Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Μικρὰ Κατήχησις

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΛΑ΄ έως Μ΄

Αναφορές στους διωγμούς υπέρ των εικόνων και στην ομολογιακή στάση των μοναχών. Περιέχονται διδασκαλίες για την αξία της παρθενίας, τη σταθερότητα στη μοναχική κλήση και τη μίμηση του βίου των πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 13

ΚΑΤΗΧΗΣΙΣ ΛΑʹ ΠΕΡΙ ΤΗΣ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ ΚΑΙ ΟΤΙ Ο ΠΑΡΩΝ ΔΙΩΓΜΟΣ ΟΙΣ ΜΕΝ ΥΛΗ ΑΡΕΤΗΣ ΚΑΘΕΣΤΗΚΕΝ ΟΙΣ ΔΕ ΚΑΚΙΑΣ Ἀδελφοὶ καὶ πατέρες, ἠσθένησα, καὶ πάλιν εὐχαῖς ὑμῶν ἀνακέκλημαι. Ἀλλ’ ἕως πότε μέλλομεν ἔρχεσθαι ἐπὶ τὸ «πάλιν»;

Ἐλεύσεται δὴ πάντως ἡ ἐπιθανάτιος ἡμέρα, ὅτε οὐχ ἕξει χώραν τὸ «πάλιν», χωρίζουσά με ἀφ’ ὑμῶν καὶ παραπέμπουσα ἐκ τῶν ἐνθένδε. Οὐ μὴν διὰ τοῦτο λογιστέον ὀρφανίαν, ἀψευδὴς γὰρ ὁ εἰπών· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς·» «Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἄλλως τε ὅτι καὶ ὀψόμεθα ἀλλήλους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, —ἀλλ’ εἴη εἰπεῖν, —ἐν χαρᾷ ἀνεκλαλήτῳ καὶ ζωῇ ἀτελευτήτῳ. Ὃ δὲ πέπονθα ἐν τῇ ἀσθενείᾳ ἴστε· πῶς ὑπὸ ῥίγους συσχεθεὶς ἀνυπόστατον κλόνον ὑπέστην· εἶτα πῶς θᾶττον ἐβλήθην ὑπὸ διακαοῦς πυρετοῦ ὅλην ἡμέραν. Ἐνεθυμήθην οὖν εἰς ἐμαυτὸν πάσχων ὅτι, μήποτε καὶ ἐν τῇ μελλούσῃ κρίσει ἀπὸ τῆς τῶν Ταρτάρων τιμωρίας ἔστι μεταπίπτειν εἰς τὴν γέενναν τοῦ πυρός, καὶ δυοῖν τυχὸν τιμωριῶν ἢ καὶ πλειόνων ὑπεύθυνος εἴη ὁ ταλαίπωρος ἄνθρωπος. Πλὴν εἴτε μιᾶς εἴτε δυοῖν, τεκμαίρεσθαι ἔστιν, ἐκ τῶν ἐνταῦθα ἀλγεινῶν, τὴν ἀνυπόστατον ἐπὶ τοῖς ἁμαρτωλοῖς ὀργὴν τοῦ Θεοῦ· καὶ φόβῳ πολλῷ καὶ τρόμῳ συνέχεσθαι ἐντεῦθεν εἰς τὸ μὴ ἐμπεσεῖν εἰς τὰς ἀνυποίστους κολάσεις ἐκείνας.

Τοιγαροῦν ὁ παρὼν διωγμὸς οἷς μὲν ὕλη ἀρετῆς εὑρέθη, ἐν ᾧ ἐξέλαμψαν «Ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ—εἰ θέμις εἰπεῖν—εἰς ἡμέραν Χριστοῦ·» τί οὐ καλὸν ἐργασάμενοι; εἰς οἵαν δὲ βελτίωσιν οὐ προελθόντες; ὅτι καὶ ἑαυτοὺς καὶ ἔσωσαν καὶ σώζουσιν, ἐγγυμνασθέντες τοῖς πειρασμοῖς, πυρωθέντες ταῖς θλίψεσι χρυσοειδῶς, ἄλλους τε προσιέμενοι, καὶ σωτῆρες πολλῶν ὀφθέντες ὁμοταγῶν τε καὶ ἑτεροταγῶν, μεθ’ ὧν εἴη μοι μερίς, καὶ εἴ τινι φίλον ἐμοὶ συντάττεσθαι· οἷς δὲ, καὶ τούτοις ὀλιγοστοῖς, ὕλη κακίας τῇ αὐθαιρέτῳ ζωῇ, καὶ οἱονεὶ ἀπονοσφίσει τῆς ὑποταγῆς ἐνεργήσασι «τὰς ἑαυτῶν αἰσχύνας.» Ὅθεν γραφικῶς εὔκαιρον εἰπεῖν· «Ἐσκότασε τὸ εἶδος τοῦ προσώπου αὐτῶν ὡσεὶ ἀσβόλη.» Πρὸς οὓς καὶ βοήσομαι· «Υἱοὶ ἄνομοι, ἐγκατελίπετε τὸν Κύριον,» ἠλλάξατε τὰ νόμιμα τῆς μοναδικῆς διαβιώσεως, τροχιὰς ὀρθὰς οὐκ ἔχετε, ἀλλ’ ὡς χωλοὶ ἐκτρέπεσθε ὧδε κἀκεῖσε φερόμενοι, ἀποδιίστασθε τῶν συνοδιῶν ὑμῶν, φιλογυνιάζετε, οἱ μὲν μεμονωμένοι τυγχάνοντες, οἱ δὲ ἔτι δούλους ὠνούμενοι, ἔνιοι ἐμπορικὴν ζωὴν διαμείβοντες διὰ τὴν φιλάργυρον γνώμην. Οὐ φοβεῖ ὑμᾶς οὔτε ἀρὰ προφητικὴ οὔτε ἀποστολικὴ ἀπειλὴ οὔτε τῆς ἐμῆς ταπεινώσεως ἡ παραίνεσις· ὡς δὲ μεμάθηκα ὅτι καί τις τῶν τοιούτων καὶ κόρῃ συμφιλιάσας πρὸς αὐτὴν τὴν ἁρπαγὴν καὶ ἀθέτησιν τοῦ Θεοῦ τοὺς πόδας εὐτρέπισε. Τί λέγεις, ὦ ἄθλιε καὶ ταλαίπωρε;

Ποσάκις ἔψαλλες· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Φιλιάζειν ὅλως ἤχθης μετὰ τοῦ ὄφεως τοῦ ἠπατηκότος τὴν Εὔαν, καὶ συνεκβαλόντος ἐκ τοῦ παραδείσου Ἀδὰμ τὸν προπάτορα ἡμῶν. Ἐνθυμῇ ὅλως ἀρνήσασθαι ᾧ ἡρμόσθης Χριστῷ διὰ τοῦ παρθενικοῦ ἐπαγγέλματος, καὶ συναφθῆναι τῇ ἁμαρτίᾳ δι’ ἧς θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Οὐκ ἀκούεις τῆς Γραφῆς βοώσης περὶ τῶν οὕτω πραττόντων; «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται.» Οὐκ ἐπαΐεις τοῦ Ἀποστόλου λέγοντος; «Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Καὶ αὖθις· «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Τί εὑρήσεις ἐν τῷ συντελέσαι τὴν ἀνομίαν; Οὐχὶ σκότος καὶ μάχαιραν τέμνουσάν σου τὴν καρδίαν; οὐχὶ ἀπογνώσεως βόθρον; οὐκ αὐτὸν τὸν ἠπατηκότα σε Σατανᾶν τὴν ἀγχόνην σε κατεπείγοντα ἀσπάσασθαι, καθάπερ τὸν Ἰούδαν ποτέ; Ἀνάνηψον, ὁ ἐσκοτισμένος· φύγε τὴν παγίδα τοῦ θανάτου, ὁ ἐσκελισμένος, μὴ ἁλῷς εἰς πέταυρον ᾅδου, ὑφ’ οὗ κἀνταῦθα τοῦ Κάϊν τὴν ζωὴν ζήσοις τρέμων καὶ στένων καὶ ἀποφεύγων πᾶν πρόσωπον γνώριμον, ἔν τε τῷ μέλλοντι αἰῶνι καταδικαζόμενος ἐν τῇ γεέννῃ τοῦ πυρός. Τί οὖν ἄλλο ποιήσω ὁ τάλας περιωρισμένος ἐν ἐνὶ τόπῳ πρὸς ἅπαντας τοὺς προειρημένους; τί ἕτερον ἢ τὸ στένειν καὶ διαμαρτύρεσθαι καὶ τὴν ἐρχομένην ῥομφαίαν ἀναγγέλλειν;

Καὶ εἰ μὲν ἀκούσοιεν καὶ ἐπιστρέψαιεν ἀπὸ τῆς πεπλανημένης αὐτῶν ὁδοῦ καὶ φερούσης εἰς ὄλεθρον, ἑαυτοῖς τε ἔσονται σωτήριοι καὶ τῇ ἐμῇ ταπεινώσει· εἰ δὲ μὴ, μόνοι ἀντλήσουσι τὰ κακά, μόνοι πορεύσονται τῇ φλογὶ ᾗ ἐξέκαυσαν, μόνοι «Τίσουσιν ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς» κατὰ τὰς ἐντολὰς αὐτοῦ πιστῶς πορευθεῖσιν· αὐτοῖς μὲν ἀποδιδοὺς τὰ ἄξια γέρα· τοῖς δὲ ἐναντίοις, τὰς ἡτοιμασμένας αὐτοῖς ἀτελευτήτους κολάσεις.

Ὑμεῖς δὲ, ἀδελφοί μου, εὖ πορεύοισθε, παρακαλῶ, ὡς ἂν ἀφ’ ὑμῶν ἐξηχούμενος ὁ λόγος τῆς ἀρετῆς, καὶ ἐπὶ τοὺς ἀτασθάλους, ἀγάγοι αὐτοὺς εἰς ἐπίγνωσιν τῆς ἀληθείας, πάντα στέγοντες, πάντα πιστεύοντες, πάντα ὑπομένοντες, ἵνα πάντες ἐν πᾶσιν εὐαρεστήσαντες τῷ Κυρίῳ φύγοιμεν κόλασιν καὶ τύχοιμεν βασιλείας οὐρανῶν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΒʹ ΠΕΡΙ ΤΩΝ ΓΕΝΕΘΛΙΩΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΚΑΙ ΤΟΥ ΕΥΤΟΝΩΣ ΕΧΕΣΘΑΙ ΤΗΣ ΑΣΚΗΤΙΚΗΣ ΗΜΩΝ ΖΩΗΣ Ἀδελφοὶ καὶ πατέρες, ἤδη τὰ θεοφάνια ἐγγίζουσι, καὶ ἡ τῆς χαρᾶς ἡμέρα ἐπὶ θύραις· χαρὰ γάρ ἐστι μεγάλη οἵα οὐκ ἐγένετο ἐξ αἰῶνος, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει πρὸς ἡμᾶς, οὐ δι’ αἰνιγμάτων καὶ συμβόλων, καθάπερ πάλαι τοῖς πατράσιν ὀπτανόμενος, ἀλλὰ διὰ τῆς ἐκ παρθένου γεννήσεως ἐπιδημῶν, καὶ αὐτοπροσώπως ἡμῖν ἐπιφαινόμενος· οὗ οὐδὲν μακαριώτερον ἐν γενεαῖς γενεῶν οὐδὲ θαυμασιώτερον ἐν πᾶσι τοῖς θαυμασίοις, οἷς ὁ Θεὸς ἐποίησεν ἐξ αἰῶνος. Διὰ τοῦτο ἄγγελοι εὐαγγελιζόμενοι τὸ μυστήριον, καὶ ἀστὴρ μηνύων ἐπὶ γῆς τετέχθαι τὸν οὐράνιον· διὰ τοῦτο ποιμένες προτρέχοντες ἰδεῖν τὸ εὐαγγελισθὲν σωτήριον, καὶ μάγοι δωροφοροῦντες βασίλεια· διὰ τοῦτο ᾆσμα καινὸν ἐπὶ καινοῖς πράγμασιν ᾀδόμενον, ὅτι ὁ ἐν ὑψίστοις Θεὸς δοξαζόμενος ἐπὶ γῆς εἰρήνη πεφανέρωται. Καὶ μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰς ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ, διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.»

Ταῦτα ἐπεθύμησαν ἰδεῖν οἱ ἀπ’ αἰῶνος προφῆται καὶ δίκαιοι, ἀλλ’ οὐκ εἶδον εἰ μὴ διὰ πίστεως· ἡμεῖς δὲ καὶ «Ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, κατὰ τὸ γεγραμμένον, περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη,» καὶ τὴν υἱοθεσίαν ἀπελάβομεν. Ἀλλὰ «Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;» Ἤδη προλαβὼν ὁ ἅγιος Δαυὶδ ἀνεφώνησε. «Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.» Οὐκοῦν χαίρωμεν, ἀδελφοὶ, ὅτι καὶ ἡμεῖς ἠξιώθημεν ἀνταπόδομα ἀνταποδοῦναι τῷ Κυρίῳ περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν. Καὶ τί τὸ ἀνταπόδομα; ὁ σταυροφόρος βίος ὃν εἱλόμεθα, καὶ ἡ ὁμολογία «ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ·» ὅπερ ἐστὶ μαρτύριον ὁμολογουμένως. Κἀν τούτῳ ἔστιν οὐκ ἐν μιᾷ ἡμέρᾳ ἡμᾶς ἑορτάζειν, ἀλλὰ διὰ παντὸς τοῦ βίου· ὡς οἵ γε ὑπὸ σαρκὸς διοικούμενοι καὶ τοῖς πάθεσιν ἁλισκόμενοι οὔτε ἑορτάζειν δύνανται, κἂν ἑορτάζειν δοκῶσιν, οὔτε ἐλευθεριάζουσι δοῦλοι παθῶν ὄντες πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν· καὶ γοῦν γέγραπται· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.» Ἐπεὶ οὖν ἠξιώθημεν καὶ ἡμεῖς υἱοὶ κεκλῆσθαι κατὰ χάριν, μενοῦμεν ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατασχῶμεν.

Διὸ ἐν Πνεύματι ἁγίῳ δυναμούμενοι ἔτι ἐχώμεθα τῆς ἀσκητικῆς ἡμῶν καταστάσεως, «Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,» εἰς ὑπακοήν, εἰς ταπείνωσιν, εἰς πραότητα, εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων σπουδασμάτων, μὴ ὑποχαυνούμενοι τῆς προθέσεως· ἀλλὰ τονούμενοι ἔτι καὶ ἔτι, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπομεν ἐγγίζουσαν τὴν ἡμέραν. Ἐγγίζει γὰρ ἡ ἡμέρα Κυρίου ἡ μεγάλη καὶ ἐπιφανὴς, ἐν ᾗ ἀποκαλυφθήσεται ὁ κριτὴς τῶν ἁπάντων καὶ ὀφθήσεται ἐν δόξῃ ᾗ ὤφθη τοῖς ἀποστόλοις, ἐν τῇ θειοτάτῃ μεταμορφώσει, ἄγων καὶ κρίνων ἅπαν τὸ πλάσμα καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ἀλλ’ εἴη καὶ ἡμῖν, σὺν πᾶσι τοῖς ἁγίοις, ἰδεῖν αὐτὸν εὐμενεῖ προσώπῳ προσβλέποντα ἡμᾶς καὶ εἰς βασιλείαν οὐρανῶν προσλαμβανόμενον, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΓʹ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ ΚΑΙ ΚΑΤΑΝΥΞΕΩΣ ΡΗΘΕΙΣΑ ΜΕΤΑ ΜΙΑΝ ΗΜΕΡΑΝ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΛΑΤΩΝΟΣ Ἀδελφοὶ καὶ πατέρες, χθὲς τὴν μνήμην τοῦ μακαρίου πατρὸς ἡμῶν ἐπετελέσαμεν, καὶ ἐπετελέσαμεν ὀφειλομένως· δεῖ γὰρ τὰ πνευματικὰ τέκνα ἀπονέμειν τὰ εἰκότα τῷ πατρί. Οὐ μὴν τοῦτο οἴεσθαι ἡμᾶς ἀρκεῖν εἰς μνήμην τὸ μόνον ψάλλειν καὶ παρακληθῆναι σωματικῶς· ἀλλὰ καὶ τὸ πνευματικῶς εὐφρανθῆναι, κατὰ τὸ γεγραμμένον· «Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί,» εὐφροσύνην δηλονότι τὴν πνευματικὴν καὶ διαμένουσαν. Ἡ γὰρ σωματικὴ εὐφροσύνη μικρὸν τὴν αἴσθησιν σαίνουσα ἀφίπταται· ἡ δὲ πνευματικὴ ἀκόρεστός ἐστι καὶ ἀναφαίρετος. Εἴ τις ὑμῶν ἐδάκρυσεν, εἴ τις κατενύγη, εἴ τις συνετρίβη τὴν καρδίαν, εἴ τις ὑμῶν εἵλκυσε Πνεῦμα καὶ ἐξέστη πάθους, οἶδε τοῦ λόγου τὴν δύναμιν, καὶ οἶδεν οὗτος μνήμην ἐπιτελεῖν πατρός τε ἢ ἀδελφοῦ. Ἀναμνήσθητε γὰρ, ἀδελφοὶ, τὰς πρότερον ἡμέρας, ἐν αἷς εἴχομεν τὸν πατέρα συνόντα ἡμῖν καὶ συλλαλοῦντα καὶ συναναστρεφόμενον· εἶτα, ἀναθεωρήσωμεν νῦν ποῦ ποτέ ἐστι, καὶ οἷς σύνεστι, καὶ μεθ’ ὧν ἐμπολεύει αὐτός τε καὶ εἷς ἕκαστος τῶν ἀδελφῶν ἡμῶν. Ἆρ’ οὐχὶ τοῦτο καὶ ἐννοούμενον καὶ λεγόμενον ἔκστασιν τῇ ψυχῇ ἐμποιεῖν οἶδε;

Σκεψώμεθα, εἰ δοκεῖ, καὶ περὶ ἡμῶν αὐτῶν. Ἆρ’ οὐχὶ μικρὸν ὕστερον ἀποχωρήσομεν καὶ ἡμεῖς τῶν τῇδε, καὶ ὑφ’ ἑτέρων μνησθησόμεθα, ὡς νῦν ἀναμιμνησκόμεθα τῶν προλαβόντων; Ναὶ, ἀδελφοὶ, οὕτως ὁ καθ’ ἡμᾶς οἰκονομεῖται βίος, καὶ ἄνθρωποί ἐσμεν θνητοὶ, οἵτινες οὐκ ἐπιστάμεθα τὸ αὔριον. «Ποία γὰρ ἡ ζωὴ ἡμῶν; ἀτμὶς, κατὰ τὸ γεγραμμένον, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη·» ἄνθος ἐαρινὸν ἀνθοῦν τὸ πρωῒ καὶ παραυτὰ ἀπομαραινόμενον· «ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει·» «ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.» «Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» «Ἀνέτειλεν ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο.» Οὕτω μαρανθησόμεθα, οὕτω μεταβησόμεθα τῶν ἐνθένδε, ὡς ἔφησαν οἱ ἅγιοι. Αὐτῶν γὰρ ἐκείνων εἰσὶ τὰ προειρημένα παραδείγματα· ἀλλὰ μακάριος ὁ συνιών, μακάριος ὁ ἐκζητῶν τὸν Θεόν, μακάριος ὁ ἑαυτὸν καθ’ ἑκάστην βιαζόμενος ἐν τοῖς τῆς ὑποταγῆς ἀγωνίσμασιν, ὁ ἀναντιλόγητος, ὁ ἀγόγγυστος, ὁ εὐήκοος, ὁ πρόθυμος ἐν τοῖς ἔργοις, ὁ ἀνολίγωρος κατὰ τὴν διακονίαν, ὁ κατανυκτικός, ὁ εὐμείλικτος, ὁ εὐπρόσιτος, ὁ προσηνής, ὁ ἑτοιμαζόμενος πρὸς τὰ τῆς ἐξόδου.

Ἥξει γὰρ ἥξει, ἀδελφοὶ, τὸ τέλος καὶ οὐ χρονιεῖ, ἥξει ἡ φοβερὰ ἡμέρα τοῦ θανάτου, ὁ ἄγγελος ὁ βασιλικὸς, οὐ κάτωθεν, ἀλλ’ ἐκ τῶν οὐρανῶν ἥκων καὶ ἐπιλέγων τῇ ψυχῇ·

Δεῦρο ἔξελθε, ζητεῖ σε ὁ βασιλεὺς καὶ Θεὸς τῶν ἁπάντων. Ἀλλὰ γένοιτο ἡμῖν, πρεσβείαις τοῦ μακαρίου πατρὸς ἡμῶν, ἐν ἑτοιμασίᾳ εὑρεθῆναι κατὰ τὴν τότε ὥραν, καὶ ἀφόβως ἀπᾶραι τῶν ἐνθένδε, καὶ μετελθεῖν εἰς ζωὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΔʹ ΠΕΡΙ ΤΗΣ ΕΝΤΑΥΘΑ ΑΠΟΒΙΩΣΕΩΣ ΚΑΙ ΤΗΣ ΕΝ Τῌ ΒΑΣΙΛΕΙᾼ ΤΩΝ ΟΥΡΑΝΩΝ ΚΑΤΑΠΑΥΣΕΩΣ Ἀδελφοὶ καὶ πατέρες, ἰδοὺ μεταβαίνομεν ἀπὸ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν καὶ ἀπὸ καιροῦ εἰς καιρὸν καὶ ἀπὸ ἑορτῆς εἰς ἑορτήν· καὶ στάσις οὐδεμία ἐν τῷ βίῳ τούτῳ, καὶ δεῖ ἡμᾶς πάντως λῆξαι τῆσδε τῆς ζωῆς καὶ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἡμῶν. «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός,» καθὼς γέγραπται. Τίς δέ ἐστιν ἡ κατάπαυσις; ἡ βασιλεία δηλονότι τῶν οὐρανῶν, πρὸς ἣν κατεπείγων ἡμᾶς ὁ Ἀπόστολος λέγει· «Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.» Τί τοῦτο λέγων; ὅτι καθάπερ τοῖς Ἰσραηλίταις ὑπέσχετο ὁ Θεὸς εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἀπειθήσασι δὲ καὶ παραπικράνασιν αὐτὸν οὐκ ἐξεγένετο αὐτοὺς εἰσελθεῖν· οὕτως οὐκ ἄν ποτε οὐδὲ ἡμεῖς ἀπειθοῦντες ταῖς ἐντολαῖς αὐτοῦ εἰσελευσόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. «Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, φησὶ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Κἀνταῦθα οὐ τεσσαράκοντα ἔτη, ἀλλὰ κατὰ τὴν παράτασιν τῆς ἑκάστου ζωῆς ἡ ἐπιμονή.

Ἐὰν οὖν μὴ σπεύσωμεν κατεργάσασθαι πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ, ἐρεῖ καὶ περὶ ἡμῶν· «Εἰ εἰσελεύσονται εἰς τὴν βασιλείαν μου.» Κἀκείνων μὲν μὴ εἰσελθόντων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ, ἡμῶν δὲ μὴ εἰσερχομένων καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ ἐμβληθήσονται εἰς τὴν γέενναν τοῦ πυρός· ὅπερ ἐστὶ τῆς ἐκείνων καταδίκης πολὺ χαλεπώτερον καὶ ὀλεθριώτερον, εἴπερ γέγραπται· «Ἀτεθήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;» Τίνα δὲ τὰ αἴτια ἅπερ ἐκείνοις διετείχισε τὴν εἴσοδον; ἡ ἀπιστία δηλαδή, ὁ γογγυσμός, ἡ καταλαλία, ἡ ἀντιλογία, ἡ σκληρότης, ἡ ὑπερηφανία, ἡ πορνεία· ταῦτά ἐστιν ἅπερ ἐκείνους ἀπώλεσε.

Ταῦτα οὖν καὶ ἡμεῖς τὰ ὀλέθρια πάθη, ἀδελφοὶ, φύγωμεν, ὡς ἀπὸ προσώπου πυρὸς, μὴ ἀπειθοῦντες τῷ Θεῷ ἐφ’ οἷς ὑπέσχετο, ἀλλὰ πιστεύοντες «Ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι·» μηδὲ γογγύζωμεν μηδὲ καταλαλῶμεν μηδὲ ἀντιλέγωμεν μηδὲ σκληρυνώμεθα μηδὲ ὑπερηφανευώμεθα· μᾶλλον δὲ γενώμεθα «Εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν,» «πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,» πάντοτε παρατεταγμένοι εἰς τὸν ὑπὲρ Χριστοῦ θάνατον, ἀεὶ ἀνακαινιζόμενοι ταῖς προσευχαῖς, ταῖς δεήσεσι, τοῖς δάκρυσι, ταῖς ἀναθεωρήσεσι τῶν οὐρανίων θεαμάτων. Οὕτω γὰρ πολιτευσάμενοι «Εἰσελευσόμεθα, οὐ—κατὰ τοὺς πάλαι—εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα,» ἀλλ’ εἰς τὴν γῆν τῶν πραέων· ἔνθα ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας· ἔνθα ἡ ὡραιότης τῆς ἄνω Ἱερουσαλὴμ, ὅπου χαρὰ καὶ ἀγαλλίασις· ἔνθα ἡ ἔλλαμψις τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΕʹ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ ΚΑΙ ΤΗΣ ΑΝΑΚΛΗΣΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΜΕΜΝΟΝΟΣ Ἀδελφοὶ καὶ πατέρες, οἱ ἐν σταδίῳ τρέχοντες ἅπαξ τοῦ ἐνιαυτοῦ τρέχουσι, καὶ τοῦτο ἐν μιᾷ καιροῦ ῥοπῇ, εἶθ’ οὕτως ἀπολύονται τῆς ἀγωνίας εἴτε νικήσαντες εἴτε ἡττηθέντες· οἱ δὲ τὸ στάδιον τῆς παρθενίας διανύοντες, οὐκ ἐν μιᾷ ἡμέρᾳ, ἀλλὰ διὰ παντὸς τοῦ βίου, τρέχουσι καὶ δρόμον ἀόρατον, ὅτι καὶ πρὸς ἀοράτους ἐχθροὺς τὴν ἅμιλλαν ἔχουσιν. Οὕτως οὖν μέγιστόν ἐστι τὸ τῆς παρθενίας κατόρθωμα, ὡς καὶ αὐτῆς ἁπτόμενον τῆς κορυφῆς τοῦ οὐρανοῦ. Εἰς δύο γὰρ διῃρημένου τοῦ ἀνθρωπίνου βίου εἴς τε γάμον καὶ ἀγαμίαν· ὁ μὲν γάμος τὸν κάτω κόσμον συνίστησιν, ἡ δὲ ἀγαμία τὸν ἄνω συμπληροῖ· καὶ ὁ μὲν τῇ φθορᾷ δουλεύειν ὑπόκειται, ἡ δὲ τῇ ἀφθαρσίᾳ συναστράπτειν ἠξίωται.

Καὶ ὥσπερ εἰ ἄνθρωπόν τις ὑπόπτερον ἴδοι, εἰκότως ἂν ἀποθαυμάσειε πῶς τὸ μὲν ἀνθρώπου, τὸ δὲ ἀγγέλου εἶδος ἔχοι· οὕτως οὖν καὶ ὁ τὴν παρθενίαν ἀσκῶν ξένον τι θέαμα καὶ ἀγγέλοις καὶ ἀνθρώποις καθέστηκεν, Ἐν σαρκί ἐστι καὶ ὑπὲρ τὴν σάρκα, ἐν κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον, καθὸ καὶ ἀποτετάχθαι τῷ κόσμῳ λέγεται, ὡς ὑπερκοσμίως ζῆν αἱρούμενος. Τοῦτο οὖν καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις ἐδήλωσε λέγων· «Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω.» Ὁρᾶτε πῶς ἀχώρητόν ἐστι τοῖς πολλοῖς τοῦτο τὸ δώρημα, καὶ μόνοις ἀπονενέμηται τοῖς ἐσταυρωμένοις τῷ βίῳ; Οὐκοῦν χαίρωμεν καὶ συγχαίρωμεν ἀλλήλοις, ἀδελφοὶ, εὐχαριστῶμεν καὶ ὑπερευχαριστῶμεν, ὅτι προσκεκλήμεθα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας εἰς τοιοῦτον ἀξίωμα, ἐν ᾧ Θεὸς δοξάζεται καὶ ἄνθρωποι θαυμάζουσιν· οὐ μόνον δὲ, ἀλλὰ καὶ διαβιοῦμεν ἀσφαλῶς, ὅση δύναμις, ὅτι πολλοὶ ἀπὸ τοῦδε τοῦ ὕψους ἀποπεπτώκασι πάλαι τε καὶ νῦν, οἱ μὲν τῇ ἐπάρσει περιπαρέντες, οἱ δὲ ἀδιαφορίᾳ χρησάμενοι· ἐξ ἀμφοτέρων γὰρ τὸν ὄλεθρον ἡ ψυχὴ ὑφίσταται. Τίς οὖν ἐστιν ἡ ἀσφάλεια;

Τὸ πετεινὸν ἐν τῇ πτήσει τὸ ἀσφαλὲς ἔχει· ὁπηνίκα γὰρ αἴσθηται τοῦ θηρεύοντος τὴν παρουσίαν, τὸ πτερὸν διάραν ὑπερίπταται καὶ διαφεύγει τὴν ἄγραν· οὕτως οὖν καὶ ἡμεῖς, ἐπὰν ὁ ἀγρευτὴς τῶν ψυχῶν ἡμῶν διάβολος ἐπισταίη, ὡς ὑπόπτεροι τῷ πνεύματι ἀνατατικῇ θεωρίᾳ τὰ ἄνω ζητῶμεν, τὰ ἄνω σκοπῶμεν. Ὑποβάλλει τοίνυν ἐκεῖνος τὸ λεῖον τῆς ἡδονῆς; Ἡμεῖς αἰδεσθῶμεν τὸ εὐγενὲς τῆς ψυχῆς. Ὑποδείκνυσιν ἐκεῖνος τὴν ἐνέργειαν τῆς ἁμαρτίας; Ἡμεῖς διανοώμεθα τῆς κρίσεως τὴν ἔκτισιν, καὶ ἀντιτιθέντες ταῦτα ἐκείνοις, καὶ λογισμοῖς λογισμοὺς διακρουόμενοι, σωθησόμεθα ἀπὸ τοῦ παλαμναίου.

Εἶτα τί τὸ τέλος τῶν ἀγώνων; τοῖς μὲν κατὰ σάρκα δεδραμηκόσι στέφανος φθαρτός, ἡμῖν δὲ ἄφθαρτος· κἀκείνοις μὲν ἐπίκηρος χαρά, ἡμῖν δὲ εὐφροσύνη αἰώνιος. Καὶ μακάριοί ἐσμεν, ἀδελφοὶ, «Ἐάν περ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.» Διὸ παρακαλῶ, ἐπιμείνωμεν ταῖς δεήσεσι, ταῖς προσευχαῖς, ταῖς κατανύξεσι, τοῖς δάκρυσι, τῇ ταπεινοφροσύνῃ, τῇ ὑπακοῇ, τῇ ἐξαγορεύσει, τῇ διακονίᾳ, τοῖς λοιποῖς ἀσκητικοῖς ἀγωνίσμασι, καὶ σὺν Θεῷ ἕξομεν κατὰ τοῦ ἐχθροῦ τὰ νικητήρια.

Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ἱκανός· τὸ δὲ ἑξῆς περὶ τοῦ ἀδελφοῦ Μέμνονος ὅτι, ἐπειδὴ ὁπωσδήποτε ἀνακέκληται, δεῖ ἡμᾶς προσδέξασθαι αὐτὸν, ἵνα «Μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» Πλὴν ἐκεῖνο ἔχω λέγειν, «Ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, οὐ μόνον δοῦλός ἐστι τῆς ἁμαρτίας,» κατὰ τὸν λόγον τοῦ Κυρίου, ἀλλὰ καὶ βδελυκτὸς τοῖς φιλαρέτοις. Καὶ τάχα ἐρυθριῶμεν καὶ ἀσπάσασθαι αὐτὸν, ὡς μὴ χρανθῆναι τῇ ἁμαρτίᾳ. Ἀλλ’ ἐπειδὴ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν καταδεδαπανηκότα τὸν ἑαυτοῦ βίον μετὰ πορνῶν ἄσωτον οὐκ ἀπεσείσατο προσερχόμενον, μηδὲ ἡμεῖς ἀποσεισώμεθα, ἀλλὰ προσδεξώμεθα τὸν ἀδελφὸν ἀσμένως, καὶ εὐφρανθῶμεν ἐν τῇ ἀνακλήσει αὐτοῦ εὐχαρίστως, καὶ εὐξώμεθα αὐτῷ τὰ σωτήρια· οὕτω γὰρ τὰ κατ’ ἐντολὴν πράττοντες, ὡς μαθηταὶ τοῦ λόγου, κληρονομήσομεν βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛϚʹ ΠΕΡΙ ΤΟΥ ΕΡΗΡΕΙΣΜΕΝΟΥΣ ΕΙΝΑΙ ΕΝ Τῌ ΟΜΟΛΟΓΙᾼ ΗΜΩΝ ΚΑΙ ΠΕΡΙ ΚΟΙΜΗΣΕΩΣ ΤΟΥ ΑΔΕΛΦΟΥ ΘΕΟΔΟΥΛΟΥ ΡΗΘΕΙΣΑ ΑΝΑΜΕΤΑΞΥ ΤΩΝ ΕΟΡΤΩΝ Ἀδελφοὶ καὶ πατέρες, ἐν τοῖς προλαβοῦσιν ἔτεσιν ἑορτάσαντες, οὐδέπω οὕτως, ὡς ἐν τῷ νῦν καιρῷ, ἑωρτάσαμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ὅτι καὶ ἐν ναῷ ἁγίῳ καὶ ἐν πλείοσιν ἀδελφοῖς ἐπισυναχθεῖσιν· ἑωράκατε γὰρ καὶ τοὺς χοροὺς μείζονας καὶ τὰς τραπέζας πλείονας, καὶ ταῦτα ἐπὶ ξένης διαβιοῦντες· ἐφ’ ᾧ καὶ χαίρειν ἔστι καὶ τρέμειν, τὸ μὲν διὰ τὴν ἔκβασιν τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, τὸ δὲ διὰ τὴν ἀναξιότητα τῆς ὑποδοχῆς, μήποτε ἀναισθησίᾳ τῶν τιμῶν παροξύνωμεν τὸν εὐεργέτην ὑποστεῖλαι τὴν ἐπισκοπὴν αὐτοῦ ἀφ’ ἡμῶν. Ὡς εἴ γε εὐαισθήτως δεχόμεθα τὰς χάριτας ἐν φόβῳ καὶ τρόμῳ δουλεύοντες αὐτῷ, «Τάδε λέγει Κύριος· Οὐκ ἐκλείψει ἡ ὑδρία τοῦ ἀλεύρου, καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει.» Βλέπετε δὲ, ἀδελφοὶ, ὅτι καὶ αἱ ἑορταὶ παρατρέχουσι, καὶ αἱ πανηγύρεις διαλύονται, καὶ αἱ ἡμέραι ἡμῶν ἀμείβονται, καὶ εἷς ἕκαστος τῶν ἐνθένδε μεθίσταται.

Παρῆλθεν ἤδη καὶ ὁ ἀδελφὸς ἡμῶν Θεόδουλος, καὶ οὗτος τῶν καλλίστων, ὅτι καὶ κατὰ τὴν ὑποταγὴν δόκιμος, καὶ κατὰ τὴν ὁμολογίαν βέβαιος, πληγὰς ὑποίσας διὰ Χριστὸν φυλακήν τε, καὶ ἐν διωγμῷ τετελεκὼς τὸν βίον. Οὗ τί ἂν εἴη χαριέστερον, τοσούτους ἀδελφοὺς ἡμῶν, —μέχρι γὰρ ἑκατοντάδος καὶ πρὸς ὁ ἀριθμὸς πρόεισι—, δίκην ἀστέρων διαλάμψαντας, ἐφ’ οἷς τόποις παρερρίφησαν ἐκεῖσε καταλελοιπέναι τοῖς τε νῦν καὶ τοῖς μετέπειτα, εἰς μαρτύριον ὀρθοδοξίας, τὰ ἑαυτῶν ἱερὰ σώματα;

Καὶ οὔτι που λέγω περὶ τοῦ πληρώματος τῆς ἀδελφότητος ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἐξ ἑτέρων μονῶν δεδιωγμένως τετελειωμένων· μηδὲ γὰρ συναριθμήσαιμι τοὺς ἐν ταῖς οἰκείαις μοναῖς, ὡς φυξήλιδας στρατιώτας, ὑποστρέψαντας πρὸ καιροῦ τῆς συστολῆς τοῦ διωγμοῦ, ἐπεὶ καὶ γέγραπται· «Εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη.» Καὶ «Ὅπου σε εὕρω, ἐκεῖ σε κρινῶ.» Τοῦτο οὖν τοῦτο μέγιστον ἑδραίωμα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, τοσοῦτον νέφος μαρτύρων ἐπὶ τῇ προσκυνητῇ εἰκόνι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς τε Θεοτόκου καὶ τῶν ἁπάντων αὐτοῦ ἁγίων ἐσχηκέναι· ὥστε εἰ καὶ μή τι ἄλλο ἦν ἐνέχυρον, ἱκανὸν τοῦτο μόνον εἰς ἔνδειξιν ἀληθείας τοῖς νοῦν ἔχουσιν. Οὐκοῦν αἰσχυνέσθωσαν οἱ τῆς ἑτεροδοξίας ἀντίπαλοι. Τίς γὰρ ἐν ἐκείνοις, εἰπέ μοι, τῆς οἰκείας θρησκείας ὑπερμαχῶν εἵλετό ποτε τοιαῦτα παθήματα;

Οὐμενοῦν· ἀλλὰ καθάπερ νυκτινόμα ζῶα ἐν νυκτὶ τῆς αἱρέσεως πτερύσσονταί τε καὶ παρρησιάζονται, ἐπειδὰν δὲ διαυγάσῃ ἡμέρα καὶ φωσφόρος ἀνατείλῃ ὀρθοδοξίας, εἰς τὰς οἰκείας τρώγλας τῆς ἑαυτῶν πονηρᾶς διανοίας ἐναποκρύπτονται.

Ἀλλ’ ἐκεῖνοι μὲν πορεύονται «Τῷ φωτὶ τοῦ πυρὸς καὶ τῇ φλογὶ ᾖ ἐξέκαυσαν·» ἡμεῖς δὲ, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν,» τῶν τε θεοφόρων πατέρων ἡμῶν ἐρηρεισμένοι ὦμεν, καὶ πρὸς τὸ ἑξῆς μηδόλως ὑποχαυνούμενοι τοῖς ἀνθρωπίνοις φοβερισμοῖς. Εἴη δ’ ἂν ἡμῖν τὸ ἄχαυνον, εἴπερ, κατὰ τὸ ἀποστολικὸν διάταγμα, χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους ἐποικοδομοῦμεν, ἀλλὰ μὴ ξύλα καὶ χόρτον καὶ καλάμην τὰ τοῦ πυρὸς ὑπεκκαύματα. Τὸν γὰρ οὕτως ἡδραιωμένον οὐδὲν τὸ μετακινῆσαι δυνάμενον ἀπὸ τῆς ἐν Κυρίῳ πεποιθήσεως αὐτοῦ.

Καί γε αἰδεσθῶμεν, ἀδελφοὶ, τὸ τῆς ἑορτῆς μυστήριον, ὃ ἑωρτάσαμεν. «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» καθὼς γέγραπται. Μηκέτι οὖν ἐπικατάρατοι γενώμεθα, Χριστὸς ἡμᾶς ἔλουσεν ἐν τῷ αἵματι αὐτοῦ «Διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου.» Μηκέτι ὑπονοστήσωμεν πρὸς ἃ ἀπειπάμεθα ἔργα τῆς αἰσχύνης· εἰ δὲ μὴ, ἐρεῖ ἡμῖν τυχὸν ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως αὐτοῦ τοιάδε· Ἐποίησα ὑμᾶς συσσώμους τε καὶ συμμόρφους· ὑμεῖς δὲ πεποιήκατέ μου τὰ μέλη πόρνης μέλη· ἔλουσα ὑμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν μὴ ἔχοντας «σπῖλον ἢ ῥυτίδα ἤ τι» τοιοῦτον· ὑμεῖς δὲ εἵλεσθε πάλιν ἀναμάξασθαι τὴν δυσωδίαν τῶν παθῶν, καὶ τῷ ῥύπῳ τῶν ἁμαρτιῶν ἠσβολῶσθαι· ἔπλησα ὑμᾶς ὀλβίου φωτὸς διὰ Πνεύματος ἁγίου κατὰ διάνοιαν, ὑμεῖς δὲ ἀντεδείξασθε τὸν νοῦν ὑμῶν οἰκητήριον λῃστευόντων παθῶν· ἐποίησα ὑμᾶς συγκληρονόμους τῶν αἰωνίων ἀγαθῶν, ὑμεῖς δὲ ἀνθείλεσθε τὸν ἀντίδικόν μου συγκληρονόμον κτήσασθαι· «Πορεύεσθε λοιπὸν ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Ἀλλὰ μήποτε ἀκούσαιμεν, ὦ ἀδελφοὶ, τῆς ἀπευκταίας ταύτης φωνῆς καὶ ἀνυποστάτου ὀργῆς.

Διὸ πάσῃ σπουδῇ σπουδάσωμεν ἐχόμενα τῶν προλαβόντων πολιτεύεσθαι, καθαρότητα ἀσπαζόμενοι, δάκρυα προχέοντες, κατάνυξιν πηγάζοντες ἐν καρδίᾳ, τὰς ἀνὰ χεῖρα διακονίας πληροφοροῦντες, γρηγοροῦντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ ἀνολιγώρως νύκτωρ τε καὶ μεθ’ ἡμέραν, μήποτε εἰσδὺς ὁ ἐχθρὸς καταρράξῃ τὴν ἀμελοῦσαν ψυχήν. Ὄφελον γὰρ καὶ γρηγοροῦντας ἡμᾶς διαφυγεῖν τὸν δράκοντα, μὴ ὅτι γε μικρὸν ἀπονυστάξαντας!

Ὀλίγωρος ἡ φύσις καὶ εὐόλισθος, εἴποι τις ἄν; Σύμφημι κἀγὼ ὡς ὑπὸ τὴν αὐτὴν φύσιν τελῶν· ἀλλ’ ὁσάκις τοῦτο γένηται, τοσαυτάκις ἡ μεταμέλεια, ἡ ἐξαγόρευσις, ἡ συντριβὴ τῆς καρδίας, ἡ ἀνάνηψις καὶ ἡ εἰς τὴν προτέραν στάσεως ἀναδρομὴν γοργότης· καὶ τοῦτο ποιοῦντες καθ’ ἡμέραν τὸ ζητούμενον καταλάβωμεν, καὶ καταλαβόντες τὸ ζητούμενον τῆς εὐκταίας φωνῆς ἀκουσόμεθα, καὶ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΖʹ ΟΤΙ ΟΥ ΔΕΙ ΕΟΡΤΑΖΕΙΝ ΕΝ ΚΡΑΙΠΑΛΑΙΣ ΤΕ ΚΑΙ ΜΕΘΑΙΣ ΚΑΙ ΠΕΡΙ ΜΝΗΜΗΣ ΘΑΝΑΤΟΥ Ἀδελφοὶ καὶ πατέρες, αἱ ἑορταὶ ἤδη παρῆλθον, τά τε θεοφάνια καὶ ἐπιφάνια, ἅσπερ καὶ ἠξιώθημεν ἑορτάσαι Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἐπὶ τῆς ἐσχατιᾶς ταύτης· καὶ οὐ λυπηρὸν τοῦτο, ἀλλὰ καὶ λίαν περιχαρές, ὅτι διὰ τὸν ὑπὲρ ἡμῶν ἑαυτὸν κενώσαντα καὶ δούλου μορφὴν λαβόντα, ἐξόριστοί ἐσμεν καὶ δεδιωγμένως ζῶμεν. Καὶ τί γὰρ ἄλλο ἐστὶν ἑορτάζειν ἢ τὸ προσκολλᾶσθαι τῷ Θεῷ; Προσκολλᾶται δέ τις τῷ Θεῷ μᾶλλον, διὰ τῆς τῶν ὑλικῶν ἀναχωρήσεως, καὶ τῆς τοῦδε τοῦ κόσμου ἀπροσπαθείας. Τί γὰρ εἴπωμεν περὶ τῶν «Ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς» ἐνδιαιτωμένων; οὐχ ἑορτάζειν; Καίτοι γε οὗτοι μᾶλλον τῶν ἄλλων ἑορτάζουσι, διὰ τῆς ἡσυχίας, ὑψηλότερόν τε καὶ θεοειδέστερον, ὡς οἵ γε τρυφαῖς τε καὶ κραιπάλαις, κώμοις τε καὶ πότοις τὸ ἑορτάζειν τιθέμενοι λελήθασιν ἑαυτοὺς ἀπατῶντες, οὓς καὶ ταλανίζει ἡ θεία γραφὴ λέγουσα· «Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς.» Χοίροις γὰρ ἐοίκασιν οἱ τοιοῦτοι ἑτοίμοις οὖσι πρὸς σφαγήν, «Ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Ὥστε ἡμῖν μᾶλλόν ἐστι τὸ ἑορτάζειν, εἴπερ προσέχομεν ἑαυτοῖς, καὶ ἀξίως τοῦ ἐπαγγέλματος καὶ τῆς ὁμολογίας τοῦ Χριστοῦ πολιτευόμεθα.

Σκοπῶμεν δὲ, ἀδελφοὶ, ὅτι αἱ ἡμέραι ἡμῶν παριππεύουσι, καὶ ὁ χρόνος ὥσπερ τις τροχὸς κυλιόμενος, οὓς μὲν εἰσάγει διὰ γεννήσεως, οὓς δὲ ἐξάγει διὰ θανάτου, οὐ κατ’ ἴσην ἡλικίαν οὐδὲ κατὰ τὴν αὐτὴν ἐγχρονίαν, ἀλλὰ καὶ γέροντας πρὸ νεωτέρων, καὶ νεωτέρους πρὸ γερόντων, πατέρας πρὸ παίδων, καὶ παῖδας πρὸ πατέρων, ὁμοῦ πᾶσαν ἡλικίαν, οὕτω τοῦ Θεοῦ οἰκονομήσαντος, ἵνα τῷ ἀδήλῳ τοῦ θανάτου παρεσκευασμένοι ὦμεν ἅπαντες καθ’ ἑκάστην πρὸς τὴν ἔξοδον. Οὐκοῦν γρηγορῶμεν καὶ νήφωμεν, μήποτε ἀθρόως ἐπιστὰς ὁ θάνατος εὕρῃ ἡμᾶς ἀπαρασκευάστους, καὶ μετανοήσωμεν ἄπρακτα καὶ ἀνόνητα. Οὐκ ἔγνωτε πῶς ἐν ταῖς προλαβούσαις ἡμέραις συνέπεσα ἄφνω εἰς ἀσθένειαν; πῶς «Παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου;» Ἀλλ’ εἰ καὶ τὸ παρὸν ἀνέσφηλα, οὐ πάντως πρὸς τὸ ἑξῆς· ἀλλὰ δεῖ με λοιπὸν ἤδη γεγηρακότα ἀπᾶραι ἀφ’ ὑμῶν, καὶ χωρῆσαι πρὸς τοὺς πατέρας καὶ ἀδελφούς μου· μόνον εὔχεσθε ἐν χρηστῷ συνειδότι καὶ μετ’ ἀκαταγνώστου πολιτείας. Διενοούμην οὖν ἔτι συνεχόμενος ταῖς ὀδύναις καὶ ἔλεγον πρὸς ἐμαυτόν· εἰ τοιοῦτος οὗτος ὁ πόνος, ποταπὸς ἂν εἴη ὁ τῆς μελλούσης κρίσεως; καὶ εἰ ἐν τρισὶν ἢ τέτρασιν ἡμέραις οὐχ ὑποφέρομεν τὰ ἀλγεινά, πῶς οἴσομεν τὰς αἰωνίους τιμωρίας;

Ταῦτα οὖν καὶ ὑμῖν συμβουλεύω διανοεῖσθαι, μελετᾶν τε καὶ προσεκτικῶς ζῆν, κατὰ μὲν τὸν ἔξω ἄνθρωπον διὰ πάσης εὐλαβείας καὶ ταπεινοφροσύνης, φιλεργίας τε καὶ ὑπομονῆς· κατὰ δὲ τὸν ἔσω, πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν, καὶ μὴ ἐᾶν ψιθυρίζειν καὶ ἐνάλλεσθαι ἐν ὑμῖν τὸν ὄφιν τὸν σκολιόν, τὸν δράκοντα τὸν μέγαν, μηδὲ ποιεῖν τὸν ναὸν τοῦ Θεοῦ κατοικητήριον παθῶν· ἀλλὰ καθαροὺς ἑαυτοὺς παριστᾶν τῷ Κυρίῳ, κἀντεῦθεν ζῆν μακαρίαν ζωὴν, καὶ πρὸ τῆς μελλούσης ζωῆς. Τί γὰρ μακαριώτερον τοῦ εἰρηνεύειν πρὸς Θεὸν διὰ καθαρᾶς καρδίας;

Οὐκ ἂν δὲ τοῦτο εἴη, εἰ μὴ προηγοῖτο πόνος, προσευχή, δάκρυα, κατάνυξις, προθυμία, ζέσις πνεύματος· ὅπου γε καὶ τούτων ὄντων οὐ παύεται ὁ ἐχθρὸς ἐφεδρεύων καὶ ἀνάπτων ἡμῖν πόλεμον ἀκήρυκτον. Τοῦτο δὲ ποιεῖ, ἐπειδὴ ὁρᾷ ἡμᾶς εἰς οὐρανοὺς ἀνερχομένους καὶ εἰς χαρὰν ἀνεκλάλητον προσλαμβανομένους.

Ἀλλ’ ὅμως «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Διὸ «Πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος» τῆς πίστεως καὶ ἐλπίδος ἡμῶν, ἀγωνισώμεθα τροποῦσθαι τὸν πόλεμον, διαλύειν τὰς δαιμονικὰς μεθοδείας, μιμούμενοι τοὺς ἐν σταδίῳ τρέχοντας, οἳ τοσοῦτον πυκτεύουσι καὶ γοργεύονται, ὡς ἐν τῷ πέρατι τοῦ δρόμου ἀσθμαίνειν αὐτοὺς καὶ ὀλιγοψυχεῖν λίαν. Ἀλλ’ ἐκείνοις μὲν ἐπὶ μιᾶς ἡμέρας ὁ δρόμος, καὶ ὁ στέφανος φθαρτός· ἡμῖν δὲ διὰ παντὸς τοῦ βίου, διὸ καὶ ὁ στέφανος ἄφθαρτος, καὶ τὰ ἔπαθλα αἰώνια· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τελοῦντας εὐσθενῶς τὸν δρόμον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δέξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΗʹ ΠΕΡΙ ΤΟΥ ΜΙΜΕΙΣΘΑΙ ΤΟΥΣ ΒΙΟΥΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΑΙ ΕΜΜΕΝΕΙΝ ΗΜΑΣ ΕΝ ῼ ΕΚΛΗΘΗΜΕΝ ΠΑΡΑ Τῼ ΘΕῼ Ἀδελφοὶ καὶ πατέρες, διὰ τῆς ἀναγνώσεως ἀναθεωροῦντες τοὺς βίους τῶν πατέρων ἡμῶν θαυμάζομεν, καὶ εἰκότως· θαυμαστοὶ γάρ εἰσιν, ὅτι ἐν τῇ σαρκὶ ταύτῃ ἀγγελοπρεπῶς πολιτευσάμενοι, σὺν πάσῃ ἀπαθείᾳ εὐηρέστησαν τῷ Κυρίῳ. Δεῖ δὲ μὴ μόνον θαυμάζειν, ἀλλὰ καὶ μιμεῖσθαι αὐτοὺς καθ’ ὅσον οἷόν τε, καὶ μιμεῖσθαι προσηκόντως· τουτέστιν, ὑποτακτίτης ὑποτακτίτην, ἡσυχαστὴς ἡσυχαστήν, ἐρημίτης ἐρημίτην. καθηγούμενος καθηγούμενον. Τί γὰρ ὄφελος μὴ τὸν ὁμοταγῆ, ἀλλὰ τὸν ἑτεροταγῆ μιμεῖσθαι; Ἐκ τούτου, πρὸς τῷ μηδὲν ὠφελεῖσθαι, καὶ εἰς ὁμολογούμενον βλάβος ἔστι καταντᾶν· ἐντεῦθεν πολλοὶ δῆθεν φιλοθεΐας τὰς ἑαυτῶν τάξεις καταλελοιπότες καὶ τοὺς οἰκείους βαθμοὺς ἀπώλεσαν, καὶ τῶν ἐπιθυμουμένων οὐκ ἐπέτυχον· καὶ ἵνα τὰ πάλαι ἱστορούμενα ἐάσω, ἐπὶ τῆς καθ’ ἡμᾶς γενεᾶς γυμνάσωμεν τὸν λόγον. Τί ὠφέλησε τὸν λεγόμενον ψαλτήριον ἡ ἐπὶ τὸν στύλον ἄνοδος; οὐχὶ ἐκεῖθεν κατηνέχθη ἐκστατικῶς; καὶ νῦν οὔτε ὑποτακτίτης οὔτε στυλίτης. Τί ὠφέλησε τὸν Σαπρίτην ὁ αὐτὸς στύλος; οὐχὶ ἐκεῖθεν κατῆλθε δι’ ὀρθοδοξίαν, καὶ πέπτωκεν εἰς αἵρεσιν προδότης ἀληθείας γενόμενος; καὶ νῦν ἐστιν ἐν διώκταις δριμύτατος. Ἀλλὰ καὶ ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος ἐπιβλέψωμεν.

Οὐχὶ Πέτρος ὁ ἀρχαῖος καλῶς ὑποταττόμενος δῆθεν εὐλαβείας ἐξῆλθεν εἰς τὴν ἔρημον; καὶ ὅπως ὑπέστρεψεν ἐκεῖθεν, καὶ ὁποῖον δέδωκε τὸ τέλος ἴστε οἱ πεπειραμένοι. Οὐχὶ καὶ Ἀμφιλόχιος ὁ ἔτι περιὼν στυλίτης γέγονε πρότερον, ἔπειτα ἐγκλειστός; καὶ νῦν ἐνασχημονεῖ ὧδε κἀκεῖσε ἀλώμενος. Καὶ τοῦτο πεῖρα τοῦ διαβόλου, τὰ ἀνοίκεια ὑποβάλλειν, ἵνα καὶ τῶν οἰκείων ἀποστερήσῃ. Διὰ τοῦτο βοᾷ ὁ Ἀπόστολος· «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῷ.» Ἡσυχαστὴς ἐκλήθης, μή σοι μελέτω περὶ ὑποτακτίτου· ὑποτακτίτης ἐκλήθης, μή σοι μελέτω περὶ ἡσυχαστοῦ. «Ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι» εὐαρεστείτω τῷ Κυρίῳ· θάτερος ἔχει τὰ οἰκεῖα παραδείγματα, πρὸς ἃ ὀφείλει κανονίζειν τὸν ἑαυτοῦ βίον. Σὺ οὖν μίμησαι τοὺς ἐν ὑποταγῇ διαλάμψαντας.

Τίνας δὴ λέγω τούτους; οὐ τοὺς πάλαι μόνον ἁγίους, ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος. Ζήλωσον τὸν μακάριον Δομετιανὸν, οὗ ἡ πίστις διάπυρος· ζήλωσον τὸν μακάριον Ζωσιμᾶν, οὗ ἡ ὑπακοὴ ἀνυπόκριτος· ζήλωσον τὸν μακάριον Μάρκον, ὃς τοὺς ὀνειδισμοὺς καὶ τὰς ἀτιμίας ὡς εὐφημίας ὑποδεχόμενος, ἀπαράτρεπτος τῆς οἰκείας ἕξεως διέμεινε· ζήλωσον τὸν μακάριον Τερέντιον, ὃς ἐν πολλοῖς ἔτεσιν ἐξυπηρετῶν τοῖς ἀσθενέσιν ἐν τῷ μαγειρείῳ οὐ κατωλιγώρησεν, οὐκ ὤκλασεν· ἀλλὰ καὶ προτρεπόμενος ἐκεῖθεν μεταβαίνειν οὐχ εἵλετο, μᾶλλον αἱρούμενος συγκακουχεῖσθαι τῇ διακονίᾳ· ζήλωσον τοὺς ἄλλους ἀδελφοὺς πολλοὺς ὄντας καὶ ἀριστεύσαντας ἐν ταῖς ὑποταγαῖς, «ὧν τὰ ὀνόματα ἐν βίβλῳ» ζώντων· τούτους ζήλου καὶ μὴ τοὺς ἐρημικούς. Ἐχέτω οὖν ὁ πατὴρ Ἰωαννίκιος σὺν τοῖς ὁμοταγέσι τὴν ἐρημίαν καὶ τὴν ὀρεινήν· σὺ στέργε τὴν ὑποταγὴν καὶ τὴν ξενίαν· ἐκεῖνος ἐν τῷ νῦν καιρῷ οὐ δεδίωκται, σὺ δὲ δεδιωγμένος ἕνεκεν δικαιοσύνης· ἐκεῖνος οὐ πεφυλάκισται, σὺ δὲ ἐφυλακίσθης διὰ Κύριον· ἐκεῖνος οὐ τέτυπται, σὺ δὲ ἐτύφθης διὰ Χριστόν.

Πόσῳ ταῦτα ἐκείνων βελτιώτερα! Εἴπω τι καὶ περὶ ἐμαυτοῦ ὁ ταπεινός. Ἐπειδὴ ἀναξίως εἰς κεφαλὴν ὑμῶν κατεστάθην, καταλείψω τὴν προστασίαν καὶ ἀποχωρήσω πρὸς τὴν ἐρημίαν ἢ πρὸς ἄλλην τινὰ βιοτὴν ὑποβαλλομένην; Ἀλλ’ οὐ κεφαλῆς τοῦτο οὐδὲ ποιμένος τοῦ τὴν ψυχὴν ὀφείλοντος τιθέναι ὑπὲρ τῶν προβάτων. Οὐκοῦν οὐδὲ ὑμῖν προσήκει παρ’ ὅ ἐστε ἄλλο τι διανοεῖσθαι ἢ διαπράττειν· ἐντεῦθεν γὰρ ἡ ἀκαρπία καὶ ἡ ἀσυστροφία τοῦ προκειμένου βίου, ἐκεῖθεν δὲ ἡ καρποφορία τῆς ἐπιζητουμένης ὑποταγῆς. Διὰ τοῦτο, «ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν,» ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω καὶ οὕτω πολιτευέσθω καὶ οὕτως εὐαρεστείτω τῷ Κυρίῳ, ἵνα καταξιωθῇ ἀκοῦσαι· «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου,» ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΘʹ ΟΤΙ ΔΕΙ ΖΗΛΟΥΝ ΤΟΥΣ ΒΙΟΥΣ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ Ἀδελφοὶ καὶ πατέρες, οὐδὲν μακαριώτερον τοῦ βίου ἡμῶν, καὶ οὐδὲν ὑψηλότερον τῆς πολιτείας ἡμῶν, εἴ γε καθὼς ὀνομαζόμεθα πολιτευόμεθα. Ἀλλὰ μὴ ἐναντίως τῷ ὀνόματι τὴν πολιτείαν ἔχωμεν· μοναχὸς γάρ ἐστιν ὁ πρὸς Θεὸν μόνον βλέπων, καὶ Θεοῦ μόνου ἐφιέμενος, καὶ Θεῷ μόνῳ προσκείμενος, καὶ Θεὸν μόνον θεραπεύειν προαιρούμενος, εἰρήνην τε ἔχων πρὸς Θεὸν, καὶ εἰρήνης τοῖς ἄλλοις αἴτιος γινόμενος· ᾧ δὲ ταῦτα μὴ πάρεστι, τοὐναντίον δὲ ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, «τυφλός ἐστι μυωπάζων, κατὰ τὸ γεγραμμένον, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.» Καὶ δι’ ἣν αἰτίαν ταῦτα εἴρηκα ἴστε οἱ ὑπαίτιοι· καὶ λέγω οὐχ ἵνα πάλιν λυπήσω, ἀλλ’ ἵνα ἀσφαλίσωμαι πρὸς τὸ ἑξῆς μὴ τοῖς αὐτοῖς ὑποπεσεῖν αἰτιάμασιν.

Ἐν τοῖς πατράσιν ἡμῶν οὐ παραδέδεκτο ἡ καταλαλιά· ἀλλ’ ὁ ἀκούων τοῦ καταλαλοῦντος ἢ τὰ ὦτα ἐπεφράσσετο ἢ εἰς ἀγαθὸν τὴν καταλαλιὰν ἠμείβετο. Νῦν δὲ ὑπέχομεν τὰς ἀκοὰς εὐκόλως τῷ ἐνδιαβάλλοντι, καὶ μετὰ τοσαύτης προθυμίας ἀκούομεν, ὅσης οὐκ ἄν ποτε ἠκούομεν ὑποφωνουμένης ἀναγνώσεως. Ἐν τοῖς πατράσιν ἡμῶν οὐδὲν ἀπεικότως ἐλέγετο, ἠπίως δὲ καὶ τεταγμένως· νῦν δὲ μετ’ ὀργῆς καὶ κραυγῆς καὶ διαστροφῆς προσώπου.

Οὗ τί ἂν γένοιτο ἀσχημονέστερον; Ἐν τοῖς πατράσιν ἡμῶν οὐκ ἦν γογγυσμός· ἀλλ’ ἕκαστος τὸ διδόμενον προσίετο μετ’ εὐχαριστίας, ὡς ἐντεῦθεν καὶ τὸ πικρὸν γλυκαίνεσθαι, καὶ τὸ ἀηδὲς ἡδύνεσθαι· νῦν δὲ γογγύζομεν τοῦτο κἀκεῖνο καταιτιώμενοι, καὶ οὐκ εἰς ἑαυτοὺς, ἀλλ’ ἐπὶ τοῦ κοινοῦ, ὡς ἂν πλείονας τοὺς συγγογγυστὰς ἀπεργασώμεθα, καὶ πλεῖον τὸν Θεὸν παροξύνωμεν.

Οὐ χρὴ ταῦτα, ἀδελφοί μου, οὕτω γίνεσθαι, οὐδὲ ταῦτα μοναχικῆς πολιτείας ἰδιώματα, οὐδὲ μικρὸν ἁμάρτημα τὸ τῆς λοιδορίας ἔγκλημα· «Οὐ λοίδοροι, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν·» Ἀλλ’ οὐδὲ τὸ γογγύζειν μικρὸν ἁμάρτημα· «Μηδὲ γὰρ, φησὶ, γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.» Ἀλλ’ οὐδὲ τὸ εἰκαιολογεῖν μικρὸν ἔγκλημα. «Πᾶς γὰρ λόγος, φησὶ, σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Οὐχ ὁρᾶτε τὴν ἀπειλήν, ὅτι τὸ Πνεῦμα τοῦ Θεοῦ παροργίζομεν εἰκαιολογοῦντες; Οὐ φοβούμεθα, ὅτι λόγον δώσομεν ἐν ἡμέρᾳ κρίσεως καὶ περὶ ἀργοῦ ῥήματος, καθὼς ὁ Κύριος ἠπείλησε; Τί οὖν λοιπὸν οὐ προσέχομεν ἑαυτοῖς; τί δὲ οὐ παρασκευαζόμεθα πρὸς τὰ φθάζοντα εὔθετοι εὑρίσκεσθαι;

Ὑβρίσθης; φέρε μακροθύμως τὴν λοιδορίαν πνίγων ἐν ἑαυτῷ τὸν ὀνειδισμόν· «Ἐταράχθην γὰρ, φησὶ, καὶ οὐκ ἐλάλησα.» Καὶ τὸ μὲν ὑβριστικὸν παρῆλθεν, ἡ δὲ ἀρετή σου μένει εἰς τὸν αἰῶνα. Ἔλαβές τι βρῶμα ἢ πόμα παρὰ τὸ θέλημα; εὐχαρίστησον ἐν τοῖς φθάσασιν, ὅτι ὃ σὺ πολλάκις ἀποκρίνεις ὡς κακὸν ἡγούμενος, ἄλλοι ἐπιθυμοῦσι καὶ μόνον ἀπογεύσασθαι. Καὶ εἰ μὴ ταῦτα πάρεστιν, ἐν τίνι λογισθήσεται ἡ ὑποταγή, καὶ τί τὸ περὶ αὐτῆς καύχημα; οὔτε γὰρ ἐξ ἐγκρατείας οὔτε ἐξ ἀγρυπνίας οὔτε ἐκ χαμευνίας οὔτε ἐξ ἄλλου τινὸς ἀγῶνος, ὅσον ἐκ τῆς κοπῆς τοῦ θελήματος, εὐδοκιμεῖν ἔχομεν καὶ τὸ μαρτύριον ὑποδεικνύειν τῆς ἀθλήσεως τοῦ κοινοβιακοῦ βίου. Οὐκοῦν «Ἀποθέμενοι πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, καθὼς ὁ κορυφαῖος τῶν ἀποστόλων ἐντέλλεται, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσωμεν, ἵνα ἐν αὐτῷ αὐξηθῶμεν, εἴπερ ἐγευσάμεθα ὅτι χρηστὸς ὁ Κύριος,» εἴπερ ἐπιθυμοῦμεν ζωῆς ἀϊδίου. Καὶ μὴ ἀπαναινώμεθα νουθετούμενοι μηδὲ ἐκκακῶμεν ἑαυτοὺς ἀνακαλούμενοι ἑκάστοτε ἐκ τῶν ὑποπτώσεων· οὕτω γὰρ εὐδοκιμοῦντες ζωῆς αἰωνίου ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Μʹ ΠΕΡΙ ΤΟΥ ΠΟΛΙΤΕΥΕΣΘΑΙ ΗΜΑΣ ΕΝ ΚΑΙΝΟΤΗΤΙ ΖΩΗΣ ΚΑΘΩΣ ΔΙΑ ΤΟΥ ΑΓΙΟΥ ΣΧΗΜΑΤΟΣ ΕΠΗΓΓΕΛΜΕΘΑ Ἀδελφοὶ καὶ πατέρες, ὃν τρόπον πεινῶντες ἐπιθυμοῦμεν τοῦ φαγεῖν καὶ διψῶντες τοῦ πιεῖν· οὕτως ὀφείλομεν ἐπιθυμητικῶς ἔχειν τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ. Ἐκ γὰρ τοῦ ἀκούειν κερδανοῦμεν τὰ μέγιστα· ἄν τε γὰρ ῥᾴθυμοι ὦμεν, ἀποτιθέμεθα τὸ ῥᾴθυμον· ἄν τε πρόθυμοι, γινόμεθα προθυμότεροι· καὶ ἀμφοτέρωθεν καλῶς ἔχει τὸ πρᾶγμα. Τίς οὖν ἐστιν ὁ παρὼν λόγος; «Οὕτως, φησὶν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Καὶ ἔδωκεν οὐχ ἁπλῶς, ἀλλὰ «μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Πῶς; ἦμεν δεδουλωμένοι τῷ διαβόλῳ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἐβασιλευόμεθα ὑπὸ τοῦ θανάτου πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, ὑπεύθυνοι καὶ αἰχμάλωτοι τῇ φθορᾷ τυγχάνοντες. Ἦλθε τοίνυν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, ὃς οὐ μόνον ἐρρύσατο ἡμᾶς ἐκ τῆς κατοχῆς τοῦ θανάτου, ἀλλὰ καὶ λούσας «Ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ ἐποίησεν ἡμᾶς βασιλείαν [οὐρανῶν] καὶ ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ,» καθὼς γέγραπται. Εἶδες ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ; εἶδες φιλανθρωπίας ὑπέρμετρον ἔλεον;

Ὡς ἀνεξερεύνητα τὰ ἐλέη αὐτοῦ, καὶ ἀνεξιχνίαστοι οἱ οἰκτιρμοὶ αὐτοῦ, οὓς «ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν!» Τί οὖν λοιπὸν εἴπωμεν πρὸς ταῦτα ἡμεῖς οἱ ταπεινοί; τί δὲ διανοηθῶμεν; Αὐτομολήσομεν πάλιν πρὸς τὴν ἁμαρτίαν;

Ἐπιθυμήσομεν τῆς δουλείας; Αἱρησόμεθα τὴν ἀτιμίαν καὶ φθορὰν καὶ καταδίκην; «Μὴ γένοιτο, φησὶν ὁ Ἀπόστολος, οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν Ἰησοῦν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵν’ ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός· οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Περιπατήσωμεν οὖν, ἀδελφοὶ, ἐν καινότητι ζωῆς, καθὼς καὶ διὰ τοῦ σχήματος ἐπηγγειλάμεθα· πολιτευσώμεθα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι, «καθὼς πρέπει ἁγίοις,» ἐν εἰρήνῃ τε καὶ ὁμονοίᾳ, ἐν σεμνότητι καὶ εὐλαβείᾳ, ἐν ἁγιασμῷ καὶ ἀπαθείᾳ, μὴ συναπαγόμενοι «ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ» ἡμῶν ἐξαπατήσεσιν· ἀλλὰ δίκην πυρὸς φεύγοντες τῶν προλήψεων καὶ ἐστηριγμένοι ὄντες ἐν τῇ πέτρᾳ τῆς πίστεως ἡμῶν· τοῦτο γάρ ἐστιν ἡ καινότης. Τίς δὲ ἡ παλαιότης; ἡ ἡδονὴ, ὑφ’ ἧς ἁλοὺς ὁ προπάτωρ ἡμῶν Ἀδὰμ ἐξόριστος τοῦ παραδείσου γέγονε, καὶ τὸν πολυστένακτον ὑπῆλθε βίον· ὁ φθόνος, ὑφ’ οὗ ἀναφθεὶς ὁ Κάϊν ἔκτεινε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ ἐπὶ τῇ προτιμήσει τῶν δώρων, ἐξ οὗ τρέμων τε καὶ στένων ἐγεγόνει τὸν ἅπαντα βίον.

Ἐκ δυοῖν τούτων τῶν ἁμαρτημάτων τὰ μυρία κακὰ ἐπεπόλασε τῷ κόσμῳ· ἐντεῦθεν ὁ κατακλυσμὸς ἄρδην ἀφανίσας πᾶν τὸ τῆς γῆς ἀνάστημα· ἐντεῦθεν Σόδομα καὶ Γόμορρα πυρὶ καὶ θείῳ τεφρούμενα εἰς ἔνδειξιν ἀσεβῶν. Ὁρᾶτε τί ἀπειργάσατο ἡ ἁμαρτία καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου; Ἀλλ’ ὅμως, καθὼς προείρηται, ἐλέει Θεοῦ ἀνεκλήθημεν καὶ ἐλευθερίας ἐτύχομεν καὶ εἰς υἱοθεσίαν ἀνεδράμομεν. Τῇ τοίνυν ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε στήκωμεν, καὶ τῇ δόξῃ ᾗ Χριστὸς ἡμᾶς ἐδόξασε διαφυλαττώμεθα πάντα τὰ τῆς ματαιότητος διαπτύοντες, πάντα διὰ Χριστὸν δεύτερα ἡγούμενοι, ἄν τε ἀτιμίαν ὡς τιμήν, ἄν τε θλῖψιν ὡς χαράν, ἄν τε πληγὰς ὡς τρυφάς, ἄν τε διωγμὸν ὡς μακαρισμόν, ἄν τε θάνατον ὡς ζωήν· καθὼς καὶ προείλοντο οἱ σήμερον ὑφ’ ἡμῶν μνημονευθέντες ἅγιοι πατέρες καὶ ἀδελφοὶ ἡμῶν, «ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» Οὕτω γὰρ πολιτευόμενοι καὶ ἡμεῖς ἐνταῦθα μὲν ὀφθείημεν «ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες·» ἐν δὲ τῷ μέλλοντι αἰῶνι, βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.