόσι τοῦτο ὑποληπτέον, ὦ τᾶν· ὅτι εἰ καὶ τῷ ἀριθμῷ πολλοὶ οἱ χαρακτῆρες, ἀλλ’ εἷς Χριστός, καὶ οὐ πολλοί· ὥσπερ καὶ Κύριος ὁ αὐτὸς καὶ οὐ διάφοροι· συνάπτει γάρ, ὡς ἐκεῖ τῇ φύσει οὐκ ἐώσῃ μερισθῆναι εἰς τρία πρόσωπα τὸ μοναδικὸν τῆς Θεὸς καὶ Κύριος φωνῆς, οὕτως ἐνταῦθα τοὺς πολλοὺς τύπους εἰς ἓν εἶδος, ἡ τῆς ὁμωνυμίας ἐπίκλησις, κἀκ τούτου ἕωλόν σου τὸ ἠλίθιον πρόβλημα.

Ιʹ. Δεδόσθω, φασίν, εἰκονίζεσθαι τὸν Χριστόν, ἀλλ’ ὡς ἡ θεοπαράδοτος ἱερολογία· Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὡς οὐκ ἐγχωροῦντος δηλονότι ἄλλως εἰκονίζεσθαι, ἢ ἀναμιμνήσκεσθαι· ἐφ’ ᾧ καὶ τὸ εἰκονίζεσθαι ἀληθές, καὶ τὸ εἰκονίζειν ἱερόν.

Ὅτι μαχόμενος ἑαυτῷ ὤφθης, προσηκάμενος περιγράφεσθαι τὸν Χριστόν, μὴ πρότερον τοῦτο καταδεχόμενος, ἤρκει σοι εἰς περιτροπήν. Ἀλλ’ ἐπεὶ πᾶσάν σου πρότασιν ἀνεπιτίμητον ἐᾶν οὐ καλόν, ἴωμεν ἐπὶ τὴν κατὰ λόγον ἀντιπαράστασιν. Πῶς φὴς αὐτὰ τὰ ἱερολογηθέντα καὶ ὑμνηθέντα πρὸς τοῦ ἱερέως; Εἰκόνα, ἢ ἀλήθειαν; Εἰ μὲν εἰκόνα, φεῦ τῆς ἀτοπίας! ἐκ βλασφήμου εἰς βλάσφημον· ὥσπερ οἱ ἐς ἰλύν τινα ἐμπαρέντες, καὶ τῇ μεταβάσει θατέρου τοῖν ποδοῖν ἐπὶ τ’ ὀλισθηρότερον καταπίπτοντες. Ἵνα γάρ σοι ἐφαρμόσῃ ἡ πρότασις, ἀθεΐαν εἵλου κατακριθῆναι· εἰ δὲ ἀλήθειαν, ὥσπερ οὖν καὶ ἔνεστιν· αὐτὸ γὰρ σῶμα καὶ αἷμα Χριστοῦ ὡμολόγηται ἐν τῇ μεταλήψει τοῖς πιστοῖς, κατὰ τὴν θεόλεκτον φωνήν· τί τὰ τῆς ἀληθείας μυστήρια εἰς τύπους μεταλαμβάνων φληναφεῖς; Εἰς δὲ τὴν ἀνάμνησίν μου τοῦτο ποιεῖτε, εἰρηκὼς ὁ Λόγος, καὶ πάνυ· συγκεφαλαίωσις γὰρ τῆς ὅλης οἰκονομίας τόδε τὸ μυστήριον· ἐκ τοῦ κυριωτέρου μέρους συνεκδοχικῶς τὸ ὅλον ἐπισημηνάμενος.

Οὐ γὰρ ἐπεὶ εἶπε, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, τοῖς πᾶσιν ἔξεστιν, ἀλλ’ οἷς τὸ ἱερουργεῖν. Ἀλλὰ μὴν οὐδὲ ἀπεῖρξεν ἡμᾶς τῆς τῶν ἄλλων μυστηρίων τελετῆς. Φαινοίμεθα γὰρ καὶ τῶν Γενεθλίων καὶ τῶν Θεοφανίων ὑπομνήματα τελοῦντες· καὶ νῦν μὲν κλάδους αἴρομεν εἰς τύπον τῆς ἐπὶ πώλου καθέδρας· νῦν δὲ ἀσπαζόμεθα ἀλλήλους εἰς σημεῖον τῆς ἀναστάσεως. Ἐῶ λέγειν τῆς ἐπὶ τὸ ἱερὸν ἀναβάσεως καὶ πείρας τοῦ πειράζοντος, καθ’ ἣν ἡμεῖς τὴν τεσσαρακονθήμερον ἄγομεν ἐγκράτειαν, ἄλλα τε τινὰ τῆς αὐτῆς ἐχόμενα θεωρίας. Ταῦτα πάντα ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, διὰ τοῦ κεφαλαιωδεστέρου μυστηρίου κατὰ τὸ σιωπώμενον, ὡς ἔφθην εἰπών, προστεταχέναι τὸν Λόγον ὑποληπτέον. Ἢ οὐχὶ καὶ ἐπὶ τῆς ἐν πίνακι σωματοειδοῦς αὐτοῦ θέας τὸ αὐτὸ ἔστιν ὑπολαμβάνειν, ὥσπερ καὶ ἐπὶ τῶν θεοχαράκτων Εὐαγγελίων; Οὔ τί που γὰρ εἴρηκε χαράττεσθαι τὸν συντετμημένον λόγον· ἀλλὰ μὴν χαράττεται ἀπὸ τῶν ἀποστόλων μέχρι τοῦ δεῦρο· καὶ ὃ ἐνταῦθα διὰ χάρτου καὶ μέλανος, οὕτως ἐπὶ τῆς εἰκόνος, διὰ ποικίλων χρωμάτων, ἢ ὅ τι τύχοι ἂν ἄλλων ὑλῶν ἐγχαράττεται. «Ἃ γάρ», φησί, «ὁ λόγος τῆς ἱστορίας παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν», ὁ μέγας Βασίλειος.

Ὡς ἐντεῦθεν μὴ μόνον τὰ ἐν αἰσθήσει, ἁφῇ τε καὶ χροιᾷ ὑποπίπτοντα ἀναγράφειν διδάσκεσθαι ἡμᾶς, ἀλλ’ ὁτιοῦν καὶ κατὰ διάνοιαν περιλαμβανόμενον διὰ τῆς τοῦ νοῦ θεωρίας. Διὰ τοῦτο παρείληπται ἐξ ἀρχῆς οὐ μόνον ἀγγέλους ἀνιστορεῖν, ἀλλὰ καὶ τὸ μέλλον κριτήριον ὑπογράφειν, δεξιάς τε αὖ πάλιν στάσεις καὶ εὐωνύμους, σκυθρωποτέραν τε καὶ ἐνδοξοτέραν ἰδέαν. Ἓν γὰρ μόνον πάντη ἀπερίγραπτον, τὸ Θεῖον· οὗ οὐκ ἔστι περίνοιά τις καταληπτική, οὐδ’ αὖ σημασία ἀκουστική, ὡς ἔχει φύσεως· πρὸς οἷς καὶ ἀποφάσκεται ἡ περιγραφή. Τὰ δ’ ἄλλα πάντα ἐπεὶ περιορίζεται διὰ νοῦ καταλαμβανόμενα, καὶ περιγράφεται δι’ ἀκοῆς, ἤτοι ὄψεως· ἀμφοτέρωθεν γὰρ ταὐτὸν τῇ ἰσότητι.

ΙΑʹ. Τί τοίνυν τὸ δεδειγμένον; εἰκὼν Χριστοῦ, ἢ Χριστός, καὶ οὐ τὰ δύο· οὐ γὰρ ταὐτὸν σκιὰ καὶ ἀλήθεια. Καὶ πῶς λεκτέον ἐν ἑκατέρῳ ἑκάτερα. ἢ θάτερον; καὶ τὸ ἄτοπον προφανές. Οὐκ ἄν ποτε μανείη ἄν τις τοσοῦτον, σκιὰν καὶ ἀλήθειαν, φύσιν καὶ θέσιν, ἀρχέτυπον καὶ παράγωγον, αἴτιόν τε καὶ αἰτιατόν, ταὐτὸν ὑπολαμβάνειν κατ’ οὐσίαν, καὶ λέγειν ἐν ἑκατέρῳ ἑκάτερα, ἢ θάτερον· ὡς ἂν Χριστὸν καὶ αὐτοῦ τὴν εἰκόνα ἓν κατὰ τοῦτο ὑπολήψεσθαι ἢ φράζειν· ἀλλὰ ἄλλο Χριστόν, καὶ ἄλλο εἰκόνα Χριστοῦ κατὰ φύσιν· εἰ καὶ ἡ ταυτότης κατὰ τὸ ἀμερὲς τῆς κλήσεως. Καὶ ὅτε μὲν πρὸς τὴν τῆς εἰκόνος φύσιν ἀπίδοι, οὐ Χριστὸν μόνον, ἀλλ’ οὐδὲ εἰκόνα Χριστοῦ εἴποι ἂν τὸ ὁρώμενον. Ἔστι γὰρ τυχὸν ξύλον, ἢ χρῶμα, ἢ χρυσός, ἢ ἄργυρος, ἤ τι τῶν διαφόρων ὑλῶν ὃ καὶ λέγεται. Ὅτε δὲ πρὸς τὴν δι’ ἐκτυπώματος ἐξομοίωσιν τοῦ ἀρχετύπου, καὶ Χριστὸν καὶ Χριστοῦ.

Ἀλλὰ Χριστὸν μὲν κατὰ τὸ ὁμώνυμον· Χριστοῦ δὲ κατὰ τὸ πρός τι. Τὸ γὰρ παράγωγον, ἀρχετύπου παράγωγον· ὥσπερ καὶ τοὔνομα ὀνομαζομένου ὄνομα. Ἀπόδειξις. φησὶ γάρ, Ἰωσίας ἦρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοῦ λαλήσαντος τοὺς λόγους τούτους. Καὶ εἶπε· Τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως· Ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ Ἰούδα. Καὶ εἶπεν· Ἄφετε αὐτόν. Ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ. Συνίης τί τὸ Γράμμα; ἄνθρωπον τοῦ Θεοῦ τὸν σκόπελον ὠνόμακεν, ἤτοι τὸν τάφον, ἀπὸ τοῦ ἐν αὐτῷ κειμένου σώματος, τὸ ἀνάστημα κεκληκώς. Πόσον οὐχὶ μᾶλλον ἀπὸ τῆς εἰκόνος τὸ πρωτότυπον ὀνομαστέον; Καὶ πάλιν ὁ Θεὸς πρὸς τὸν Μωσῆν· Ποίησόν μοι δύο Χερουβὶμ χρυσᾶ, οὐκ, εἰκόνας Χερουβίμ. Βλέπων τοίνυν κἀνταῦθα ὡς τῆς ὁμωνυμίας τὸ παράγωγον ὡς κύριον κέκληται, παῦσαι ἐπιχειρῶν τὰ ἀσύνετα, καὶ κατασυλλογίζεσθαι πειρώμενος τὰ ἀσυλλόγιστα.