Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Λόγοι κατὰ τῶν εἰκονομάχων

Θεόδωρος ὁ Στουδίτης

Προοίμιο του δεύτερου αντιρρητικού λόγου και η άγραφος παράδοση

Εισαγωγή στη διαλογική μορφή του δεύτερου λόγου, υποστήριξη της προσκυνήσεως βάσει της εκκλησιαστικής παράδοσης και παράθεση αρχαίων πατερικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 13

ΑΝΤΙΡΡΗΤΙΚΟΣ βʹ Ὁ μὲν τῆς ἀληθείας λόγος μονοειδής τις ὢν καὶ ἀκράδαντος τὴν φύσιν, οὔτε γνωμικαῖς διαιρέσεσιν, οὔτε χρονικαῖς ἀλλοιώσεσιν ὑποβάλλεσθαι πέφυκεν· ἀεὶ γάρ ἐστι τὰ αὐτὰ δοξάζων τε καὶ πρεσβεύων· ὡς πάσης ὑφέσεώς τε καὶ προσθέσεως ἐξῃρημένος. Ὁ δὲ τοῦ ψεύδους μῦθος, ἅτε πολυσχιδὴς καὶ μυριόγνωμος τυγχάνων, ἐξ ἄλλων τε εἰς ἄλλα μεταπίπτων, πῆ μὲν τοῦτο πρεσβεύει, πῆ δὲ ἕτερον ἀντιδοξάζει, καὶ ἵσταται ἐπὶ τοῦ αὐτοῦ οὐδαμῆ οὐδαμῶς, τοῖς τῆς ἀλλοιώσεώς τε καὶ τροπῆς πάθεσιν ὑποβαλλόμενος.

Καθὰ καὶ ὁ τῶν εἰκονομάχων ὑλακτισμός· ὅτι ποτὲ μὲν τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. εἴδωλον πλάνης βλασφήμως ἀποκαλοίη, ποτὲ δὲ οὔ φασιν. ἀλλ’ ὅτι καλὸν ἡ ἱστορία, ἐξηγήσεως καὶ ἀναμνήσεως λόγον ἔχουσα, οὐ μὴν προσκυνήσεως· καὶ διὰ τοῦτο τὴν ἐν ὑψηλοῖς χώραν αὐτῇ ἀπονέμουσι, δεδοικότες μή πως ἐν τοῖς χαμηλοτέροις καθιεμένη, καὶ προσκυνήσεως ἀφορμὴν λαμβάνουσα, εἰδωλολατρίας αὐτοῖς εἴη αἴτιον. Ὧν πῶς οὐκ ἄν τις ἀγάσαιτο τὴν σύνεσιν, μὴ συνιοῦσαν, ὅτι αὐτὸ τὸ δεδοικέναι τὴν κατωφερῆ αὐτῆς στάσιν τε καὶ προσκύνησιν, εἰδωλικῆς ἐμφάσεως ἔχειν αἴτιον; οὐκ ἀρκετὸν αὐτοῖς εἰς ἀπλανῆ δόξαν ἡ τῶν ὑποπεζίων ὑφαίρεσις, τῶν ἐφ’ ὕψους εἰκονισμάτων ἐναφιεμένων· ὅτι μηδὲ εὐηρεστηκέναι Θεῷ γέγραπται ἐν ταῖς Βασιλείαις ἄλλον, πλὴν Δαυῒδ καὶ Ἐζεκίου καὶ Ἰωσίου, τῶν ἅμα τοῖς ὑποπεζίοις καὶ τὰ ὑψηλὰ ἀφῃρηκότων. Ὥστε εἴπερ ἕλοιντο ὅσον τὸ κατ’ αὐτοὺς τελείως εὐηρεστηκέναι Θεῷ, μᾶλλον δὲ τελείως ἐν τῇ τοιαύτῃ ὑπολήψει ἀσεβεῖν· μὴ ἐᾶν ὑπὸ τὸν οὐρανὸν ἱερὸν οἶκον, ὃν οὐκ ἀποκοσμήσοιεν, καὶ τὰ ἐν αὐτοῖς θεῖα ἀναθήματα ὄντα ἐξ ἱστοριῶν, ἃ οὐ καταπρήσοιεν. Ἀλλὰ περὶ μὲν τούτων εἴρηταί μοι ἱκανῶς, ἐφ’ ὅσον ἐφικτὸν τῇ ὀλιγονοίᾳ μου, λελυκότι τὰς ἀλόγους ἐνστάσεις τε καὶ ἀντιθέσεις αὐτῶν.

Νῦν δὲ ἐπειδὴ εἰρχθέντες τοῖς ἐλέγχοις, ὁμολογοῦσιν εἰκονίζεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐ μὴν προσκυνεῖν δεῖν τὴν ἀναστηλωθεῖσαν αὐτῷ εἰκόνα· κἀντεῦθεν ἐνταράττειν πειρῶνται τὸν νοῦν τῶν ἁπλουστέρων, ὡς τῇ προσκυνήσει λατρευόντων τῇ κτίσει παρὰ τὸν Κτίσαντα· ἐπὶ τούτῳ μοι σὺν Θεῷ καὶ ὁ παρὼν πενιχρὸς λόγος· κατὰ ἀντιβολὴν δυοῖν προσώπων, ὀρθοδόξου τε, φημί, καὶ εἰκονομάχου· πρὸς τὸ εὐσύνοπτον καὶ εὐδιάγνωστον κἀνταῦθα τὴν τῶν λεγομένων δύναμιν εἶναι.

Αʹ. ΟΡΘΟΔΟΞΟΣ. Ὁμολογεῖς τὸν Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς σάρκα γεγονότα σαρκὶ περιγράφεσθαι, τῇ τῆς θεότητος φύσει μένοντα ἀπερίγραπτον: ΑΙΡΕΤΙΚΟΣ. Σύμφημι· πῶς γὰρ οὔ; τῶν θεολόγων Πατέρων οὕτω διαγορευόντων· Γρηγορίου μὲν λέγοντος, «Περίγραπτον σώματι, ἀπερίγραπτον πνεύματι» Ἀθανασίου δέ· «Ἀοράτως μὲν Θεοῦ νοουμένου καὶ ὄντος ἀληθῶς· ὁρατῶς δὲ ἀνθρώπου ψηλαφωμένου καὶ ὑπάρχοντος ἀληθῶς.»

Βʹ. ΟΡΘ. Τὴν τοιαύτην οὖν περιγραφήν, ἤτοι εἰκόνα Χριστοῦ, οὐ συνομολογεῖς προσκυνητὴν ὑπάρχειν; ΑΙΡ. Οὐμενοῦν· ὅτι μηδέ τινι τῶν θεοφόρων τοῦτο εἴρηται. Ἀλλὰ ἀντερωτήσω σε, σὺ δέ μοι ἀποκρίθητι· ποῦ δὴ γέγραπται ἔν τε Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ προσκυνεῖσθαι εἰκόνα;

Γʹ. ΟΡΘ. Ὅπουπερ γέγραπται προσκυνεῖσθαι τὸ κατ’ αὐτὴν πρωτότυπον. ΑΙΡ. Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τοῦτο καὶ γέγραπται. Τούτῳ καὶ προσκυνεῖν προστέτακται· οὔτι που πρωτοτύπῳ, πολλοῦ γε εἰπεῖν εἰκόνι, ὡς σὺ φής.

Δʹ. ΟΡΘ. Ὅτι μηδὲ θεολογία, ὦ βέλτιστε, τὸ προκείμενον, περὶ ἧς οὐκ ἔστιν ἐμφέρεια ἢ κατανόησις ὁμοιώσεως· ἀλλ’ οἰκονομία, περὶ ἣν ὁρᾶται τὸ πρωτότυπον καὶ παράγωγον, εἴπερ ὁμολογεῖς σάρκα εἰληφότα καθ’ ἡμᾶς γεγονέναι τὸν Λόγον.

ΑΙΡ. Τῆς Γραφῆς λεγούσης, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· οὐχ ἅμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ προσοίσειν ἡμᾶς τὴν προσκύνησιν προστάττει ὁ λόγος; Εʹ. ΟΡΘ. Ἀριδήλως· ἀλλ’ οὐχ ὡς σάρκα εἰληφότι τοῖς πάλαι νενομοθέτηται τοῦτο· Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, κατὰ τὰ Λόγια· ὡς ἐπειδὴ σὰρξ ἐγένετο καὶ εἴσω περιγραφῆς ὤφθη ὁ ἀπερίγραπτος· καὶ θέᾳ καὶ ἁφῇ ὑποπέπτωκε σωματοειδεῖ ὁ ἀναφής τε καὶ ἀθέατος, προσκυνεῖται μὲν ἅμα τῷ Πατρί, ὡς ἴσα αὐτῷ Θεὸς ὑπάρχων· προσκυνεῖται δ’ αὖ καὶ ἐν τῇ οἰκείᾳ εἰκόνι, ἧς ἐστι πρωτότυπον· ὡς καθ’ ἡμᾶς ἄνθρωπος γεγονὼς κατὰ πάντα πλὴν ἁμαρτίας.

ΑΙΡ. Περὶ μὲν Χριστοῦ ὅτι προσκυνητὸς ἐν πάσῃ τῇ θεοπνεύστῳ Γραφῇ σαφέστατα εἴρηται· φησὶ γάρ, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· οὐ μὴν περὶ πρωτοτύπου καὶ εἰκόνος. Ϛʹ. ΟΡΘ. Περὶ Χριστοῦ ἡνίκα γέγραπται, «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·» τί ἄλλο ἔστι νοῆσαι, ἢ ὅτι περὶ πρωτοτύπου ὁ λόγος; Ἐπὰν γὰρ ἄνθρωπος ἐγένετο μετὰ τοῦ εἶναι Θεός, ἐπειδὴ οὖν πᾶς ἄνθρωπος τῆς ἑαυτοῦ εἰκόνος πρωτότυπόν ἐστι, καὶ οὐκ ἂν εἴη ἄνθρωπος μὴ ἔχων παράγωγον τὸ ἑαυτοῦ ἀπεικόνισμα· δηλονότι καὶ Χριστὸς ὡς κατὰ πάντα ὁμοιωθεὶς ἡμῖν, τῆς ἑαυτοῦ εἰκόνος πρωτότυπόν ἐστι, κἂν τῇ λέξει μὴ γέγραπται.

Ὥστε ὁπόταν ἐρωτήσειας, Ποῦ γέγραπται, προσκυνεῖσθαι εἰκόνα Χριστοῦ; τηνικαῦτα ἀκούσειας, ὅτι Ὅπουπερ γέγραπται προσκυνεῖσθαι Χριστόν· εἴπερ ἀχώριστόν ἐστι τοῦ πρωτοτύπου τὸ παράγωγον. ΑΙΡ. Ἀλλ’ ἡνίκα μὴ γέγραπται εἶναι Χριστὸν πρωτότυπον τῆς ἑαυτοῦ εἰκόνος, ἀπαράδεκτος ὁ λόγος· μὴ παραλαμβανόμενος ἡμῶν τῇ κατὰ πίστιν ὁμολογίᾳ.

Ζʹ. ΟΡΘ. Πολλὰ δὴ ἃ οὐ γέγραπται λέξεσιν αὐταῖς, ἰσοδυναμεῖ δὲ τοῖς γεγραμμένοις, τοῖς ἁγίοις Πατράσι κεκήρυκται. Καὶ γὰρ ὁμοούσιος ὢν τῷ Πατρὶ ὁ Υἱός, οὐκ ἐν τῇ θεοπνεύστῳ Γραφῇ, ἀλλὰ πρὸς τῶν Πατέρων ὕστερον τετράνωται· ὥσπερ καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· καὶ Θεοτόκος ἡ Κυριοτόκος, ἄλλα τε ἅττα μακρόν ἐστιν ἀπαριθμεῖν· ὧν μὴ ὁμολογουμένων, ἐξήρνηται ἡ ἀληθινὴ λατρεία ἡμῶν.

Τότε δὲ ὁμολογηθέντων, ὁπηνίκα πρὸς καθαίρεσιν τῶν ἐπανισταμένων αἱρέσεων ἡ χρεία ἐκάλεσε. Τί οὖν λοιπὸν θαυμαστόν, εἰ καὶ μὴ γέγραπται πρωτότυπον εἶναι Χριστὸν τῆς ἑαυτοῦ εἰκόνος, τοῦτο νῦν τοῦ καιροῦ ἀπαιτοῦντος πρὸς τὴν ἀναφυεῖσαν εἰκονομαχικὴν αἵρεσιν λεχθῆναι, τῆς ἀληθείας οὕτω φανερούσης βεβαιότατα; Εἰ γὰρ μή ἐστι πρωτότυπον τῆς οἰκείας εἰκόνος, οὐδὲ σεσάρκωται, μένων ἔξω περιγραφῆς τῇ τῆς θεότητος ἀπειρίᾳ. Εἰ δὲ σεσάρκωται καὶ ὦπται καθ’ ἡμᾶς, τί μὴ καὶ αὐτῷ τὰ ἴσα ἀποδίδως ὡς παντὶ ἀνθρώπῳ κατὰ τὸ ἀκόλουθον τῆς ὁμοιώσεως;

ΑΙΡ. Ὅτι Χριστὸς Θεὸς καὶ ἄνθρωπος ὤν, οὐ ψιλός ἐστιν ὡς εἷς τῶν καθ’ ἡμᾶς· μηδὲ πρωτότυπον αὐτὸν δηλαδὴ λέγειν τῆς ἑαυτοῦ εἰκόνος εὐαγές. Ηʹ. ΟΡΘ. Τὸ οὖν ψιλὸν μὴ λέγεσθαι Χριστόν, οὐκ ἐπ’ ἀναιρέσει τοῦ μὴ περιγεγράφθαι αὐτόν, τοῖς Πατράσι καθ’ ἡμᾶς εἴρηται, ἀλλὰ πρὸς τὸ Θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὑπάρχειν, ὅπερ οὐχ ἑνός ἐστι τῶν καθ’ ἡμᾶς. Κατὰ τοῦτο γὰρ πάντες ψιλοὶ λεγόμεθα· Περιγραπτὸς δὲ ὤν, πρωτότυπόν ἐστι τῆς οἰκείας εἰκόνος· ὡς εἴ τις τῶν καθ’ ἡμᾶς, καὶ οὐ κατὰ τοῦτο ψιλός.

ΑΙΡ. Περιγραπτὸν οὖν ὁμολογῶ Χριστόν, ἀλλ’ οὐ πρωτοτύπου λόγον ἔχοντα. Θʹ. ΟΡΘ. Καὶ πῶς ἂν εἴη περιγραπτὸς μὴ πρωτοτύπου λόγον ἔχων; αὐτὸ γὰρ τοῦθ’ ὅπερ λέγεται περιγραπτὸν εἶναι, καὶ πρωτότυπόν ἐστιν. Ὃ γὰρ περιγράφεται, τοῦτο καὶ εἰς παραγωγὴν εἰκόνος τοῦ γεγραμμένου πρόκειται.

Ὁμολογῶν γοῦν τὸν Χριστὸν περιγράφεσθαι, δοίης καὶ μὴ βουλόμενος πρωτότυπον αὐτὸν τῆς ἑαυτοῦ εἰκόνος ὑπάρχειν, ὡς πάντα ἄνθρωπον τοῦ οἰκείου ἰνδάλματος· καθά φησι καὶ ὁ θεῖος Βασίλειος· «Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός.» Τοῦτο εἰπὼν ἀραρότως ἐδήλωσε πρωτότυπον εἶναι τῆς ἑαυτοῦ εἰκόνος Χριστόν· εἴπερ πᾶς ὁ ἐν πίνακι γεγραμμένος, παρηγμένος ἐστὶν ἀπὸ πρωτοτύπου μορφῆς.

ΑΙΡ. Καὶ ποία κοινωνία προσκυνήσεως τοῦ πρωτοτύπου πρὸς τὸ παράγωγον; Ιʹ. ΟΡΘ. Ὁποία τοῦ ζωοποιοῦ σταυροῦ πρὸς τὸ οἰκεῖον ἐκτύπωμα. ΑΙΡ. Πόθεν σοι τοῦτο εἴληπται; οὐ γάρ σε νομοθέτην νεοφανῆ δέξομαι.

ΙΑʹ. ΟΡΘ. Ἐκ δυοῖν θεηγόροιν τὸ δόγμα· Διονυσίου μὲν τοῦ Ἀρεοπαγίτου λέγοντος· «Τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι, τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι· τὸ ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον·» τοῦ τε μεγάλου Βασιλείου φάσκοντος· «Οὐδὲ γὰρ ὁ κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων, καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας ὁμολογεῖ, τήν τε εἰκόνα καὶ τὸν οὗ ἐστιν ἡ εἰκών· οὔτε ἐὰν δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον εἴποι, Οὗτός ἐστιν ὁ βασιλεύς, ἀπεστέρησε τὸ πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας· μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τούτου ὁμολογίας. Εἰ γὰρ ἡ εἰκὼν βασιλεύς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρασχόμενον τὴν αἰτίαν.» Καὶ πάλιν ἀλλαχοῦ· «Πάντως δὲ ἡ εἰκὼν ἡ δημιουργουμένη, μεταφερομένη ἀπὸ τοῦ πρωτοτύπου, τὴν ὁμοίωσιν εἰς τὴν ὕλην εἴληφε καὶ μετέσχηκε τοῦ χαρακτῆρος ἐκείνου διὰ τῆς τοῦ τεχνίτου διανοίας καὶ χειρὸς ἐναπόμαγμα· οὕτως ὁ ζωγράφος· οὕτως ὁ λιθογλύφος, οὕτως ὁ τὸν χρύσεον καὶ τὸν χάλκεον ἀνδριάντα δημιουργῶν, ἔλαβεν ὕλην, ἀπεῖδεν εἰς τὸ πρωτότυπον, ἀνέλαβε τοῦ τεθεωρημένου τὸν τύπον, ἐναπεσφραγίσατο τοῦτον ἐν τῇ ὕλῃ».

ΑΙΡ. Εἰ καὶ τοῖς Πατράσιν οὕτω πεφιλοσόφηται, ἀλλ’ οὐ δήπου καὶ κοινὴ αὐτοῖς πέφρασται ἡ τῶν ἑκατέρων προσκύνησις. ΙΒʹ. ΟΡΘ. Τιμὴν βεβαιωτικὴν τοῦ θείου Βασιλείου εἰπόντος τοῦ πρωτοτύπου τὴν τοῦ παραγώγου ὁμολογίαν· τί ἄλλο σοι φαίνεται, ἢ οὐχὶ τῶν ἑκατέρων εἶναι μίαν τιμὴν ἤτοι προσκύνησιν;

ΑΙΡ. Τιμὴν μὲν συγκατατίθημι, ἀλλ’ οὐχὶ προσκύνησιν· παρὰ σοῦ γάρ, οὐ παρὰ Πατρὸς ἡ μετωνυμία. ΙΓʹ. ΟΡΘ. Τί οὖν ὅταν ἀκούσειας τοῦ μακαρίου Ἀθανασίου λέγοντος· «Ἐν γὰρ τῇ εἰκόνι, τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι· καὶ ἐν τῷ βασιλεῖ δέ, τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστι· καὶ ἀπαράλλακτός ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης· ὥστε τὸν ἐνορῶντα τῇ εἰκόνι, ὁρᾶν ἐν αὐτῇ τὸν βασιλέα· καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα, ἐπιγινώσκειν ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλάττειν τὴν ὁμοιότητα, τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βασιλέα, εἴποι ἂν εἰκών· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμί, κἀκεῖνος ἐν ἐμοί. Καὶ ὃ ἑώρακας ἐν ἐμοί, τοῦτο καὶ ἐν ἐκείνῳ βλέπεις· καὶ ὃ ὁρᾷς ἐν ἐκείνῳ, τοῦτο βλέπεις ἐν ἐμοί. Ὁ οὖν προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών.» Ὥσπερ, ἵνα καὶ τὸ παρ’ ἐμαυτοῦ προσθήσοιμι, ὁ προσκυνῶν τὸν τύπον τοῦ σταυροῦ, ἐν αὐτῷ προσκυνεῖ τὸν ζωοποιὸν σταυρόν. Ἡ γὰρ ἐκείνου ἰδέα καὶ διαγραφή, ὁ τύπος ἐστίν.

ΑΙΡ. Πάρες περὶ τοῦ σταυροῦ λέγειν ἐνταῦθα· οὗτος γάρ ἐστι τὸ κατὰ τοῦ διαβόλου ἀήττητον τρόπαιον. ΙΔʹ. ΟΡΘ. Πάρες καὶ αὐτὸς ἐπὶ εἰκόνος Χριστοῦ λέγειν ἐνταῦθα. Οὗτος γάρ ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου· δι’ οὗ καὶ σταυρός, ὄργανον ὑπάρχων πρότερον φθορᾶς, ἀφθαρσίας σύμβολον τῇ ἐν αὐτῷ ἐκ τάσει γεγένηται.

ΑΙΡ. Ἀλλ’ οὐκ ἐνδέχεται κοινωνεῖν τῆς Χριστοῦ προσκυνήσεως τὴν αὐτοῦ εἰκόνα· οὐδὲ λέγεσθαι τοῦθ’ ὅπερ Χριστὸς ὀνομάζεται. ΙΕʹ. ΟΡΘ. Δέξαιο καὶ παρ’ ἐμοῦ τὸ ἴσον λημμάτιον. Οὐδὲ μὴν ἐγχωρεῖ κοινωνεῖν τῆς προσκυνήσεως τοῦ ζωοποιοῦ σταυροῦ, τὸ αὐτοῦ ἐκτύπωμα· οὐδὲ λέγεσθαι τοῦθ’ ὅπερ τὸ ζωοποιὸν ξύλον ὀνομάζεται.