Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Αναίρεση των τελικών εικονομαχικών αντιθέσεων και επιβεβαίωση της ενιαίας προσκυνήσεως

Ολοκλήρωση της επιχειρηματολογίας έναντι των ενστάσεων για τον χρόνο, τη φύση και την ύλη των εικόνων, καταλήγοντας στην απόλυτη θεολογική νομιμότητα της ιερής εικονογραφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 13 από 13

Ὅτι πρωτότυπον ὢν τῆς ἑαυτοῦ εἰκόνος ὁ Χριστός, μίαν ἔχει τὴν πρὸς αὐτὴν ἐμφέρειαν, ὥσπερ καὶ τὴν προσκύνησιν. αʹ. Τὸ πρωτότυπον καὶ ἡ εἰκών, ἓν μέν ἐστι τῇ ὑποστατικῇ ὁμοιώσει, δύο δὲ τῇ φύσει· οὐχ ἑνός τινος εἰς δύο καταδιαιρεθέντος ὁμοιώματα· ὡς εἶναι λοιπὸν τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ σχέσεως ἀμέτοχα· οὔτε μὴν ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς διττοῖς ὀνόμασιν ἀποκαλουμένου, ὡς ποτὲ μὲν τὸ πρωτότυπον εἰκόνα καλεῖσθαι, ποτὲ δὲ τὴν εἰκόνα πρωτότυπον. Ἀεὶ γὰρ τὸ πρωτότυπον, πρωτότυπον καλοῖτο, ὥσπερ καὶ ἡ εἰκὼν εἰκών, οὐδέποτε εἰς ἄλληλα μεταβαλλόμενα.

Οὕτω δὲ ὄντος τοῦ πράγματος, καὶ ἐν δυάδι κειμένου τοῦ ἀριθμοῦ· μία ὁμοίωσις ἀμφοτέροις, καὶ ἡ καθ’ ὁμοίωσιν προσηγορία· οἷον φέρε εἰπεῖν, ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς. Εἰ δὲ τοῦτο, μία ἄρα καὶ ἡ τῆς εἰκόνος Χριστοῦ προσκύνησις πρὸς Χριστὸν τὸ ἑαυτῆς πρωτότυπον.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. βʹ. Εἰ ὁ Χριστὸς πρωτοτύπου λόγον ἐπέχων πρὸς τὴν ἑαυτοῦ εἰκόνα, φύσει λέγεται εἶναι· ἡ δὲ εἰκὼν θέσει· πῶς ἅμα τὸ φύσει τῷ θέσει; οὐ γὰρ ὁμοῦ τε Χριστὸς ὤφθη, καὶ ἡ εἰκὼν αὐτοῦ διαγραφεῖσα μετηνέχθη. Οὐκοῦν ἐπεὶ ταῦτα οὐχ ἅμα, οὐδὲ ἡ προσκύνησις μία, διείργοντός τινος χρόνου, ἀφ’ οὗ μετὰ Χριστὸν ἡ εἰκὼν παρήχθη.

Λύσις πρὸς τοῦτο. Εἰ παντὶ σώματι ἀμερίστως παρέπεται ἡ οἰκεία σκιά, καὶ οὐκ ἄν τις εἴποι σωφρονῶν ἄσκιον σῶμα, ἀλλ’ ἔστιν ἰδεῖν ἐν μὲν τῷ σώματι τὴν σκιὰν ἑπομένην, ἐν δὲ τῇ σκιᾷ τὸ σῶμα προηγούμενον· οὕτως οὐκ ἄν τις εἴποι Χριστὸν ἀνεικόνιστον, εἴπερ σῶμα ἐν αὐτῷ κεχαρακτηρισμένον.

Ἀλλ’ ἔστιν ἰδεῖν κἀνταῦθα ἐν μὲν Χριστῷ τὴν ἑαυτοῦ εἰκόνα ὑφεστῶσαν· ἐν δὲ τῇ εἰκόνι Χριστὸν ὁρώμενον, ὡς πρωτότυπον. Ἐκ δὲ τοῦ ἄμφω ἅμα εἶναι, δέδεικται ἡνίκα Χριστὸς ὦπται, τότε καὶ ἡ αὐτοῦ εἰκὼν δυνάμει, ἀφ’ οὗ καὶ μετενήνεκται εἰς ἡντιναοῦν ὕλην ἀποσφραγισθεῖσα.

Ἄλλο. γʹ. Εἰ καὶ οὐχ ἅμα τὸ φύσει τῷ θέσει, οἷον ὁ Χριστὸς τῇ ἑαυτοῦ εἰκόνι· ἀλλ’ ὅμως τῷ δυνάμει εἶναι καὶ πρὸ τοῦ τεχνικῶς γενέσθαι, ταύτην ἐν τῷ Χριστῷ ἀεὶ ἔστιν ὁρᾶν· ὡς φέρε εἰπεῖν, καὶ τὴν σκιὰν ἀεὶ παρυφεστῶσαν τῷ σώματι, κἂν μὴ φωτὸς βολίδι σχηματίζηται· καθ’ ὃν τρόπον οὐκ ἔξω τοῦ εἰκότος τῶν ἅμα λέγειν Χριστὸν καὶ τὴν ἑαυτοῦ εἰκόνα.

Ἄλλο. δʹ. Τὸ πρωτότυπον, καὶ ἡ εἰκών, τῶν πρός τί ἐστιν, ὥσπερ καὶ τὸ διπλάσιον καὶ ἥμισυ. Τὸ μὲν γὰρ πρωτότυπον, συνεισφέρει πάντως ἑαυτῷ τὴν εἰκόνα, ἧς καί ἐστι πρωτότυπον· καὶ τὸ διπλάσιον συνεισοίσει πάντως ἑαυτῷ τὸ ἥμισυ, πρὸς ὃ λέγεται διπλάσιον. Οὐ γὰρ ἂν εἴη πρωτότυπον εἰκόνος οὐκ οὔσης· ἀλλ’ οὐδὲ διπλάσιον, ἡμίσεος μὴ νοουμένου τινός· ἃ τῶν ἅμα ὄντα, ὁμοῦ καὶ νενόηται καὶ ὑφέστηκεν. Οὐκοῦν ἐπειδὴ οὐ μεσολαβεῖταί τις ἐν αὐτοῖς χρόνος, οὐδὲ ἡ προσκύνησις ἑτέρα θατέρου, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἄμφω.

Ἄλλο. εʹ. Τὸ πρωτότυπον καὶ ἡ εἰκών, οἷον ἐν ἀλλήλοις ἔχει τὸ εἶναι· καὶ τῇ θατέρου ἀναιρέσει θάτερον συναναιρεῖται· ὥσπερ οὖν καὶ τοῦ διπλασίου ἀναιρεθέντος, συναναιρεῖται καὶ τὸ ἥμισυ. Εἰ τοίνυν οὐκ ἔστιν εἶναι Χριστόν, μὴ οὔσης τῆς ἑαυτοῦ εἰκόνος κατὰ τὸ δυνάμει, καὶ πρὸ τοῦ τεχνικῶς γενέσθαι, ὑπάρχειν ταύτην ἀεὶ ἐν τῷ πρωτοτύπῳ· ἀναιρεῖ ἄρα τὴν Χριστοῦ προσκύνησιν, ὁ μὴ ὁμολογῶν συμπροσκυνεῖσθαι ἐν αὐτῷ τὴν ἑαυτοῦ εἰκόνα.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. ϛʹ. Τὸ κατά τι προσεοικός, καθ’ ἕτερον πάλιν οὐκ ἔστι προσεοικός· οἷον ἡ εἰκὼν πρὸς τὸ πρωτότυπον κατὰ μὲν τὴν ὁμοίωσιν προσεοικυῖα, κατὰ δὲ τὴν φύσιν οὐ προσεοικυῖα.

Οὐκοῦν οὐχ ὅλον ἐστὶν ἡ εἰκών, ὅπερ τὸ πρωτότυπον. Ἐπειδὴ δὲ τοῦτο οὕτως, οὐδὲ ὅλη καὶ ταὐτὴ ἡ ἐπ’ ἀμφοῖν προσκύνησις. Μὴ οὔσης δὲ ὅλης, ἕωλον λέγειν μίαν εἶναι τὴν ἀμφοτέρων προσκύνησιν.

Λύσις πρὸς τοῦτο. Ἡ εἰκὼν τοῦ πρωτοτύπου καθὸ ἐμφερής, κατὰ τοῦτο καὶ κοινωνοῦσά ἐστι τῆς ὅλης ὁμοιωτικῆς αὐτῷ προσκυνήσεως· οὐ προσλαμβάνουσα τὴν ὕλην ἐφ’ [ἣν] δέδεικται εἰς προσκύνησιν· τοῦτο γὰρ φύσις εἰκόνος, ταυτίζεσθαι μὲν κατὰ τὴν ὁμοίωσιν τοῦ πρωτοτύπου, διαφορεῖσθαι δὲ κατὰ τὸν τῆς οὐσίας λόγον, ἐφ’ ᾧ καὶ ἡ ὁμωνυμία. Εἰ δὲ καθόλου ἐοικυῖα εἴη, ἀποπέπτωκε τοῦθ’ ὅπερ λέγεται καὶ ἔστι λοιπὸν πρωτότυπον. Ἀλλὰ μὴν ἐμφερής ἐστι τῇ ὁλικῇ ὁμοιώσει, ἀλλὰ οὐ τῇ φύσει, τῷ πρωτοτύπῳ. Καὶ ὅλη ἄρα καὶ μία ἡ ἐπ’ ἀμφοῖν ὁμοιωτικὴ προσκύνησις.

Ἄλλο ἐκ παραδείγματος τῆς θεολογίας. ζʹ. Εἰ καὶ κατ’ οὐσίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, ἀλλ’ ὅμως οὐκ ἐοικός ἐστι τῷ ἀγεννήτῳ τὸ γεννητὸν οὐδ’ οὐ μὴν τὸ ἐκπορευτόν· ἃ περὶ τὴν θείαν φύσιν θεωρούμενα, τῆς πρὸς ἄλληλα κοινωνίας διακέκριται. Μία δὲ ἐν τοῖς τρισὶ χαρακτῆρσιν ἡ θεότης, ὥσπερ καὶ ἡ προσκύνησις, καὶ οὔ τί που ἀνισουμένη τῇ τῶν ἰδιοτήτων ἑτερότητι τῆς φυσικῆς ταυτότητος. Οὕτως οὖν καὶ ἐπὶ τῆς εἰκόνος τοῦ πρωτοτύπου· ὅτι εἰ καὶ κατὰ τὸ τῆς οὐσίας διάφορον, οὐ μία προσκύνησις ἐπ’ ἀμφοῖν, ὅτι μηδὲ φύσις ἐστὶ προσκυνουμένη τῆς εἰκόνος, κἂν ἐν αὐτῇ ὁρᾶται ὁ εἰκονιζόμενος· ἀλλὰ ὅμως κατὰ τὸ αὐτὸν τῆς ὑποστατικῆς ὁμοιώσεως, ἡ αὐτή ἐστιν ἀναλόγως τῇ μιᾷ καὶ ὅλῃ ἐπ’ ἀμφοῖν ἐμφερείᾳ ταυτιζομένη· ὥσπερ καὶ ἐπὶ τοῦ τύπου τοῦ σταυροῦ, καὶ ἐπ’ αὐτοῦ δὴ τοῦ ζωοποιοῦ σταυροῦ· οὐ μειονεκτουμένης τῆς προσκυνήσεως ἐν τῷ τύπῳ παρὰ τὸν ζωοποιὸν σταυρόν, κατὰ τὸ ἑτεροῖον τῶν φύσεων, ἰσουμένης δὲ μάλα τῇ ὁλικῇ ὁμοιότητι τοῦ πρωτοτύπου.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. ηʹ. Εἰ ἐν Χριστῷ ὡς πρωτοτύπῳ εἰκών, καὶ πρὸ τοῦ τεχνικῶς αὐτὴν μετενεχθῆναι ἔν τινι ὕλῃ· παρέλκον ἂν εἴη περιγράφεσθαι ταύτην, ἀρκοῦσαν ἐν αὐτῷ ὁρᾶσθαί τε καὶ προσκυνεῖσθαι.

Λύσις πρὸς τοῦτο. Ὅτι μὲν οὖν καὶ πρὸ τοῦ τεχνικῶς μεταληφθῆναι τὴν εἰκόνα τοῦ Χριστοῦ, πάρεστιν ἐν αὐτῷ ὡς πρωτοτύπῳ, ἀληθές. Τὸ γὰρ μήπω εἰκονισθὲν ὅλως, οὐδὲ ἄνθρωπος, ἀλλ’ ἀμβλωθρίδιόν τι· οὐ μὴν ἐνδέχεται εἰρῆσθαί τι πρωτότυπον, μὴ ἔχον τὴν ὑπ’ αὐτοῦ μετενεχθεῖσαν εἰκόνα ἐν ὕλῃ. Οὐκοῦν ἐπειδὴ ὡμολόγηται Χριστὸς πρωτοτύπου λόγον ἐπέχων, ὡς εἴ τις ἄλλος τῶν καθέκαστα· πᾶσα ἀνάγκη καὶ εἰκόνα ἔχειν μεταφερομένην ἀπὸ τοῦ χαρακτῆρος αὐτοῦ, καὶ ἀποματτομένην ἔν τινι ὕλῃ. Ἵνα μὴ καὶ τὸ εἶναι ἄνθρωπος ἀπολέσῃ, μὴ καὶ διὰ εἰκονικῆς παραγωγῆς ὁρώμενός τε καὶ προσκυνούμενος.

Ἄλλο ἐκ παραδείγματος. θʹ. Ἄλλο σφραγίς, καὶ ἕτερον ἀπόμαγμα. Ἀλλ’ ὅμως καὶ πρὸς τῆς ἀπομάξεως, τὸ ἀπόμαγμα ἐν τῇ σφραγῖδι. Οὐκ ἂν δὲ εἴη σφραγὶς ἐνεργὴς μὴ ἀποτυπουμένη ἔν τινι ὕλῃ. Οὐκοῦν καὶ Χριστὸς εἰ μὴ ἐν τῇ τεχνητῇ εἰκόνι φανείη, ἀεργὸς καὶ ἀνενέργητός ἐστι κατὰ τοῦτο. Ὅπερ καὶ ἐννοεῖν, ἄτοπον.

Ἄλλο ἐκ παραδείγματος. ιʹ. Εἰ ὁ ἐνορῶν τὴν σφραγῖδα καὶ τὸ ταύτης ἐκμαγεῖον, ὅμοιον ἐν ἀμφοτέροις, τὸ εἶδος καὶ ἀπαράλλακτον ὁρᾷ· ἔνεστιν ἄρα ἐν τῇ σφραγῖδι καὶ πρὸ τῆς ἐκτυπώσεως τὸ ἐκμαγεῖον. Τότε δὲ τὴν ἑαυτῆς φιλοτιμίαν ἐπιδείκνυται, ὁπόταν ἐν πολλαῖς καὶ ποικίλαις ὕλαις ἑαυτὴν μεταδίδωσιν ἀποσφραγίζεσθαι.

Τὸν αὐτὸν δὴ τρόπον, εἰ καὶ ἐν Χριστῷ τὴν οἰκείαν αὐτοῦ εἰκόνα ὡς ἀνθρωπομόρφῳ πιστεύομεν εἶναι· ἀλλ’ ὅμως ὅταν διαφόρως αὐτὴν ὑλογραφουμένην ὁρῶμεν, τότε δαψιλεστέραν τὴν αὐτοῦ ἀνυμνοῦμεν μεγαλειότητα.

Τὸ γὰρ μὴ προβῆναι εἰς ὕλης ἀποσφράγισμα, καὶ τὸ εἶναι αὐτὸν ἀνθρωπόμορφον ἀναιρεῖ.

Ἄλλο. ιαʹ. Πρὸς τὸ ἀρχέτυπον ἡ εἰκών, καὶ ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον, καὶ ἔνεστι καὶ ὁρᾶται καὶ προσκυνεῖται· οὔτι που τῆς οὐσίας ταυτιζομένης, ἀλλὰ τῆς ὁμοιώσεως ἑνιζομένης, καθ’ ἣν καὶ ἡ ἑνικὴ προσκύνησις ἐπ’ ἀμφοῖν, ἀλλ’ οὐχὶ τῷ ἑτεροίῳ τῶν φύσεων μεριζομένη.

Ἄλλο ἐκ παραδείγματος. ιβʹ. Εἰ σώματος σκιὰ μερισθῆναι οὐχ οἷόν τε, συμπαρυφεστῶσα αὐτῷ ἀεί, κἂν μὴ φαίνοιτο· τὸν αὐτὸν δὴ τρόπον οὐδὲ Χριστοῦ ἡ οἰκεία αὐτοῦ εἰκὼν ἀποτμηθῆναι δύναται· ἀλλ’ ὥσπερ ἡ σκιὰ τῇ τοῦ ἡλίου βολίδι μᾶλλον εἰς τοὐμφανὲς πρόεισιν, οὕτω καὶ ἡ Χριστοῦ εἰκὼν τηνικαῦτα τοῖς πᾶσι φανερὰ γίνεται, ὁπόταν διατυποῦσα ἑαυτὴν ταῖς ὕλαις, ἐμφανίζηται.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. ιγʹ. Τοῦ Σωτῆρος ἡμῶν τανῦν ἐν οὐρανοῖς ὑπάρχοντος οὐ χρῆναι δεῖν ἀναστηλοῦν αὐτοῦ ὁμοίωμα· φησὶ γὰρ ὁ ἱερὸς Ἀπόστολος· Διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους.

Λύσις πρὸς τοῦτο. Τὸ εἶδος λέγεται μὲν καὶ τὸ ἀπὸ τοῦ γένους διαιρεθέν. οἷον ὁ καθόλου ἄνθρωπος· λέγεται δὲ εἶδος καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθ’ ἣν διαφέρομεν ἀλλήλων· περὶ ὧν οὐδεὶς λόγος ἐνταῦθα τῷ Ἀποστόλῳ. Ἀλλ’ εἶδος ἐκεῖνο λέγειν νοητέον τὴν πρὸς τὰ παρόντα ἰνδάλματα ὑπερκειμένην αὐτοψίαν τῶν μελλόντων πραγμάτων. Εἰπὼν γάρ, Διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, ἐπάγει, Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς Κύριον. Καὶ ἀλλαχοῦ πάλιν· βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου καὶ αἰνίγματος· τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γινώσκω ἐκ μέρους· τότε ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη. Ταύτῃ τοιγαροῦν τῇ πίστει περιπατεῖν ἡμᾶς ἔφη, ἐν ᾗ ὡς δι’ ἐσόπτρου πρόσωπον πρὸς πρόσωπον βλέπομεν ἀπλανῶς τὴν τῶν μελλόντων ἀλήθειαν.

Ἐπεί, ὅτι οὐ πρὸς ἀναίρεσιν τοῦ περιγράφειν τὴν σωματικὴν ἰδέαν τοῦ Χριστοῦ προὔκειτο αὐτῷ ὁ σκοπός, καὶ μετὰ τὸ ἀναληφθῆναι, ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος; Εἰ δὲ οὕτω πεπιστεύκαμεν, ὡς αὐτὸν Χριστὸν ἐσταυρωμένον τεθεᾶσθαι· εἰκότως αὐτὸν εἰκονίζοντες πάντοτε, οὐ διασφαλλόμεθα. Τὸ γὰρ νοερῶς δι’ ἀπουσίας βλεπόμενον, καὶ αἰσθητῶς διὰ περιγραφῆς εἰ μὴ βλέποιτο, ἀπολέσειεν ἂν καὶ τὸ νοερῶς ὀπτάνεσθαι.