Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο και θεολογικές προϋποθέσεις του πρώτου αντιρρητικού λόγου

Εισαγωγή στον πρώτο λόγο, ανάλυση της αποκλειστικής προσκυνήσεως της Αγίας Τριάδος και αναίρεση των κατηγοριών περί ειδωλολατρίας με έμφαση στο ασύγχυτο των δύο φύσεων του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 1 από 13

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ, ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΩΤΟΣ ΚΑΤΑ ΕΙΚΟΝΟΜΑΧΩΝ Καιρὸς τοῦ λαλεῖν, ἀλλ’ οὐ τοῦ σιγᾶν ἐστι τῷ ὁπωσοῦν δυναμένῳ· ἐπειδάν τις αἵρεσις ἐνίσταται καθυλακτοῦσα τῆς ἀληθείας, καὶ πτόησιν ταῖς ἀστηρίκτοις ψυχαῖς ἐνιζάνουσα διὰ τῆς κενοφωνίας. Δύο γὰρ ταῦτα δράσειέ πως ὁ λέγων· τόν τε οἰκεῖον νοῦν ἐρείδοι εὖ μάλα, τὰς συστατικὰς ἀποδείξεις περὶ τῆς προκειμένης ὑποθέσεως ἀνελιττόμενος καὶ συμφορίζων· τοῖς τε ἄλλοις μεταδοίη τῶν πορισμάτων, εἴπερ τινὲς ἄρα τὰς ἀκοὰς ὑποθοῖντο. Τοιγαροῦν κἀγὼ ὁ πενιχρὸς ἀμφοτέρωθεν, ταῖς πατρικαῖς εὐχαῖς τε καὶ παρορμήσεσι θαῤῥήσας, τὴν ἐμαυτοῦ ὑπόληψιν ὡς οἷόν τέ ἐστιν, ἐπιδεῖξαι πειράσομαι. Κρεῖσσον γάρ. φησί, τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλιπεῖν, ἡ θεολόγος γλῶττα· ἄλλως τε καὶ διὰ τὸ μὴ ἀποχρώντως ἐν τῷ πονηθέντι μοι Στηλιτευτικῷ ταύτην ἐπεξιέναι. Ἤδη δὲ προβληθήσεται ὁ λόγος κατὰ ἀντίθεσιν τοῦ τε οἰκείου δόγματος, καὶ τοῦ ἀλλοτρίου· ὡς ἂν διὰ τῆς παραθέσεως καθάπερ ἐπὶ ἐκλογῆς τινος, ἀπὸ τοῦ δοκίμου καὶ ἀκιβδήλου τῆς ἀληθείας χαρακτῆρος, ὁ παρακεχαραγμένος καὶ δεδολιευμένος τῆς ἀσεβείας τύπος ἐκρίπτοιτο. Ἀλλὰ Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Εἴπερ θέμις κἀμοὶ τῷ ἀναξίῳ φράζειν ἀρχομένῳ τοῦ λόγου.

Αʹ. Μία τοίνυν ἡμῶν τῶν Χριστιανῶν, ὦ οὗτοι, πίστις καὶ λατρεία καὶ προσκύνησις· ἡ εἰς Πατέρα τε, φημί, καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ὅτι καὶ ἓν τὸ προσκυνούμενον τῇ φύσει τῆς θεότητος, κἂν τρία τὰ νοούμενα ταῖς ὑποστατικαῖς ἰδιότησιν, ὡς κατὰ συνέπειαν.

Βʹ. Οὐ μία γοῦν, εἴπερ τὸ σέβας ἡμῶν πολυπροσκύνητον διὰ τῆς εἰκονικῆς ἀναστηλώσεως ἀποδέδεικται, μεταληφθείσης πως κακοτεχνίᾳ δαίμονος ἀπὸ τῆς Ἑλληνικῆς παραδόσεως εἰς εἰδωλικὴν προσκύνησιν τῇ καθολικῇ Ἐκκλησίᾳ.

Ἀπερίληπτον γὰρ πάντη τὸ Θεῖον καὶ ἀπερίγραπτον. πρὸς ἑκάστου τῶν θεολόγων ὡμολόγηται. Ὅτι μὲν ἀπερίληπτον τὸ Θεῖον καὶ ἀπερίγραπτον, προσθήσω δ’ ὅτι καὶ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον. καὶ ὅσα διὰ τῆς ἀφαιρέσεως τῶν ἅπερ οὐκ ἔστι, λέγεται παντί που δῆλον. Ποία δὲ κοινωνία φωτὶ πρὸς σκότος, κἀνταῦθα ἔστι φράσαι, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαλ; εἰκόσι τε ἱεραῖς καὶ εἰδώλοις δαιμονίων; ἦ γὰρ ἂν ἐχρῆν πρὸ τῶν αἰτιατῶν, τὰ αἴτια σέβειν καὶ προσκυνεῖν, τὸ δὴ λεγόμενον, τῇ Ἀστάρτῃ καὶ τῷ Χαμὼς βδελύγματι Σιδονίων, Ἀπόλλωνί τε καὶ Διὶ καὶ Κρόνῳ, καὶ τοῖς ἄλλοις παντοδαποῖς θεοῖς τῶν Ἑλλήνων· οἳ κατὰ πλάνης δαιμονικῆς ἄγνοιαν τὴν λατρείαν ἀπὸ τοῦ πεποιηκότος Θεοῦ ἐπὶ τὰ δημιουργήματα μεταθέμενοι, Ἐλάτρευσαν, τὸ δὴ λεγόμενον, τῇ κτίσει παρὰ τὸν Κτίσαντα, εἰς ἓν βάραθρον πολυθεΐας κατολισθήσαντες. Ἡμῖν δὲ εἷς Θεὸς ἐν Τριάδι προσκυνούμενος.

Καὶ ὅσον μὲν κατὰ τὸ τῆς θεολογίας δόγμα, οὐχ ὅτι περιγραφῆς ἢ καταλήψεως εἶδος ἐξευρίσκειν, ἄπαγε· τοῦτο γὰρ τῆς Ἑλληνικῆς ἐπινοίας ἐφεύρεμα· ἀλλ’ οὐδ’ ὅτι ποτέ ἐστιν ἴσμεν τὸ Θεῖον, ἢ ὅ τί πέρ ἐστιν, ὡς αὐτὸ περὶ ἑαυτοῦ ἐπίσταται μόνον. Ἐπεὶ δὲ δι’ ἄκραν ἀγαθότητα εἰς ἀνθρωπείαν φύσιν ἐλήλυθε, γενόμενος καθ’ ἡμᾶς ὁ εἷς τῆς Τριάδος· καὶ γέγονε τῶν ἀμίκτων μίξις, καὶ τῶν ἀκράτων κρᾶσις, ἤτοι τοῦ ἀπεριγράπτου πρὸς τὸ περιγεγραμμένον· τοῦ ἀπείρου πρὸς τὸ πεπερασμένον· τοῦ ἀορίστου πρὸς τὸ διωρισμένον· τοῦ ἀσχηματίστου πρὸς τὸ εὐσχηματισμένον· ὃ καὶ παράδοξον· διὰ τοῦτο Χριστὸς εἰκονίζεται, καὶ ὁ ἀόρατος ὁρᾶται· καὶ φυσικὴν περιγραφὴν καταδέχεται τοῦ σφετέρου σώματος, ὁ τῇ οἰκείᾳ θεότητι ὑπάρχων ἀπερίγραπτος· ἵν’ ὅπερ ἐστὶν ἀμφότερα τοῖς πράγμασιν ἀποδέδεικται· καὶ μὴ θάτερον τοῦθ’ ὅπερ ἐστὶ διαψεύδηται, κατὰ τὰς σὰς ὑπολήψεις.

Γʹ. Ἀλλ’ οὐκ ἀπερίγραπτόν φασι μένειν τὸ Θεῖον ἐν τῷ τὸν Χριστὸν περιγεγράφθαι σωματικῶς. Τῆς γὰρ θεότητος ἑνωθείσης τῇ σαρκὶ καθ’ ὑποστατικὴν ἕνωσιν, ἀνάγκη συμπεριγράφεσθαι ἐν τῇ τῆς σαρκὸς περιγραφῇ τὴν ἀπερίγραπτον θεότητα· οὐ γὰρ ἐνδέχεται θάτερον θατέρου χωρίζεσθαι· ἵνα μὴ ἐν τούτῳ ὁ τῆς ἀπευκτῆς διαιρέσεως ἐπεισαχθείη τρόπος.

Κατὰ τὸ φιλολόγημά σου, οὐδ’ ἀπερίληπτον οἷόν τε μένειν ἐν τῷ περιειλῆφθαι· ἀλλὰ μὴν σπαργάνοις ἐνειλήθη· οὐδ’ ἀθέατον ἐν τῷ τεθεᾶσθαι· ἀλλὰ μὴν ἐθεάθη· οὐδ’ ἀψηλάφητον ἐν τῷ ἐψηλαφῆσθαι· ἀλλὰ μὴν ἐψηλαφήθη· οὐδ’ ἀπαθὲς ἐν τῷ πεπονθέναι· ἀλλὰ μὴν ἐσταυρώθη· οὐδ’ ἀθάνατον ἐν τῷ νενεκρῶσθαι· ἀλλὰ μὴν ἐθανατώθη. Οὕτω τοίνυν νόει αὐτὸν μεμενηκέναι καὶ ἀπερίγραπτον ἐν τῷ περιγεγράφθαι.

Ταῦτα γὰρ καὶ ὁμοίως ἰδιώματα· ἀλλὰ τὰ μὲν τῆς ἀπεριγράπτου φύσεως ἐν οἷς τὸ εἶναι Θεὸς γνωρίζεται· τὰ δὲ τῆς περιγεγραμμένης, ἐν οἷς τὸ εἶναι ἄνθρωπος ὡμολόγηται. Καὶ οὐδ’ ἕτερον θάτερον κεκαινοτόμηκεν, οὐδ’ ἀπεφοίτησε τοῦθ’ ὅπερ ἦν· οὐδὲ μετηλλοίωται ἐν ἑκατέρῳ ἑκάτερον· σύγχυσις γὰρ ἐν τούτῳ ἣν πεφεύγαμεν· ἀλλ’ εἷς καὶ ὁ αὐτός ἐστι τῇ ὑποστάσει, τὸ ἀσύγχυτον τῶν ἰδίων φύσεων εἴσω τῶν οἰκείων ὅρων ἔχων. Τοίνυν ἢ δέξαι τὸ περίγραπτον, ἤ, εἰ μὴ τοῦτο, συνάνελε τό τε θεατὸν καὶ ἁπτὸν καὶ ληπτόν, καὶ ὅσα τῆς αὐτῆς συστοιχίας· κἀντεῦθεν ὀφθείης μὴ προσιέμενος ὅλως τὸ σάρκα γενέσθαι τὸν Λόγον, ὃ τῶν ἄγαν ἀσεβημάτων.

Δʹ. Ψιλὸν ἄνθρωπον, φασί, τὸν Χριστὸν λέγεσθαι, τῶν ἀτοπωτάτων· ψιλοῦ δέ ἐστι τὸ περιγεγράφθαι· οὔκουν ψιλὸς ὁ Χριστός, ὅτι μηδὲ περιγέγραπται. Ληρεῖν μοι δοκεῖς ἐπιπολὺ τὸ φιλαπερίγραπτόν σου προφέρων· καὶ μὴ νῷ νοῦν διακρουόμενος, τῷ ἀποδεικτικῷ τὸν ἀναπόδεικτον· καὶ τῷ συλλογιστικῷ τὸν ἀσυλλόγιστον· ἀλλὰ δεῦρο κἀντεῦθεν πανσθενῶς ἐκραπίσθητι.

Ψιλὸς μὲν οὖν ὁ Χριστὸς οὐ γεγένηται· μηδὲ γὰρ τῶν τινα ἀνθρώπων ἀναλαβεῖν φαίη ἄν τις τῶν εὐσεβούντων· τὸν δὲ καθ’ ὅλου. ἤτοι τὴν ὅλην φύσιν· ἀλλὰ μὴν τὴν ἐν ἀτόμῳ θεωρουμένην· πῶς γὰρ ἂν καὶ ὦπται; καθ’ ἣν ὁρᾶταί τε καὶ σχηματίζεται· ψηλαφᾶταί τε καὶ περιγράφεται· τρέφεταί τε καὶ ποτίζεται· ἁδρύνεταί τε καὶ αὔξεται· κοπιᾷ τε καὶ ἀναπαύεται· ὑπνοῖ τε καὶ γρηγορεῖ· πεινῇ τε καὶ διψῇ· δακρύει τε καὶ ἱδροῖ· καὶ πάντα ὅσα ἐνεργῶν ἐστι καὶ πάσχων ὁ καθ’ ἕκαστα ἄνθρωπος.

Οὐκοῦν περίγραπτος ὁ Χριστός, κἂν οὐ ψιλὸς ἄνθρωπος· οὐ γὰρ εἷς τῶν πολλῶν, ἀλλὰ Θεὸς ἀνθρωπισθείς· ἵνα μὴ οἱ ἐν δοκήσει καὶ φαντασίᾳ ἐληλυθέναι αὐτὸν λέγοντες, οἷς συνυπάγῃ καὐτός, δρομαίως εἰσπηδήσωσι τῶν αἱρέσεων δράκοντες. Καὶ ἀπερίγραπτος αὖθις, εἰ καὶ Θεὸς ἀνδρωθείς ἐστιν· ἵνα ὁ ἀπὸ Μαρίας τὴν ἀρχὴν αὐτὸν εἰληφέναι φληναφήσας ἐκκρουσθείη ἀσεβηκὼς κύων. Τοῦτο γὰρ τὸ καινοπρεπὲς τῆς οἰκονομίας μυστήριον, σύνοδον γενέσθαι θείας καὶ ἀνθρωπίνης φύσεως ἐν τῇ μιᾷ τοῦ Λόγου ὑποστάσει· τὰς ἰδιότητας ἑκατέρων ἀλωβήτους διατηρούσῃ ἐν τῇ ἀδιαιρέτῳ ἑνώσει.