Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΚΑ΄ έως Λ΄

Νουθεσίες με επίκεντρο τη μνήμη του θανάτου, τον πνευματικό θερισμό και την ευχαριστία προς τον Θεό. Εξαίρεται η σταυρική θυσία, η θεία συγκατάβαση και ο αγώνας κατά των σαρκικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 13

ΚΑΤΗΧΗΣΙΣ ΚΑʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΕΝ ῼ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΜΙΧΑΗΛ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΣΥΝΑΔΩΝ Ἀδελφοὶ καὶ πατέρες, πολλαὶ πανηγύρεις ἐν τῷ αἰῶνι τούτῳ θεῖαί τε καὶ ἀνθρώπιναι πανηγυριζόμεναι· μία δέ ἐστι πανήγυρις μακρά τε καὶ ἐπίπονος, ἡ ἑκάστου τῶν ἀνθρώπων διαβίωσις, μεθ’ ἣν οὐκ ἔστι πανηγυρίζειν τὸν ἐκδημήσαντα, ἀλλ’ ἀναμένειν τὴν ἐσχάτην ἡμέραν καὶ τὸ τελευταῖον πῦρ ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα. Ταύτην δὴ τὴν πανήγυριν τετελεκὼς καὶ ὁ πνευματικὸς ἡμῶν πατὴρ Μιχαὴλ ὁ ἁγιώτατος μητροπολίτης Συνάδων ἐνεδήμησε πρὸς Κύριον, οὗ καὶ ὁ βίος ἐπαινετὸς, καὶ ὁ λόγος φαεινός, ὃν καὶ πιστεύομεν ἔχειν, ἐν τοῖς λοιποῖς πατράσι τε καὶ ὁμολογηταῖς, ἐπίκουρον εἰς Θεὸν ἐν τῇ προκειμένῃ ὁμολογίᾳ.

Ὥστε «μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς» οἱ δυσώνυμοι Εἰκονομάχοι λέγοντες ἐπιλελοιπέναι τοὺς ὁμολογητὰς τοῦ Χριστοῦ· ἀλλὰ μᾶλλον γινωσκέτωσαν ὅτι ἡ τούτων μετάστασις στάσις ἐστὶν ἀκράδαντος τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἡμῖν τε τοῖς περιλοίποις βεβαιότης ἀληθείας εἰς τὸ διαπτύειν τὴν ἐσκοτισμένην αὐτῶν πλάνησιν. Ἀλλ’ ἐπειδὴ «πίστις δι’ ἀγάπης ἐνεργουμένη» σώζειν οἶδε τὸν ἄνθρωπον, παρακαλῶ, ὡς πάντοτε καὶ νῦν ἐνεργεῖν ὑμᾶς τὰς θείας ἐντολὰς, ἐμπαρασκεύους τε εἶναι πρὸς τὴν ἔξοδον, διὰ τὸ ἄδηλον τοῦ θανάτου. Ἴστε γὰρ ὅτι καὶ ὁ προρρηθεὶς πατὴρ αἰφνιδίως συσχεθεὶς ἀλγηδόσι σφοδραῖς καὶ διακαεῖ πυρετῷ, τῇ τε ἑξῆς ἄλαλος γενόμενος τῇ τρίτῃ ἡμέρᾳ παρέδωκε τὸ πνεῦμα.

Ἀλλὰ γὰρ καὶ πρὸ αὐτοῦ Ἀθανάσιος ὁ κλεινὸς καθηγεμῶν τοῦ Παυλοπετρίου οὐδὲ ἐπὶ μιᾶς ἡμέρας ἤρκεσεν ἀσθενῆσαι· ἀλλ’ αὐθωρὸν ἐξ ἀνθρώπων ἀνάρπαστος γέγονε. Μανθάνομεν δὲ ὅτι καί τινες ὑπὸ ἀστραπῆς φθαζόμενοι ἐμπίπρανται, ἄλλοι τε ἐν θαλάσσῃ καταποντίζονται, καὶ ἁπλῶς πολλὰ τὰ παρ’ ἐλπίδα συμπτώματα, ὧν εἵνεκα φοβητέον καὶ προσεκτέον, μήποτε λάθῃ ὁ διάβολος ἡμέραν ἐξ ἡμέρας ἀποβουκολῶν ἡμᾶς, ἕως ἂν ἀγάγῃ εἰς τὴν τελευταίαν καὶ ἐξηπορημένην ὥραν, ἐν ᾗ ἄπρακτά τε καὶ ἀνήνυτα τὰ τῆς μετανοίας σπουδάσματα καθέστηκεν. Οὐ φοβεῖ οὖν ἡμᾶς τὰ προειρημένα ὑποδείγματα; οὐκ ἐμποιεῖ ἡμῖν τρόμον ἐννοοῦσι πῶς ἐν τῇ ὥρᾳ ἐκείνῃ ἡ γλῶσσα δεσμουμένη φωνεῖν οὐ δύναται, πῶς δὲ ἡ ψυχὴ διασπωμένη πρόεισιν ἐκ τοῦ σώματος; ὁπηνίκα πολλοὶ μὲν ἴσως οἱ παριστάμενοι καὶ κλαυθμυριζόμενοι, οὐδεὶς δὲ ὁ βοηθήσων ἢ μόνη ἡ χρηστὴ συνείδησις. Διὰ τοῦτο ὑπομιμνήσκω καὶ δέομαι, προφθάσωμεν τὴν ὥραν ἐκείνην ἐν ἐξομολογήσει, ἐν δάκρυσιν, ἐν προσευχαῖς, ἐν ὑπακοῇ, ἐν ταπεινοφροσύνῃ, ἐν τῇ εὐτόνῳ διακονίᾳ, ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ, μήποτε τῇ ἀμελείᾳ καὶ ἐκλύσει φθασθέντες ὑπνώσωμεν εἰς θάνατον αἰώνιον· ὅπερ ὁ ἅγιος Δαυὶδ ἀπεύχεται. Ἀλλ’ ἴσως ἐρεῖ τις θέλειν μὲν, μὴ δύνασθαι δέ. Καὶ τί τοῦτο;

Εἰ μὲν γὰρ ἐν τοῖς ὑπὲρ φύσιν, σύμφημι κἀγὼ ὅτι μηδὲ δύνατον εἰς ἀέρα ἀναπτῆναι ἢ ἐπὶ θαλάσσης περιπατεῖν, οὐ μὴν οὐδὲ ῥινὶ φθέγγεσθαι, γλώσσῃ δὲ ὀσφραίνεσθαι· ἀδύνατα γὰρ ταῦτα καὶ παρὰ φύσιν· εἰ δὲ ἐν τοῖς φυσικοῖς καὶ προαιρετικοῖς, ψευδὴς ὁ λόγος. Ὡς γὰρ δυνάμεθα διαχεῖσθαι καὶ γελᾶν, οὕτω δυνάμεθα συστέλλεσθαί τε καὶ δακρύειν· καὶ ὡς δυνάμεθα χραίνεσθαι ταῖς πονηραῖς ἐπιθυμίαις καὶ συμπλοκαῖς τῶν ἐκτόπων λογισμῶν, οὕτω δυνάμεθα ἁγνίζεσθαι καὶ καθαίρεσθαι ἀπὸ τῶν παθῶν· καὶ ὡς ἰσχύομεν σκληρύνεσθαι καὶ κακύνεσθαι, οὕτως ἰσχύομεν ἀγαθύνεσθαι καὶ κατανύσσεσθαι.

Ἀλλ’ ἡ πονηρὰ ἐπιθυμία ἕξιν ἐμποιήσασα ἐν ἡμῖν ἀδυνάτους μὲν πεποίηκεν ἐν τῇ ἀρετῇ, δυνατοὺς δὲ ἐν τῇ κακίᾳ. Οὐ μὴν ἀπογνωστέον, μὴ γένοιτο! ἀλλὰ πάλιν ἀρκτέον καὶ σπουδαστέον πᾶσαν ἡμέραν τε καὶ ὥραν μὴ ἀδιαφορεῖν· ἀλλὰ νήφειν καὶ ἐγρηγορέναι, ἁγνίζεσθαί τε καὶ καθαίρεσθαι καὶ προσκολλᾶσθαι τῷ Θεῷ, ὡς ἂν ἐξῇ καὶ ἡμῖν λέγειν· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου·» καὶ ταύτῃ καλῶς ἀμειψαμένους τὰ ἐνταῦθα ἀπᾶραι μετ’ ἐλπίδος χρηστῆς ἐνθένδε, καὶ τυχεῖν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΒʹ ΠΕΡΙ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΧΑΛΚΗΔΟΝΟΣ ΚΑΙ ΟΤΙ ΓΝΩΡΙΟΥΜΕΝ ΑΛΛΗΛΟΥΣ ΕΝ Τῌ ΠΑΛΙΓΓΕΝΕΣΙᾼ Ἀδελφοὶ καὶ πατέρες, μικρὸν ἀποδημήσαντες ἀφ’ ὑμῶν ἐν ταῖς προλαβούσαις ἡμέραις, εἶτα ἐπανελθόντες, ὅτι εὕρομεν ὑμᾶς εἰρηνεύοντας ἐν ἑαυτοῖς καὶ εὐκαταστατοῦντας, εὐχαριστήσαμεν τῷ Κυρίῳ ἀποδεξάμενοι τὴν εὐταξίαν ὑμῶν· ὅπερ ἐστὶν ὑποτακτικῶν δοκίμων καὶ πεπαγιωμένων ἐν τῷ καλῷ, ἐφ’ ᾧ καὶ στηριχθείητε ἔτι καὶ ἔτι χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα ὡς ἐν τῇ ταπεινῇ παρουσίᾳ ἡμῶν, οὕτω καὶ ἐν τῇ ἀπουσίᾳ διασώζοιτε ἑαυτοὺς σώους τε καὶ ἀπήμονας. Τὸ δὲ αἴτιον τῆς ἀποδημίας, ὡς ἴστε, ὁ θάνατος ἐγεγόνει τοῦ μακαρίου μητροπολίτου Ἰωάννου τῆς Χαλκηδόνος, ὃς τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος καὶ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας ἐνεδήμησε πρὸς Κύριον, λαμπρὸν τὸν τῆς ὁμολογίας ἀπενεγκάμενος στέφανον, σὺν τοῖς προλαβοῦσιν ἁγίοις πατράσι καὶ ἀδελφοῖς ἡμῶν. Ἐπειδὴ δὲ ἐκβράσας ἐτελεύτησεν, ἠπορήκασί τινες λέγοντες· «Εἰ καλός, πῶς οὐ καλῶς ἀπεβίω;» Ἀλλ’ ἐοίκασιν οἱ τοιοῦτοι ἀγνωσίαν νοσεῖν· τὸ γὰρ καλὸν καὶ κακὸν οὐκ ἐν τῷ τοιῶσδε ἢ τοιῶσδε ἀποβιῶναι κρίνεται· ἀλλ’ ἐν τῷ τὴν πίστιν ἔχειν ὀρθόδοξον καὶ τὸν βίον ἀκατάγνωστον.

Ὡς ὅγε ταῦτα κτησάμενος κἂν ὑδεριῶν ἀποπνεύσῃ, κἂν ἐκβράσας, κἂν ὁτιοῦν ἄλλο δεινοπαθήσας, εἴτε κατὰ γῆν εἴτε κατὰ θάλασσαν, οὐδεμίαν ἐντεῦθεν ἕξει τὴν δυσφημίαν.

Ταῦτα γὰρ οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τοῖς ἀθεωρήτοις τοῦ Θεοῦ κρίμασιν ἀπόκειται, ὃς οἶδε πῶς ἑκάστου τίθησι τὸ συμφέρον, κατά τε προθεσμίαν ζωῆς καὶ τρόπον ἀποβιώσεως. Πρὸς δὲ τούτοις καὶ ἕτερον λογομαχοῦσί τινες «ἐπὶ καταστροφῇ τῶν ἀκουόντων,» ὅτι οὐ γνωριοῦμεν ἑαυτοὺς οἱ ἄνθρωποι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ κρῖναι τὰ σύμπαντα· φασὶ γάρ· «Πῶς φθαρτοὶ ὄντες ὁπηνίκα ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα, ὅτε οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, Βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἄρσεν καὶ θῆλυ, ἀλλὰ πάντες ἀγγελοειδεῖς, δυνατὸν εἶναι γνωρίσαι ἀλλήλους;» Καὶ πρῶτον μὲν ἐκεῖνο λεκτέον ὅτι «Τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῷ Θεῷ δυνατά ἐστιν.» Ἐπεὶ οὕτω γε οὐδὲ τὴν ἀνάστασιν ἀνθρωπίνοις λογισμοῖς ἐπερειδόμενοι ὁμολογήσομεν· πῶς γὰρ τὸ διαρρυὲν σῶμα καὶ ὑπὸ θηρὸς τυχὸν βρωθὲν ἢ πετεινοῦ ἢ ἰχθύος, καὶ τοῦτο πολυτρόπως καὶ ἀλληλούχως, δυνατὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ εἰς ταυτὸν συναχθῆναι; ἀλλ’ ὅμως τῇ ἀρρήτῳ τοῦ Θεοῦ δυνάμει καὶ συναχθήσεται καὶ ἀναστήσεται, καὶ γνωρίσει ἑκάστη ψυχὴ τὸ ἑαυτῆς σῶμα μεθ’ οὖ ἐβίω. Εἰ δὲ τὸ οἰκεῖον, δηλονότι καὶ τὸ τοῦ πέλας εἴσεται.

Ἔπειτα, ὅτι καὶ ἀναιρετικόν ἐστι τὸ τοιοῦτον φρόνημα τῆς μελλούσης κρίσεως· κρίσις γὰρ ἐπὶ ἐγνωσμένων προσώπων γίνεται· οὐδεὶς γὰρ τοὺς μὴ ἑαυτοὺς γνωρίζοντας ἄγει εἰς κρίσιν, ἀλλὰ τοὺς ἐγνωσμένους, καθὰ γέγραπται· «Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου» τὰς ἁμαρτίας σου.

Ὥστε εἰ οὐ γνωρίσομεν ἀλλήλους οὐδὲ κριθησόμεθα, μὴ κρινόμενοι δὲ οὐδὲ ἀποληψόμεθα τὰ κατ’ ἀξίαν τῶν βεβιωμένων ἡμῖν. Εἶτα πάλιν, πῶς πληρωθήσεται τὸ ὑπὸ τοῦ Κυρίου πρὸς τοὺς ἀποστόλους εἰρημένον· «Ὑμεῖς δὲ καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ,» εἴπερ οὐ γνωριοῦσιν οὓς κρινοῦσι; Πῶς δὲ καὶ ὁ μακάριος Ἰὼβ διπλασίους τοὺς παῖδας ἀπολήψεται, εἴπερ οὐ γνωρίσει αὐτοὺς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ἐπειδὴ τοὺς μὲν ἐνταῦθα ἀπείληφε, τοὺς δὲ ἐπήγγελται ἐν τῷ μέλλοντι αἰῶνι ἀπολήψεσθαι. Ἄλλως τε καὶ ὁ ἅγιος Δαυὶδ λέγων· «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος,» ἐμφαίνει ὅτι ἀδελφὸς ἀδελφὸν γνωρίσει. Οὐκοῦν πάντοθεν συνῆκται ἄτοπον τὸ πρόβλημα, καὶ τῆς Ὠριγένους μυθολογίας ἴσον ἐστὶ κατὰ τὴν ἀσέβειαν.

Ἡμεῖς δὲ, ἀδελφοὶ, πιστεύοντες πιστεύσωμεν ὅτι καὶ ἀναστησόμεθα, καὶ ἄφθαρτοι γενησόμεθα, καὶ γνωριοῦμεν ἀλλήλους, οὐκ ἐν τοῖς τῆς φθορᾶς ἰδιώμασιν ἐφ’ οἷς ἐσμεν, ἀλλ’ ἐν τοῖς τῆς ἀφθαρσίας κάλλεσι, κατὰ τὴν ἄρρητον τοῦ Θεοῦ βούλησιν, καθὰ καὶ οἱ προπάτορες ἡμῶν ἐν Παραδείσῳ, ὅτι καὶ πρὸ παραβάσεως ἐγνώριζον ἀλλήλους ἄφθαρτοι ὄντες, καὶ μετὰ τὴν παράβασιν φθορᾷ ὑποκείμενοι ὡσαύτως ἐγνώριζον, ἀλλὰ τοτὲ μὲν ἄλλως, τοτὲ δὲ ἑτέρως. Ὅθεν πιστευτέον ὅτι γνωρίσει ἀδελφὸς ἀδελφόν, καὶ πατὴρ τέκνον, καὶ γυνὴ τὸν σύνευνον, καὶ φίλος τὸν φίλον· προσθείην δ’ ἂν, καὶ ἀσκητὴς τὸν ἀσκητήν, καὶ ὁμολογητὴς τὸν ὁμολογητήν, μάρτυς τε τὸν σύναθλον καὶ ἀπόστολος τὸν συναπόστολον, οἱ πάντες τοὺς πάντας, ἵνα ᾖ «πάντων εὐφραινομένων ἡ κατοικία» ἐν τῷ Θεῷ τῷ μετὰ πάντων τῶν ἀγαθῶν δωρουμένῳ καὶ τὸ γνωρίζειν ἀλλήλους.

Διὸ παρακαλῶ, ἀδελφοὶ, τὴν πίστιν ἀσφαλῶς κατέχωμεν· ὁρᾶτε γὰρ ὅσαι αἱ ἐκτροπαὶ, καὶ ὅσον δεῖ ἡμᾶς εὐχαριστεῖν τῷ Θεῷ, ὅτι οὐ κατελήφθημεν ἐν πλάνῃ τινί, ἀλλ’ ὀρθόδοξον τὴν πίστιν κεκτήμεθα, ὡσαύτως καὶ τὸν βίον ἀκηλίδωτον. Ἴστε γὰρ ὅπως πνεῖ καθ’ ἡμῶν νύκτωρ καὶ μεθ’ ἡμέραν ὁ διάβολος· ἀλλ’ οὐδαμῶς ἰσχύσει περιπεφραγμένους ἡμᾶς εὑρίσκων τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ τε καὶ πίστει. Διὸ στῶμεν ἔτι, καὶ φεύξεται ἀφ’ ἡμῶν ὁ δράκων· δακρύσωμεν, καὶ σβέσομεν αὐτοῦ τὰ πεπυρωμένα βέλη τῶν ἡδονῶν· «Ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ,» καὶ ὑψώσει ἡμᾶς· ὑπομείνωμεν τελείως, καὶ ὁ μὲν διάβολος οἰχήσεται, ἡμεῖς δὲ σωθησόμεθα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΓʹ ΠΕΡΙ ΤΗΣ ΕΝΤΑΥΘΑ ΠΝΕΥΜΑΤΙΚΗΣ ΠΑΝΗΓΥΡΕΩΣ ΚΑΙ ΕΠΙΤΕΥΞΕΩΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΩΝ ΟΥΡΑΝΩΝ Ἀδελφοὶ καὶ πατέρες, πανηγύρεις ἐπιτελοῦνται κατὰ καιρὸν ὧδε καὶ ὧδε, ὥσπερ καὶ νῦν ἐν τῇ Νικομηδείᾳ, ἐφ’ ἃς συντρέχουσιν οἱ ἄνθρωποι πωλοῦντες καὶ ἀγοράζοντες, ἀλλ’ ἐπ’ ὀλίγον τοῦτο, καὶ πάλιν διαλύονται· ἡ δὲ κατὰ ψυχὴν πανήγυρις μία τέ ἐστι καὶ ἀδιάλυτος τῇ ἑκάστου ζωῇ συμπαρεκτεινομένη, ἧς ἡ πραγματεία οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐχ ἱματισμὸς, οὐκ ἄλλο τι τῶν ἐπικήρων καὶ φθειρομένων· ἀλλὰ σωτηρία ψυχῆς, ζωὴ αἰώνιος, βασιλεία οὐρανῶν, περὶ ἣν πᾶσαν σπουδὴν ὀφείλοντες ἔχειν οἱ ἄνθρωποι, ὀλίγα περὶ αὐτῆς οἱ πολλοὶ φροντίζουσιν ὅλην τὴν σπουδὴν καὶ ἔφεσιν ἐν τοῖς ματαίοις καὶ φθειρομένοις προσαναλίσκοντες.

Ἀλλά γε ἡμεῖς, ὦ ἀδελφοὶ, μὴ διαμάρτωμεν τοῦ σκοποῦ μηδὲ τῆς καλῆς πραγματείας· ἀλλ’ ἀκούοντες τοῦ Κυρίου λέγοντος· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι,» σπουδαίως κατὰ πᾶσαν ἡμέραν πραγματευσώμεθα αὐτὴν, οὐ χρυσίον οὐδὲ ἀργύριον καταβαλλόμενοι, ἀλλὰ πίστιν ὀρθὴν καὶ βίον κεκαθαρμένον, ὑπακοὴν, ὑπομονὴν, ταπεινοφροσύνην, μακροθυμίαν, τὴν ἀγάπην, «ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.» Τοῦτο οὖν καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις ἐδήλωσεν εἰπών· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν.» Ἴδε οὖν ὑμεῖς ἐστε οἱ καλοὶ ἔμποροι οἱ πάντα καταλελοιπότες, καὶ ἀντὶ πάντων τὸν καλὸν καὶ ὑπέρκαλον καὶ ὑπέρτιμον μαργαρίτην ὠνησάμενοι Χριστόν· τουτέστι διὰ τοῦ ἆραι τὸν σταυρὸν καὶ ἀκολουθεῖν ὀπίσω αὐτοῦ «ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.» Ἀλλ’ εἴπερ ἡ πανήγυρις εὐθυμίας ἐστὶ καιρὸς διεγέρσεώς τε καὶ διυπνίσεως, εὔθυμοι ὦμεν καὶ ἐγρηγορότες, καὶ ἡμεῖς, ὦ ἀδελφοὶ, ἐν τῇδε τῇ πανηγύρει πραγματευόμενοι τὴν σωτηρίαν ἡμῶν. Καλὸς οὖν πραγματευτὴς, ὃς πάντα ὑποπτήσσει δι’ εὐλάβειαν μηδαμοῦ τραχυνόμενος· καλός ἐστιν ἀγοραστὴς ὁ τὰς ἀτιμίας εὐφημίαις ἀνταλλαττόμενος· καλός ἐστι συναλλακτὴς ὁ αἷμα προέμενος καὶ πνεῦμα ἀντιλαμβάνων δι’ ὑπομονῆς ᾖ διέπει διακονίας.

Ἀλλ’ ἐπειδὴ περὶ διακονίας ὁ λόγος, ἀποδεχώμεθα τοὺς ἐν τῷ μαγειρείῳ τὰς ἐφημερίας ἐπιτελοῦντας, ὡς κοπιῶντας μᾶλλον ἀλλήλων τε τὰ βάρη βαστάζοντας, καὶ οὕτως ἀναπληροῦντας τὸν νόμον τῆς ἀγάπης· ἀποδεχώμεθα καὶ τοὺς τὰς ἀναγκαίας χρείας φροντίζοντας τῇ ἀδελφότητι, ὡς καλοὺς καὶ δοκίμους οἰκονόμους ἐν Κυρίῳ· καί γε ἀποδεχώμεθα τοὺς ἐν ταῖς ψαλμῳδίαις συνετῶς καὶ διεγηγερμένως ᾄδοντας ὡς πλείονος μισθοῦ ἠξιωμένους. Καὶ ἴδε οἷος ὁ βίος ἡμῶν, ἡλίκη ἡ πολιτεία, ἡ μακαρία πραγματεία ἣν ἐπραγματεύσαντο οἱ ἅγιοι ἡμῶν πατέρες, ἐν πολλῇ προθυμίᾳ· ἣν καὶ ἡμεῖς καλῶς πραγματευσάμενοί τε καὶ ἐπιτελέσαντες ἐν χαρᾷ ἐπιστρέψομεν οἴκαδε, κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Δαυὶδ εἰρημένον· «Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε.» Καὶ γένοιτο πάντας ἡμᾶς τὴν ἐξόδιον ταύτην φωνὴν ῥῆξαι ἐν καιρῷ θανάτου, καὶ τυχεῖν ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΔʹ ΚΑΤΗΧΗΣΙΣ ΚΔʹ ΠΕΡΙ ΤΗΣ ΑΝΥΠΕΡΒΛΗΤΟΥ ΔΩΡΕΑΣ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΤΗΣ ΕΙΣ ΑΥΤΟΝ ΑΓΑΠΗΣ ΚΑΙ ΜΙΣΟΥΣ ΤΟΥ ΔΙΑΒΟΛΟΥ ΚΑΙ ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΡΗΘΕΙΣΑ ΕΝ ΑΡΧῌ ΤΟΥ ΕΝΙΑΥΤΟΥ Ἀδελφοὶ καὶ πατέρες, ἀρχὴ τοῦ ἐνιαυτοῦ εἰσελήλυθεν ἤδη, ἐν ᾗ εὐαγγέλιόν ἐστιν ἀναγινωσκόμενον ἐν τούτοις· «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Ἐπεὶ οὖν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἀπεστάλη παρὰ τοῦ Πατρὸς ἱλασμὸς εἰς τὸν κόσμον, οἱ τυφλοὶ ἀναβλέψωμεν, οἱ αἰχμάλωτοι ἐλευθερωθῶμεν, οἱ τεθραυσμένοι ἀφεθῶμεν. Καὶ τίς ἐστι τυφλός; ὁ μυωπάζων τῇ προσπαθείᾳ. Τίς δέ ἐστιν αἰχμάλωτος; ὁ τοῖς ἀτόποις λογισμοῖς ἀπηγμένος. Τίς δὲ τεθραυσμένος; ὁ ταῖς ἁμαρτίαις συντετριμμένος. Οὓς ἰᾶται ὁ Κυρίος· οὐ μόνον γὰρ σωμάτων, ἀλλὰ καὶ ψυχῶν ἐστιν ἰατρός· καὶ οὐ τοῖς τηνικαῦτα μόνον παρῆν σωματικῶς, ἀλλὰ καὶ νῦν πάρεστιν ἀοράτως τὰ αὐτὰ εὐαγγελιζόμενος, «αἴρων τε τὴν ἁμαρτίαν τοῦ κόσμου,» «καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.» Μήτις οὖν λοιπὸν ἐναπομεινάτω ἀφώτιστος καὶ ἀθεράπευτος, ἀλλὰ προσερχέσθω πίστει, καὶ «Λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.» Καὶ, ὢ τῆς ἀφάτου φιλανθρωπίας!

ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν ἡμᾶς· παραπεσόντας πάλιν ἀνέστησε· τρίτην ἡμῖν χάριν ἐδωρήσατο, τὴν μοναχικὴν τελειότητα· καὶ ἔτι ἁμαρτάνοντας οὐδ’ οὕτως ἀποστρέφεται, ἀλλὰ προσίεται, καὶ τεθλιμμένους ἡμᾶς παρακαλεῖ, καὶ πενθοῦντας παραμυθεῖται, καὶ τρέχοντας ὑπαλείφει, καὶ χαυνουμένους ἐπιστηρίζει, καὶ τιτρωσκομένους ἐξιᾶται, καὶ εἰς αὐτὸν ἤδη τὸν πυθμένα τοῦ ᾅδου μέλλοντας ἐμπίπτειν προφθάσας ἐξαιρεῖται τῶν κινδύνων φιλανθρώπως· ὥστε εἰκότως ἑκάστῳ ἁρμόζον ἂν εἴη λέγειν· «Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.» Καὶ «Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.» Καὶ οἶδεν ἕκαστος οἷς περιέπεσε πειρατηρίοις, καὶ πῶς εὐθὺς εὗρε τὸν ἀγαθὸν Θεὸν βοηθὸν ἐν ταῖς θλίψεσιν αὐτοῦ. Πρὸς τούτοις καὶ διατρέφει ἡμᾶς πεινῶντας ὁ ὑπεράγαθος, κατὰ μὲν τὸ σῶμα ταῖς ἐτησίοις τῆς γῆς καρποφορίαις, κατὰ δὲ τὸ πνεῦμα τοῖς ἀχράντοις μυστηρίοις, ὑπὲρ μητέρα καὶ τροφὸν ὁμειρόμενος καὶ περιεχόμενος ἡμῶν ἐρωτικῶς. Μήτηρ μὲν γὰρ γάλακτι τρέφει τὸ ἑαυτῆς τέκνον ἕως καιροῦ· ὁ δὲ ἀληθινὸς ἡμῶν δεσπότης καὶ πατὴρ τὸ οἰκεῖον σῶμα καὶ αἷμα δίδωσιν εἰς βρῶσιν καὶ πόσιν, καὶ τοῦτο διὰ παντός. Ὢ τῆς ἀνεξιχνιάστου ἀγαθότητος! καὶ ὢ τῆς ἀνυπερβλήτου δωρεᾶς! Τοῦτον οὖν πῶς οὐκ ἔστιν ἀγαπᾶν; πῶς δὲ οὐ στέργειν; πῶς δὲ οὐ κεκολλῆσθαι ἀδιασπάστως;

Ὡς εἴ γε μὴ οὕτως ὦμεν διακείμενοι, τάχα καταβοήσει ἡμῶν ὁ οὐρανός, καταστενάξει δὲ καὶ ἡ γῆ, αὐτοί τε οἱ λίθοι κατηγορήσουσιν ἡμῶν τῆς ἄγαν ἀναισθησίας.

Διόπερ, ἵνα μὴ τοῦτο γένηται, ἐχώμεθα τῆς ἀγαπήσεως αὐτοῦ κραταιῶς μισοῦντες καὶ ἀποστρεφόμενοι τὸν διάβολον ἐνδίκως. Ὡς γὰρ ὁ εὐεργέτης ἐκ τῶν εὐεργεσιῶν ἀναλόγως φιλεῖται καὶ στέργεται· οὕτως ὁ πονηρὸς ἐκ τῶν ἐπιτηδευμάτων αὐτοῦ ἰσοτρόπως ὀφείλει μισεῖσθαι καὶ ἀποστρέφεσθαι. Αὐτὸς γάρ ἐστιν ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν· αὐτός ἐστιν «ὁ ἀνθρωποκτόνος ἀπ’ ἀρχῆς,» κατὰ τὴν φωνὴν τοῦ Δεσπότου· αὐτός ἐστιν ὁ εἰς μυρίας δόξας διατεμὼν τὸ γένος ἡμῶν πολλοῖς τε βέλεσιν ἁμαρτίας κατατιτρώσκων καὶ ἐφιέμενος καταπιεῖν τὴν οἰκουμένην· ὃν εἰ μὴ μισήσομεν, οὐδὲ ἐξευρεθήσεται κόλασις ἡ ἀξίως ἡμᾶς τιμωροῦσα, ὅτι τῷ ἐχθρῷ ἡμῶν καὶ φονευτῇ προστιθέμεθα. Ἀλλὰ φύγωμεν, ὦ ἀδελφοὶ, ἀπ’ αὐτοῦ· φύγωμεν ὅτι μάλιστα. Τίς δὲ ἡ φυγή; ἡ ἀποχὴ τῶν πονηρῶν πράξεών τε καὶ διανοήσεων, ὡς καὶ ἡ πρὸς Θεὸν οἰκείωσις, ἡ ἀνάληψις τῶν ἀγαθῶν ἔργων. Διὸ ἑλώμεθα τὸ ἀγαθὸν μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος καὶ ἐπιεικείας δουλεύοντες τῷ Κυρίῳ, εἰδότες ὅτι πᾶν κατόρθωμα μὴ ὑπὸ ταπεινοφροσύνης φρουρούμενον ἕωλόν ἐστιν.

Ὥστε οἱ τὸ πεφυσιωμένον φρόνημα ἔχοντες ταπεινωθῶμεν «ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ,» ἵνα μὴ εἰς κενὸν τρέχωμεν· ἀλλὰ καὶ οἱ πάντες εὖ πράττοντες ἐπειχθῶμεν, διώξωμεν, δράμωμεν, ἵνα καταλάβωμεν, ἵνα κληρονόμοι βασιλείας οὐρανῶν γενώμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΕʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΚΦΕΡΕΙΝ ΑΚΑΝΘΑΣ ΚΑΙ ΤΡΙΒΟΛΟΥΣ ΠΑΘΩΝ ΑΛΛΑ ΚΑΡΠΟΦΟΡΕΙΝ ΤΟΥΣ ΤΗΣ ΑΡΕΤΗΣ ΒΟΤΡΥΑΣ Ἀδελφοὶ καὶ πατέρες, τί εἴπω ἢ τί λαλήσω καινότερον τῶν παρὰ τῶν ἁγίων εἰρημένων ἑκάστοτε οὐκ ἔχω, ἢ μόνον τὸ τὰ αὐτὰ ἐκεῖνα ἀναλαμβάνειν, καὶ περὶ τῶν αὐτῶν ὑμῖν διαλέγεσθαι εἰς ὁδηγίαν τοῦ κρείττονος. Φέρε δὴ οὖν καὶ σήμερον βραχέα τινὰ διαληψώμεθα, καὶ, εἰ δοκεῖ, ἁψώμεθα τοῦ λόγου ἀπὸ τῶν ἤδη παρισταμένων. Τί οὖν; οὐχ ὁ τρυγητὸς πάρεστι; καὶ ἐφ’ οἷς μὲν κλήμασιν οἱ καρποὶ βρίθουσι χαρὰ καὶ εὐλογία, ἐφ’ οἷς δὲ ἀπορία καρπῶν λύπη καὶ ἀθυμία. Καὶ τί ταῦτα πρὸς ἡμᾶς, εἴποι ἄν τις τῶν ἐπαϊόντων; Καὶ πάνυ γε ἁρμοδίως, ἐπεὶ καὶ ἡμεῖς τροπικῶς ἀμπελὼν Κυρίου ὠνομάσμεθα. Ἢ ἀγνοεῖτε τὴν ὑποψαλλομένην ᾠδὴν ἐν τῇ τελετῇ τοῦ σχήματος; Οὐχὶ ταύτην πάντες ἀνελάβομεν; «Κύριε, Κύριε ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἢν ἐφύτευσεν ἡ δεξιά σου.» Καὶ γοῦν καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις τάδε φησίν· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.»

Μείνωμεν οὖν, ἀδελφοὶ, ἐν τῷ ἀγαθῷ ἡμῶν Δεσπότῃ ὡς ὑπ’ αὐτοῦ πεφυτευμένοι ἀμπελοειδῶς, καὶ καρποφορήσωμεν αὐτῷ τοὺς τῶν ἀρετῶν βότρυας, ἵνα μεταλάβωμεν τῆς παρ’ αὐτοῦ εὐλογίας· ἀλλὰ μὴ ἐκφέροντες ἀκάνθας καὶ τριβόλους παθῶν ὑπόδικοι ἐσώμεθα τῆς λεγούσης φωνῆς· «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.» Ἐκκόπτεται διὰ θανάτου, καὶ βάλλεται εἰς πῦρ δηλονότι τὸ αἰώνιον, ἐφ’ ὃ βληθήσονται οἱ τὰ φαῦλα πράξαντες, οἱ τὰς ὁμολογίας ἠθετηκότες, οἱ τὰ ἑαυτῶν σώματα τῇ φθορᾷ παραδεδωκότες, «Νεφέλαι ἄνυδροι, φησὶν, ὑπὸ ἀνέμων περιφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα, κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.» Διὰ τοῦτο, βοᾷ ὁ Ἀπόστολος· «Φεύγετε τὴν πορνείαν, πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς.» Οὐκ αἰσχυνόμεθα οὖν τὸν οὐρανὸν καὶ τὴν γῆν ἠγορασμένοι τῷ τιμίῳ αἵματι Χριστοῦ πάλιν ὑπονοστῆσαι εἰς τὰ ὀπίσω; Οὐκ ἐρυθριῶμεν αὐτοὶ ἐφ’ ἑαυτοῖς ἔξωθεν μὲν ἁγιοπρεπεῖς φαινόμενοι, ἔνδοθεν δὲ ἀκαθαρσίας γέμοντες; Ἕως πότε ἐπ’ ἀμφοτέραις χωλανοῦμεν ταῖς ἰγνύαις;

Ἕως τίνος οὐκ ἐπὶ μιᾶς ἱστάμεθα ὁδοῦ; «Οὐαὶ, φησὶ, τῷ ἐπὶ τρίβοις δυσὶν ἐπιβαίνοντι,» κακίας δηλαδὴ καὶ ἀρετῆς· οὐ γὰρ συμφιλιάζουσι ταῦτα ἀλλήλοις. Οὐδεὶς οἰκέτης εὔνους πῆ μὲν τῷ δεσπότῃ, πῆ δὲ τῷ ἐχθρῷ αὐτοῦ δουλεύει. Ἐξ ὁλοκλήρου ἀναθετέον ἑαυτοὺς τῷ Θεῷ, ὦ τέκνα· οὕτω γὰρ δυνάμεθα τοῦ κατὰ Θεὸν βίου περιγενέσθαι.

Μὴ τοίνυν τοῖς κατ’ αἴσθησιν ἐναπομείνωμεν ὡς ἄλογα ζῶα, ἀλλὰ ταῖς ψυχικαῖς δυνάμεσιν ἀναθεωρῶμεν τὰ οὐράνια τρέποντες τὰς αἰσθήσεις ἀπὸ τῶν φθειρομένων εἰς τὰ ἄφθαρτα, ἀπὸ τῶν ὀλλυμένων εἰς τὰ ἀνώλεθρα. Μηδ’ αὖ ἀνεχώμεθα φαρμακεύεσθαι, ὑπὸ τοῦ σοφιστοῦ τῆς κακίας, ταῖς τῶν λογισμῶν ἐπιβολαῖς· ἀλλ’ ὁπηνίκα ὑποσπείρῃ τὴν ἡδονὴν ἤ τινα ἄλλην κακίαν, ἐκκρουέσθω θᾶττον ὁ δόλιος. Πῶς; εὐχαῖς καὶ δεήσεσι, δάκρυσί τε καὶ κατανύξεσι· τοιαύτη ἡ ἀόρατος πάλη, τοσοῦτος ὁ ἀκήρυκτος ἀγών. Οὐκοῦν κατὰ μίμησιν τῶν σαρκικῶς πολεμούντων, ζέοντες τῷ πνεύματι τροπώμεθα τοὺς ἀοράτους ἐχθρούς· καὶ ὥσπερ ἐκεῖνοι ἐλπίδι τῶν ἀμοιβῶν καὶ πληττόμενοι οὐχ ὑποχωροῦσιν, οὕτω καὶ ἡμεῖς, κἂν μυρία τιτρωσκώμεθα, μὴ ὑπονοστήσωμεν· ἀλλ’ ἔτι ὑπομείνωμεν, ἔτι πολεμήσωμεν δυναμούμενοι ὑπὸ τῆς τοῦ Θεοῦ ἐπικουρίας.

Ναὶ, ἀδελφοί μου, παρακαλῶ· εἰς τοῦτο γὰρ καὶ κοπιῶ τὰ βραχέα ταῦτα φθεγγόμενος, καὶ χαίρω μὲν ἐπὶ τοῖς εὐδρομοῦσι, στένω δὲ εἴ ποτέ τις ὑποσκελίζοιτο. Ἀλλ’ εἴημεν πάντες ὀρθοποδοῦντες, ἀγαθοπραγοῦντες, καθυπομένοντες ἐν ταῖς ψαλμῳδίαις, ἐν ταῖς διακονίαις, ἐν ταῖς ὑπακοαῖς, ἐν ταῖς ταπεινώσεσι, «καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’» ἡμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚϚʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΑΤΑΓΕΙΝ ΕΑΥΤΟΥΣ ΕΙΣ ΠΑΘΗ ΑΤΙΜΙΑΣ ΜΗΔΕ ΗΓΕΙΣΘΑΙ ΗΔΕΙΑΝ ΕΙΝΑΙ ΤΗΝ ΗΔΟΝΗΝ Ἀδελφοὶ καὶ πατέρες, χαρᾷ χαίρομεν ὁπηνίκα ἐπισταίη ἑορτὴ δεσποτική, καὶ εἰκότως· φωτιζόμεθα γὰρ ἐν αὐτῇ ἀναθεωροῦντες τὸ περὶ αὐτὴν μυστήριον, καθάπερ καὶ νῦν ἐπὶ τῇ ὑψώσει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Ὅσον γὰρ περιχαρὲς καὶ ἐξαίσιον, ὅτι τὸ ξύλον οὗ ἔστησαν οἱ πόδες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐφ’ ᾧ καὶ σταυρωθεὶς ἐκένωσε τὸ ζωοποιὸν αὐτοῦ αἷμα, τοῦτο ἠξιώθημεν οὐ μόνον θεάσασθαι, ἀλλὰ καὶ περιπτύξασθαι.

Πόσα ἄν τις κάμοι ἵνα περιποιήσηται ἑαυτῷ χρυσίον ἀπολλύμενον! ἡμῖν δὲ αὐθωρὸν τὸ δώρημα· ὁμοῦ τε γὰρ ἠσπασάμεθα καὶ ἐπορισάμεθα φωτισμόν τε καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν· οὕτως ἑτοίμη ἡ χάρις, καὶ ἀκάματον τὸ δῶρον τοῖς πιστῶς προσιοῦσιν.

Ἀλλ’ ὅμως εὐχῆς ἔργον ἀναφαίρετον τὴν τοιαύτην χάριν ἀνασώσασθαι, ἐπειδὴ τὸ εὐκόλως δωρηθὲν εὐκαταφρόνητόν πως πέφυκεν εἶναι· ἀλλ’ ἡμῖν γε φυλακτέον, ὦ ἀδελφοὶ, τὸ χάρισμα. Μὴ τοίνυν τὰ ἁγιασθέντα ἡμῶν χείλη μολύνωμεν λόγοις ψευδέσι καὶ ῥήμασι ματαιότητος, μηδὲ τοὺς φωτισθέντας ἡμῶν ὀφθαλμοὺς ἀμαυρώσωμεν πορνικοῖς διαβλέμμασι μηδὲ τὴν λαμπρυνθεῖσαν ἡμῶν καρδίαν κοινώσωμεν πονηροῖς ἐνθυμήμασι μηδὲ, ὡς βοᾷ ὁ Ἀπόστολος, «Βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ μηδὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσωμεν ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν.» Ὁρᾷς ὅτι ἐν τῷ νόμῳ ἡ ἁμαρτία ἦν κυριεύουσα, ἐν δὲ τῇ χάριτι ἡ δικαιοσύνη βασιλεύουσα ἀπολυτροῦται ἡμᾶς πάσης ἁμαρτίας; καθὼς γέγραπται· «Ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Αἰδεσθῶμεν οὖν, παρακαλῶ, τὴν κάθαρσιν, φυλάξωμεν τὸν ἁγιασμόν.

Τί ἑαυτοὺς κατάγομεν εἰς ἀτιμίαν τίμιοι γεγονότες; Τί δὲ περιέπομεν τὸ σῶμα πλέον ἢ καλῶς ἔχει, ὅπερ μικρὸν ὕστερον ἐγκαταλείψομεν τῷ τάφῳ; Τί δὲ ἡγούμεθα ἡδεῖαν εἶναι τὴν ἡδονὴν οὖσαν τῷ ὄντι ὀδύνην θανάσιμον. Ἡδονὴ γάρ ἐστι τοῦ διαβόλου τὸ ἄγκιστρον· ἡδονή ἐστι τὸ φάρμακον τῆς ἀπωλείας· ἡδονή ἐστι τὸ ὑπέκκαυμα τοῦ ἀσβέστου πυρός, καὶ ὅμως συνελαυνόμεθα πρὸς αὐτὴν οἱ ἄνθρωποι, ὡς δοῦλοι ὑπόσπονδοι. Καί γε ἤκουσά τινος λέγοντος τῶν κεκρατημένων τῷ πάθει, ὡς αἱρετώτερόν ἐστι τὸν δι’ ἀγχόνης θάνατον ἀσπάσασθαι ἣ δουλεύειν τῇ ἁμαρτίᾳ.

Καὶ γὰρ ὥσπερ βαρὺς δεσπότης ἐπιτάσσει τῷ οἰκέτῃ· Πορεύου, καὶ πορεύεται· ἔρχου, καὶ ἔρχεται· ποίησον τοῦτο, καὶ ποιεῖ· τὸν αὐτὸν δὴ τρόπον καὶ πολλῷ χαλεπώτερον τὸν ὑποχείριον αὐτῇ κελεύει ἡ ἁμαρτία· φθέγξαι τὰ αἰσχρά, καὶ φθέγγεται· δρᾶσον τὰ πονηρά, καὶ ποιεῖ. Ἔοικε στένειν καὶ τρέμειν ὁ τοιοῦτος κατὰ τὸν Κάϊν· κἂν ἐν θαλάσσῃ πλῇ, ναυάγιον ὑφορᾶται· κἂν ἐν ἐρημίᾳ διέρχηται, λῃστεύεσθαι ὑπονοεῖ· ἐβρόντησε, καὶ δι’ αὐτὸν δοκεῖ γεγονέναι τὴν βροντήν· ἤστραψε, καὶ δέδοικε μήπως πυρίκαυστος γένηται· βλέπων οὐ βλέπει, καὶ ἀκούων οὐκ ἀκούει, διεστραμμένας ἔχων τὰς αἰσθήσεις. Τί τοίνυν δεινότερον τῆς ζωῆς ταύτης;

Ἐμοὶ δοκεῖν ἀνεκτότερον εἶναι θηρίοις παραδοθῆναι ἢ τοῖς ὀλεθρίοις πάθεσιν· ὅτι ἐκεῖ μὲν σῶμα, ὧδε δὲ καὶ ψυχὴ καὶ σῶμα ἀπόλλυται. Ἀλλ’ οὐχ οὕτως ὁ ἐνάρετος, ὅς γε ἐλεύθερος ὢν τῇ ἁμαρτίᾳ, —λέγω δὲ τοῦτο οὐ μόνον τῇ ἡδονῇ, ἀλλὰ καὶ κατὰ πᾶν ἄλλο πάθος, —χαίρει τε καὶ ἥδεται, βασιλεύει τῇ δικαιοσύνῃ, ἀφόβητός ἐστι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἔχει γὰρ ἔνοικον τὸν Θεὸν, πρὸς ὃν καὶ ἐπιβοᾷ ἐν τοῖς συμβαίνουσιν· «Οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.» «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.» «Οὐ φοβηθήσομαι ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὅρη ἐν καρδίαις θαλασσῶν.» Ἥδε ἡ ἀγαθὴ ζωή· αὕτη ἐστὶν ἡ μακαρία βιοτὴ, ἣν καὶ ἠσπασάμεθα, ἀδελφοὶ, ἐλέει Θεοῦ, περὶ ἣν καὶ καταγινόμεθα, ἐφ’ ἣν καὶ ἐπειχθῆναι σπεύσωμεν ἔτι μᾶλλον, πάντα ὑποπτήσσοντες δι’ εὐλάβειαν, πᾶσαν ὑπακοὴν ἐξασκούμενοι, πᾶσαν ταπεινοφροσύνην ἐγκομβούμενοι, πᾶσαν καθαρότητα ψυχῆς ἑαυτοῖς περιποιούμενοι, ὁρῶντες πρὸ προσώπου ἡμῶν καὶ τὸν θάνατον ἐνεργούμενον.

Ἤδη γὰρ ἀπολέλοιπεν ἡμᾶς καὶ ὁ πνευματικὸς ἡμῶν πατὴρ Πέτρος ὁ ἁγιώτατος μητροπολίτης Νικαίας, οὗ καὶ μακάριον τὸ τέλος ἐν τῷ διωγμῷ ἐκδημήσαντος, μεθ’ οὗ καὶ κληρονομῆσαι ἀξιωθείημεν βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΖʹ ΠΕΡΙ ΤΟΥ ΠΝΕΥΜΑΤΙΚΟΥ ΣΠΟΡΟΥ ΚΑΙ ΤΟΥ ΑΓΡΥΠΝΕΙΝ ΕΝ ΤΑΙΣ ΘΕΙΑΙΣ ΜΕΛΕΤΑΙΣ Ἀδελφοὶ καὶ πατέρες, ὁ παρὼν καιρὸς σπόρου ἐστὶν τῶν ἐνύλων σπερμάτων, σίτου καὶ τῶν ἄλλων· καθ’ ὃν θεωροῦμεν τοὺς ἀνθρώπους ἀπὸ νυκτὸς εἰς νύκτα ὑπαντῶντας πρὸς τὰ ἔργα, πολλήν τε ἐπιμέλειαν ποιουμένους πρὸς τὸ κάλλιστά τε καὶ αὐτάρκη κατασπεῖραι, ἐξ οὗ τὰ ἐφόδια τοῦ σώματος αὐτοῖς προσγίνοιντο. Τί οὖν; ἡμεῖς οἱ τοῦ πνευματικοῦ σπόρου γεωργοὶ καθευδήσωμεν; ἆρα καὶ μενοῦμεν ἄσποροι τῶν ὀφειλομένων; καὶ πῶς ὑποίσομεν τὸν λιμὸν τὸν αἰώνιον; ἢ τίνα εὕρωμεν τῆς ἀργίας ἀποτίσαι λόγον; Οὐκοῦν διεγερθῶμεν μᾶλλον τῶν σαρκικῶς σπειρόντων θερμότερον, καὶ σπείρωμεν πλουσιώτερον, διότι «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.» Τί δὲ σπείρωμεν; δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίαν, πίστιν, ἐλπίδα, ἀγάπην. Ταῦτά εἰσι τὰ σπέρματα τῆς εὐσεβείας· τούτοις διατρέφεσθαι πέφυκεν ἡ ψυχή.

Ἀλλ’ ἐπὶ μὲν τοῦ σαρκικοῦ σπόρου μακροθυμεῖ ὁ γεωργὸς ἀναμένων τὸν ὑετὸν ἕως λάβῃ πρώϊμον καὶ ὄψιμον· ἐπὶ δὲ τοῦ καθ’ ἡμᾶς σπόρου, ἡμεῖς ἐσμεν κύριοι τοῦ ὑετίζειν καὶ βρέχειν, ἤγουν κλαίειν καὶ κατανύσσεσθαι, ὁπηνίκα βουλώμεθα καὶ ὅσον αἱρούμεθα.

Ἐπεὶ οὖν ἐν τῇ ἐξουσίᾳ ἡμῶν ἡ αἵρεσις αὕτη, παρακαλῶ, ἀδελφοὶ, σπείρωμεν πολλὰ καὶ ἡμεῖς, καὶ ἀρδεύσωμεν πλεῖστα, καὶ αὐξήσωμεν τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, ἵνα ἐνστάντος τοῦ νοητοῦ θέρους πληρώσωμεν τὰς χεῖρας ἡμῶν καὶ τοὺς κόλπους τῶν πνευματικῶν δραγμάτων, ὥστε ἀξιωθῆναι ἡμᾶς ἐπαΐειν· «Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς,» «εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.» «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι, μακάριος εἶ καὶ καλῶς σοι ἔσται.» Οὗτος μὲν ὁ περὶ τούτων λόγος· βούλομαι δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπομνῆσαι ὅτι αἱ νύκτες ἄρτι πελαγίζουσι <παρεξεταζόμεναι> τῇ σμικρότητι τῶν ἡμερῶν· καὶ ὥσπερ ἡ ἀγρυπνία τήκειν εἴωθε τὸ σῶμα, οὕτω καὶ ἡ πολυυπνία λιπαίνειν τὴν σάρκα· λιπαινομένης δὲ τῆς σαρκὸς, συνεκτρέφεται καὶ τὰ πάθη. Τί οὖν ἔστιν εἰπεῖν; «Ἕκαστος ὑμῶν ψαλμὸν ἔχει,» μελέτην ἔχει, προσευχὴν ἔχει· πάντα συμμεμετρημένως ἐπιτελείσθω, πάντα πρὸς οἰκοδομὴν τῆς ψυχῆς, πρὸς καταρτισμὸν τοῦ πνεύματος, «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τῆς ἀκρασίας.» Λέγω δὲ τοῦτο, οὐ μόνον ἐπὶ τοῦ ὕπνου, ἀλλὰ καὶ ἐπὶ βρώματος καὶ πόματος καὶ παντὸς οὗτινος ἄλλου· τὸ γὰρ μεμετρημένον ἄριστον τῆς ἐφ’ ἑκάτερα παρατροπῆς σώους ἡμᾶς καὶ ἀπήμονας διαφυλάττειν.

Ὅτι δὲ ὁ κρατῶν ἐπέστρεψεν ἐκ τῆς ἐκστρατείας, ἴσως «ἀναβαίνουσι λογισμοὶ ἐν ταῖς καρδίαις ὑμῶν» διασκοπούντων τί καὶ πῶς ἀποβήσεται τὰ τῆς Ἐκκλησίας, ἤγουν τὰ καθ’ ἡμᾶς; Ἀλλὰ γέγραπται· «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει.» Καὶ «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;» Ὃς, ὥσπερ ἐν τοῖς προλαβοῦσιν ἔτεσιν ἐτροποφόρησε τὴν ζωὴν ἡμῶν ἐκ ποικίλων πειρασμῶν καὶ θλίψεων ῥυσάμενος ἡμᾶς, οὕτω καὶ πρὸς τὸ ἑξῆς τροποφορήσειε. Μόνον ἡμεῖς ἀξίως τοῦ εὐαγγελίου πολιτευώμεθα οὐράνιον τὸ πολίτευμα ἔχοντες, ξένοι καὶ παρεπίδημοι [τῶν] ἐπὶ τῆς γῆς· οὐδεμία γὰρ μερὶς ἡμῖν οὐδὲ κλῆρος ἐνταῦθα. Τίς γὰρ ἐξ αἰῶνος εἰσελθὼν ἐν τῷ βίῳ ἐπιμεμένηκεν, ἵνα καὶ κληρονομήσῃ τι; Οὐχὶ πάντες ὅσοι εἰσῆλθον, πάλιν ἐξῆλθον ὥσπερ ἐξ ἀλλοτρίας; ὥστε παροικία ἐνταῦθα, ἀληθινὴ δὲ κατοικία καὶ κλῆρος καὶ σχέσις ἐν τῷ μέλλοντι αἰῶνι, ἐν ᾧ γενόμενοι ἀξιωθείημεν σὺν ἁγίοις πᾶσι κληρονομῆσαι βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΗʹ ΠΕΡΙ ΠΙΣΤΕΩΣ ΚΑΙ ΤΟΥ ΜΗ ΕΙΚΗ ΚΑΙ ΜΑΤΗΝ ΔΑΠΑΝΑΝ ΤΗΝ ΖΩΗΝ ΗΜΩΝ ΚΑΙ ΟΤΙ ΟΝΑΡ ΚΑΙ ΣΚΙΑ ΕΙΣΙ ΤΑ ΠΑΡΟΝΤΑ ΠΡΟΣ ΤΑ ΜΕΛΛΟΝΤΑ Ἀδελφοὶ καὶ πατέρες, γῆ μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ σπειρομένη τὰς ἐτησίους καρποφορίας παρέχει τῷ γεωργῷ· ψυχὴ δὲ καὶ καθ’ ἑκάστην ἡμέραν δεχομένη τὸν σπόρον τῆς διδασκαλίας, μόλις ἀναποδώσει διὰ βίου παντὸς τὰ τῆς ἀρετῆς γεώργια. Καὶ ἡ αἰτία· διότι «Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ»· κἀντεῦθεν δυσπόριστον τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει· καὶ οὐκ ἄν τις δυνηθείη περιγενέσθαι κακίας μὴ οὐχὶ πόνῳ πολλῷ καὶ χρόνῳ κονισάμενός τε καὶ ταλαιπωρησάμενος.

Καὶ τοῦτο δεδείχασιν οἱ ἅγιοι ἀφ’ ὧν ἔδρασαν ἀσκητικῶς τε καὶ ἀθλητικῶς, καταγωνισάμενοι τῆς ἁμαρτίας· τίνος ὀρεγόμενοι ἢ τί ἐπιζητοῦντες; τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» Πόθεν ἔχοντες τὰ ἐνέχυρα τῆς ἀποκαραδοκίας; ἐξ αὐτῆς τῆς πίστεως. Ὁ γὰρ δοὺς αὐτοῖς Θεὸς τὸ πιστεύειν ἀραρότως, αὐτὸς δέδωκεν αὐτοῖς καὶ τὸ ἐλπίζειν ἀνενδοιάστως, καὶ ἐν τῇ ἐλπίδι τὸ δύνασθαι αὐτοὺς ἐνεργεῖν σημεῖα καὶ τέρατα. Ἐντεῦθεν, ὥς φησιν ὁ ἱερὸς Ἀπόστολος, «Κατηγωνίσαντο βασιλείας, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.» Ὁρᾶτε ὅσα καὶ ἡλίκα τὰ τῆς πίστεως κατορθώματα; «Πίστις γάρ ἐστιν ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.» Ἐν ταύτῃ τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς δυναμούμενοι ἀριστεύσωμεν κατὰ τοῦ διαβόλου, καταγωνισώμεθα τῶν ὀλεθρίων παθῶν. Πῦρ ἐστι καὶ νῦν ἀνακαιόμενον ἡ ἐπιθυμία δὴ τῆς σαρκός· κἂν ταύτην δάκρυσί τε καὶ προσευχαῖς ἀποσβέσωμεν, μετὰ τῶν παίδων χορεύσομεν.

Θῆρές εἰσιν ἄγριοι τὰ ἀτίθασσα πάθη τῆς ἀτιμίας, κἂν ταῦτα δουλαγωγίᾳ σαρκὸς καὶ ὑποταγῇ ζωῆς φιμώσωμεν, μετὰ τοῦ Δανιὴλ ἀγαλλιασόμεθα. Καὶ ἱνατί μὴ μικροῖς πόνοις κληρονομήσωμεν τὰς αἰωνίους ἐπαγγελίας; Οὐχὶ ὄναρ καὶ σκιά εἰσι τὰ παρόντα πρὸς τὰ μέλλοντα ἀπεικαζόμενα; Καὶ ὅμως καὶ αὕτη ἡ παραβολὴ ἀποδέουσά ἐστι τῆς ἀληθείας· πῶς γὰρ ἂν τοῖς ἀπείροις αἰῶσιν ὁ πεπερασμένος αἰὼν συντεθήσεται ἢ πῶς τοῖς ἀτελευτήτοις πράγμασιν ὁ μικρὸν ὕστερον συντελεσθησόμενος κόσμος παραβληθήσεται; Λοιπὸν ἐννοῶμεν τὴν ἀπέραντον καὶ ἀνεκδιήγητον χαρὰν τῶν χαρησομένων ἐκεῖσε, καὶ κόλασιν τῶν κολασθησομένων· καὶ εἰ μόνον ἡ περὶ αὐτῶν ἔννοια ἐξιστᾶν ἡμᾶς πέφυκε, πόσῳ γε μᾶλλον ἡ πεῖρα τῶν πραγμάτων ἡ ἀνυπόστατος. Ἔστω δὴ λοιπὸν, ἔστω πᾶσα ἡμέρα μὴ ἁπλῶς καὶ ἀκανονίστως παρατρέχουσα, καὶ ταύτῃ δαπανῶσα ἡμῶν τὴν ζωὴν εἰκῆ καὶ μάτην· ἀλλ’ ὡς τελευταία λογιζομένη κατὰ τὴν νομοθεσίαν τοῦ ἁγίου Ἀντωνίου, καὶ ταύτῃ βελτιοῦσα ἡμᾶς καὶ ἑτοίμους παριστῶσα πρὸς τὴν ἔξοδον. Καὶ πῶς ἔνι, φησὶν, ἐν τῷ κοινοβίῳ τοῦτο κατορθωθῆναι, ἑκάστης διακονίας περισπώσης ἕκαστον;

Καὶ πάνυ μὲν οὖν δυνατὸν, ἐὰν βουλώμεθα, καὶ πλέον μᾶλλον τῶν ἡσυχίαν ἑλομένων· ἐπείπερ ἐκεῖ μὲν τὸ αὐτοθελὲς καὶ αὐτοκρατὲς καὶ τὸ ἀπρόσπληκτον ἀργόν ἐστι πρὸς ἔννοιαν θανάτου· ἐνταῦθα δὲ ἡ μαρτυρικὴ κοπὴ τοῦ θελήματος, καὶ ἡ ἐπιτεταμένη διακονία, καὶ ἡ ἐπισυμβαίνουσα ἐπιτιμία τὸ ἀπόκριμα τοῦ θανάτου ἐξ ἑτοίμου ἔχουσιν ὅτι μάλιστα. Καὶ γοῦν ὁ μακάριος Ἀπόστολος εἰπών· «Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,» οὐχ ἡσυχάζων τοῦτο, ἀλλὰ μυρίοις πειρασμοῖς συνεχόμενος εἴρηκεν. Ὥστε ἔχωμεν τὸ ζητούμενον, καὶ μνημονεύειν τοῦ θανάτου, νυκτὸς καὶ ἡμέρας, μήποτε διαλείψωμεν· οὕτω γὰρ καὶ ἐπιθυμίαν πονηρὰν καὶ ὀλιγωρίαν διακονίας καὶ ἀθυμίαν ἀκηδίας καὶ βασκανίαν πονηρὰν καὶ πᾶσαν ἄλλην κακίαν, ἐλέει Θεοῦ, ἀποκρουσόμεθα. Εἶτα καὶ ἐπὶ τὸ τέλος ἐρχόμενοι, ὡς ἤδη προφθάσαντες τῇ μελέτῃ τοῦ θανάτου οὐ φοβηθησόμεθα οὐδὲ ταραχθησόμεθα· ἀλλ’ εὐμενῶς τοὺς ἁγίους ἀγγέλους προσβλέψομεν, καὶ περιχαρῶς τοῦ σώματος ἐξοδεύσομεν, καὶ ζωῆς αἰωνίου ἐπιτευξόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΘʹ ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΤΗΣ ΧΡΙΣΤΟΥ ΕΙΚΟΝΟΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΗΜΩΝ ΘΑΔΔΑΙΟΥ Ἀδελφοὶ καὶ πατέρες, πολλοὺς ἡμῖν τρόπους ἔδωκεν ὁ Θεὸς εἰς τὸ κατεργάζεσθαι τὴν σωτηρίαν ἡμῶν. Εἷς δὲ τρόπος καὶ πρῶτος ἡ εὐχαριστία· φησὶ γὰρ ὁ Ἀπόστολος· «Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.» Καὶ πανταχοῦ εὐχαριστῶν δείκνυται. Λέγει δὲ καὶ ἐν τῇ Κλίμακι, ὡς προηγεῖσθαι ὀφείλει τῆς προσευχῆς ἡ εὐχαριστία. Εὐχαριστῶμεν οὖν τῷ Θεῷ, πρῶτον μὲν ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν ἡμᾶς κτίσας ἡμᾶς ἐπ’ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν· εὐχαριστῶμεν αὐτῷ ὅτι ἤγαγεν ἡμᾶς εἰς υἱοθεσίαν διὰ τοῦ ἁγίου· βαπτίσματος. «Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν»· εὐχαριστῶμεν αὐτῷ, ὅτι ἤγαγεν ἡμᾶς εἰς τὴν μοναχικὴν τελειότητα, φησὶ γάρ· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, —καὶ ἆρον τὸν σταυρόν σου, —καὶ δεῦρο ἀκολούθει μοι·» εὐχαριστῶμεν αὐτῷ, ὅτι ἤγαγεν ἡμᾶς εἰς τὴν προκειμένην ὁμολογίαν μετὰ τὴν προλαβοῦσαν.

Καὶ οὐκ ἠπατήμεθα οὐδὲ πεπλανήμεθα· ἴσμεν δὲ ὅτι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σὰρξ γεγονὼς, καθὼς Ἰωάννης βοᾷ, περιγράφεται σαρκὶ καὶ ἔχει εἰκόνα, κἀν τῇ εἰκόνι αὐτοῦ προσκυνεῖται.

Πόσοι γὰρ τῶν ἀνθρώπων, ἔξω τοῦ Εὐαγγελίου, ἐν πλάνῃ ἀπιστίας ὑπάρχουσιν; ἄλλοι δὲ ἔνδον μὲν τοῦ Εὐαγγελίου, περὶ δὲ τὴν πίστιν πεπλανημένοι καὶ νεναυαγηκότες, καθάπερ οἱ Εἰκονομάχοι, μὴ ὁμολογοῦντες Χριστὸν ἐγγεγραμμένον μηδὲ εἰκόνα ἔχειν μηδὲ ἐν εἰκόνι προσκυνεῖσθαι, κἀντεῦθεν ἀποσκευαζόμενοι τὸ καθ’ ἑαυτοὺς τὴν σωτήριον αὐτοῦ οἰκονομίαν. Ταῦτα κατανοοῦντες, ἀδελφοὶ, εὐαισθήτως ἔχωμεν εὐχαριστεῖν τῷ Κυρίῳ, καὶ τῇ εὐχαριστίᾳ κατανύσσεσθαι, καὶ τῇ κατανύξει δακρύειν, καὶ τῷ δακρυσμῷ φωτίζεσθαι, καὶ τῷ φωτισμῷ πορίζεσθαι τὴν σωτηρίαν ἡμῶν, καθὼς ὑπέσχετο ὁ Λόγος. Μὴ γὰρ οἰώμεθα ἁπλῶς εἶναι τὴν πίστιν· μία μὲν γάρ ἐστι, μεγαλύνεται δὲ καὶ σμικρύνεται ὅμως, διὰ τῆς κατανοήσεως ἢ ἀκατανοησίας, φησὶ γάρ· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» καὶ ἀλλαχοῦ· «Μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς ἐπίστευσας·» καὶ πάλιν· «Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὖρον·» ἰδοὺ καὶ μεγαλύνεται καὶ σμικρύνεται.

Μὴ λεγέτω δέ τις· ὅτι ἰδιώτης εἰμὶ, καὶ πῶς οἷόν τέ μοι κατανοεῖν τὴν πίστιν; Ὁ ἀγαθὸς Θεὸς πᾶσιν ἁπλοῖ τὰς ἀκτῖνας τῆς ἀγαθότητος αὐτοῦ. Τί λέγει ὁ Ἀπόστολος; «Βλέπετε, ἀδελφοὶ, τὴν κλῆσιν ὑμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.» Οὐχ ὁρᾶτε ἐν ὑμῖν αὐτοῖς τὸ λεγόμενον; οὐκ ἀναμιμνήσκεσθε τὸν μακάριον ἀδελφὸν ἡμῶν Θαδδαῖον, ἵνα τοὺς ἄλλους παραδράμω; οὐ Σκύθης ἦν; οὐ δοῦλος ἐχρημάτισεν ἀνθρώπων; οὐκ ἐλευθερωθεὶς ἐμόνασεν; οὐκ ἔφθασε καὶ ἐν τῇ προλαβούσῃ καὶ ἐν τῇ παρούσῃ ὁμολογίᾳ; Καὶ ἐπειδὴ κατενόησε τὴν πίστιν αὐτοῦ καὶ ἐμεγαλύνθη κατ’ αὐτὴν χωρήσας δεόντως, ἠξιώθη καὶ μαρτυρίου στέφανον ἀναδήσασθαι τῶν ἐνθένδε μετελθὼν μετὰ τρίτην ἡμέραν τῆς ἐναθλήσεως αὐτοῦ. Οὕτως οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ζήσωμεν μὴ προφασιζόμενοι ἀμαθίαν, ἀλλ’ ἐκζητοῦντες καὶ διδασκόμενοι καὶ μεγαλυνόμενοι κατὰ τὴν πίστιν ἡμῶν· εἴη δ’ ἂν τοῦτο, εἰ ὁ ἀγαθὸς βίος συμπαρομαρτεῖ τῇ πίστει· πίστις γὰρ «δι’ ἀγάπης ἐνεργουμένη» τελειοῖ τὴν σωτηρίαν ἡμῶν.

Ἐκ δυοῖν γάρ ἐστι τὸ σῶσμα τῆς ψυχῆς, καὶ οὔτε πίστις καθ’ ἑαυτὴν οὔτε βίος καθ’ ἑαυτὸν σώζει, ἀλλ’ ἑκάτερα ὑφ’ ἑκατέρων συντηρούμενα καὶ συμβιβαζόμενα, ἵνα οὕτω καὶ ἡμεῖς τηρούμενοι φθάσωμεν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,» καὶ καταξιωθῶμεν τυχεῖν σὺν τοῖς ἁγίοις τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Λʹ ΠΕΡΙ ΤΗΣ ΑΦΑΤΟΥ ΚΗΔΕΜΟΝΙΑΣ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΑΣΦΑΛΕΙΑΣ ΤΟΥ ΚΑΤΑ ΘΕΟΝ ΚΑΙ ΑΝΕΠΙΛΗΠΤΟΥ ΗΜΩΝ ΒΙΟΥ Ἀδελφοὶ καὶ πατέρες, πολλὴ καὶ ἄφατος ἡ περὶ ἡμᾶς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπία, ὅτι οὐ μόνον «Ἐλθὼν εὐηγγελίσατο ἡμῖν εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς,» καθὼς γέγραπται· ἀλλὰ καὶ ἀνελθὼν ἐν τοῖς οὐρανοῖς κατέλιπεν ἡμῖν τοὺς ἁγίους αὐτοῦ ἀποστόλους τὰ αὐτὰ εὐαγγελιζομένους καὶ πρεσβεύοντας· φησὶ γὰρ ὁ μακάριος Παῦλος· «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ.» Ὢ τῆς ἀπείρου κηδεμονίας! ὢ τῆς ἀφάτου φιλανθρωπίας! «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Πῶς καὶ τίνι τρόπῳ; Οὐ τὴν διαβεβλημένην ἁμαρτίαν λέγει· μὴ γένοιτο! «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» ἀλλ’ ὅτι τὴν ἐξ ἁμαρτίας φθαρεῖσαν ἡμῶν φύσιν ὑπεδύσατο, καὶ «Τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε,» καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον, τοῦτο ἔστιν· «ἁμαρτίαν αὐτὸν ἐποίησε.» Διὰ τί; «Ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ·» Πῶς;

ἀπολυτρωθέντες τῆς διαβεβλημένης ἁμαρτίας, καὶ ἐν αὐτῷ ζῶντες καὶ κινούμενοι· διὸ καὶ ἐπάγει λέγων· «Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς.» Ὁρᾶτε πῶς παρακαλεῖ καὶ ἀσφαλίζεται; Τί ἐστι; «Μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς·» τουτέστι· τὸ μὴ πάλιν ὑπονοστῆσαι εἰς τὰ ὀπίσω μηδὲ τοῖς αὐτοῖς πάθεσιν, οἷς ἀπειπάμεθα, ἐνισχηθῆναι μηδὲ παραβάτας τῶν συνθηκῶν γενέσθαι, ὧν ὑπὸ μάρτυρι Θεῷ καὶ ἀγγέλοις συνεθέμεθα.

Ἀλλὰ τί; «Ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν» βίον καθαρὸν καὶ ἀνεπίληπτον, βίον ἐνάρετον καὶ οὐράνιον. Βούλομαι δὲ ἐνταῦθα γενόμενος ὑποδεῖξαι ὑμῖν καί τινα λόγου δύναμιν κρυπτοτέραν· ὁ δὲ λόγος ἐστὶ τοιοῦτος. Ἡ ψυχὴ ἡμῶν ἐκ τριῶν μερῶν συνέστηκεν· ἐκ λογιστικοῦ καὶ θυμικοῦ καὶ ἐπιθυμητικοῦ.

Διὰ μὲν τοῦ λογιστικοῦ, ἵνα πιστεύωμεν ὀρθῶς εἰς τὴν ἁγίαν Τριάδα· διὰ δὲ τοῦ θυμικοῦ, ἵνα θυμώμεθα κατὰ τοῦ ὄφεως μὴ προσιέμενοι αὐτὸν καθόλου· διὰ δὲ τοῦ ἐπιθυμητικοῦ, ἵνα στέργωμεν καὶ ἀγαπῶμεν τὸν ποιήσαντα ἡμᾶς Θεόν. Ὁ οὖν διάβολος ἀλλοιώσας καὶ ἐκτρέψας τὰς τῆς ψυχῆς δυνάμεις, ἐκ τοῦ ἐσχάτου ἤρξατο τεκταίνειν τὴν καθ’ ἡμῶν ἀπώλειαν. Πῶς; τῷ μὲν ἐπιθυμητικῷ ἐξαπατήσας διὰ βρώσεως τὸν προπάτορα ἡμῶν Ἀδάμ· τῷ δὲ θυμικῷ ἐπαναστήσας τὸν Κάϊν ἀποκτεῖναι Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· τῷ δὲ λογιστικῷ ἐκκυλίσας εἰς εἰδωλολατρείαν τὸ ἀνθρώπινον. Καὶ οὗτος μὲν ὁ παρὰ τοῦ ἐχθροῦ τρόπος καὶ φθόνος· ἡμεῖς δὲ, ἀδελφοὶ, μείνωμεν ἐφ’ ᾧ ἐκτίσθημεν, ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς ἀσφαλιζόμενοι ἑαυτοὺς καὶ ὡραϊζόμενοι τῷ Πνεύματι.

Μὴ ἀπολέσωμεν τὴν εὐγένειαν ἣν ἐξευγένισεν ἡμᾶς ὁ Κύριος υἱοθετήσας ἡμᾶς τῷ Θεῷ καὶ Πατρί. «Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ἐπεὶ οὖν τέκνα Θεοῦ ἐχρηματίσαμεν, μὴ γενώμεθα τέκνα ὀργῆς· καὶ ἐπειδὴ κληρονόμοι Θεοῦ κεκλήμεθα, μὴ γενώμεθα κληρονόμοι πυρὸς ἀσβέστου· καὶ ἐπειδὴ μέλη Χριστοῦ ὠνομάσμεθα, μὴ γενώμεθα πόρνης μέλη. Μὴ ἀπίδωμεν εἰς κόσμον καὶ τὰ τοῦ κόσμου, μὴ ἀποβλέψωμεν εἰς τὰ ὡραῖα τοῦ τῇδε βίου, ἅτινά ἐστι μάταια καὶ ἀπολλύμενα. Ἔστω γὰρ καθ’ ὑπόθεσιν ἐμπλησθῆναι ἡμᾶς πάσης ἐπιθυμίας σαρκὸς καὶ αἵματος. «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;» Ἐγκύψωμεν τοῖς τάφοις καὶ ἴδωμεν τὸ ἀποτέλεσμα τῶν ἡδονῶν. Ἔστω, περιβαλώμεθα κτήματα καὶ χρήματα. Τί οὖν; οὐ γυμνοὶ εἰσήλθομεν εἰς τὸν κόσμον; Γυμνοὶ δηλονότι, καὶ ἀπελευσόμεθα μηδὲν ἐπιφερόμενοι, ἀλλ’ ἢ τὸ πρακτικὸν ἡμῶν εἴτε δεξιὸν εἴτε ἀριστερόν. Διὰ τοῦτο βοᾷ ὁ ἅγιος Δαυίδ· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.»

Αὕτη ἡ μακαρία ζωή· αὕτη ἡ ἀγαθὴ μερὶς, ἣν ἐξελέξαντο οἱ ἅγιοι πατέρες ἡμῶν, ὥσπερ καὶ ὁ νῦν εὐφημηθεὶς Παῦλος ὁ μακάριος ὁμολογητὴς, οὖ ὅσα καὶ ἡλίκα τὰ ἔπαθλα, καὶ οἱ ἀγῶνες ἐκ μικροῦ ἠκούσαμεν· οὓς καὶ ἡμεῖς μιμούμενοι ἔτι, ἀδελφοὶ, ἐχώμεθα τῆς ἀσκήσεως ἡμῶν, τοῦ διωγμοῦ οὖ κατηξιώθημεν, τῆς ἄλλης ἡμῶν διαγωγῆς, τρέχοντες εὐτόνως· κἂν ὑποσκελισθῶμεν, θᾶττον ἐξανιστάμενοι, νικῶντες τὸν ἀντίδικον ἡμῶν διάβολον, ἵνα κομισώμεθα καὶ ἡμεῖς τὸν τῆς δικαιοσύνης στέφανον, σὺν πᾶσι τοῖς ἁγίοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.