Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Οι χριστολογικές συνέπειες της απεικονίσεως και η υποστατική ένωση

Εξέταση της υποστατικής ιδιαιτερότητας του Χριστού, απόκρουση των κατηγοριών περί νεστοριανισμού και ανάλυση της αναγκαιότητας απεικόνισης του συγκεκριμένου προσώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 10 από 13

Ἄλλο. ιϛʹ. Οἷς μὲν τὰ καθόλου ὁρᾶται, νοῦς καὶ διάνοια· οἷς δὲ τὰ καθ’ ἕκαστα, ὀφθαλμοί, οἱ τὰ αἰσθητὰ βλέποντες. Εἰ οὖν τὴν καθόλου ἡμῶν φύσιν ὁ Χριστὸς ἀνέλαβε, μὴ ἐν ἀτόμῳ δὲ θεωρουμένην, νῷ μόνῳ ἐστὶ θεωρητὸς καὶ διανοίᾳ ψηλαφητός. Ἀλλὰ μήν φησι πρὸς τὸν Θωμᾶν, Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Καὶ αὖθις· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· αἰσθητοῖς αἰσθητὰ παραβαλών.

Αἰσθητὸς ἄρα ὁ Χριστός, ψηλαφητός, καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατός, καὶ διὰ τοῦτο περιγραπτός.

Ἄλλο. ιζʹ. Ἄνθρωπον εἰπών, τὴν κοινὴν οὐσίαν δηλῶ. Προσθεὶς δέ, Τίς, ὑπόστασιν, τὴν ἰδιοσύστατον τοῦ δηλουμένου ὕπαρξιν· καὶ ἵν’ οὕτως εἴπω, περιγραφὴν ἐξ ἰδιωμάτων τινῶν συγκειμένην, καθ’ ἃ ἀλλήλων οἱ τῆς αὐτῆς κεκοινωνηκότες φύσεως διαφέρουσιν· οἷον Πέτρος καὶ Παῦλος.

Ὁ οὖν Χριστὸς τοῖς Ἰουδαίοις εἰπών· Νῦν ζητεῖτέ με ἀποκτεῖναι· εἰ ἄνθρωπον ἦν μόνον εἰρηκώς, εἶχεν ἂν τὸν καθόλου σημᾶναι. Προσθεὶς δέ, Ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· τὴν ἰδίαν ὑπόστασιν ἤτοι πρόσωπον πεφανέρωκε.

Τὸ γάρ, Ὅς, ἄρθρον, ἰσοδυναμεῖ τῷ, Τίς, ὀνόματι. Οὐκοῦν εἰ καὶ τὴν καθόλου φύσιν ἀνέλαβεν, ἀλλὰ μὴν τὴν ἐν ἀτόμῳ θεωρουμένην· ἐφ’ ᾧ καὶ τὸ περιγράφεσθαι πέφυκε.

Ἄλλο. ιηʹ. Ὁ καθόλου ἄνθρωπος, προσηγορικὸν ὄνομα· ὁ δὲ τίς, φέρε εἰπεῖν, Πέτρος καὶ Παῦλος, τὸ κύριον· ἔχων, μετὰ τοῦ κυρίου, καὶ τῷ καθόλου ὀνόματι προσαγορεύεσθαι. Καὶ γὰρ ὁ Παῦλος, καὶ ἄνθρωπος κέκληται· ἀλλὰ καθὸ μὲν κοινωνεῖ τοῖς ὁμοειδέσιν ἀτόμοις, ἄνθρωπος· καθὸ δὲ διαφέρει τῇ ὑποστάσει, Παῦλος. Εἰ οὖν ὁ Χριστὸς ἐνανθρωπισθείς, μόνον Θεὸς καὶ ἄνθρωπος λέγοιτο παρὰ τῇ Γραφῇ, μόνην ἄρα τὴν καθόλου φύσιν ἡμῶν ἀνείληφεν· ἥτις μὴ ἐν ἀτόμῳ θεωρουμένη, οὐδὲ ὑφίστασθαι προαποδέδεικται. Ἀλλὰ μὴν ὁ Γαβριὴλ πρὸς τὴν Παρθένον· Ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξεις Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, Οὐκ ἄρα μόνῳ τῷ προσηγορικῷ, ἀλλὰ γὰρ καὶ τῷ κυρίῳ ὀνόματι κέκληται ὁ Χριστός· τὸ χωρίζον αὐτὸν τοῖς ὑποστατικοῖς ἰδιώμασιν ἀπὸ τῶν λοιπῶν ἀνθρώπων· καὶ διὰ τοῦτο περιγραπτός.

Ἄλλο. ιθʹ. Εἰ οὐ τὸν τινὰ σημαίνων ἐστὶν ὁ Χριστός, καθώς φατε, ἀλλὰ τὸν καθόλου ἄνθρωπον, πῶς φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οὐκοῦν εἷς ἐστι καθ’ ἡμᾶς, εἰ καὶ Θεὸς ὁ εἷς τῆς Τριάδος· ὡς ἐκεῖ ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τῷ υἱικῷ ἰδιώματι διακεκριμένος· οὕτως αὐτὸς ἐνταῦθα ἀπὸ πάντων τῶν ἀνθρώπων τοῖς ὑποστατικοῖς ἰδιώμασιν ἀφοριζόμενος· καὶ διὰ τοῦτο περιγραφόμενος.

Ἄλλο. κʹ. Εἰ οὐ τὸν τινὰ σημαίνων ἐστὶν ὁ Χριστός, καθώς φατε, ἀλλὰ τὸν καθόλου ἄνθρωπον· πῶς φησι πρὸς τοὺς Ἰουδαίους. Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς· Ἐγώ εἰμι. Οὐκοῦν, τίς, ὁ Χριστός, ὡς καὶ κυρίῳ ὀνόματι, Ἰησοῦς ὁ Ναζαραῖος κεκλημένος.

Εἰ δέ τις, καὶ περιγραπτός, τοῖς ὑποστατικοῖς ἰδιώμασι κεχαρακτηρισμένος.

Ἄλλο. καʹ. Τὰ ὁμοειδῆ ἓν μέν ἐστι κατ’ οὐσίαν· ὑποστατικῶς δὲ διακεκριμένα πρὸς ἄλληλα· ὁ δεῖνά ἐστι, καὶ ὁ δεῖνα. Εἰ οὖν ὁ Χριστὸς οὐ τόν τινά ἐστι σημαίνων, ἀλλὰ τὸν καθόλου, ὡς φατέ, οὐκ ἂν εἴη διαστελλόμενος πρὸς ἕτερον πρόσωπον.

Καὶ πῶς φησι πρὸς Πέτρον· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα δὲ μὴ σκανδαλίζωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον· καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ; Οὐκοῦν διακεκριμένον πρὸς Πέτρον, καὶ ἐξ ἴσου τελῶν τὸ δίδραχμον, ἐξ ἴσου ἂν καὶ περιγράφοιτο, ὡς τὸν τινὰ σημαίνων, κἂν τὴν καθόλου οὐσίαν ἀνείληφεν.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. κβʹ. Εἰ ἐν τῇ οἰκείᾳ ὑποστάσει, ἀνείληφε τὴν ἀνθρωπείαν φύσιν ὁ Λόγος· ἐπειδὴ αὕτη ἀόρατος καὶ ἀσχημάτιστος. εἰ σχηματισθείη διὰ περιγραφῆς, ἕτερον πρόσωπον εἰσκριθήσεται τῇ Χριστοῦ ὑποστάσει· τοῦτο δέ ἐστιν ἄτοπον· καὶ τῆς Νεστορίου αἱρέσεως σύμμαχον, δυάδα προσώπων ἐν Χριστῷ πρεσβεύειν.

Πρὸς τοῦτο λύσιν. Εἰ τὴν προσληφθεῖσαν σάρκα ὑπὸ τοῦ Λόγου, ἰδίαν ἔχειν ὑπόστασιν ἔφαμεν, εἶχεν ἂν τὸ εἰκὸς ὁ λόγος. Ἐπειδὴ δὲ κατὰ τὴν ἐκκλησιαστικὴν δόξαν, τὴν τοῦ Λόγου ὑπόστασιν κοινὴν γενέσθαι τῶν δύο φύσεων ὑπόστασιν ὁμολογοῦμεν, ἐν αὐτῇ τὴν ἀνθρωπίνην φύσιν ὑποστήσασαν, μετὰ τῶν ἀπὸ τῶν λοιπῶν ὁμοειδῶν ἀφοριζόντων αὐτὴν ἰδιωμάτων· εἰκότως τὴν αὐτὴν τοῦ Λόγου ὑπόστασιν ἀπερίγραπτον μὲν φαίημεν κατὰ τὴν τῆς θεότητος φύσιν· περιγεγραμμένην δὲ κατὰ τὴν καθ’ ἡμᾶς οὐσίαν· οὐκ ἐν ἰδιοσυστάτῳ καὶ ἰδιοπεριγράφῳ προσώπῳ παρὰ τὴν τοῦ Λόγου ὑπόστασιν, ἀλλ’ ἐν αὐτῇ τὴν ὕπαρξιν ἐσχηκυῖαν· ὡς ἂν μὴ εἴη φύσις ἀνυπόστατος· καὶ ἐν αὐτῇ ὡς ἐν ἀτόμῳ θεωρουμένην καὶ περιγραφομένην.

Ἄλλο. κγʹ. Εἰ διὰ τὸ μὴ εἰσκριθῆναι τῇ Χριστοῦ ὑποστάσει ἕτερον πρόσωπον, ἀπερίγραπτον αὐτὴν φαῖεν κατὰ τὴν ἀνθρωπότητα, πᾶσα ἀνάγκη μίαν φύσιν λέγειν τοῦ Λόγου ἐκ δύο φύσεων συγκραθεῖσαν, καὶ διὰ τοῦτο μὴ περιγραφομένην, ὡς θατέρας τῆς ἰδιότητος ἀφανισθείσης· ὅπερ ἐστὶ τῶν Ἀκεφάλων, καὶ τῆς Ἀπολλιναρίου δόξης σύστοιχον.

Ἄλλο. κδʹ. Εἰ διὰ τὸ μὴ εἰσκριθῆναι τῇ Χριστοῦ ὑποστάσει ἕτερον πρόσωπον, ἀπερίγραπτον αὐτὴν φαῖεν κατὰ τὴν ἀνθρωπότητα· οὐκ ἂν εἴληφε ταύτην ἀληθῶς, ἀλλ’ ἐν ὁμοιώματι καὶ σχήματι σαρκός, ὅπερ ἐστὶ τῶν Μοντανῶν.

Εἰ δὲ ἀληθῶς, ὥσπερ καὶ ὡμολόγηται, περιγραπτὴ ἡ Χριστοῦ ὑπόστασις· οὐ κατὰ τὴν θεότητα, ἣν οὐδεὶς ἐθεάσατο πώποτε· ἀλλὰ κατὰ τὴν ἐν ἀτόμῳ θεωρουμένην ἐν αὐτῇ ἀνθρωπότητα· ἐπεὶ πῶς ἂν εἴη μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὁ μὴ ἑκατέρων τῶν φύσεων, ἀφ’ ὧν ἔνεστι, τὰ ἰδιώματα ἀλώβητα διασώζων;

Ἄλλο. κεʹ. Τό, Ποῦ, τόπου δηλωτικόν, ἀφ’ οὗ περιέχεται τὸ σῶμα. Οὔτι που δὲ μόνον τὸ σῶμα περιγραπτόν, ἀλλὰ καὶ ὁ τοῦτο περιέχων τόπος, μόνον ὄντος ἀπεριγράπτου τοῦ ἔξω τόπου, ὡς ἀπεριορίστου. Εἰ τοίνυν ὁ Χριστὸς οὐ περιγραπτός, οὐ μόνον οὐ σῶμα, ἀλλὰ γὰρ καὶ ἔξω τόπου· καὶ πῶς φησιν ὁ αὐτός, Ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστι; Καὶ πάλιν, πρὸς τὸν Ἀνδρέαν καὶ τὸν ἄλλον μαθητὴν ἐπερωτήσαντας, Ποῦ μένεις; ἀποκριθείς. Ἔρχεσθε καὶ ἴδετε· ἦλθον, φησί, καὶ εἶδον ποῦ μένει. Οὐκοῦν περιγραπτός, ὡς σῶμα εἰληφώς, οἴκοι μένων, καὶ οἴκαδε ἀπιών, καὶ οἴκοθεν ἐρχόμενος.

Ἄλλο. κϛʹ. Δοκοῦσα ἐναντιότης, πρὸς τὸ μὴ περιγράφεσθαι Χριστόν· τῆς Γραφῆς λεγούσης. Φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ ἴδετε, ἀλλ’ ἢ φωνήν. Εἰ φωνὴν ῥημάτων, φησὶν ὁ Μωσῆς, ὑμεῖς ἠκούσατε, περὶ τοῦ πάντων Θεοῦ· καὶ ὁμοίωμα οὐκ ἴδετε, ἀλλ’ ἢ φωνήν. Καὶ ὁ Ἡσαΐας πάλιν· Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· πῶς συμβήσεται ταῦτα ἀλλήλοις· εἴπερ μὴ μάχεται ἕτερος ἑτέρω; Ἢ δηλονότι περὶ τοῦ αὐτοῦ ὁ λόγος ἀμφοτέροις· τοῦ μὲν πρὸς τὸ μὴ ἐν ὁμοιώσει εἶναι τὸ Θεῖον ἀποφήσαντος· θεότης γὰρ ἀθέατος, καὶ διὰ τοῦτο ἀνόμοιος· τοῦ δὲ πρὸς τὸ δούλου μορφὴν ἀναλαβόντα τὸν αὐτὸν Κύριον, ἐν εἴδει ὦφθαι τῷ καθ’ ἡμᾶς καταφήσαντος. Καὶ διὰ τοῦτο περιγραπτὸς σώματι, κἂν ἀπερίγραπτος θεότητι.

Ἄλλο, ἐρωτηματικῶς διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. κζʹ. Εἰ ἀπερίγραπτος ὁ Χριστός, περὶ αὐτοῦ δὲ Ἡσαΐας φησίν. Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν· ἐρωτῶ μέν, πότερον τὸ τὴν πληγὴν δεξάμενον, σῶμα, ἢ ἀσώματον; καὶ εἰ μὲν ἀσώματον, πνεύματος δόκησις· εἰ δὲ σῶμα, πῶς οὐ περιγραπτόν, τρισὶ διαστάσεσι καὶ ἀντιτυπίᾳ χαρακτηριζόμενον, ὃ καὶ πέφυκε τραυματίζεσθαι;

Ἄλλο. κηʹ. Εἰ οὐ περιγραπτὸς ὁ Χριστός, πῶς φησιν αὐτός· Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων; Ταῦτα γὰρ περιγραφῆς ἰδιώματα· νῶτος μαστιζόμενος, σιαγόνες ῥαπιζόμεναι. πρόσωπον ἐμπτυσμένον. Οὐκοῦν εἰ ἀληθεύει ὁ παθών. ψεύδεται ὁ λέγων αὐτὸν μὴ περιγράφεσθαι.

Ἄλλο. κθʹ. Εἰ ἀπερίγραπτος ὁ Χριστός, πῶς αὐτός φησιν, Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου; Τὸ γὰρ ἀπερίγραπτον οὐκ ὀρωρύχθαι φύσιν ἔχει, οὐδ’ οὐ μὴν ἐν ὀστέοις ἠριθμεῖσθαι. Ἀλλὰ μὴν ὀρωρύχθαι τὰς χεῖρας, καὶ ἠριθμῆσθαι λέγει τὰ ὀστᾶ· ὧν ἡ πίστωσις, περιγραφῆς ἐστιν ὁμολογία.

Ἄλλο, κατὰ θεωρίαν φιλοσοφικήν. λʹ. Ἡ γραμμὴ μῆκος ἀπλατές, ἐκ δύο στιγμῶν περιεχόμενον, ἐξ ἧς ἦρκται ἡ ἐπιγραφή. Σχῆμα δὲ τὸ ἐκ τριῶν γραμμῶν τοὐλάχιστον συνιστάμενον· ὑφ’ οὗ σῶμα τὸ ἐκ διαφόρων σχημάτων μορφούμενον καὶ τόπῳ περιοριζόμενον.

Τὸ οὖν ἀπερίγραπτον, τοῦτο ἀνῳκισμένον· καὶ οὐδ’ ὑπ’ αὐτὴν τὴν γραμμὴν τελοῦν, μὴ ὅτι γε ὑπὸ σχῆμα καὶ τόπον καὶ σῶμα. Ὁ οὖν Χριστὸς εἰ ἀπερίγραπτος, εὑρεθήσεται ἄρα μὴ ἐν σχήματι γεγονώς, μηδὲ ἐν τόπῳ, πολλοῦ γε εἰπεῖν ἐν σώματι. Ἀλλὰ μὴν ἐν σχήματι εὑρέθη, ὡς ἄνθρωπος, κατὰ τὰ λόγια· καὶ τόπῳ περιεγράφη τὴν Ναζαρὲτ οἰκῶν, καὶ σὰρξ ἐγένετο, καθώς φησιν ὁ εὐαγγελιζόμενος· οὐκοῦν καὶ περιγραπτός.

Ἄλλο κατὰ παράβλησιν εὐαγγελικήν. λαʹ. Εἰ ἀπερίγραπτος ὁ Χριστός, πῶς φησιν ὁ Πρόδρομος, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; Οὐ γὰρ τὸ ὁρώμενον ἀπερίγραπτον, πολλοῦ γε εἰπεῖν τὸ δακτυλοδεικτούμενον, εἰ δὲ τοῦτο πάθοιεν, εἴσω περιγραφῆς ἂν εἴη, δακτύλῳ οἱονεὶ ἐκτυπούμενα. Περιγραπτὸς ἄρα ὁ Χριστός.

Ἄλλο ἐπαπορητικῶς προσαγόμενον. λβʹ. Εἰ οὐ περιγραπτὸς ὁ Χριστός, οὐκ ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, ἐπεὶ μὴ ἔχει θατέρας τὸ ἰδίωμα· ἀνθρωπότητος γὰρ τὸ περιγραπτόν. Εἰ δὲ ἐκ δύο· πῶς ὧν τὰς φύσεις ἔχει, τούτων οὐχὶ καὶ τὰ ἰδιώματα:

Ἄλλο κατὰ παράβλησιν τῆς τῶν Θεοπασχιτῶν αἱρέσεως. λγʹ. Εἰ διὰ τὸ Χριστὸν σαρκὶ ἐσταυρῶσθαι, συμπάσχειν τὸ θεῖον, ἀσεβές ἐστι λέγειν· Θεοπασχιτῶν γάρ· ὁμοίως καὶ διὰ τὸ σαρκὶ περιγράφεσθαι, συμπεριγεγράφθαι τὸ θεῖον λέγειν, ἀσεβές· Εἰκονομάχων γάρ· καὶ τοσούτῳ ἀσεβέστερον, καθόσον τῇ θεότητι φυσικῇ ἑνώσει πάρεστιν ἡ σὰρξ παρὰ τὴν ἐξεικονισθεῖσαν αὐτῇ σκιὰν σχετικῶς.

Ἀντίθεσις ὡς ἐκ τῶν Εἰκονομάχων. λδʹ. Εἰ ἐκ δύο φύσεων ὁ Χριστός, πῶς τοῦτον εἰκονίζειν λέγοντες, οὐκ ἐξ ὧν καὶ ἐν οἷς ἐστιν ἐξεικονίζετε, εἴπερ ἀληθὴς ὑμῖν ὁ λόγος; Ἐπειδὴ δὲ θάτερον διαψεύδεται, οὐκ ἔχων τὸ ἀπερίγραπτον τῆς θείας φύσεως ἐν τῇ ἀνθρωπίνῃ περιγραφῇ, ἀσεβές, τὸ Χριστὸν περιγράφειν.

Πρὸς τοῦτο λύσις. Παντὸς εἰκονιζομένου, οὐχ ἡ φύσις, ἀλλ’ ἡ ὑπόστασις εἰκονίζεται· πῶς γὰρ ἂν καὶ ἐξεικονισθείη φύσις μὴ ἐν ὑποστάσει τεθεωρημένη; οἷον φέρε εἰπεῖν, Πέτρος, οὐ καθὸ ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστι, εἰκονίζεται· τοῦτο γὰρ οὐ μόνον Πέτρον ὁρίζει· ἀλλὰ γὰρ καὶ Παῦλον καὶ Ἰωάννην, καὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ εἶδος.

Ἀλλὰ καθότι μετὰ τοῦ κοινοῦ ὅρου προσλαβὼν ἰδιώματά τινα, οἷον τὸ γρυπόν, ἢ σιμόν, ἢ οὖλον, ἢ εὔχρουν, ἢ εὐόμματον, ἢ εἴ τι ἄλλο τὸ χαρακτηρίζον τὴν προσοῦσαν αὐτῷ ἰδέαν, διακέκριται ἀπὸ τῶν ὁμοειδῶν ἀτόμων. Ἀλλὰ γὰρ καὶ ἐκ ψυχῆς καὶ σώματος ὤν, οὔτι που ψυχῆς ἰδίωμα φέρει ἐν τῷ εἴδει τοῦ χαρακτῆρος· πῶς γὰρ ἄν, ἀθεάτου ταύτης οὔσης; Οὕτω καὶ ἐπὶ Χριστοῦ· οὐ καθὸ ἁπλῶς ἄνθρωπός ἐστι μετὰ τοῦ εἶναι Θεός, εἰκονίζεσθαι πέφυκεν· ἀλλὰ καθότι τοῖς ὑποστατικοῖς ἰδιώμασιν ἀπὸ πάντων ὁμοειδῶν ἀφοριζόμενος, ἐσταυρωμένος ἐστὶ καὶ τῷ εἴδει τοιόσδε.

Περιγραπτὸς ἄρα ὁ Χριστὸς καθ’ ὑπόστασιν, κἂν τῇ θεότητι ἀπερίγραπτος, ἀλλ’ οὐκ ἐξ ὧν συνετέθη φύσεων.

Ἄλλο. λεʹ. Εἰ οὐ περιγράφεται ὁ Χριστός, ὥς φατε, ἵνα μὴ σμικρυνθῇ κατὰ τὴν δόξαν, οὐδὲ συνελήφθη ἐν τῇ παρθενικῇ νηδύι, ἵνα μὴ ὕβριν ὑπομένῃ. Εἰ δὲ συνελήφθη ἀνυβρίστως, πολλῷ μᾶλλον βρέφος κυηθείς, περιγράφεται ἀνεπαισχύντως.

Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. λϛʹ. Πᾶν τὸ προσιτόν, οὐκ εἶδος τὸ τὸν καθόλου λόγον ἔχον· τοῦτο γὰρ ἀόρατον, ἀνείδεόν τε καὶ ἀσχημάτιστον. καὶ διὰ τοῦτο ἀπερίγραπτον· ἀλλ’ ἄτομον ὃ ἐξ ἰδιοτήτων συνίστασθαι πέφυκε· τοῦτο γὰρ ὁρώμενόν ἐστι, κινούμενόν τε καὶ λαλοῦν, καὶ διὰ τοῦτο περιγραπτόν· οἷον Ἰάκωβος, Ἰωάννης. Εἰ οὖν ὁ Χριστὸς ἀπερίγραπτος, οὐχ ὁρώμενος. οὐ κινούμενός τε καὶ λαλῶν φωνῇ ἐνάρθρῳ, οὐ γλῶτταν ἔχων, οὐ χείλη· οὐκ ἐσθίων, οὐ πίνων, οὐ καθεύδων, οὐκ ἐγρηγορώς, οὐκ ἄλλο τι ὃ ὁ καθέκαστα ποιῶν ἐστι καὶ πάσχων.

Εἰ δὲ ἐν τούτοις ὁμολογούμενος, πῶς οὐ περιγραπτός; Εἰ μὴ ἄρα φαντασία τὸ τῆς οἰκονομίας μυστήριον.

Ἄλλο. λζʹ. Εἰ τῶν ἑτερογενῶν καὶ οὐχ ὁμοουσίων ἕτεραι ταῖς οὐσίαις αἱ ἰδιότητες, ἤγουν θεότητος καὶ ἀνθρωπότητος· πῶς ὁ ἐκ τούτων Χριστός, οὐκ ἐν τούτοις, εἴπερ ἑκάστη οὐσία τῷ οἰκείῳ ἰδιώματι διακεκριμένη ἐστὶ τῶν ἄλλων; Εἰ δὲ ἐν τούτοις, περιγραπτὸς ἄρα ὁ αὐτός, ὥσπερ καὶ ἀπερίγραπτος.

Ἄλλο. ληʹ. Τὰ ἀληθῶς ἰδιώματα τῶν οὐσιῶν, ὧν εἰσιν ἰδιώματα, γνωρίσματα· θεότητος μὲν τὸ ἀπερίγραπτον· ἀνθρωπότητος δὲ τὸ περιγραπτόν. Εἰ οὖν ὁ Χριστὸς ἐξ ἀμφοῖν, καὶ περιγραπτὸς ἄρα ὥσπερ ἀπερίγραπτος. Εἰ δὲ οὐ περιγραπτός, οὐδὲ ἀληθῶς ἄνθρωπος, ὥσπερ ἀληθῶς Θεός. Ἀλλὰ μὴν ἀληθῶς ἄνθρωπος· καὶ περιγραπτὸς ἄρα ἀληθῶς.